41. Ἄλλος τῦφος· γίνεται μὲν καὶ οὗτος διὰ τόδε, ὁκόταν ἡ χολὴ σαπεῖσα μιγῇ τῷ αἵματι ἀνὰ τὰς φλέβας καὶ τὰ ἄρθρα, καὶ ὁκόταν στῇ, οἴδημα ἀνίσταται μάλιστα μὲν ἐν τοῖσιν ἄρθροισι καὶ καταστηρίζεται, ἐνίοτε δὲ καὶ ἐς τὸ ἄλλο πᾶν σῶμα, καὶ ὀδύνας παρέχει ὀξείας· καὶ οἱ πολλοὶ ἐκ ταύτης τῆς νούσου χωλοὶ γίνονται, ὁκόταν ἀποληφθεῖσα ἐν τοῖσιν ἄρθροισιν ἡ χολὴ πωρωθῇ· ἡ δὲ ὀδύνη διαλείπουσα ἐπιλαμβάνει καὶ διὰ τριῶν ἡμερέων καὶ διὰ τεσσάρων. Τοῦτον, ὁκόταν ὧδε ἔχῃ, μελετῇν οὕτως· ὁκόταν μὲν ἡ ὀδύνη ἕνῃ ἐν τῷ· σώματι, χλιάσματα χρὴ ποιέειν καὶ προστιθέναι, ἐλαίῳ ὁπαλείψας· ὁκόταν δὲ ἀνῇ, δοῦναι αὐτῷ ἐλλέβορον πυριήσας πρόσθεν ἅπαν τὸ σῶμα· τῇ δὲ ὑστεραίῃ ὀῤῥὸν αἰγὸς ἑψήσας, δοῦναι πιεῖν δύο χοέας, παρὰ τὸν ἕτερον χοέα μέλι παραχέας, παρὰ δὲ τὸν ἕτερον ἅλας παραβαλών· εἶτα κύλικα παρὰ κύλικα παραλλάσσων πινέτω ἕως ἂν ἐκπίῃ ἅπαν· ἐς ἑσπέρην δὲ μετὰ τὴν κάθαρσιν φακῆς τρυβλίον ῥοφεέτω, καὶ τεύτλων τρυβλίον λιπαρῶν ἄλφιτα παραπάσας ἐκπιέτω, καὶ νεοσσοῦ ἀλεκτορίδος κρέας ἢ τρυγόνος ἢ ὄϊος ἢ ὑὸς πίονος τρωγέτω. Τὸν δὲ ἐλλέβορον δι’ ἕκτης ἡμέρης διδόναι, καὶ ἤν κου τῶν ἄρθρων ἀποιδίσκηται καὶ μὴ θέλῃ ἀφίστασθαι, σικύην προσβαλὼν ἀφαιρέειν τοῦ αἵματος, κατακεντῶν ἀκίδι τριγώνῳ ἐς τὰ γούνατα, ἢν ἐν τοῖσι γούνασιν ἐνῇ τὸ οἴδημα, τῶν δὲ ἄλλων ἄρθρων μηδὲν κεντριώσῃς. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων σιτίον προσφερέσθω ἄρτον μὲν ὡς ὀπτότατον, μᾶζαν δὲ ψαιστὴν ὡς μάλιστα· ὄψον δὲ ἐχέτω μάλιστα μὲν ὄρνιθα ὀπτὴν ἄναλτον· εἰ δὲ μὴ, καὶ ἑφθὴν, ἐζωμευμένην, πλὴν ἄνευ τυροῦ καὶ σησάμου καὶ ἁλός· ἰχθύσι δὲ χρεέσθω τοῖσι σαρκωδεστάτοισιν, ὀπτοῖσι δὲ τὸν αὐτὸν τρόπον τοῖσι κρέασιν, ἢ ἑψῶν δι’ ὀριγάνου παστὰ, ἐλαίῳ αὐτὰ ὑποχρίσας, οἶνον δὲ πινέτω λευκὸν, ἢν ξυμφέρῃ· εἰ δὲ μὴ, μέλανα· καὶ ἐν περιόδοισι ταλαιπωρεέτω δι’ ἡμέρης καὶ μετὰ τὸ δεῖπνον καὶ ὄρθριος, ὀῤῥὸν δὲ καὶ γάλα τὴν ὥρην πινέτω αἰεί· ἢν δέ σοι δοκέῃ, καὶ ὄνειον γάλα διδόναι ἀφεψήσας. Καὶ ἢν ὑγιὴς γένηται, ἐν φυλακῇ αὐτὸν εἶναι τοῦ ψύχεος καὶ τοῦ πνίγεος, καὶ τῶν σιτίων μὴ λίην ἐμπιπλάσθω· κίνδυνος γὰρ αὖθις ὑποτροπιάσαι τὴν νοῦσον. Αὅτη τοιγαροῦν ἡ νοῦσος οὕτω θεραπευομένη ἐν ἓξ μησὶν ὑγιὴς γίνεται· οὗτοι γὰρ κρίνουσιν, ἤν τε θανάσιμος, ἤν τε μὴ, ἢν καὶ παραχρῆμα θεραπεύηται· πλὴν ἡ νοῦσος χαλεπὴ, καὶ τοῖσι πλείστοισι συναποθνήσκει. 42. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα ἐν ὀπώρης καιρῷ, ὁκόταν τις πλησθῇ παντοίης ὀπώρης. Τοῖσι δὲ πολλοῖσι καὶ ἀπὸ τῶνδε ἐγένετο τὸ νόσημα· φαγόντες πλακοῦντος καὶ σησάμης καὶ τῶν ἄλλων μελιτωθέντων ἀπλήστως. Τὸ γὰρ μέλι τὸ ἑφθὸν καυματῶδές ἐστι καὶ προσπλάσσεται τῇ κοιλίῃ· ἔπειτα ὁκόταν καθεψηθῇ ἐν τῇ κοιλίῃ, ἀναζέεται, καὶ ἐξαπίνης ἡ γαστὴρ ἀείρεται καὶ πίμπραται, καὶ δοκέει διαῤῥήσσεσθαι· ἔπειτα δὲ ἐξαπίνης διάῤῥοια ἐπεγένετο, καὶ ὁκόταν ἅπαξ ἄρξηται χωρέειν, πολλὰς ἡμέρας καθαίρεται, καὶ πολλοὶ μετὰ ταύτην τὴν κάθαρσιν ὑγιέες ἐγένοντο. Ὁκόταν οὖν παύσηται αὐτόματος καθαιρόμενος, φακῶν χυμοῦ ἀναγκάσαι αὐτὸν ἐκπιεῖν τρία ἡμίχοα, ἅλας παραβάλλων· μετὰ δὲ τὴν κάθαρσιν τοῦ χυμοῦ ἐς ἑσπέρην, φακῆς τρυβλίον ῥοφεέτω ψυχρῆς ἀνάλτου, σίλφιον δὲ ἐπιξύσθω πουλὺ, καὶ τεύτλου τρυβλίον ἀνηδύντου λιπαροῦ, ἄλφιτα παραπάσσων φαγέτω· οἶνον δὲ πινέτω μέλανα αὐστηρὸν κατ’ ὀλίγον. Τὸ δὲ λοιπὸν τοῦ χρόνου τὰ αὐτὰ ποιεέτω, καὶ σῖτα προσφερέσθω ἄρτον ἔξοπτον, μᾶζάν τε ψαιστὴν ὡς μάλιστα· τὰς δὲ πρώτας τῶν ἡμερέων ἄλευρον φαγέτω-κάθεφθον, ἀποψύχων καὶ μέλι παραχέων· οἶνον δὲ πινέτω μἔλανα στρυφνὸν, ἕως ἂν καταστῇ ἡ νοῦσος, ταῦτα προσφερέσθω. Ὁ δὲ ὑπὸ τῆς ὀπώρης ληφθεὶς τῇ νούσῳ φῦσαν παρέχει καὶ στρόφον καὶ ὀδύνην, καὶ τὰ σιτία οὐκ ἐθέλει διαχωρέειν, καὶ ἡ γαστὴρ μεγάλη καὶ σκληρὴ αὐτοῦ ἐστι, καὶ ῥῖγος καὶ πυρετὸς ἔχει. Τούτῳ ἢν μὲν αὐτομάτη ταραχθῇ ἡ κοιλίη, ἐν εἴκοσιν ἡμέρῃσι τὸ ἐλάχιστον καθαίρεται, καὶ ὁκόταν παύσηται καθαιρόμενος, ὑγιὴς παραχρῆμα ἔσται· ἢν δὲ μὴ αὐτομάτη ταραχθῇ, καθαίρειν αὐτὸν τῷ τοῦ ἱππόφεω ὀπῷ ἢ τῷ κνιδίῳ κόκκῳ· ἐς ἑσπέρην δὲ ταῦτα διδόναι ἃ καὶ τῷ αὐτομάτῳ καθαιρομένῳ· τῇ δ’ ὑστεραίῃ, ἢν μὲν πορετὸς ἔχῃ, ἡσυχίην ἐχέτω, διδόναι δὲ αὐτῷ πίνειν τοῦ αὐτοῦ οἴνου ὡς ἐν ψυχροτάτῳ ὕδατι· ἢν δὲ μὴ ἔχῃ πυρετὸς, διαιτήσθω δίαιταν μὴ ὑγρὴν, ἀλλ’ ἰσχυροτέρην, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Ὑπὸ τουτέου τοῦ νοσήματος πολλοῖσιν ἤδη ὕδερος ἐξεγένετο, καὶ ἢν δοκέῃ σοι κλύζειν, τοῖσιν αὐτοῖσι κλύσον οἷσι καὶ τὸν ὑδεριῶντα. Ἢν δὲ βούλῃ, τοισίδε κλύζειν· ἐν μελικρήτου κοτύλῃ ποίην θαψίης ἐγξύσαι, εἶτα οὕτως ἐγκλύσαι. Οὗτος οὕτω θεραπευόμενος τάχιστα ὑγιὴς ἔσται. 43. Ἄλλος τῦφος· γίνεται μὲν τὸ νούσημα, ὁκόταν τὸ ὑγρὸν τὸ ἐν τῷ σώματι συνπαγῇ καὶ ἀναξηρανθῇ μᾶλλον τοῦ. Γίνεται οὖν τὴν εἰδέην, ὁκόταν τῷ νουσήματι ἔχηται, δίυγρος, ὕπωχρος, διαφανὴς, κύστει πλήρει ἐοικὼς οὔρου, πλὴν οὐκ οἰδέει, ἀλλὰ λεπτὸς καὶ σκελιφρός ἐστι καὶ ἀσθενής· μάλιστα δὲ τοῦ σώματος λεπτύνεται τὰς κληἳδας, καὶ τὸ πρόσωπον ἰσχυρῶς κάτισχνος, καὶ οἱ ὀφθαλμοὶ ἔκκοιλοι σφόδρα. Ταῦτα μὲν ὑπὸ τοῦ νοσήματος πάσχει· ἢν δὲ ἡ χροιὴ τοῦ σώματος μέλαινα ᾖ, τάδε αἴτιά ἐστιν· ἐς τὰ φλέβια καὶ ἐς τὸ δέρμα, ὁκόταν χολὴ μέλαινα ὑπέλθῃ, καὶ ἐπὶ τούτοισιν, ὁκόταν θέρμη ἐπιγένηται, ἀνάγκη ὑπὸ τοῦ θερμοῦ ξυγκαίεσθαί τε καὶ ἀναξηραίνεσθαι τὰ φλέβια, ὥστε τὸ αἷμα μὴ χωρέειν κατὰ τὰ φλέβια. Τάδε οὖν πάσχει οὗτος πρὸς ἐκείνοις· λεπτὸς γίνεται καὶ κάτισχνος ἰσχυρῶς, καὶ τοῖσιν ὀφθαλμοῖσιν ἀραιὰ σκαρδαμύσσει, καὶ τὰς μυίας ἀπὸ τοῦ ἱματίου θηρεύει, καὶ βόρος τῶν σιτίων μᾶλλόν ἐστιν ἢ ὑγιαίνων, καὶ λύχνου ἀπεσβεσμένου τῇ ὀσμῇ ἥδεται, καὶ ἐξονειρώσσει θαμινά· πολλάκις δὲ καὶ βαδίζοντι αὐτῷ ἐξέρχεται ἡ γονή. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, καθαίρειν τὴν κοιλίην τῷ μέλανε ἐλλεβόρῳ, τὴν ἄνω δηλονότι· τὴν δὲ κάτω ὀπῷ σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν τὰ αὐτὰ διδόναι ἃ καὶ τοῖσιν ἄλλοισι, καὶ ὀῤῥὸν, καὶ γάλα βοὸς ἢ αἰγὸς διδόναι τὴν ὥρην· διδόναι δὲ καὶ ὄνειον γάλα ἐς ὑποκάθαρσιν. Οὗτος οὕτω μελετώμενος μάλιστα ἐν δυσὶν ἔτεσιν ὑγιὴς γίνεται· σιτία δὲ ἃ βούλεται προσφερέσθω· εὐωχεέσθω δὲ ὡς μάλιστα, καὶ περιπατεέτω πρὸς τὰ σιτία τεκμαιρόμενος. Αὕτη ἡ νοῦσος λαμβάνει πρεσβύτερον εἰκοσαετέος· ὁκόταν δὲ λάβῃ, ἢν μὴ κατ’ ἀρχὰς τοῦ νοσήματος μελετηθῇ, οὐκ ἐκλείπει, πρὶν ἂν εἴκοσιν ἔτεα παρέλθῃ, ἀλλὰ προσέχει· ἔπειτα ἐνίοισι μελετωμένοισιν ἐξέρχεται· ἡ δὲ νοῦσος χαλεπή. 44. Εἰλεοί· εἰλεοὶ δὲ τάδε τὰ νουσήματα καλέεται· γίνεται δὲ ἀπὸ τῶνδε μάλιστα· ἢν τοῦ χειμῶνος θερμῇ τῇ διαίτῃ καὶ ὑγρῇ χρέηται καὶ μήτε περιόδοισι ταλαιπωρέῃ πρὸς τὰ σιτία τεκμαφόμενος, πιμπλάμενος δὲ εὕδῃ ἀεὶ, εἶτα ἐξαπίνης ἀναγκασθῇ βαδίσαι μακρὴν ὁδὸν, ψύχεος· ἐόντος, εἶτα ῥιγώσῃ ὑπὸ τὰ ὀστέα, τάδε οὖν πάσχει· φῦσα ἐγγίνεται ἐν τῷ σώματι παντὶ, καὶ ἡ χροιὴ αὐτέου γίνεται μολιβδοειδὴς, καὶ ῥιγοῖ αἰεὶ, ὥστε οἱ θερμὸν καταχυθὲν οὐ δοκέει θερμὸν εἶναι. Τὸ δὲ σῶμα λουόμενον αὐτοῦ λεπίζεται ὑπὸ τοῦ θερμοῦ, μάλιστα δὲ ἡ ὄσχη· ἢν τῷ δακτύλῳ τοῦ σώματός κου ὑποπιέζεις, ἐνθλάσεις, καὶ σημανέεταί σοι ὥσπερ ἐν σταιτί· μάλιστα δὲ ἐν τοῖσι ποσὶν ἐνθλᾶται. Τὰ δὲ σκέλεα βαρέα αὐτοῦ, καὶ ἢν περιφοιτέῃ, τρέμει, καὶ ἢν πρὸς αἶπος βαδίζῃ, πνευστιᾷ σφόδρα, καὶ αἱ ὠλέναι δοκέουσιν ἀποκρέμασθαι, καὶ τὴν κεφαλὴν ἀλγέει, καὶ αἱ ὀφρύες δοκέουσιν ἀποκρέμασθαι, καὶ δίψη ἔχει τὰς νύκτας, τὰ δὲ σιτία ὠμὰ διαχωρέει, ἅσσ’ ἂν καταφάγῃ. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, πυριήσας αὐτὸν τοῦ κνεώρου διδόναι πίνειν ἢ τοῦ ἱππόφεω ἢ τοῦ κνιδίου κόκκου· μετὰ δὲ τὴν κάθαρσιν ταῦτα διδόναι ἃ καὶ τοῖσι πρόσθεν· τῇ δὲ ὑστεραίῃ ὀνείου γάλακτος ἑφθοῦ χοέα διδόναι δὶς ἐκπιεῖν ἅλας παραβάλλων· ἐς ἑσπέρην δὲ δειπνεέτω ἄρτον· ὄψον δὲ ἐχέτω ὄϊος κρέα ἑφθὰ, καὶ πουλύποδας ἑφθοὺς ἐν οἴνῳ μέλανι, καὶ τὸν ζωμὸν ῥοφανέτω· καὶ φακὴν ἐχέτω ὧδε ἐσκευασμένην· κοτύλην φακοῦ ἑψήσας τρῖψαι λείην, ἔπειτα ἄλευρον παραμῖξαι, καὶ σίλφιον ἐπιξέσαι, καὶ ἅλας ἐμβαλεῖν, καὶ ὄξος ἐπιχέαι, καὶ σκόροδα συνεψεῖν· ἔπειτα ὕδωρ ἐπιχέας ζέσαι δὶς ἢ τρὶς, καὶ τορυνᾷν ἅμα· ἔπειτα ἀφελὼν ἐψύχθω· ἔστω δὲ μὴ λίην παχείη· ἐμβεβλήσθω δὲ καὶ ἡ γλήχων ἑψομένη τῆς εὐωδίης εἵνεκα. Τὰς δὲ μεταξὺ τῶν ἡμερέων ἐμέτους ποιεέσθω δι’ ἕκτης ἡμέρης· πυριῆσθαι δὲ χρὴ ἄλλοτε καὶ ἄλλοτε πρὸ τοῦ ἐμέτου καὶ τῆς φαρμακοποσίης· καὶ διὰ τρίτης ἡμέρης λουέσθω, ἢν συμφέρῃ· εἰ δὲ μὴ, ἀλειφέσθω, καὶ περιπατεέτω, ἢν δυνατὸς ᾖ, πρὸς τὰ σιτία τεκμαιρόμενος καὶ ἀκτῆς φύλλα καὶ κονύζης τῆς αἰεὶ ἁπαλῆς ἑψῶν διδόναι ἐσθίειν. Οὕτω γὰρ ἂν μελε τώμενος ῥήϊστα διάγοι, καὶ ἡ νοῦσος ἐκλείποι ἂν ἐνιαυσιαίη· πολλοῖσι δὲ ἤδη ὑγιέσι γινομένοισι διὰ δύο ἐτέων ἡ νοῦσος ὑπετροπίασεν· ἀλλὰ χρὴ, ἢν ὑποτροπιάσῃ, τὴν αὐτὴν ἴησιν ἰῆσθαι. Ἢν δὲ τρίτον ὑποτροπιάσῃ, οἴδημα μὲν οὐκ ἐπιγίνεται, λεπτὸς δὲ γίνεται καὶ κάτισχνος· ἄρχεται δὲ λεπτύνεσθαι ἀπὸ τοῦ προσώπου, καὶ τὴν χροιὴν ἔκλευκος γίνεται μᾶλλον ἢ τὸ πρόσθεν. Τούτῳ ὕδερος ἐνίοτε ἐγένετο ἐν τῇ κοιλίῃ· ἢν οὖν ἐγγένηται, τάμνειν αὐτὸν οὐ χρή· ἀποθανέεται γάρ· θεραπεύειν δὲ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν ἀπὸ σπληνὸς ὑδεριῶντα. Τοῦτον μάλιστα μὲν κατ’ ἀρχὰς βούλεσθαι λαβὼν ἰῆσθαι, καὶ οὕτω ταχέως ὑγιέα ποιήσεις· ἡ δὲ νοῦσος δέεται μελέτης πολλῆς· χαλεπὴ γάρ. 45. Ἄλλος εἰλεὸς ἰκτερώδης· ἐπιλαμβάνει μάλιστα μὲν θέρεος ὥρην ἐν ἑλώδεσι χωρίοισιν οὗτος, μᾶλλον δὲ ἀπὸ ὑδροποσίης· πολλοὶ δὲ ἤδη καὶ πρὸς τὸν ἥλιον εἱληθέντες τὸ νόσημα ἔλαβον, τὴν κεφαλὴν ἀλγήσαν τες. Ἀλλὰ παραπλήσια τοῖσι πρόσθεν πάσχουσι, πλὴν τῆς χροιῆς, καὶ γὰρ ὠχρὸς γίνεται οἷον σίδιον, καὶ οἱ ὀφθαλμοὶ ἔστιν ὅτε ἰκτέρου πίμπλανται. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, θεραπεύειν χρὴ τοῖσιν αὐτοῖσιν οἷσι καὶ τὸν πρόσθεν· διδόναι δὲ τὸ ἀπ’ ἐρεβίνθων λευκῶν ὕδωρ ἐψῶν πίνειν, καὶ ἐν τῷ οἴνῳ διακιρνᾷν καὶ διδόναι, καὶ τὴν κεφαλὴν αὐτέου καθαίρειν τῷ τετραγώνῳ. Οὗτος ἧσσον τοῦ προτέρου θανατώδης· καλέεται δὲ εἰλεὸς ἰκτερώδης.