Scaife ATLAS

CTS Library / De affectionibus interioribus

De affectionibus interioribus (41-45)

urn:cts:greekLit:tlg0627.tlg032.1st1K-grc1:41-45
Refs {'start': {'reference': '41', 'human_reference': 'Chapter 41'}, 'end': {'reference': '45', 'human_reference': 'Chapter 45'}}
Ancestors []
Children []
prev
plain textXML
next

41. Ἄλλος τῦφος· γίνεται μὲν καὶ οὗτος διὰ τόδε, ὁκόταν χολὴ
σαπεῖσα μιγῇ τῷ αἵματι ἀνὰ τὰς φλέβας καὶ τὰ ἄρθρα, καὶ ὁκόταν
στῇ, οἴδημα ἀνίσταται μάλιστα μὲν ἐν τοῖσιν ἄρθροισι καὶ καταστηρίζεται,
ἐνίοτε δὲ καὶ ἐς τὸ ἄλλο πᾶν σῶμα, καὶ ὀδύνας παρέχει
ὀξείας· καὶ οἱ πολλοὶ ἐκ ταύτης τῆς νούσου χωλοὶ γίνονται, ὁκόταν
ἀποληφθεῖσα ἐν τοῖσιν ἄρθροισιν χολὴ πωρωθῇ· δὲ ὀδύνη διαλείπουσα
ἐπιλαμβάνει καὶ διὰ τριῶν ἡμερέων καὶ διὰ τεσσάρων.

268
Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, μελετῇν οὕτως· ὁκόταν μὲν ὀδύνη ἕνῃ
ἐν τῷ· σώματι, χλιάσματα χρὴ ποιέειν καὶ προστιθέναι, ἐλαίῳ ὁπαλείψας·
ὁκόταν δὲ ἀνῇ, δοῦναι αὐτῷ ἐλλέβορον πυριήσας πρόσθεν
ἅπαν τὸ σῶμα· τῇ δὲ ὑστεραίῃ ὀῤῥὸν αἰγὸς ἑψήσας, δοῦναι πιεῖν
δύο χοέας, παρὰ τὸν ἕτερον χοέα μέλι παραχέας, παρὰ δὲ τὸν ἕτερον
ἅλας παραβαλών· εἶτα κύλικα παρὰ κύλικα παραλλάσσων πινέτω
ἕως ἂν ἐκπίῃ ἅπαν· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον
ῥοφεέτω, καὶ τεύτλων τρυβλίον λιπαρῶν ἄλφιτα παραπάσας
ἐκπιέτω, καὶ νεοσσοῦ ἀλεκτορίδος κρέας τρυγόνος
ὄϊος ὑὸς πίονος τρωγέτω. Τὸν δὲ ἐλλέβορον δι ἕκτης ἡμέρης διδόναι,
καὶ ἤν κου τῶν ἄρθρων ἀποιδίσκηται καὶ μὴ θέλῃ ἀφίστασθαι,
σικύην προσβαλὼν ἀφαιρέειν τοῦ αἵματος, κατακεντῶν ἀκίδι τριγώνῳ
ἐς τὰ γούνατα, ἢν ἐν τοῖσι γούνασιν ἐνῇ τὸ οἴδημα, τῶν δὲ ἄλλων
ἄρθρων μηδὲν κεντριώσῃς. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων σιτίον
προσφερέσθω ἄρτον μὲν ὡς ὀπτότατον, μᾶζαν δὲ ψαιστὴν ὡς μάλιστα·
ὄψον δὲ ἐχέτω μάλιστα μὲν ὄρνιθα ὀπτὴν ἄναλτον· εἰ δὲ μὴ, καὶ
ἑφθὴν, ἐζωμευμένην, πλὴν ἄνευ τυροῦ καὶ σησάμου καὶ ἁλός· ἰχθύσι
δὲ χρεέσθω τοῖσι σαρκωδεστάτοισιν, ὀπτοῖσι δὲ τὸν αὐτὸν τρόπον
τοῖσι κρέασιν, ἑψῶν δι ὀριγάνου παστὰ, ἐλαίῳ αὐτὰ ὑποχρίσας,
οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ· εἰ δὲ μὴ, μέλανα· καὶ ἐν
περιόδοισι ταλαιπωρεέτω δι ἡμέρης καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθριος,
ὀῤῥὸν δὲ καὶ γάλα τὴν ὥρην πινέτω αἰεί· ἢν δέ σοι δοκέῃ, καὶ ὄνειον
γάλα διδόναι ἀφεψήσας. Καὶ ἢν ὑγιὴς γένηται, ἐν φυλακῇ αὐτὸν
270
εἶναι τοῦ ψύχεος καὶ τοῦ πνίγεος, καὶ τῶν σιτίων μὴ λίην ἐμπιπλάσθω·
κίνδυνος γὰρ αὖθις ὑποτροπιάσαι τὴν νοῦσον. Αὅτη τοιγαροῦν
νοῦσος οὕτω θεραπευομένη ἐν ἓξ μησὶν ὑγιὴς γίνεται· οὗτοι
γὰρ κρίνουσιν, ἤν τε θανάσιμος, ἤν τε μὴ, ἢν καὶ παραχρῆμα
θεραπεύηται· πλὴν νοῦσος χαλεπὴ, καὶ τοῖσι πλείστοισι
συναποθνήσκει.

42. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα ἐν ὀπώρης καιρῷ,
ὁκόταν τις πλησθῇ παντοίης ὀπώρης. Τοῖσι δὲ πολλοῖσι καὶ ἀπὸ
τῶνδε ἐγένετο τὸ νόσημα· φαγόντες πλακοῦντος καὶ σησάμης καὶ
τῶν ἄλλων μελιτωθέντων ἀπλήστως. Τὸ γὰρ μέλι τὸ ἑφθὸν καυματῶδές
ἐστι καὶ προσπλάσσεται τῇ κοιλίῃ· ἔπειτα ὁκόταν καθεψηθῇ
ἐν τῇ κοιλίῃ, ἀναζέεται, καὶ ἐξαπίνης γαστὴρ ἀείρεται καὶ πίμπραται,
καὶ δοκέει διαῤῥήσσεσθαι· ἔπειτα δὲ ἐξαπίνης διάῤῥοια
ἐπεγένετο, καὶ ὁκόταν ἅπαξ ἄρξηται χωρέειν, πολλὰς ἡμέρας καθαίρεται,
καὶ πολλοὶ μετὰ ταύτην τὴν κάθαρσιν ὑγιέες ἐγένοντο. Ὁκόταν
οὖν παύσηται αὐτόματος καθαιρόμενος, φακῶν χυμοῦ ἀναγκάσαι
αὐτὸν ἐκπιεῖν τρία ἡμίχοα, ἅλας παραβάλλων· μετὰ δὲ τὴν κάθαρσιν
τοῦ χυμοῦ ἐς ἑσπέρην, φακῆς τρυβλίον ῥοφεέτω ψυχρῆς ἀνάλτου,
σίλφιον δὲ ἐπιξύσθω πουλὺ, καὶ τεύτλου τρυβλίον ἀνηδύντου
λιπαροῦ, ἄλφιτα παραπάσσων φαγέτω· οἶνον δὲ πινέτω μέλανα αὐστηρὸν
κατ ὀλίγον. Τὸ δὲ λοιπὸν τοῦ χρόνου τὰ αὐτὰ ποιεέτω, καὶ
σῖτα προσφερέσθω ἄρτον ἔξοπτον, μᾶζάν τε ψαιστὴν ὡς μάλιστα·
τὰς δὲ πρώτας τῶν ἡμερέων ἄλευρον φαγέτω-κάθεφθον, ἀποψύχων
καὶ μέλι παραχέων· οἶνον δὲ πινέτω μἔλανα στρυφνὸν, ἕως ἂν καταστῇ

272
νοῦσος, ταῦτα προσφερέσθω. δὲ ὑπὸ τῆς ὀπώρης ληφθεὶς
τῇ νούσῳ φῦσαν παρέχει καὶ στρόφον καὶ ὀδύνην, καὶ τὰ σιτία οὐκ
ἐθέλει διαχωρέειν, καὶ γαστὴρ μεγάλη καὶ σκληρὴ αὐτοῦ ἐστι,
καὶ ῥῖγος καὶ πυρετὸς ἔχει. Τούτῳ ἢν μὲν αὐτομάτη ταραχθῇ κοιλίη,
ἐν εἴκοσιν ἡμέρῃσι τὸ ἐλάχιστον καθαίρεται, καὶ ὁκόταν παύσηται
καθαιρόμενος, ὑγιὴς παραχρῆμα ἔσται· ἢν δὲ μὴ αὐτομάτη
ταραχθῇ, καθαίρειν αὐτὸν τῷ τοῦ ἱππόφεω ὀπῷ τῷ κνιδίῳ κόκκῳ·
ἐς ἑσπέρην δὲ ταῦτα διδόναι καὶ τῷ αὐτομάτῳ καθαιρομένῳ· τῇ
δ ὑστεραίῃ, ἢν μὲν πορετὸς ἔχῃ, ἡσυχίην ἐχέτω, διδόναι δὲ αὐτῷ
πίνειν τοῦ αὐτοῦ οἴνου ὡς ἐν ψυχροτάτῳ ὕδατι· ἢν δὲ μὴ ἔχῃ πυρετὸς,
διαιτήσθω δίαιταν μὴ ὑγρὴν, ἀλλ ἰσχυροτέρην, καὶ περιπατεέτω
πρὸς τὰ σιτία τεκμαιρόμενος. Ὑπὸ τουτέου τοῦ νοσήματος
πολλοῖσιν ἤδη ὕδερος ἐξεγένετο, καὶ ἢν δοκέῃ σοι κλύζειν, τοῖσιν
αὐτοῖσι κλύσον οἷσι καὶ τὸν ὑδεριῶντα. Ἢν δὲ βούλῃ, τοισίδε κλύζειν·
ἐν μελικρήτου κοτύλῃ ποίην θαψίης ἐγξύσαι, εἶτα οὕτως
ἐγκλύσαι. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται.

43. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα, ὁκόταν τὸ ὑγρὸν τὸ
ἐν τῷ σώματι συνπαγῇ καὶ ἀναξηρανθῇ μᾶλλον τοῦ. Γίνεται
οὖν τὴν εἰδέην, ὁκόταν τῷ νουσήματι ἔχηται, δίυγρος, ὕπωχρος,
διαφανὴς, κύστει πλήρει ἐοικὼς οὔρου, πλὴν οὐκ οἰδέει, ἀλλὰ λεπτὸς
καὶ σκελιφρός ἐστι καὶ ἀσθενής· μάλιστα δὲ τοῦ σώματος λεπτύνεται
τὰς κληἳδας, καὶ τὸ πρόσωπον ἰσχυρῶς κάτισχνος, καὶ οἱ
ὀφθαλμοὶ ἔκκοιλοι σφόδρα. Ταῦτα μὲν ὑπὸ τοῦ νοσήματος πάσχει·
ἢν δὲ χροιὴ τοῦ σώματος μέλαινα , τάδε αἴτιά ἐστιν· ἐς τὰ φλέβια
καὶ ἐς τὸ δέρμα, ὁκόταν χολὴ μέλαινα ὑπέλθῃ, καὶ ἐπὶ τούτοισιν,

274
ὁκόταν θέρμη ἐπιγένηται, ἀνάγκη ὑπὸ τοῦ θερμοῦ ξυγκαίεσθαί
τε καὶ ἀναξηραίνεσθαι τὰ φλέβια, ὥστε τὸ αἷμα μὴ χωρέειν κατὰ
τὰ φλέβια. Τάδε οὖν πάσχει οὗτος πρὸς ἐκείνοις· λεπτὸς γίνεται καὶ
κάτισχνος ἰσχυρῶς, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἀραιὰ σκαρδαμύσσει,
καὶ τὰς μυίας ἀπὸ τοῦ ἱματίου θηρεύει, καὶ βόρος τῶν σιτίων μᾶλλόν
ἐστιν ὑγιαίνων, καὶ λύχνου ἀπεσβεσμένου τῇ ὀσμῇ ἥδεται, καὶ
ἐξονειρώσσει θαμινά· πολλάκις δὲ καὶ βαδίζοντι αὐτῷ ἐξέρχεται
γονή. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην τῷ μέλανε
ἐλλεβόρῳ, τὴν ἄνω δηλονότι· τὴν δὲ κάτω ὀπῷ σκαμμωνίης· μετὰ
δὲ τὴν κάθαρσιν τὰ αὐτὰ διδόναι καὶ τοῖσιν ἄλλοισι, καὶ ὀῤῥὸν,
καὶ γάλα βοὸς αἰγὸς διδόναι τὴν ὥρην· διδόναι δὲ καὶ ὄνειον γάλα
ἐς ὑποκάθαρσιν. Οὗτος οὕτω μελετώμενος μάλιστα ἐν δυσὶν ἔτεσιν
ὑγιὴς γίνεται· σιτία δὲ βούλεται προσφερέσθω· εὐωχεέσθω δὲ ὡς
μάλιστα, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Αὕτη
νοῦσος λαμβάνει πρεσβύτερον εἰκοσαετέος· ὁκόταν δὲ λάβῃ, ἢν μὴ
κατ ἀρχὰς τοῦ νοσήματος μελετηθῇ, οὐκ ἐκλείπει, πρὶν ἂν εἴκοσιν
ἔτεα παρέλθῃ, ἀλλὰ προσέχει· ἔπειτα ἐνίοισι μελετωμένοισιν ἐξέρχεται·
δὲ νοῦσος χαλεπή.

44. Εἰλεοί· εἰλεοὶ δὲ τάδε τὰ νουσήματα καλέεται· γίνεται δὲ
ἀπὸ τῶνδε μάλιστα· ἢν τοῦ χειμῶνος θερμῇ τῇ διαίτῃ καὶ ὑγρῇ
χρέηται καὶ μήτε περιόδοισι ταλαιπωρέῃ πρὸς τὰ σιτία τεκμαφόμενος,
πιμπλάμενος δὲ εὕδῃ ἀεὶ, εἶτα ἐξαπίνης ἀναγκασθῇ βαδίσαι
μακρὴν ὁδὸν, ψύχεος· ἐόντος, εἶτα ῥιγώσῃ ὑπὸ τὰ ὀστέα, τάδε οὖν
πάσχει· φῦσα ἐγγίνεται ἐν τῷ σώματι παντὶ, καὶ χροιὴ αὐτέου
γίνεται μολιβδοειδὴς, καὶ ῥιγοῖ αἰεὶ, ὥστε οἱ θερμὸν καταχυθὲν οὐ

276
δοκέει θερμὸν εἶναι. Τὸ δὲ σῶμα λουόμενον αὐτοῦ λεπίζεται ὑπὸ τοῦ
θερμοῦ, μάλιστα δὲ ὄσχη· ἢν τῷ δακτύλῳ τοῦ σώματός κου ὑποπιέζεις,
ἐνθλάσεις, καὶ σημανέεταί σοι ὥσπερ ἐν σταιτί· μάλιστα
δὲ ἐν τοῖσι ποσὶν ἐνθλᾶται. Τὰ δὲ σκέλεα βαρέα αὐτοῦ, καὶ ἢν περιφοιτέῃ,
τρέμει, καὶ ἢν πρὸς αἶπος βαδίζῃ, πνευστιᾷ σφόδρα,
καὶ αἱ ὠλέναι δοκέουσιν ἀποκρέμασθαι, καὶ τὴν κεφαλὴν ἀλγέει,
καὶ αἱ ὀφρύες δοκέουσιν ἀποκρέμασθαι, καὶ δίψη ἔχει τὰς νύκτας,
τὰ δὲ σιτία ὠμὰ διαχωρέει, ἅσσ ἂν καταφάγῃ. Τοῦτον, ὁκόταν οὕτως
ἔχῃ, πυριήσας αὐτὸν τοῦ κνεώρου διδόναι πίνειν τοῦ ἱππόφεω
τοῦ κνιδίου κόκκου· μετὰ δὲ τὴν κάθαρσιν ταῦτα διδόναι καὶ
τοῖσι πρόσθεν· τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος ἑφθοῦ χοέα διδόναι
δὶς ἐκπιεῖν ἅλας παραβάλλων· ἐς ἑσπέρην δὲ δειπνεέτω ἄρτον· ὄψον
δὲ ἐχέτω ὄϊος κρέα ἑφθὰ, καὶ πουλύποδας ἑφθοὺς ἐν οἴνῳ μέλανι,
καὶ τὸν ζωμὸν ῥοφανέτω· καὶ φακὴν ἐχέτω ὧδε ἐσκευασμένην· κοτύλην
φακοῦ ἑψήσας τρῖψαι λείην, ἔπειτα ἄλευρον παραμῖξαι, καὶ
σίλφιον ἐπιξέσαι, καὶ ἅλας ἐμβαλεῖν, καὶ ὄξος ἐπιχέαι, καὶ σκόροδα
συνεψεῖν· ἔπειτα ὕδωρ ἐπιχέας ζέσαι δὶς τρὶς, καὶ τορυνᾷν
ἅμα· ἔπειτα ἀφελὼν ἐψύχθω· ἔστω δὲ μὴ λίην παχείη· ἐμβεβλήσθω
δὲ καὶ γλήχων ἑψομένη τῆς εὐωδίης εἵνεκα. Τὰς δὲ μεταξὺ τῶν
ἡμερέων ἐμέτους ποιεέσθω δι ἕκτης ἡμέρης· πυριῆσθαι δὲ χρὴ
ἄλλοτε καὶ ἄλλοτε πρὸ τοῦ ἐμέτου καὶ τῆς φαρμακοποσίης· καὶ διὰ
τρίτης ἡμέρης λουέσθω, ἢν συμφέρῃ· εἰ δὲ μὴ, ἀλειφέσθω, καὶ περιπατεέτω,
ἢν δυνατὸς , πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἀκτῆς
φύλλα καὶ κονύζης τῆς αἰεὶ ἁπαλῆς ἑψῶν διδόναι ἐσθίειν. Οὕτω γὰρ
278
ἂν μελε τώμενος ῥήϊστα διάγοι, καὶ νοῦσος ἐκλείποι ἂν ἐνιαυσιαίη·
πολλοῖσι δὲ ἤδη ὑγιέσι γινομένοισι διὰ δύο ἐτέων νοῦσος ὑπετροπίασεν·
ἀλλὰ χρὴ, ἢν ὑποτροπιάσῃ, τὴν αὐτὴν ἴησιν ἰῆσθαι. Ἢν
δὲ τρίτον ὑποτροπιάσῃ, οἴδημα μὲν οὐκ ἐπιγίνεται, λεπτὸς δὲ γίνεται
καὶ κάτισχνος· ἄρχεται δὲ λεπτύνεσθαι ἀπὸ τοῦ προσώπου, καὶ
τὴν χροιὴν ἔκλευκος γίνεται μᾶλλον τὸ πρόσθεν. Τούτῳ ὕδερος
ἐνίοτε ἐγένετο ἐν τῇ κοιλίῃ· ἢν οὖν ἐγγένηται, τάμνειν αὐτὸν οὐ
χρή· ἀποθανέεται γάρ· θεραπεύειν δὲ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν
ἀπὸ σπληνὸς ὑδεριῶντα. Τοῦτον μάλιστα μὲν κατ ἀρχὰς βούλεσθαι
λαβὼν ἰῆσθαι, καὶ οὕτω ταχέως ὑγιέα ποιήσεις· δὲ νοῦσος δέεται
μελέτης πολλῆς· χαλεπὴ γάρ.

45. Ἄλλος εἰλεὸς ἰκτερώδης· ἐπιλαμβάνει μάλιστα μὲν θέρεος
ὥρην ἐν ἑλώδεσι χωρίοισιν οὗτος, μᾶλλον δὲ ἀπὸ ὑδροποσίης· πολλοὶ
δὲ ἤδη καὶ πρὸς τὸν ἥλιον εἱληθέντες τὸ νόσημα ἔλαβον, τὴν
κεφαλὴν ἀλγήσαν τες. Ἀλλὰ παραπλήσια τοῖσι πρόσθεν πάσχουσι,
πλὴν τῆς χροιῆς, καὶ γὰρ ὠχρὸς γίνεται οἷον σίδιον, καὶ οἱ ὀφθαλμοὶ
ἔστιν ὅτε ἰκτέρου πίμπλανται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, θεραπεύειν
χρὴ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν· διδόναι δὲ τὸ
ἀπ ἐρεβίνθων λευκῶν ὕδωρ ἐψῶν πίνειν, καὶ ἐν τῷ οἴνῳ διακιρνᾷν
καὶ διδόναι, καὶ τὴν κεφαλὴν αὐτέου καθαίρειν τῷ τετραγώνῳ.
Οὗτος ἧσσον τοῦ προτέρου θανατώδης· καλέεται δὲ εἰλεὸς
ἰκτερώδης.

Tokens

41 1 w 2
Ἄλλος 1 w 8
τῦφος 1 w 13
γίνεται 1 w 21
μὲν 1 w 24
καὶ 1 w 27
οὗτος 1 w 32
διὰ 1 w 35
τόδε 1 w 39
ὁκόταν 1 w 46
1 w 47
χολὴ 1 w 51
σαπεῖσα 1 w 58
μιγῇ 1 w 62
τῷ 1 w 64
αἵματι 1 w 70
ἀνὰ 1 w 73
τὰς 1 w 76
φλέβας 1 w 82
καὶ 2 w 85
τὰ 2 w 87
ἄρθρα 1 w 92
καὶ 3 w 96
ὁκόταν 2 w 102
στῇ 1 w 105
οἴδημα 1 w 112
ἀνίσταται 1 w 121
μάλιστα 1 w 128
μὲν 2 w 131
ἐν 1 w 133
τοῖσιν 1 w 139
ἄρθροισι 1 w 147
καὶ 4 w 150
καταστηρίζεται 1 w 164
ἐνίοτε 1 w 171
δὲ 1 w 173
καὶ 5 w 176
ἐς 1 w 178
τὸ 1 w 180
ἄλλο 1 w 184
πᾶν 1 w 187
σῶμα 1 w 191
καὶ 6 w 195
ὀδύνας 1 w 201
παρέχει 1 w 208
ὀξείας 1 w 214
καὶ 7 w 218
οἱ 1 w 220
πολλοὶ 1 w 226
ἐκ 1 w 228
ταύτης 1 w 234
τῆς 1 w 237
νούσου 1 w 243
χωλοὶ 1 w 248
γίνονται 1 w 256
ὁκόταν 3 w 263
ἀποληφθεῖσα 1 w 274
ἐν 3 w 276
τοῖσιν 2 w 282
ἄρθροισιν 1 w 291
2 w 292
χολὴ 2 w 296
πωρωθῇ 1 w 302
3 w 304
δὲ 2 w 306
ὀδύνη 1 w 311
διαλείπουσα 1 w 322
ἐπιλαμβάνει 1 w 333
καὶ 8 w 336
διὰ 2 w 339
τριῶν 1 w 344
ἡμερέων 1 w 351
καὶ 9 w 354
διὰ 3 w 357
τεσσάρων 1 w 365
Τοῦτον 1 w 372
ὁκόταν 4 w 379
ὧδε 1 w 382
ἔχῃ 1 w 385
μελετῇν 1 w 393
οὕτως 1 w 398
ὁκόταν 5 w 405
μὲν 3 w 408
5 w 409
ὀδύνη 2 w 414
ἕνῃ 1 w 417
ἐν 4 w 419
τῷ 2 w 421
σώματι 1 w 428
χλιάσματα 1 w 438
χρὴ 1 w 441
ποιέειν 1 w 448
καὶ 10 w 451
προστιθέναι 1 w 462
ἐλαίῳ 1 w 468
ὁπαλείψας 1 w 477
ὁκόταν 6 w 484
δὲ 3 w 486
ἀνῇ 1 w 489
δοῦναι 1 w 496
αὐτῷ 1 w 500
ἐλλέβορον 1 w 509
πυριήσας 1 w 517
πρόσθεν 1 w 524
ἅπαν 1 w 528
τὸ 2 w 530
σῶμα 2 w 534
τῇ 3 w 537
δὲ 4 w 539
ὑστεραίῃ 1 w 547
ὀῤῥὸν 1 w 552
αἰγὸς 1 w 557
ἑψήσας 1 w 563
δοῦναι 2 w 570
πιεῖν 1 w 575
δύο 1 w 578
χοέας 1 w 583
παρὰ 1 w 588
τὸν 1 w 591
ἕτερον 1 w 597
χοέα 2 w 601
μέλι 1 w 605
παραχέας 1 w 613
παρὰ 2 w 618
δὲ 5 w 620
τὸν 2 w 623
ἕτερον 2 w 629
ἅλας 1 w 633
παραβαλών 1 w 642
εἶτα 1 w 647
κύλικα 1 w 653
παρὰ 3 w 657
κύλικα 2 w 663
παραλλάσσων 1 w 674
πινέτω 1 w 680
ἕως 1 w 683
ἂν 1 w 685
ἐκπίῃ 1 w 690
ἅπαν 2 w 694
ἐς 2 w 697
ἑσπέρην 1 w 704
δὲ 6 w 706
μετὰ 1 w 710
τὴν 1 w 713
κάθαρσιν 1 w 721
φακῆς 1 w 726
τρυβλίον 1 w 734
ῥοφεέτω 1 w 741
καὶ 11 w 745
τεύτλων 1 w 752
τρυβλίον 2 w 760
λιπαρῶν 1 w 767
ἄλφιτα 1 w 773
παραπάσας 1 w 782
ἐκπιέτω 1 w 789
καὶ 12 w 793
νεοσσοῦ 1 w 800
ἀλεκτορίδος 1 w 811
κρέας 1 w 816
1 w 817
τρυγόνος 1 w 825
2 w 826
ὄϊος 1 w 830
3 w 831
ὑὸς 1 w 834
πίονος 1 w 840
τρωγέτω 1 w 847
Τὸν 1 w 851
δὲ 7 w 853
ἐλλέβορον 2 w 862
δι 5 w 864
ἕκτης 1 w 870
ἡμέρης 1 w 876
διδόναι 1 w 883
καὶ 13 w 887
ἤν 1 w 889
κου 1 w 892
τῶν 1 w 895
ἄρθρων 1 w 901
ἀποιδίσκηται 1 w 913
καὶ 14 w 916
μὴ 1 w 918
θέλῃ 1 w 922
ἀφίστασθαι 1 w 932
σικύην 1 w 939
προσβαλὼν 1 w 948
ἀφαιρέειν 1 w 957
τοῦ 1 w 960
αἵματος 1 w 967
κατακεντῶν 1 w 978
ἀκίδι 1 w 983
τριγώνῳ 1 w 990
ἐς 3 w 992
τὰ 4 w 994
γούνατα 1 w 1001
ἢν 1 w 1004
ἐν 5 w 1006
τοῖσι 3 w 1011
γούνασιν 1 w 1019
ἐνῇ 1 w 1022
τὸ 5 w 1024
οἴδημα 2 w 1030
τῶν 3 w 1034
δὲ 8 w 1036
ἄλλων 1 w 1041
ἄρθρων 2 w 1047
μηδὲν 1 w 1052
κεντριώσῃς 1 w 1062
Τὰς 1 w 1066
δὲ 10 w 1068
μεταξὺ 1 w 1074
τῶν 4 w 1077
ἡμερέων 2 w 1084
σιτίον 1 w 1090
προσφερέσθω 1 w 1101
ἄρτον 1 w 1106
μὲν 4 w 1109
ὡς 1 w 1111
ὀπτότατον 1 w 1120
μᾶζαν 1 w 1126
δὲ 11 w 1128
ψαιστὴν 1 w 1135
ὡς 2 w 1137
μάλιστα 2 w 1144
ὄψον 1 w 1149
δὲ 12 w 1151
ἐχέτω 1 w 1156
μάλιστα 3 w 1163
μὲν 5 w 1166
ὄρνιθα 1 w 1172
ὀπτὴν 1 w 1177
ἄναλτον 1 w 1184
εἰ 1 w 1187
δὲ 13 w 1189
μὴ 2 w 1191
καὶ 15 w 1195
ἑφθὴν 1 w 1200
ἐζωμευμένην 1 w 1212
πλὴν 1 w 1217
ἄνευ 1 w 1221
τυροῦ 1 w 1226
καὶ 16 w 1229
σησάμου 1 w 1236
καὶ 17 w 1239
ἁλός 1 w 1243
ἰχθύσι 1 w 1250
δὲ 14 w 1252
χρεέσθω 1 w 1259
τοῖσι 4 w 1264
σαρκωδεστάτοισιν 1 w 1280
ὀπτοῖσι 1 w 1288
δὲ 15 w 1290
τὸν 3 w 1293
αὐτὸν 1 w 1298
τρόπον 1 w 1304
τοῖσι 6 w 1309
κρέασιν 1 w 1316
5 w 1318
ἑψῶν 1 w 1322
δι 8 w 1324
ὀριγάνου 1 w 1333
παστὰ 1 w 1338
ἐλαίῳ 2 w 1344
αὐτὰ 1 w 1348
ὑποχρίσας 1 w 1357
οἶνον 1 w 1363
δὲ 16 w 1365
πινέτω 2 w 1371
λευκὸν 1 w 1377
ἢν 2 w 1380
ξυμφέρῃ 1 w 1387
εἰ 2 w 1390
δὲ 17 w 1392
μὴ 3 w 1394
μέλανα 1 w 1401
καὶ 18 w 1405
ἐν 7 w 1407
περιόδοισι 1 w 1417
ταλαιπωρεέτω 1 w 1429
δι 9 w 1431
ἡμέρης 2 w 1438
καὶ 19 w 1441
μετὰ 2 w 1445
τὸ 8 w 1447
δεῖπνον 1 w 1454
καὶ 20 w 1457
ὄρθριος 1 w 1464
ὀῤῥὸν 2 w 1470
δὲ 18 w 1472
καὶ 21 w 1475
γάλα 1 w 1479
τὴν 4 w 1482
ὥρην 1 w 1486
πινέτω 3 w 1492
αἰεί 1 w 1496
ἢν 3 w 1499
δέ 1 w 1501
σοι 1 w 1504
δοκέῃ 1 w 1509
καὶ 22 w 1513
ὄνειον 1 w 1519
γάλα 2 w 1523
διδόναι 2 w 1530
ἀφεψήσας 1 w 1538
Καὶ 1 w 1542
ἢν 4 w 1544
ὑγιὴς 1 w 1549
γένηται 1 w 1556
ἐν 8 w 1559
φυλακῇ 1 w 1565
αὐτὸν 2 w 1570
εἶναι 1 w 1575
τοῦ 2 w 1578
ψύχεος 1 w 1584
καὶ 23 w 1587
τοῦ 3 w 1590
πνίγεος 1 w 1597
καὶ 24 w 1601
τῶν 5 w 1604
σιτίων 1 w 1610
μὴ 4 w 1612
λίην 1 w 1616
ἐμπιπλάσθω 1 w 1626
κίνδυνος 1 w 1635
γὰρ 1 w 1638
αὖθις 1 w 1643
ὑποτροπιάσαι 1 w 1655
τὴν 5 w 1658
νοῦσον 1 w 1664
Αὅτη 1 w 1669
τοιγαροῦν 1 w 1678
9 w 1679
νοῦσος 1 w 1685
οὕτω 2 w 1689
θεραπευομένη 1 w 1701
ἐν 9 w 1703
ἓξ 1 w 1705
μησὶν 1 w 1710
ὑγιὴς 2 w 1715
γίνεται 2 w 1722
οὗτοι 1 w 1728
γὰρ 2 w 1731
κρίνουσιν 1 w 1740
ἤν 2 w 1743
τε 7 w 1745
θανάσιμος 1 w 1754
ἤν 3 w 1757
τε 8 w 1759
μὴ 5 w 1761
ἢν 5 w 1764
καὶ 25 w 1767
παραχρῆμα 1 w 1776
θεραπεύηται 1 w 1787
πλὴν 2 w 1792
10 w 1793
νοῦσος 2 w 1799
χαλεπὴ 1 w 1805
καὶ 26 w 1809
τοῖσι 7 w 1814
πλείστοισι 1 w 1824
συναποθνήσκει 1 w 1837
42 1 w 1840
Ἄλλος 2 w 1846
τῦφος 2 w 1851
γίνεται 3 w 1859
μὲν 6 w 1862
τὸ 10 w 1864
νούσημα 1 w 1871
ἐν 10 w 1873
ὀπώρης 1 w 1879
καιρῷ 1 w 1884
ὁκόταν 7 w 1891
τις 1 w 1894
πλησθῇ 1 w 1900
παντοίης 1 w 1908
ὀπώρης 2 w 1914
Τοῖσι 1 w 1920
δὲ 19 w 1922
πολλοῖσι 1 w 1930
καὶ 27 w 1933
ἀπὸ 1 w 1936
τῶνδε 1 w 1941
ἐγένετο 1 w 1948
τὸ 11 w 1950
νόσημα 1 w 1956
φαγόντες 1 w 1965
πλακοῦντος 1 w 1975
καὶ 28 w 1978
σησάμης 1 w 1985
καὶ 29 w 1988
τῶν 7 w 1991
ἄλλων 2 w 1996
μελιτωθέντων 1 w 2008
ἀπλήστως 1 w 2016
Τὸ 2 w 2019
γὰρ 3 w 2022
μέλι 2 w 2026
τὸ 12 w 2028
ἑφθὸν 1 w 2033
καυματῶδές 1 w 2043
ἐστι 1 w 2047
καὶ 30 w 2050
προσπλάσσεται 1 w 2063
τῇ 4 w 2065
κοιλίῃ 1 w 2071
ἔπειτα 1 w 2078
ὁκόταν 8 w 2084
καθεψηθῇ 1 w 2092
ἐν 11 w 2094
τῇ 5 w 2096
κοιλίῃ 2 w 2102
ἀναζέεται 1 w 2112
καὶ 31 w 2116
ἐξαπίνης 1 w 2124
11 w 2125
γαστὴρ 1 w 2131
ἀείρεται 1 w 2139
καὶ 32 w 2142
πίμπραται 1 w 2151
καὶ 33 w 2155
δοκέει 1 w 2161
διαῤῥήσσεσθαι 1 w 2174
ἔπειτα 2 w 2181
δὲ 20 w 2183
ἐξαπίνης 2 w 2191
διάῤῥοια 1 w 2199
ἐπεγένετο 1 w 2208
καὶ 34 w 2212
ὁκόταν 9 w 2218
ἅπαξ 1 w 2222
ἄρξηται 1 w 2229
χωρέειν 1 w 2236
πολλὰς 1 w 2243
ἡμέρας 1 w 2249
καθαίρεται 1 w 2259
καὶ 35 w 2263
πολλοὶ 2 w 2269
μετὰ 3 w 2273
ταύτην 1 w 2279
τὴν 6 w 2282
κάθαρσιν 2 w 2290
ὑγιέες 1 w 2296
ἐγένοντο 1 w 2304
Ὁκόταν 1 w 2311
οὖν 1 w 2314
παύσηται 1 w 2322
αὐτόματος 1 w 2331
καθαιρόμενος 1 w 2343
φακῶν 1 w 2349
χυμοῦ 1 w 2354
ἀναγκάσαι 1 w 2363
αὐτὸν 3 w 2368
ἐκπιεῖν 1 w 2375
τρία 1 w 2379
ἡμίχοα 1 w 2385
ἅλας 2 w 2390
παραβάλλων 1 w 2400
μετὰ 4 w 2405
δὲ 21 w 2407
τὴν 7 w 2410
κάθαρσιν 3 w 2418
τοῦ 4 w 2421
χυμοῦ 2 w 2426
ἐς 4 w 2428
ἑσπέρην 2 w 2435
φακῆς 2 w 2441
τρυβλίον 3 w 2449
ῥοφεέτω 2 w 2456
ψυχρῆς 1 w 2462
ἀνάλτου 1 w 2469
σίλφιον 1 w 2477
δὲ 22 w 2479
ἐπιξύσθω 1 w 2487
πουλὺ 1 w 2492
καὶ 36 w 2496
τεύτλου 1 w 2503
τρυβλίον 4 w 2511
ἀνηδύντου 1 w 2520
λιπαροῦ 1 w 2527
ἄλφιτα 2 w 2534
παραπάσσων 1 w 2544
φαγέτω 1 w 2550
οἶνον 2 w 2556
δὲ 23 w 2558
πινέτω 4 w 2564
μέλανα 2 w 2570
αὐστηρὸν 1 w 2578
κατ 3 w 2581
ὀλίγον 1 w 2588
Τὸ 3 w 2591
δὲ 24 w 2593
λοιπὸν 1 w 2599
τοῦ 5 w 2602
χρόνου 1 w 2608
τὰ 10 w 2610
αὐτὰ 2 w 2614
ποιεέτω 1 w 2621
καὶ 37 w 2625
σῖτα 1 w 2629
προσφερέσθω 2 w 2640
ἄρτον 2 w 2645
ἔξοπτον 1 w 2652
μᾶζάν 1 w 2658
τε 11 w 2660
ψαιστὴν 2 w 2667
ὡς 3 w 2669
μάλιστα 4 w 2676
τὰς 2 w 2680
δὲ 25 w 2682
πρώτας 1 w 2688
τῶν 8 w 2691
ἡμερέων 3 w 2698
ἄλευρον 1 w 2705
φαγέτω-κάθεφθον 1 w 2720
ἀποψύχων 1 w 2729
καὶ 38 w 2732
μέλι 3 w 2736
παραχέων 1 w 2744
οἶνον 3 w 2750
δὲ 26 w 2752
πινέτω 5 w 2758
μἔλανα 1 w 2764
στρυφνὸν 1 w 2772
ἕως 2 w 2776
ἂν 2 w 2778
καταστῇ 1 w 2785
15 w 2786
νοῦσος 3 w 2792
ταῦτα 1 w 2798
προσφερέσθω 3 w 2809
2 w 2811
δὲ 27 w 2813
ὑπὸ 1 w 2816
τῆς 2 w 2819
ὀπώρης 3 w 2825
ληφθεὶς 1 w 2832
τῇ 7 w 2834
νούσῳ 1 w 2839
φῦσαν 1 w 2844
παρέχει 2 w 2851
καὶ 39 w 2854
στρόφον 1 w 2861
καὶ 40 w 2864
ὀδύνην 1 w 2870
καὶ 41 w 2874
τὰ 13 w 2876
σιτία 1 w 2881
οὐκ 1 w 2884
ἐθέλει 1 w 2890
διαχωρέειν 1 w 2900
καὶ 42 w 2904
16 w 2905
γαστὴρ 2 w 2911
μεγάλη 1 w 2917
καὶ 43 w 2920
σκληρὴ 1 w 2926
αὐτοῦ 1 w 2931
ἐστι 2 w 2935
καὶ 44 w 2939
ῥῖγος 1 w 2944
καὶ 45 w 2947
πυρετὸς 1 w 2954
ἔχει 1 w 2958
Τούτῳ 1 w 2964
ἢν 6 w 2966
μὲν 7 w 2969
αὐτομάτη 1 w 2977
ταραχθῇ 1 w 2984
17 w 2985
κοιλίη 1 w 2991
ἐν 12 w 2994
εἴκοσιν 1 w 3001
ἡμέρῃσι 1 w 3008
τὸ 15 w 3010
ἐλάχιστον 1 w 3019
καθαίρεται 2 w 3029
καὶ 46 w 3033
ὁκόταν 10 w 3039
παύσηται 2 w 3047
καθαιρόμενος 2 w 3059
ὑγιὴς 3 w 3065
παραχρῆμα 2 w 3074
ἔσται 1 w 3079
ἢν 7 w 3082
δὲ 28 w 3084
μὴ 6 w 3086
αὐτομάτη 2 w 3094
ταραχθῇ 2 w 3101
καθαίρειν 1 w 3111
αὐτὸν 4 w 3116
τῷ 4 w 3118
τοῦ 7 w 3121
ἱππόφεω 1 w 3128
ὀπῷ 1 w 3131
12 w 3132
τῷ 5 w 3134
κνιδίῳ 1 w 3140
κόκκῳ 1 w 3145
ἐς 5 w 3148
ἑσπέρην 3 w 3155
δὲ 29 w 3157
ταῦτα 2 w 3162
διδόναι 3 w 3169
1 w 3170
καὶ 47 w 3173
τῷ 6 w 3175
αὐτομάτῳ 1 w 3183
καθαιρομένῳ 1 w 3194
τῇ 8 w 3197
δ 71 w 3198
ὑστεραίῃ 2 w 3207
ἢν 8 w 3210
μὲν 8 w 3213
πορετὸς 1 w 3220
ἔχῃ 2 w 3223
ἡσυχίην 1 w 3231
ἐχέτω 2 w 3236
διδόναι 4 w 3244
δὲ 30 w 3246
αὐτῷ 2 w 3250
πίνειν 1 w 3256
τοῦ 8 w 3259
αὐτοῦ 2 w 3264
οἴνου 1 w 3269
ὡς 4 w 3271
ἐν 13 w 3273
ψυχροτάτῳ 1 w 3282
ὕδατι 1 w 3287
ἢν 9 w 3290
δὲ 31 w 3292
μὴ 7 w 3294
ἔχῃ 3 w 3297
πυρετὸς 2 w 3304
διαιτήσθω 1 w 3314
δίαιταν 1 w 3321
μὴ 8 w 3323
ὑγρὴν 1 w 3328
ἀλλ 1 w 3332
ἰσχυροτέρην 1 w 3344
καὶ 48 w 3348
περιπατεέτω 1 w 3359
πρὸς 1 w 3363
τὰ 14 w 3365
σιτία 2 w 3370
τεκμαιρόμενος 1 w 3383
Ὑπὸ 1 w 3387
τουτέου 1 w 3394
τοῦ 10 w 3397
νοσήματος 1 w 3406
πολλοῖσιν 1 w 3415
ἤδη 1 w 3418
ὕδερος 1 w 3424
ἐξεγένετο 1 w 3433
καὶ 49 w 3437
ἢν 10 w 3439
δοκέῃ 2 w 3444
σοι 2 w 3447
κλύζειν 1 w 3454
τοῖσιν 3 w 3461
αὐτοῖσι 1 w 3468
κλύσον 1 w 3474
οἷσι 1 w 3478
καὶ 50 w 3481
τὸν 8 w 3484
ὑδεριῶντα 1 w 3493
Ἢν 1 w 3496
δὲ 32 w 3498
βούλῃ 1 w 3503
τοισίδε 1 w 3511
κλύζειν 2 w 3518
ἐν 14 w 3521
μελικρήτου 1 w 3531
κοτύλῃ 1 w 3537
ποίην 1 w 3542
θαψίης 1 w 3548
ἐγξύσαι 1 w 3555
εἶτα 2 w 3560
οὕτως 2 w 3565
ἐγκλύσαι 1 w 3573
Οὗτος 1 w 3579
οὕτω 4 w 3583
θεραπευόμενος 1 w 3596
τάχιστα 1 w 3603
ὑγιὴς 4 w 3608
ἔσται 2 w 3613
43 1 w 3616
Ἄλλος 3 w 3622
τῦφος 3 w 3627
γίνεται 4 w 3635
μὲν 9 w 3638
τὸ 20 w 3640
νούσημα 2 w 3647
ὁκόταν 11 w 3654
τὸ 21 w 3656
ὑγρὸν 1 w 3661
τὸ 22 w 3663
ἐν 15 w 3665
τῷ 8 w 3667
σώματι 2 w 3673
συνπαγῇ 1 w 3680
καὶ 51 w 3683
ἀναξηρανθῇ 1 w 3693
μᾶλλον 1 w 3699
τοῦ 11 w 3702
Γίνεται 1 w 3710
οὖν 2 w 3713
τὴν 9 w 3716
εἰδέην 1 w 3722
ὁκόταν 12 w 3729
τῷ 9 w 3731
νουσήματι 1 w 3740
ἔχηται 1 w 3746
δίυγρος 1 w 3754
ὕπωχρος 1 w 3762
διαφανὴς 1 w 3771
κύστει 1 w 3778
πλήρει 1 w 3784
ἐοικὼς 1 w 3790
οὔρου 1 w 3795
πλὴν 3 w 3800
οὐκ 2 w 3803
οἰδέει 1 w 3809
ἀλλὰ 1 w 3814
λεπτὸς 1 w 3820
καὶ 52 w 3823
σκελιφρός 1 w 3832
ἐστι 3 w 3836
καὶ 53 w 3839
ἀσθενής 1 w 3846
μάλιστα 5 w 3854
δὲ 33 w 3856
τοῦ 12 w 3859
σώματος 1 w 3866
λεπτύνεται 1 w 3876
τὰς 3 w 3879
κληἳδας 1 w 3886
καὶ 54 w 3890
τὸ 24 w 3892
πρόσωπον 1 w 3900
ἰσχυρῶς 1 w 3907
κάτισχνος 1 w 3916
καὶ 55 w 3920
οἱ 2 w 3922
ὀφθαλμοὶ 1 w 3930
ἔκκοιλοι 1 w 3938
σφόδρα 1 w 3944
Ταῦτα 1 w 3950
μὲν 10 w 3953
ὑπὸ 2 w 3956
τοῦ 13 w 3959
νοσήματος 2 w 3968
πάσχει 1 w 3974
ἢν 11 w 3977
δὲ 34 w 3979
20 w 3980
χροιὴ 1 w 3985
τοῦ 14 w 3988
σώματος 2 w 3995
μέλαινα 1 w 4002
1 w 4003
τάδε 1 w 4008
αἴτιά 1 w 4013
ἐστιν 1 w 4018
ἐς 6 w 4021
τὰ 16 w 4023
φλέβια 1 w 4029
καὶ 56 w 4032
ἐς 7 w 4034
τὸ 25 w 4036
δέρμα 1 w 4041
ὁκόταν 13 w 4048
χολὴ 3 w 4052
μέλαινα 2 w 4059
ὑπέλθῃ 1 w 4065
καὶ 57 w 4069
ἐπὶ 1 w 4072
τούτοισιν 1 w 4081
ὁκόταν 14 w 4088
θέρμη 1 w 4093
ἐπιγένηται 1 w 4103
ἀνάγκη 1 w 4110
ὑπὸ 3 w 4113
τοῦ 15 w 4116
θερμοῦ 1 w 4122
ξυγκαίεσθαί 1 w 4133
τε 16 w 4135
καὶ 58 w 4138
ἀναξηραίνεσθαι 1 w 4152
τὰ 17 w 4154
φλέβια 2 w 4160
ὥστε 1 w 4165
τὸ 26 w 4167
αἷμα 1 w 4171
μὴ 9 w 4173
χωρέειν 3 w 4180
κατὰ 1 w 4184
τὰ 19 w 4186
φλέβια 3 w 4192
Τάδε 1 w 4197
οὖν 3 w 4200
πάσχει 2 w 4206
οὗτος 2 w 4211
πρὸς 2 w 4215
ἐκείνοις 1 w 4223
λεπτὸς 2 w 4230
γίνεται 5 w 4237
καὶ 59 w 4240
κάτισχνος 2 w 4249
ἰσχυρῶς 2 w 4256
καὶ 60 w 4260
τοῖσιν 4 w 4266
ὀφθαλμοῖσιν 1 w 4277
ἀραιὰ 1 w 4282
σκαρδαμύσσει 1 w 4294
καὶ 61 w 4298
τὰς 4 w 4301
μυίας 1 w 4306
ἀπὸ 2 w 4309
τοῦ 16 w 4312
ἱματίου 1 w 4319
θηρεύει 1 w 4326
καὶ 62 w 4330
βόρος 1 w 4335
τῶν 9 w 4338
σιτίων 2 w 4344
μᾶλλόν 1 w 4350
ἐστιν 2 w 4355
17 w 4356
ὑγιαίνων 1 w 4364
καὶ 63 w 4368
λύχνου 1 w 4374
ἀπεσβεσμένου 1 w 4386
τῇ 9 w 4388
ὀσμῇ 1 w 4392
ἥδεται 1 w 4398
καὶ 64 w 4402
ἐξονειρώσσει 1 w 4414
θαμινά 1 w 4420
πολλάκις 1 w 4429
δὲ 35 w 4431
καὶ 65 w 4434
βαδίζοντι 1 w 4443
αὐτῷ 3 w 4447
ἐξέρχεται 1 w 4456
21 w 4457
γονή 1 w 4461
Τοῦτον 2 w 4468
ὁκόταν 15 w 4475
οὕτως 3 w 4480
ἔχῃ 4 w 4483
καθαίρειν 2 w 4493
τὴν 10 w 4496
κοιλίην 1 w 4503
τῷ 11 w 4505
μέλανε 1 w 4511
ἐλλεβόρῳ 1 w 4519
τὴν 11 w 4523
ἄνω 1 w 4526
δηλονότι 1 w 4534
τὴν 12 w 4538
δὲ 36 w 4540
κάτω 1 w 4544
ὀπῷ 2 w 4547
σκαμμωνίης 1 w 4557
μετὰ 5 w 4562
δὲ 37 w 4564
τὴν 13 w 4567
κάθαρσιν 4 w 4575
τὰ 22 w 4577
αὐτὰ 3 w 4581
διδόναι 5 w 4588
2 w 4589
καὶ 66 w 4592
τοῖσιν 5 w 4598
ἄλλοισι 1 w 4605
καὶ 67 w 4609
ὀῤῥὸν 3 w 4614
καὶ 68 w 4618
γάλα 3 w 4622
βοὸς 1 w 4626
18 w 4627
αἰγὸς 2 w 4632
διδόναι 6 w 4639
τὴν 14 w 4642
ὥρην 2 w 4646
διδόναι 7 w 4654
δὲ 38 w 4656
καὶ 69 w 4659
ὄνειον 2 w 4665
γάλα 4 w 4669
ἐς 8 w 4671
ὑποκάθαρσιν 1 w 4682
Οὗτος 2 w 4688
οὕτω 6 w 4692
μελετώμενος 1 w 4703
μάλιστα 6 w 4710
ἐν 16 w 4712
δυσὶν 1 w 4717
ἔτεσιν 1 w 4723
ὑγιὴς 5 w 4728
γίνεται 6 w 4735
σιτία 3 w 4741
δὲ 39 w 4743
3 w 4744
βούλεται 1 w 4752
προσφερέσθω 4 w 4763
εὐωχεέσθω 1 w 4773
δὲ 40 w 4775
ὡς 5 w 4777
μάλιστα 7 w 4784
καὶ 70 w 4788
περιπατεέτω 2 w 4799
πρὸς 3 w 4803
τὰ 24 w 4805
σιτία 4 w 4810
τεκμαιρόμενος 2 w 4823
Αὕτη 1 w 4828
22 w 4829
νοῦσος 4 w 4835
λαμβάνει 2 w 4843
πρεσβύτερον 1 w 4854
εἰκοσαετέος 1 w 4865
ὁκόταν 16 w 4872
δὲ 41 w 4874
λάβῃ 1 w 4878
ἢν 12 w 4881
μὴ 10 w 4883
κατ 6 w 4886
ἀρχὰς 1 w 4892
τοῦ 17 w 4895
νοσήματος 3 w 4904
μελετηθῇ 1 w 4912
οὐκ 3 w 4916
ἐκλείπει 1 w 4924
πρὶν 1 w 4929
ἂν 3 w 4931
εἴκοσιν 2 w 4938
ἔτεα 1 w 4942
παρέλθῃ 1 w 4949
ἀλλὰ 2 w 4954
προσέχει 1 w 4962
ἔπειτα 3 w 4969
ἐνίοισι 1 w 4976
μελετωμένοισιν 1 w 4990
ἐξέρχεται 2 w 4999
23 w 5001
δὲ 42 w 5003
νοῦσος 5 w 5009
χαλεπή 1 w 5015
44 1 w 5018
Εἰλεοί 1 w 5025
εἰλεοὶ 1 w 5032
δὲ 43 w 5034
τάδε 2 w 5038
τὰ 25 w 5040
νουσήματα 1 w 5049
καλέεται 1 w 5057
γίνεται 7 w 5065
δὲ 44 w 5067
ἀπὸ 3 w 5070
τῶνδε 2 w 5075
μάλιστα 8 w 5082
ἢν 13 w 5085
τοῦ 18 w 5088
χειμῶνος 1 w 5096
θερμῇ 1 w 5101
τῇ 10 w 5103
διαίτῃ 1 w 5109
καὶ 71 w 5112
ὑγρῇ 1 w 5116
χρέηται 1 w 5123
καὶ 72 w 5126
μήτε 1 w 5130
περιόδοισι 2 w 5140
ταλαιπωρέῃ 1 w 5150
πρὸς 4 w 5154
τὰ 26 w 5156
σιτία 5 w 5161
τεκμαφόμενος 1 w 5173
πιμπλάμενος 1 w 5185
δὲ 45 w 5187
εὕδῃ 1 w 5191
ἀεὶ 1 w 5194
εἶτα 3 w 5199
ἐξαπίνης 3 w 5207
ἀναγκασθῇ 1 w 5216
βαδίσαι 1 w 5223
μακρὴν 1 w 5229
ὁδὸν 1 w 5233
ψύχεος 2 w 5240
ἐόντος 1 w 5247
εἶτα 4 w 5252
ῥιγώσῃ 1 w 5258
ὑπὸ 4 w 5261
τὰ 27 w 5263
ὀστέα 1 w 5268
τάδε 3 w 5273
οὖν 4 w 5276
πάσχει 3 w 5282
φῦσα 2 w 5287
ἐγγίνεται 1 w 5296
ἐν 18 w 5298
τῷ 12 w 5300
σώματι 3 w 5306
παντὶ 1 w 5311
καὶ 73 w 5315
24 w 5316
χροιὴ 2 w 5321
αὐτέου 1 w 5327
γίνεται 9 w 5334
μολιβδοειδὴς 1 w 5346
καὶ 74 w 5350
ῥιγοῖ 1 w 5355
αἰεὶ 1 w 5359
ὥστε 2 w 5364
οἱ 3 w 5366
θερμὸν 1 w 5372
καταχυθὲν 1 w 5381
οὐ 4 w 5383
δοκέει 2 w 5389
θερμὸν 2 w 5395
εἶναι 2 w 5400
Τὸ 4 w 5403
δὲ 46 w 5405
σῶμα 3 w 5409
λουόμενον 1 w 5418
αὐτοῦ 3 w 5423
λεπίζεται 1 w 5432
ὑπὸ 5 w 5435
τοῦ 20 w 5438
θερμοῦ 2 w 5444
μάλιστα 9 w 5452
δὲ 47 w 5454
25 w 5455
ὄσχη 1 w 5459
ἢν 14 w 5462
τῷ 13 w 5464
δακτύλῳ 1 w 5471
τοῦ 21 w 5474
σώματός 1 w 5481
κου 2 w 5484
ὑποπιέζεις 1 w 5494
ἐνθλάσεις 1 w 5504
καὶ 75 w 5508
σημανέεταί 1 w 5518
σοι 3 w 5521
ὥσπερ 1 w 5526
ἐν 20 w 5528
σταιτί 1 w 5534
μάλιστα 10 w 5542
δὲ 48 w 5544
ἐν 21 w 5546
τοῖσι 12 w 5551
ποσὶν 1 w 5556
ἐνθλᾶται 1 w 5564
Τὰ 2 w 5567
δὲ 49 w 5569
σκέλεα 1 w 5575
βαρέα 1 w 5580
αὐτοῦ 4 w 5585
καὶ 76 w 5589
ἢν 15 w 5591
περιφοιτέῃ 1 w 5601
τρέμει 1 w 5608
καὶ 77 w 5612
ἢν 16 w 5614
πρὸς 5 w 5618
αἶπος 1 w 5623
βαδίζῃ 1 w 5629
πνευστιᾷ 1 w 5638
σφόδρα 2 w 5644
καὶ 78 w 5648
αἱ 1 w 5650
ὠλέναι 1 w 5656
δοκέουσιν 1 w 5665
ἀποκρέμασθαι 1 w 5677
καὶ 79 w 5681
τὴν 15 w 5684
κεφαλὴν 1 w 5691
ἀλγέει 1 w 5697
καὶ 80 w 5701
αἱ 2 w 5703
ὀφρύες 1 w 5709
δοκέουσιν 2 w 5718
ἀποκρέμασθαι 2 w 5730
καὶ 81 w 5734
δίψη 1 w 5738
ἔχει 2 w 5742
τὰς 5 w 5745
νύκτας 1 w 5751
τὰ 29 w 5754
δὲ 50 w 5756
σιτία 6 w 5761
ὠμὰ 1 w 5764
διαχωρέει 2 w 5773
ἅσσ 1 w 5777
ἂν 4 w 5780
καταφάγῃ 1 w 5788
Τοῦτον 3 w 5795
ὁκόταν 17 w 5802
οὕτως 4 w 5807
ἔχῃ 5 w 5810
πυριήσας 2 w 5819
αὐτὸν 5 w 5824
τοῦ 23 w 5827
κνεώρου 1 w 5834
διδόναι 8 w 5841
πίνειν 2 w 5847
24 w 5848
τοῦ 24 w 5851
ἱππόφεω 2 w 5858
25 w 5859
τοῦ 25 w 5862
κνιδίου 1 w 5869
κόκκου 1 w 5875
μετὰ 6 w 5880
δὲ 51 w 5882
τὴν 16 w 5885
κάθαρσιν 6 w 5893
ταῦτα 3 w 5898
διδόναι 9 w 5905
4 w 5906
καὶ 82 w 5909
τοῖσι 13 w 5914
πρόσθεν 2 w 5921
τῇ 11 w 5924
δὲ 52 w 5926
ὑστεραίῃ 3 w 5934
ὀνείου 1 w 5940
γάλακτος 1 w 5948
ἑφθοῦ 1 w 5953
χοέα 3 w 5957
διδόναι 10 w 5964
δὶς 1 w 5967
ἐκπιεῖν 2 w 5974
ἅλας 3 w 5978
παραβάλλων 2 w 5988
ἐς 9 w 5991
ἑσπέρην 4 w 5998
δὲ 53 w 6000
δειπνεέτω 1 w 6009
ἄρτον 3 w 6014
ὄψον 2 w 6019
δὲ 54 w 6021
ἐχέτω 3 w 6026
ὄϊος 2 w 6030
κρέα 3 w 6034
ἑφθὰ 1 w 6038
καὶ 83 w 6042
πουλύποδας 1 w 6052
ἑφθοὺς 1 w 6058
ἐν 23 w 6060
οἴνῳ 1 w 6064
μέλανι 1 w 6070
καὶ 84 w 6074
τὸν 10 w 6077
ζωμὸν 1 w 6082
ῥοφανέτω 1 w 6090
καὶ 85 w 6094
φακὴν 1 w 6099
ἐχέτω 4 w 6104
ὧδε 2 w 6107
ἐσκευασμένην 1 w 6119
κοτύλην 1 w 6127
φακοῦ 1 w 6132
ἑψήσας 2 w 6138
τρῖψαι 1 w 6144
λείην 1 w 6149
ἔπειτα 4 w 6156
ἄλευρον 2 w 6163
παραμῖξαι 1 w 6172
καὶ 86 w 6176
σίλφιον 2 w 6183
ἐπιξέσαι 1 w 6191
καὶ 87 w 6195
ἅλας 4 w 6199
ἐμβαλεῖν 1 w 6207
καὶ 88 w 6211
ὄξος 1 w 6215
ἐπιχέαι 1 w 6222
καὶ 89 w 6226
σκόροδα 1 w 6233
συνεψεῖν 1 w 6241
ἔπειτα 5 w 6248
ὕδωρ 1 w 6252
ἐπιχέας 1 w 6259
ζέσαι 1 w 6264
δὶς 2 w 6267
26 w 6268
τρὶς 1 w 6272
καὶ 90 w 6276
τορυνᾷν 1 w 6283
ἅμα 1 w 6286
ἔπειτα 6 w 6293
ἀφελὼν 1 w 6299
ἐψύχθω 1 w 6305
ἔστω 1 w 6310
δὲ 55 w 6312
μὴ 11 w 6314
λίην 3 w 6318
παχείη 1 w 6324
ἐμβεβλήσθω 1 w 6335
δὲ 56 w 6337
καὶ 91 w 6340
26 w 6341
γλήχων 1 w 6347
ἑψομένη 1 w 6354
τῆς 3 w 6357
εὐωδίης 1 w 6364
εἵνεκα 1 w 6370
Τὰς 2 w 6374
δὲ 57 w 6376
μεταξὺ 2 w 6382
τῶν 11 w 6385
ἡμερέων 4 w 6392
ἐμέτους 1 w 6399
ποιεέσθω 1 w 6407
δι 26 w 6409
ἕκτης 2 w 6415
ἡμέρης 3 w 6421
πυριῆσθαι 1 w 6431
δὲ 58 w 6433
χρὴ 2 w 6436
ἄλλοτε 1 w 6442
καὶ 92 w 6445
ἄλλοτε 2 w 6451
πρὸ 6 w 6454
τοῦ 26 w 6457
ἐμέτου 2 w 6463
καὶ 93 w 6466
τῆς 4 w 6469
φαρμακοποσίης 1 w 6482
καὶ 94 w 6486
διὰ 4 w 6489
τρίτης 1 w 6495
ἡμέρης 4 w 6501
λουέσθω 1 w 6508
ἢν 17 w 6511
συμφέρῃ 1 w 6518
εἰ 6 w 6521
δὲ 59 w 6523
μὴ 12 w 6525
ἀλειφέσθω 1 w 6535
καὶ 95 w 6539
περιπατεέτω 3 w 6550
ἢν 18 w 6553
δυνατὸς 1 w 6560
2 w 6561
πρὸς 6 w 6566
τὰ 31 w 6568
σιτία 7 w 6573
τεκμαιρόμενος 3 w 6586
καὶ 96 w 6589
ἀκτῆς 1 w 6594
φύλλα 1 w 6599
καὶ 97 w 6602
κονύζης 1 w 6609
τῆς 6 w 6612
αἰεὶ 2 w 6616
ἁπαλῆς 1 w 6622
ἑψῶν 2 w 6626
διδόναι 11 w 6633
ἐσθίειν 1 w 6640
Οὕτω 1 w 6645
γὰρ 4 w 6648
ἂν 5 w 6650
μελε 5 w 6654
τώμενος 2 w 6661
ῥήϊστα 1 w 6667
διάγοι 1 w 6673
καὶ 98 w 6677
30 w 6678
νοῦσος 6 w 6684
ἐκλείποι 1 w 6692
ἂν 6 w 6694
ἐνιαυσιαίη 1 w 6704
πολλοῖσι 3 w 6713
δὲ 60 w 6715
ἤδη 2 w 6718
ὑγιέσι 1 w 6724
γινομένοισι 1 w 6735
διὰ 5 w 6738
δύο 2 w 6741
ἐτέων 1 w 6746
31 w 6747
νοῦσος 7 w 6753
ὑπετροπίασεν 1 w 6765
ἀλλὰ 3 w 6770
χρὴ 3 w 6773
ἢν 19 w 6776
ὑποτροπιάσῃ 1 w 6787
τὴν 17 w 6791
αὐτὴν 1 w 6796
ἴησιν 1 w 6801
ἰῆσθαι 1 w 6807
Ἢν 2 w 6810
δὲ 61 w 6812
τρίτον 1 w 6818
ὑποτροπιάσῃ 2 w 6829
οἴδημα 3 w 6836
μὲν 11 w 6839
οὐκ 4 w 6842
ἐπιγίνεται 1 w 6852
λεπτὸς 3 w 6859
δὲ 62 w 6861
γίνεται 11 w 6868
καὶ 99 w 6871
κάτισχνος 3 w 6880
ἄρχεται 1 w 6888
δὲ 63 w 6890
λεπτύνεσθαι 1 w 6901
ἀπὸ 4 w 6904
τοῦ 27 w 6907
προσώπου 1 w 6915
καὶ 100 w 6919
τὴν 19 w 6922
χροιὴν 1 w 6928
ἔκλευκος 1 w 6936
γίνεται 12 w 6943
μᾶλλον 2 w 6949
30 w 6950
τὸ 32 w 6952
πρόσθεν 3 w 6959
Τούτῳ 2 w 6965
ὕδερος 2 w 6971
ἐνίοτε 2 w 6977
ἐγένετο 2 w 6984
ἐν 26 w 6986
τῇ 12 w 6988
κοιλίῃ 3 w 6994
ἢν 20 w 6997
οὖν 5 w 7000
ἐγγένηται 1 w 7009
τάμνειν 1 w 7017
αὐτὸν 6 w 7022
οὐ 6 w 7024
χρή 1 w 7027
ἀποθανέεται 1 w 7039
γάρ 1 w 7042
θεραπεύειν 1 w 7053
δὲ 64 w 7055
τοῖσιν 6 w 7061
αὐτοῖσιν 1 w 7069
οἷσι 2 w 7073
καὶ 101 w 7076
τὸν 12 w 7079
ἀπὸ 5 w 7082
σπληνὸς 1 w 7089
ὑδεριῶντα 2 w 7098
Τοῦτον 4 w 7105
μάλιστα 11 w 7112
μὲν 12 w 7115
κατ 9 w 7118
ἀρχὰς 2 w 7124
βούλεσθαι 1 w 7133
λαβὼν 1 w 7138
ἰῆσθαι 2 w 7144
καὶ 102 w 7148
οὕτω 8 w 7152
ταχέως 1 w 7158
ὑγιέα 1 w 7163
ποιήσεις 1 w 7171
32 w 7173
δὲ 65 w 7175
νοῦσος 8 w 7181
δέεται 1 w 7187
μελέτης 1 w 7194
πολλῆς 1 w 7200
χαλεπὴ 2 w 7207
γάρ 2 w 7210
45 1 w 7213
Ἄλλος 4 w 7219
εἰλεὸς 1 w 7225
ἰκτερώδης 1 w 7234
ἐπιλαμβάνει 2 w 7246
μάλιστα 12 w 7253
μὲν 13 w 7256
θέρεος 1 w 7262
ὥρην 3 w 7266
ἐν 27 w 7268
ἑλώδεσι 1 w 7275
χωρίοισιν 1 w 7284
οὗτος 3 w 7289
μᾶλλον 3 w 7296
δὲ 66 w 7298
ἀπὸ 6 w 7301
ὑδροποσίης 1 w 7311
πολλοὶ 3 w 7318
δὲ 67 w 7320
ἤδη 3 w 7323
καὶ 103 w 7326
πρὸς 7 w 7330
τὸν 13 w 7333
ἥλιον 1 w 7338
εἱληθέντες 1 w 7348
τὸ 36 w 7350
νόσημα 2 w 7356
ἔλαβον 1 w 7362
τὴν 20 w 7366
κεφαλὴν 2 w 7373
ἀλγήσαν 1 w 7380
τες 3 w 7383
Ἀλλὰ 1 w 7388
παραπλήσια 1 w 7398
τοῖσι 16 w 7403
πρόσθεν 4 w 7410
πάσχουσι 1 w 7418
πλὴν 4 w 7423
τῆς 7 w 7426
χροιῆς 1 w 7432
καὶ 104 w 7436
γὰρ 5 w 7439
ὠχρὸς 1 w 7444
γίνεται 13 w 7451
οἷον 1 w 7455
σίδιον 1 w 7461
καὶ 105 w 7465
οἱ 4 w 7467
ὀφθαλμοὶ 2 w 7475
ἔστιν 1 w 7480
ὅτε 1 w 7483
ἰκτέρου 1 w 7490
πίμπλανται 1 w 7500
Τοῦτον 5 w 7507
ὁκόταν 18 w 7514
οὕτως 5 w 7519
ἔχῃ 6 w 7522
θεραπεύειν 2 w 7533
χρὴ 4 w 7536
τοῖσιν 8 w 7542
αὐτοῖσιν 2 w 7550
οἷσι 3 w 7554
καὶ 106 w 7557
τὸν 14 w 7560
πρόσθεν 5 w 7567
διδόναι 12 w 7575
δὲ 68 w 7577
τὸ 38 w 7579
ἀπ 15 w 7581
ἐρεβίνθων 1 w 7591
λευκῶν 1 w 7597
ὕδωρ 2 w 7601
ἐψῶν 1 w 7605
πίνειν 3 w 7611
καὶ 107 w 7615
ἐν 28 w 7617
τῷ 14 w 7619
οἴνῳ 2 w 7623
διακιρνᾷν 1 w 7632
καὶ 108 w 7635
διδόναι 13 w 7642
καὶ 109 w 7646
τὴν 21 w 7649
κεφαλὴν 3 w 7656
αὐτέου 2 w 7662
καθαίρειν 3 w 7671
τῷ 15 w 7673
τετραγώνῳ 1 w 7682
Οὗτος 3 w 7688
ἧσσον 1 w 7693
τοῦ 28 w 7696
προτέρου 1 w 7704
θανατώδης 1 w 7713
καλέεται 2 w 7722
δὲ 69 w 7724
εἰλεὸς 2 w 7730
ἰκτερώδης 2 w 7739