Scaife ATLAS

CTS Library / De affectionibus interioribus

De affectionibus interioribus (16-20)

urn:cts:greekLit:tlg0627.tlg032.1st1K-grc1:16-20
Refs {'start': {'reference': '16', 'human_reference': 'Chapter 16'}, 'end': {'reference': '20', 'human_reference': 'Chapter 20'}}
Ancestors []
Children []
prev
plain textXML
next

16. Τρίτη νοῦσος νεφρῶν· τὸ μὲν οὖρον προέρχεται οἷον ἀπὸ
κρεῶν βοείων ὀπτῶν χυλός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς μελαίνης,
ὁκόταν χολὴ ἐς τὰ φλέβια συῤῥῇ τὰ τείνοντα ἐς τὸν νεφρὸν,
καὶ ὁκόταν στῇ, ἑλκοῖ τὰ φλέβια καὶ τὸν νεφρόν· ὑπὸ οὖν τῆς ἑλκώσιος
τοιοῦτον ὑποχωρέει ἅμα τῷ οὔρῳ. Αἱ δὲ ὀδύναι ἔχουσιν ἐν τῇ
ὀσφύϊ καὶ ἐν τῇ κύστει καὶ ἐν τῷ περινέῳ καὶ ἐν αὐτῷ τῷ νεφρῷ,
ἐπ ὀλίγον χρόνον· ἔπειτα ἀνῆκεν πόνος καὶ αὖθις ἐπέλαβεν ὀξὺς δι
ὀλίγου· καὶ ἐς τὸ λεπτὸν τῆς γαστρὸς ἔστιν ὅτε ὀδύνη ἐμπίπτει.
Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὑποκαθῆραι τὴν κοιλίην ἐπιθύμῳ τῆς
σκαμμωνίης ῥίζῃ· πίνειν διδόναι τὰ αὐτὰ καὶ τῷ στραγγουριῶντι,

206
καὶ ὁκόταν ὀδύνη ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ, χλιάσματα προστιθέντα
πρὸς τὸ πονέον μάλιστα, καὶ ῥοφήματι χρεέσθω ἀλεύρῳ
ἑφθῷ, μέλι παραχέας, καὶ τῇ ἄλλῃ διαίτῃ χρεέσθω ὡς διαχωρητικωτάτῃ,
καὶ οἶνον πινέτω λευκὸν Μένδαιον μελίχρουν, ἄλλον λευκὸν
τὸν ἥδιστον καλῶς κεκρημένον. Αὕτη νοῦσος οὐ μάλα ἐκλείπει·
καὶ τὴν ὥρην ὀῤῥοποτεέτω καὶ γαλακτοποτεέτω, ἐς κάθαρσιν μὲν τῷ
ὀῤῥῷ, τὴν δὲ γαλακτοποσίην ποιεέσθω ἐν ὥρῃ, πέντε καὶ τεσσαράκοντα
ἡμέρας. Ταῦτ ἢν οὕτω ποιέῃς, ἐπὶ τὸ κρέσσον διαθήσεις
τὴν νοῦσον.

17. Τετάρτη νοῦσος νεφρῶν· τὸ μὲν νούσημα γίνεται ἀπὸ χολῆς
καὶ φλέγματος, ἐν καιρῷ δὲ τοῦ θέρεος μάλιστα· γίνεται δὲ καὶ ἀπὸ
λαγνείης νοῦσος. Οὗτος τάδε πάσχει· ὀδύναι πιέζουσιν αὐτὸν ἐς
τὴν λαπᾴρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τοὺς μύας
τῆς ὀσφύος, καὶ πάσχει ὑκοῖα γυνὴ ᾠδίνουσα, καὶ οὐκ ἀνέχεται ἐπὶ
τοῦ ὑγιέος κατακείμενος, ἀλλ ἄγαν πονέει, καὶ τοῦ κενεῶνος δοκέει
κατακρέμασθαι ὡς ἀποῤῥησσόμενα· ἐπὶ δὲ τὰ πρηνέα ἢν κατακέηται,
οὐκ ἀλγέει· οἱ δὲ πόδες καὶ αἱ κνῆμαι αὐτοῦ ἀεὶ ψυχρά· τὸ δὲ
οὖρον μολις προέρχεται ὑπὸ τῆς θερμασίης καὶ παχύτητος τοῦ οὔρου·
κἢν μὲν ἐάσῃς αὐτὸ ὀλίγον χρόνον, καταθεὶς ἕως ἂν καταστῇ, ὄψει
τὸ ὑφεστηκὸς παχὺ, οἷόν περ ἄλευρον· κἢν μὲν χολὴ ἑπικρατέη,
ὑπόπυῤῥον αὐτὸ ὄψει· ἢν δὲ ἀπὸ φλέγματος τὸ νούσημα, λευκὸν
καὶ παχὺ ἔσται. Καὶ τὸ μὲν πρῶτον ἐς ἐνιαυτὸν ὀλίγῳ πλέονα
ὀλίγῳ ἐλάσσονα χρόνον τοιαῦτα πάσχων διατελέει· ἢν δὲ ἐπιμηκύνηται
νοῦσος, πονέει τε μᾶλλον καὶ ἐμπυοῦται, καὶ ὁκόταν ἔμπυος

208
γενόμενος ἀποιδέῃ, ὅκου ἂν μάλιστα ἀποιδέῃ τάμνειν ἐς τὸν νεφρὸν,
καὶ ἀφιέναι τὰ πῦα· καὶ ἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα
ποιήσεις. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσι πᾶσι θεραπεύειν,
οἷσι κατὰ τὸ πρόσθεν· καὶ κατ ἀρχὰς τῆς νούσου δεῖ τε καθῆραι
καὶ πρὸ τῆς ὑποκαθάρσιος πυριῆσαι· καὶ τοῖσι λουτροῖσι. μὴ
πυκινὰ λουέσθω, ἀλειφέσθω δὲ μᾶλλον, μηδὲ ῥιγούτω, καὶ τοῦ ἡλίου
ἀπεχέσθω, καὶ μὴ λαγνευέτω. Ταῦτα ἢν ποιέῃ καὶ μὴ τάχιστα
ὑγιαίνῃ, οὐ καινόν· νοῦσος γὰρ ὡς χαλεπή. Ἢν δὲ βούλῃ ἄνευ
φαρμάκων ἰῆσθαι, χρὴ παχὺν ποιῆσαι ἀπὸ δισίτης ἤν τε ταύτην
τὴν νοῦσον κάμνοντα, ἤν τε τῶν προτέρων τινὰ, τὰ σιτία διελὼν,
μεμαθήκει ἐσθίειν, ἤγουν δέκα μερίδας· ἔπειτα μίην ἀφελὼν μερίδα,
τὰ λοιπὰ καταφαγέτω, ὄψον δὲ ἐχέτω κρέας ὑὸς τετριμμένον,
καὶ περιπατεέτω δέκα σταδίους ταύτης τῆς ἡμέρης· τῇ δὲ ὑστεραίῃ
καὶ τῇ τρίτῃ μέχρι τῶν δέκα ἡμερέων ὑποβαίνων μερίδα, ἐλάσσω
ἐσθιέτω, καὶ περιπατεέτω δέκα σταδίους αἰεὶ πλείω ἑκάστης ἡμέρης·
ὁκόταν δὲ ἐς τὴν ἐσχάτην μερίδα ἀφίκηται τοῦ σιτίου καὶ ἐς
τοὺς ἑκατὸν σταδίους, ἐσθιέτω τὴν μίην μερίδα μούνην, καὶ ταύτης
τῆς ἡμέρης περιπατησάτω τοὺς ἑκατὸν σταδίους, πρὸ τοῦ δείπνου
τεσσαράκοντα, μετὰ δὲ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα·
οἶνον δὲ πινέτω Μένδαιον, λευκὸν, αὐστηρόν. Ταῦτα δὲ ποιεέτω
τρεῖς ἡμέρας· ἔπειτα τὸν λοιπὸν χρόνον ὑποβαίνων τῶν περιπάτων,
τῶν σιτίων πλείω ἐσθιέτω, τὸν αὐτὸν τρόπον ὥσπερ ἀφῄρει, οὕτω
210
δὴ προστιθείς· τῶν δὲ περιπάτων ἀφαιρείτω μέχρι τῶν δέκα ἠμερέων·
ἔπειτα ἡσυχίην ἐχέτω ὡς μάλιστα, καὶ εὐωχεέσθω σιτία τε
καθαρὰ καὶ ὄψα ὡς πιότατα, καὶ τὰ γλυκέα πάντα ξύμφορα αὐτῷ·
λαχάνων δὲ καὶ ὀξέων πάντων ἀπεχέσθω καὶ τῶν δριμέων, καὶ
ὁκόσα φῦσαν παρέχει· λουέσθω τε πολλῷ καὶ θερμῷ, καὶ μὴ ῥιγούτω.
Ταῦτ ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται.

18. Ἀπὸ δὲ νεφρίτιδος ἐπιλαμβάνει ἥδε νοῦσος μεγάλη τῶν
φλεβῶν τῶν κοίλων, αἳ τείνουσιν ἀπὸ τῆς κεφαλῆς παρὰ τὰς σφαγὰς
διὰ τῆς ῥάχιος ἐς τὸ σφυρὸν τὸ ἐκτὸς τοῦ ποδὸς καὶ ἐς τὸ μεταξὺ
τοῦ μεγάλου δακτύλου. Τὸ δὲ νούσημα γίνεται μὲν ἀπὸ φλέγματος
καὶ χολῆς, ὁκόταν ἐς τὰς φλέβας συῤῥυῇ· αἱ δὲ φλέβες αὗται αἵματός
εἰσι πλήρεες· ἢν οὖν τι παρέλθῃ ἀλλοῖον ἐς αὐτὰς, νοσοῦσι. Τάδε
οὖν πάσχει· ἢν ἐπὶ τὰ δεξιὰ νοσέῃ, ἄρχεται τὴν ὀδύνην παρέχουσα
ἐκ τῆς κοτυληδόνος τοῦ ἰσχίου κατ ἀρχάς· ὁκόσῳ δ ἂν πλείων
χρόνος προΐῃ καὶ ἀπομηκύνηται, τε ὀδύνη ὀξυτέρη καὶ κατέρχεται
κατωτέρω, καὶ ὁκόταν ἐς τὸ σφυρὸν ἀφίκηται τὸ ἐκτὸς τοῦ ποδὸς
καὶ τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου, ἄρχεται πάλιν ἐς τὴν
κεφαλὴν ἔρχεσθαι, καὶ ὁκόταν ἐν τῇ κεφαλῇ στῇ τὸ ἄλγος, πιέζει
ἰσχυρῶς, καὶ δοκέει ἄνθρωπος διαῤῥήγνυσθαι τὴν κεφαλὴν, καὶ οἱ
ὀφθαλμοὶ φλέγματος πληροῦνται καὶ τὸ πᾶν σῶμα. Τοῦτον, ὅταν
οὕτως ἔχῃ, ἐλατήριον πῖσαι θαψίης ῥίζαν ἐλλέβορον ὀπὸν

212
σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν ταὐτὰ προσφέρειν, καὶ τοῖσι
πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς θεραπείης παύηται, γάλακτι
παχύνας καῦσαι κάτω τὴν ὠμοπλάτην τὴν δεξιὴν τέσσαρας ἐσχάρας,
καὶ ἐς τὴν κοτυλίδα τοῦ ἰσχίου τοῦ δεξιοῦ τρεῖς, καὶ ὑπὸ τὸν γλουτὸν
δύο, καὶ ἐν τῷ μέσῳ τοῦ μηροῦ δύο, καὶ ὑπὲρ τοῦ γούνατος
μίην, καὶ ὑπὲρ τοῦ σφυροῦ μίην. Οὗτος, ἢν οὕτω καυθῇ, οὐκ ἀφίησιν
οὔτε ἄνω οὔτε κάτω τὴν νοῦσον διαχωρέειν. Ἢν δέ κου ὀδύνη
φθῇ ῥαγεῖσα, ἢν μὲν στηρίξῃ ἐς τὸ σκέλος πρὶν καυθῆναι, χωλὸς
ἔσται· ἢν δὲ ἐς τὴν κεφαλὴν, κωφὸς τυφλός· ἢν δὲ ἐς τὴν κύστιν,
προχωρέει ἅμα τῷ οὔρῳ αἵματος μάλιστα τεσσαράκοντα ἡμέρας.
Ἀλλὰ χρὴ, ἢν ἐς τὴν κύστιν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα,
καὶ τῷ στραγγουριῶντι· καὶ ἤν κου ἄλλῃ ὀδύνη στῇ, καῦσαι·
καίειν δὲ χρὴ τὰ μὲν σαρκώδεα σιδηρίοισι, τὰ δὲ ὀστώδεα καὶ νευρώδεα
μύκησι. Πλὴν τάδε πρότερον τούτων χρὴ ποιῆσαι· ἢν κατ
ἀρχὰς τῇ νούσῳ παραγένῃ, εἰς μὲν τὸ ποτὸν χρὴ διδόναι οἶνον
λευκὸν Μένδαιον ὑδαρέστερον ὡς πλεῖστον μεθ ἡμέρην, καὶ μεθυσκέσθω
ἄχρις ἂν αἱμοῤῥαγήσῃ κατὰ τὰς ῥῖνας· ὁκόταν δὲ ἄρξηται,
ἐᾷν ῥυῆναι ἡμέρας τὸ ἐλάχιστον δέκα καὶ τρεῖς· ὅταν δὲ αὗται αἱ
ἡμέραι διέλθωσι, μηκέτι μεθυσκέσθω, μηδὲ ὅταν ἄρξηται ἅπαξ
ῥεῖν· πινέτω μέντοι ὀλίγῳ πλείονα τὸν οἶνον ἐπὶ σιτίῳ, ὅκως ἂν ῥέῃ
τὸ αἷμα. Ἤδη δέ τισι παυσαμένου τοῦ αἵματος, ἐῤῥάγη ἐς τὴν κύστιν
καὶ ἐχώρησεν αἷμα καὶ πῦα· ἢν γοῦν ῥαγῇ, διδόναι τὰ αὐτὰ
214
φάρμακα, καὶ τῷ στραγγουριῶντι, καὶ ἀπὸ τοῦ αὐτοῦ οἴνου διδόναι
πλέον πιεῖν. Οὗτος οὕτω μελετώμενος καὶ τὰ σιτία προσφερόμενος
διαχωρητικὰ καὶ τὰ ὄψα, τάχιστα ὑγιὴς ἔσται· δὲ νοῦσος
χαλεπή.

19. Ἄλλη ἀπὸ τῆς ἀριστερῆς φλεβός· τὰ μὲν ἄλλα πλῆθος τὰ
αὐτὰ πάσχει, καὶ πρόσθεν· ἐς δὲ τὸν σπλῆνα ὀδύνη ἐνστηρίζει
ὀξείη εὐθὺς καταρχὰς τοῦ νουσήματος· καὶ ἢν μὲν ξυνίῃ παραχρῆμα
πρὶν καταστηρίξῃ ἐς τὸν σπλῆνα, μύκησι καῦσαι ὀκτὼ ἐσχάρας, τὰς
κεφαλὰς ἀπολαβὼν τοῦ σπληνὸς, ὡς τάχιστα· καὶ ὅκου ἂν ἄλλῃ
ὀδύνη καταστηρίξῃ, καῦσαι, καὶ οὕτω παραχρῆμα ὑγιὴς ἔσται. Ἢν
δὲ μὴ καυθῇ, ὑγιὴς δὲ γένηται ἀπὸ ταὐτομάτου, τοῖσι πολλοῖσι μετὰ
δυοκαίδεκα ἔτη νοῦσος αὖθις ὑπετροπίασε, καὶ ἢν λάβηται τοῦ
σπληνὸς, τοῖσι πολλοῖσιν ὕδερον ἐποίησεν. Ἀλλὰ χρὴ παραχρῆμα
θεραπεύειν ὡς τὴν πρόσθεν, καὶ ἢν δοκέῃ, καῦσαι ὥσπερ δὴ καὶ τὸν
πρότερον, ἢν ὀδύνη καθεστήκῃ ἐν τοῖσιν αὐτοῖσιν ἄρθροισιν· ἢν δὲ
μὴ οὕτω μελετηθῇ, τὸ λοιπὸν τηκόμενος θνήσκει· γὰρ νοῦσος
χαλεπή.

20. Περὶ δὲ τοῦ φλέγματος τὰς αὐτὰς γνώμας ἔχω, ἃς καὶ περὶ
χολῆς, ἰδέας αὐτοῦ πολλὰς εἶναι. Καὶ ἐπιδήμιον μέν ἐστι τὸ νεώτατον
ἑωυτοῦ, καὶ ἴησις ῥᾴστη· ἐμέτους γὰρ δεῖ ποιέεσθαι μετὰ
τὸ σιτίον, ἡμέρας δύο τρεῖς προσαριστῶντα καὶ ἡσυχάζοντα, ἢν
εἰώθῃ τὰς πρόσθεν ἡμέρας μονοσιτέειν καὶ ταλαιπωρέειν· ἢν δὲ μὴ,

216
τῇ αὐτῇ διαίτῃ χρεέσθω, λουέσθω δὲ πολλῷ καὶ θερμῷ, ὁκόταν
μέλλῃ ἔμετον ποιέεσθαι· καὶ ἐσθιέτω μᾶζαν ψαιστὴν, καὶ ἄρτον
ἔξοπτον ἕωλον· ἕλκοι γὰρ ἂν μᾶλλον ταῦτα τὸ φλέγμα· ὄψοισι δὲ
χρεέσθω καὶ λαχάνοισι δριμέσι, καὶ τὰ λιπαρὰ καὶ τὰ γλυκέα καὶ
τὰ ὀξέα, ταῦτα πάντα ἐπιτήδεια ξυμμεμιγμένα προσφέρεσθαι· καὶ
τοῖσι λαχάνοισι πᾶσι χλωροῖσι χρεέσθω, καὶ πινέτω ἐπὶ τῷ σιτίῳ
ὀλίγον πυκινὰ οἶνον γλυκὺν, καὶ πλακοῦντος ἐπιφαγέτω ἐπὶ τελευτῆς
καὶ μέλι καὶ σῦκα, καὶ ὁκόταν δειπνήσῃ, πινέτω λαύρως τὰς κύλικας,
καὶ ὁκόταν ἤδη πλήρης , κατακοιμηθήτω ὀλίγον, εἶτα ἐπεγερθεὶς
ἐμεέτω πιὼν οἴνου μεγάλην κύλικα καὶ ἐν χλιερῷ ὕδατι
κεκρημένην· ἕλκει γὰρ μᾶλλον τὸ φλέγμα ἐκ τῶν σαρκῶν καὶ τῶν
φλεβῶν, καὶ ξηραίνει μᾶλλον τὸ σῶμα· ἐξεμεέτω δὲ ἕως ἂν τὰ σῦκα
ἐξεμέσῃ, ὕστατα γὰρ ταῦτα ἐξεμέεται. Ταῦτα μὲν τῇδε· τῇ δὲ
ὑστεραίῃ ξυνεχέτω ἑωυτὸν μέχρι δείπνου, καὶ δειπνεέτω ἄρτον αὐτοπυρίτην·
τὸ δὲ ὄψον ἔστω ἀπὸ τῶν ἰσχυροτέρων· οἶνον δὲ πινέτω
μέλανα αὐστηρόν. Αὕτη μὲν οὖν τοῦ ἐπιδημίου φλέγματος ἴησις.
Ἢν δὲ δυνατὸς ἐὼν ἐσθίειν καὶ πίνειν ἥδηται τοῖσι σιτίοισιν, εἶτα
τὰ σκέλεα βαρύνοιτο, καὶ χροιὴ μετηλλαγμένη , τούτῳ φάναι
ἐν τῇ κοιλίῃ φλέγμα τὸ λυπέον εἶναι. Ἀλλὰ χρὴ, ὁκόταν οὕτως ἔχῃ,
μέλιτι καὶ οἴνῳ γλυκεῖ καὶ ἐλαίῳ νίτρου ὁκόσον οἰὸς ἀστράγαλον παραμίξας
κλύζειν· ταῦτα γὰρ τῇ φύσει τοῦ ἀνθρώπου εὐμενέστατα ἐς
τὸν κλυσμόν· μέτρον δὲ χρὴ ἑκάστου εἶναι, τοῦ μὲν οἴνου κοτύλην,
ἡμικοτύλιον δὲ ἐλαίου, καὶ μέλιτος ἴσον. Ἢν δὲ μὴ κλύζειν βούλῃ,
218
δίυγρον χρὴ τὸν ἄνθρωπον ποιῆσαι, πυριήσαντα ἐν ὑγρῇ τῇ πυρίῃ·
τάχα γὰρ ἂν καὶ οὕτως ὑποκενωθείη κόπρος· ὑπὸ γὰρ τῆς ὑπερξηρασίης
τῶν σιτίων ταῦτα πάσχει· ἢν μὲν οὖν τις ἐσθίῃ τὰ σιτία λίην
ἔγχυλα, οὐκ ἂν ἴσως πάσχοι ταῦτα οὕτω σφόδρα· εἰ δὲ καὶ πάσχοι
ποτὲ, ὀλίγης ἂν ἰήσιος δέοιτο. Τοῦτο οὕτως ἰώμενος τάχιστα ἂν
ὑγιέα ποιήσαις.

Tokens

16 1 w 2
Τρίτη 1 w 8
νοῦσος 1 w 14
νεφρῶν 1 w 20
τὸ 1 w 23
μὲν 1 w 26
οὖρον 1 w 31
προέρχεται 1 w 41
οἷον 1 w 45
ἀπὸ 1 w 48
κρεῶν 1 w 53
βοείων 1 w 59
ὀπτῶν 1 w 64
χυλός 1 w 69
Γίνεται 1 w 77
δὲ 1 w 79
τὸ 2 w 81
νούσημα 1 w 88
ἀπὸ 2 w 91
χολῆς 1 w 96
μελαίνης 1 w 104
ὁκόταν 1 w 111
χολὴ 1 w 115
ἐς 1 w 117
τὰ 1 w 119
φλέβια 1 w 125
συῤῥῇ 1 w 130
τὰ 2 w 132
τείνοντα 1 w 140
ἐς 2 w 142
τὸν 1 w 145
νεφρὸν 1 w 151
καὶ 1 w 155
ὁκόταν 2 w 161
στῇ 1 w 164
ἑλκοῖ 1 w 170
τὰ 3 w 172
φλέβια 2 w 178
καὶ 2 w 181
τὸν 2 w 184
νεφρόν 1 w 190
ὑπὸ 1 w 194
οὖν 1 w 197
τῆς 1 w 200
ἑλκώσιος 1 w 208
τοιοῦτον 1 w 216
ὑποχωρέει 1 w 225
ἅμα 1 w 228
τῷ 1 w 230
οὔρῳ 1 w 234
Αἱ 1 w 237
δὲ 2 w 239
ὀδύναι 1 w 245
ἔχουσιν 1 w 252
ἐν 1 w 254
τῇ 2 w 256
ὀσφύϊ 1 w 261
καὶ 3 w 264
ἐν 2 w 266
τῇ 3 w 268
κύστει 1 w 274
καὶ 4 w 277
ἐν 3 w 279
τῷ 2 w 281
περινέῳ 1 w 288
καὶ 5 w 291
ἐν 4 w 293
αὐτῷ 1 w 297
τῷ 4 w 299
νεφρῷ 1 w 304
ἐπ 1 w 307
ὀλίγον 1 w 314
χρόνον 1 w 320
ἔπειτα 1 w 327
ἀνῆκεν 1 w 333
3 w 334
πόνος 1 w 339
καὶ 6 w 342
αὖθις 1 w 347
ἐπέλαβεν 1 w 355
ὀξὺς 1 w 359
δι 1 w 361
ὀλίγου 1 w 368
καὶ 7 w 372
ἐς 3 w 374
τὸ 5 w 376
λεπτὸν 1 w 382
τῆς 2 w 385
γαστρὸς 1 w 392
ἔστιν 1 w 397
ὅτε 1 w 400
ὀδύνη 1 w 405
ἐμπίπτει 1 w 413
Τοῦτον 1 w 420
ὁκόταν 3 w 427
οὕτως 1 w 432
ἔχῃ 1 w 435
ὑποκαθῆραι 1 w 446
τὴν 1 w 449
κοιλίην 1 w 456
ἐπιθύμῳ 1 w 463
1 w 464
τῆς 3 w 467
σκαμμωνίης 1 w 477
ῥίζῃ 1 w 481
πίνειν 1 w 488
διδόναι 1 w 495
τὰ 4 w 497
αὐτὰ 1 w 501
1 w 502
καὶ 8 w 505
τῷ 5 w 507
στραγγουριῶντι 1 w 521
καὶ 9 w 525
ὁκόταν 4 w 531
1 w 532
ὀδύνη 2 w 537
ἔχῃ 2 w 540
λούειν 1 w 547
πολλῷ 1 w 552
καὶ 10 w 555
θερμῷ 1 w 560
χλιάσματα 1 w 570
προστιθέντα 1 w 581
πρὸς 1 w 585
τὸ 7 w 587
πονέον 1 w 593
μάλιστα 1 w 600
καὶ 11 w 604
ῥοφήματι 1 w 612
χρεέσθω 1 w 619
ἀλεύρῳ 1 w 625
ἑφθῷ 1 w 629
μέλι 1 w 634
παραχέας 1 w 642
καὶ 12 w 646
τῇ 4 w 648
ἄλλῃ 1 w 652
διαίτῃ 1 w 658
χρεέσθω 2 w 665
ὡς 1 w 667
διαχωρητικωτάτῃ 1 w 682
καὶ 13 w 686
οἶνον 1 w 691
πινέτω 1 w 697
λευκὸν 1 w 703
Μένδαιον 1 w 711
μελίχρουν 1 w 720
2 w 722
ἄλλον 1 w 727
λευκὸν 2 w 733
τὸν 4 w 736
ἥδιστον 1 w 743
καλῶς 1 w 748
κεκρημένον 1 w 758
Αὕτη 1 w 763
2 w 764
νοῦσος 2 w 770
οὐ 1 w 772
μάλα 1 w 776
ἐκλείπει 1 w 784
καὶ 14 w 788
τὴν 2 w 791
ὥρην 1 w 795
ὀῤῥοποτεέτω 1 w 806
καὶ 15 w 809
γαλακτοποτεέτω 1 w 823
ἐς 4 w 826
κάθαρσιν 1 w 834
μὲν 2 w 837
τῷ 6 w 839
ὀῤῥῷ 1 w 843
τὴν 3 w 847
δὲ 3 w 849
γαλακτοποσίην 1 w 862
ποιεέσθω 1 w 870
ἐν 5 w 872
ὥρῃ 1 w 875
πέντε 1 w 881
καὶ 16 w 884
τεσσαράκοντα 1 w 896
ἡμέρας 1 w 902
Ταῦτ 1 w 907
ἢν 1 w 910
οὕτω 2 w 914
ποιέῃς 1 w 920
ἐπὶ 1 w 924
τὸ 9 w 926
κρέσσον 1 w 933
διαθήσεις 1 w 942
τὴν 4 w 945
νοῦσον 1 w 951
17 1 w 954
Τετάρτη 1 w 962
νοῦσος 3 w 968
νεφρῶν 2 w 974
τὸ 10 w 977
μὲν 3 w 980
νούσημα 2 w 987
γίνεται 1 w 994
ἀπὸ 3 w 997
χολῆς 2 w 1002
καὶ 17 w 1005
φλέγματος 1 w 1014
ἐν 6 w 1017
καιρῷ 1 w 1022
δὲ 4 w 1024
τοῦ 1 w 1027
θέρεος 1 w 1033
μάλιστα 2 w 1040
γίνεται 2 w 1048
δὲ 5 w 1050
καὶ 18 w 1053
ἀπὸ 4 w 1056
λαγνείης 1 w 1064
4 w 1065
νοῦσος 4 w 1071
Οὗτος 1 w 1077
τάδε 1 w 1081
πάσχει 1 w 1087
ὀδύναι 2 w 1094
πιέζουσιν 1 w 1103
αὐτὸν 1 w 1108
ἐς 5 w 1110
τὴν 5 w 1113
λαπᾴρην 1 w 1120
καὶ 19 w 1123
ἐς 6 w 1125
τὸν 6 w 1128
κενεῶνα 1 w 1135
καὶ 20 w 1138
ἐς 7 w 1140
τὴν 6 w 1143
ὀσφῦν 1 w 1148
καὶ 21 w 1151
ἐς 8 w 1153
τοὺς 1 w 1157
μύας 1 w 1161
τῆς 4 w 1164
ὀσφύος 1 w 1170
καὶ 22 w 1174
πάσχει 2 w 1180
ὑκοῖα 1 w 1185
γυνὴ 1 w 1189
ᾠδίνουσα 1 w 1197
καὶ 23 w 1201
οὐκ 1 w 1204
ἀνέχεται 1 w 1212
ἐπὶ 2 w 1215
τοῦ 2 w 1218
ὑγιέος 1 w 1224
κατακείμενος 1 w 1236
ἀλλ 1 w 1240
ἄγαν 1 w 1245
πονέει 1 w 1251
καὶ 24 w 1255
τοῦ 3 w 1258
κενεῶνος 1 w 1266
δοκέει 1 w 1272
κατακρέμασθαι 1 w 1285
ὡς 2 w 1287
ἀποῤῥησσόμενα 1 w 1300
ἐπὶ 3 w 1304
δὲ 6 w 1306
τὰ 6 w 1308
πρηνέα 1 w 1314
ἢν 2 w 1316
κατακέηται 1 w 1326
οὐκ 2 w 1330
ἀλγέει 1 w 1336
οἱ 1 w 1339
δὲ 7 w 1341
πόδες 1 w 1346
καὶ 25 w 1349
αἱ 1 w 1351
κνῆμαι 1 w 1357
αὐτοῦ 1 w 1362
ἀεὶ 1 w 1365
ψυχρά 1 w 1370
τὸ 13 w 1373
δὲ 8 w 1375
οὖρον 2 w 1380
μολις 1 w 1385
προέρχεται 2 w 1395
ὑπὸ 2 w 1398
τῆς 5 w 1401
θερμασίης 1 w 1410
καὶ 26 w 1413
παχύτητος 1 w 1422
τοῦ 5 w 1425
οὔρου 1 w 1430
κἢν 1 w 1434
μὲν 4 w 1437
ἐάσῃς 1 w 1442
αὐτὸ 2 w 1446
ὀλίγον 2 w 1452
χρόνον 2 w 1458
καταθεὶς 1 w 1467
ἕως 1 w 1470
ἂν 1 w 1472
καταστῇ 1 w 1479
ὄψει 1 w 1484
τὸ 15 w 1486
ὑφεστηκὸς 1 w 1495
παχὺ 1 w 1499
οἷόν 1 w 1504
περ 2 w 1507
ἄλευρον 1 w 1514
κἢν 2 w 1518
μὲν 5 w 1521
χολὴ 2 w 1525
ἑπικρατέη 1 w 1534
ὑπόπυῤῥον 1 w 1544
αὐτὸ 3 w 1548
ὄψει 2 w 1552
ἢν 5 w 1555
δὲ 9 w 1557
ἀπὸ 5 w 1560
φλέγματος 2 w 1569
1 w 1570
τὸ 17 w 1572
νούσημα 3 w 1579
λευκὸν 3 w 1586
καὶ 27 w 1589
παχὺ 2 w 1593
ἔσται 1 w 1598
Καὶ 1 w 1602
τὸ 18 w 1604
μὲν 6 w 1607
πρῶτον 1 w 1613
ἐς 9 w 1615
ἐνιαυτὸν 1 w 1623
8 w 1624
ὀλίγῳ 1 w 1629
πλέονα 1 w 1635
9 w 1636
ὀλίγῳ 2 w 1641
ἐλάσσονα 1 w 1649
χρόνον 3 w 1655
τοιαῦτα 1 w 1662
πάσχων 1 w 1668
διατελέει 1 w 1677
ἢν 6 w 1680
δὲ 10 w 1682
ἐπιμηκύνηται 1 w 1694
5 w 1695
νοῦσος 5 w 1701
πονέει 2 w 1708
τε 10 w 1710
μᾶλλον 1 w 1716
καὶ 28 w 1719
ἐμπυοῦται 1 w 1728
καὶ 29 w 1732
ὁκόταν 5 w 1738
ἔμπυος 1 w 1744
γενόμενος 1 w 1753
ἀποιδέῃ 1 w 1760
ὅκου 1 w 1765
ἂν 2 w 1767
μάλιστα 3 w 1774
ἀποιδέῃ 2 w 1781
τάμνειν 1 w 1788
ἐς 10 w 1790
τὸν 8 w 1793
νεφρὸν 2 w 1799
καὶ 30 w 1803
ἀφιέναι 1 w 1810
τὰ 7 w 1812
πῦα 1 w 1815
καὶ 31 w 1819
ἢν 7 w 1821
μὲν 7 w 1824
τύχῃς 1 w 1829
ταμὼν 1 w 1834
παραχρῆμα 1 w 1844
ὑγιέα 1 w 1849
ποιήσεις 1 w 1857
Τοῦτον 2 w 1864
ὁκόταν 6 w 1871
οὕτως 2 w 1876
ἔχῃ 3 w 1879
τοῖσιν 1 w 1886
αὐτοῖσι 1 w 1893
πᾶσι 1 w 1897
θεραπεύειν 1 w 1907
οἷσι 1 w 1912
κατὰ 1 w 1916
τὸ 21 w 1918
πρόσθεν 1 w 1925
καὶ 32 w 1929
κατ 7 w 1932
ἀρχὰς 1 w 1938
τῆς 6 w 1941
νούσου 1 w 1947
δεῖ 1 w 1950
τε 11 w 1952
καθῆραι 2 w 1959
καὶ 33 w 1962
πρὸ 2 w 1965
τῆς 7 w 1968
ὑποκαθάρσιος 1 w 1980
πυριῆσαι 1 w 1988
καὶ 34 w 1992
τοῖσι 3 w 1997
λουτροῖσι 1 w 2006
μὴ 1 w 2009
πυκινὰ 1 w 2015
λουέσθω 1 w 2022
ἀλειφέσθω 1 w 2032
δὲ 11 w 2034
μᾶλλον 2 w 2040
μηδὲ 1 w 2045
ῥιγούτω 1 w 2052
καὶ 35 w 2056
τοῦ 6 w 2059
ἡλίου 1 w 2064
ἀπεχέσθω 1 w 2072
καὶ 36 w 2076
μὴ 2 w 2078
λαγνευέτω 1 w 2087
Ταῦτα 1 w 2093
ἢν 8 w 2095
ποιέῃ 2 w 2100
καὶ 37 w 2103
μὴ 3 w 2105
τάχιστα 1 w 2112
ὑγιαίνῃ 1 w 2119
οὐ 4 w 2122
καινόν 1 w 2128
7 w 2130
νοῦσος 6 w 2136
γὰρ 1 w 2139
ὡς 3 w 2141
χαλεπή 1 w 2147
Ἢν 1 w 2150
δὲ 13 w 2152
βούλῃ 1 w 2157
ἄνευ 1 w 2161
φαρμάκων 1 w 2169
ἰῆσθαι 1 w 2175
χρὴ 1 w 2179
παχὺν 1 w 2184
ποιῆσαι 1 w 2191
ἀπὸ 6 w 2194
δισίτης 1 w 2201
ἤν 1 w 2203
τε 12 w 2205
ταύτην 1 w 2211
τὴν 7 w 2214
νοῦσον 2 w 2220
κάμνοντα 1 w 2228
ἤν 2 w 2231
τε 13 w 2233
τῶν 2 w 2236
προτέρων 1 w 2244
τινὰ 1 w 2248
τὰ 9 w 2251
σιτία 1 w 2256
διελὼν 1 w 2262
2 w 2264
μεμαθήκει 1 w 2273
ἐσθίειν 1 w 2280
ἤγουν 1 w 2286
δέκα 1 w 2290
μερίδας 1 w 2297
ἔπειτα 2 w 2304
μίην 1 w 2308
ἀφελὼν 1 w 2314
μερίδα 2 w 2320
τὰ 10 w 2323
λοιπὰ 1 w 2328
καταφαγέτω 1 w 2338
ὄψον 1 w 2343
δὲ 14 w 2345
ἐχέτω 1 w 2350
κρέας 1 w 2355
ὑὸς 1 w 2358
τετριμμένον 1 w 2369
καὶ 38 w 2373
περιπατεέτω 1 w 2384
δέκα 2 w 2388
σταδίους 1 w 2396
ταύτης 1 w 2402
τῆς 8 w 2405
ἡμέρης 1 w 2411
τῇ 6 w 2414
δὲ 15 w 2416
ὑστεραίῃ 1 w 2424
καὶ 39 w 2427
τῇ 7 w 2429
τρίτῃ 1 w 2434
μέχρι 1 w 2439
τῶν 3 w 2442
δέκα 3 w 2446
ἡμερέων 1 w 2453
ὑποβαίνων 1 w 2462
μερίδα 3 w 2468
ἐλάσσω 1 w 2475
ἐσθιέτω 1 w 2482
καὶ 40 w 2486
περιπατεέτω 2 w 2497
δέκα 4 w 2501
σταδίους 2 w 2509
αἰεὶ 1 w 2513
πλείω 1 w 2518
ἑκάστης 1 w 2525
ἡμέρης 2 w 2531
ὁκόταν 7 w 2538
δὲ 16 w 2540
ἐς 11 w 2542
τὴν 8 w 2545
ἐσχάτην 1 w 2552
μερίδα 4 w 2558
ἀφίκηται 1 w 2566
τοῦ 7 w 2569
σιτίου 1 w 2575
καὶ 41 w 2578
ἐς 12 w 2580
τοὺς 2 w 2584
ἑκατὸν 1 w 2590
σταδίους 3 w 2598
ἐσθιέτω 2 w 2606
τὴν 9 w 2609
μίην 2 w 2613
μερίδα 5 w 2619
μούνην 1 w 2625
καὶ 42 w 2629
ταύτης 2 w 2635
τῆς 9 w 2638
ἡμέρης 3 w 2644
περιπατησάτω 1 w 2656
τοὺς 3 w 2660
ἑκατὸν 2 w 2666
σταδίους 4 w 2674
πρὸ 3 w 2678
τοῦ 8 w 2681
δείπνου 1 w 2688
τεσσαράκοντα 2 w 2700
μετὰ 1 w 2705
δὲ 17 w 2707
τὸ 24 w 2709
δεῖπνον 1 w 2716
εἴκοσιν 1 w 2723
ὄρθρου 1 w 2730
δὲ 18 w 2732
τεσσαράκοντα 3 w 2744
οἶνον 2 w 2750
δὲ 19 w 2752
πινέτω 2 w 2758
Μένδαιον 2 w 2766
λευκὸν 4 w 2773
αὐστηρόν 1 w 2782
Ταῦτα 2 w 2788
δὲ 20 w 2790
ποιεέτω 1 w 2797
τρεῖς 1 w 2802
ἡμέρας 2 w 2808
ἔπειτα 3 w 2815
τὸν 11 w 2818
λοιπὸν 1 w 2824
χρόνον 4 w 2830
ὑποβαίνων 2 w 2839
τῶν 4 w 2842
περιπάτων 1 w 2851
τῶν 5 w 2855
σιτίων 1 w 2861
πλείω 2 w 2866
ἐσθιέτω 3 w 2873
τὸν 12 w 2877
αὐτὸν 2 w 2882
τρόπον 1 w 2888
ὥσπερ 1 w 2893
ἀφῄρει 1 w 2899
οὕτω 4 w 2904
δὴ 1 w 2906
προστιθείς 1 w 2916
τῶν 6 w 2920
δὲ 21 w 2922
περιπάτων 2 w 2931
ἀφαιρείτω 1 w 2940
μέχρι 2 w 2945
τῶν 7 w 2948
δέκα 5 w 2952
ἠμερέων 1 w 2959
ἔπειτα 4 w 2966
ἡσυχίην 1 w 2973
ἐχέτω 2 w 2978
ὡς 4 w 2980
μάλιστα 4 w 2987
καὶ 43 w 2991
εὐωχεέσθω 1 w 3000
σιτία 2 w 3005
τε 20 w 3007
καθαρὰ 1 w 3013
καὶ 44 w 3016
ὄψα 1 w 3019
ὡς 5 w 3021
πιότατα 1 w 3028
καὶ 45 w 3032
τὰ 12 w 3034
γλυκέα 1 w 3040
πάντα 1 w 3045
ξύμφορα 1 w 3052
αὐτῷ 2 w 3056
λαχάνων 1 w 3064
δὲ 22 w 3066
καὶ 46 w 3069
ὀξέων 1 w 3074
πάντων 1 w 3080
ἀπεχέσθω 2 w 3088
καὶ 47 w 3091
τῶν 8 w 3094
δριμέων 1 w 3101
καὶ 48 w 3105
ὁκόσα 1 w 3110
φῦσαν 1 w 3115
παρέχει 1 w 3122
λουέσθω 2 w 3130
τε 21 w 3132
πολλῷ 2 w 3137
καὶ 49 w 3140
θερμῷ 2 w 3145
καὶ 50 w 3149
μὴ 4 w 3151
ῥιγούτω 2 w 3158
Ταῦτ 4 w 3163
ἢν 9 w 3166
ποιέῃ 3 w 3171
τάχιστα 2 w 3179
ὑγιὴς 1 w 3184
ἔσται 2 w 3189
18 1 w 3192
Ἀπὸ 1 w 3196
δὲ 23 w 3198
νεφρίτιδος 1 w 3208
ἐπιλαμβάνει 1 w 3219
ἥδε 1 w 3222
14 w 3223
νοῦσος 7 w 3229
μεγάλη 1 w 3235
τῶν 9 w 3238
φλεβῶν 1 w 3244
τῶν 10 w 3247
κοίλων 1 w 3253
αἳ 1 w 3256
τείνουσιν 1 w 3265
ἀπὸ 7 w 3268
τῆς 10 w 3271
κεφαλῆς 1 w 3278
παρὰ 1 w 3282
τὰς 1 w 3285
σφαγὰς 1 w 3291
διὰ 1 w 3294
τῆς 11 w 3297
ῥάχιος 1 w 3303
ἐς 13 w 3305
τὸ 28 w 3307
σφυρὸν 1 w 3313
τὸ 29 w 3315
ἐκτὸς 1 w 3320
τοῦ 9 w 3323
ποδὸς 1 w 3328
καὶ 51 w 3331
ἐς 14 w 3333
τὸ 31 w 3335
μεταξὺ 1 w 3341
τοῦ 10 w 3344
μεγάλου 1 w 3351
δακτύλου 1 w 3359
Τὸ 1 w 3362
δὲ 24 w 3364
νούσημα 4 w 3371
γίνεται 3 w 3378
μὲν 8 w 3381
ἀπὸ 8 w 3384
φλέγματος 3 w 3393
καὶ 52 w 3396
χολῆς 3 w 3401
ὁκόταν 8 w 3408
ἐς 15 w 3410
τὰς 2 w 3413
φλέβας 1 w 3419
συῤῥυῇ 1 w 3425
αἱ 2 w 3428
δὲ 25 w 3430
φλέβες 1 w 3436
αὗται 1 w 3441
αἵματός 1 w 3448
εἰσι 1 w 3452
πλήρεες 1 w 3459
ἢν 10 w 3462
οὖν 2 w 3465
τι 9 w 3467
παρέλθῃ 1 w 3474
ἀλλοῖον 1 w 3481
ἐς 16 w 3483
αὐτὰς 1 w 3488
νοσοῦσι 1 w 3496
Τάδε 1 w 3501
οὖν 3 w 3504
πάσχει 3 w 3510
ἢν 11 w 3513
ἐπὶ 4 w 3516
τὰ 16 w 3518
δεξιὰ 1 w 3523
νοσέῃ 1 w 3528
ἄρχεται 1 w 3536
τὴν 10 w 3539
ὀδύνην 1 w 3545
παρέχουσα 1 w 3554
ἐκ 3 w 3556
τῆς 12 w 3559
κοτυληδόνος 1 w 3570
τοῦ 11 w 3573
ἰσχίου 1 w 3579
κατ 11 w 3582
ἀρχάς 1 w 3588
ὁκόσῳ 1 w 3594
δ 76 w 3595
ἂν 3 w 3598
πλείων 1 w 3604
χρόνος 1 w 3610
προΐῃ 1 w 3615
καὶ 53 w 3618
ἀπομηκύνηται 1 w 3630
3 w 3632
τε 23 w 3634
ὀδύνη 4 w 3639
ὀξυτέρη 1 w 3646
καὶ 54 w 3649
κατέρχεται 1 w 3659
κατωτέρω 1 w 3667
καὶ 55 w 3671
ὁκόταν 9 w 3677
ἐς 17 w 3679
τὸ 32 w 3681
σφυρὸν 2 w 3687
ἀφίκηται 2 w 3695
τὸ 33 w 3697
ἐκτὸς 2 w 3702
τοῦ 12 w 3705
ποδὸς 2 w 3710
καὶ 56 w 3713
τὸ 35 w 3715
μεταξὺ 2 w 3721
τοῦ 13 w 3724
μεγάλου 2 w 3731
δακτύλου 2 w 3739
ἄρχεται 2 w 3747
πάλιν 1 w 3752
ἐς 18 w 3754
τὴν 11 w 3757
κεφαλὴν 1 w 3764
ἔρχεσθαι 1 w 3772
καὶ 57 w 3776
ὁκόταν 10 w 3782
ἐν 8 w 3784
τῇ 8 w 3786
κεφαλῇ 1 w 3792
στῇ 3 w 3795
τὸ 36 w 3797
ἄλγος 1 w 3802
πιέζει 1 w 3809
ἰσχυρῶς 1 w 3816
καὶ 58 w 3820
δοκέει 2 w 3826
14 w 3827
ἄνθρωπος 1 w 3835
διαῤῥήγνυσθαι 1 w 3848
τὴν 12 w 3851
κεφαλὴν 2 w 3858
καὶ 59 w 3862
οἱ 2 w 3864
ὀφθαλμοὶ 1 w 3872
φλέγματος 4 w 3881
πληροῦνται 1 w 3891
καὶ 60 w 3894
τὸ 37 w 3896
πᾶν 1 w 3899
σῶμα 1 w 3903
Τοῦτον 3 w 3910
ὅταν 1 w 3915
οὕτως 3 w 3920
ἔχῃ 4 w 3923
ἐλατήριον 1 w 3933
πῖσαι 1 w 3938
16 w 3939
θαψίης 1 w 3945
ῥίζαν 1 w 3950
17 w 3951
ἐλλέβορον 1 w 3960
18 w 3961
ὀπὸν 1 w 3965
σκαμμωνίης 2 w 3975
μετὰ 2 w 3980
δὲ 26 w 3982
τὴν 13 w 3985
κάθαρσιν 2 w 3993
ταὐτὰ 1 w 3998
προσφέρειν 1 w 4008
3 w 4010
καὶ 61 w 4013
τοῖσι 4 w 4018
πρόσθεν 2 w 4025
Ἢν 2 w 4028
δὲ 27 w 4030
μὴ 5 w 4032
ὑπὸ 3 w 4035
ταύτης 3 w 4041
τῆς 13 w 4044
θεραπείης 1 w 4053
παύηται 1 w 4060
γάλακτι 1 w 4068
παχύνας 1 w 4075
καῦσαι 1 w 4081
κάτω 1 w 4085
τὴν 14 w 4088
ὠμοπλάτην 1 w 4097
τὴν 15 w 4100
δεξιὴν 1 w 4106
τέσσαρας 1 w 4114
ἐσχάρας 1 w 4121
καὶ 62 w 4125
ἐς 19 w 4127
τὴν 16 w 4130
κοτυλίδα 1 w 4138
τοῦ 14 w 4141
ἰσχίου 2 w 4147
τοῦ 15 w 4150
δεξιοῦ 1 w 4156
τρεῖς 2 w 4161
καὶ 63 w 4165
ὑπὸ 4 w 4168
τὸν 14 w 4171
γλουτὸν 1 w 4178
δύο 1 w 4181
καὶ 64 w 4185
ἐν 9 w 4187
τῷ 8 w 4189
μέσῳ 1 w 4193
τοῦ 16 w 4196
μηροῦ 1 w 4201
δύο 2 w 4204
καὶ 65 w 4208
ὑπὲρ 1 w 4212
τοῦ 17 w 4215
γούνατος 1 w 4223
μίην 3 w 4227
καὶ 66 w 4231
ὑπὲρ 2 w 4235
τοῦ 18 w 4238
σφυροῦ 1 w 4244
μίην 4 w 4248
Οὗτος 2 w 4254
ἢν 12 w 4257
οὕτω 6 w 4261
καυθῇ 1 w 4266
οὐκ 3 w 4270
ἀφίησιν 1 w 4277
οὔτε 1 w 4281
ἄνω 1 w 4284
οὔτε 2 w 4288
κάτω 2 w 4292
τὴν 17 w 4295
νοῦσον 3 w 4301
διαχωρέειν 1 w 4311
Ἢν 3 w 4314
δέ 8 w 4316
κου 2 w 4319
15 w 4320
ὀδύνη 5 w 4325
φθῇ 1 w 4328
ῥαγεῖσα 1 w 4335
ἢν 13 w 4338
μὲν 9 w 4341
στηρίξῃ 1 w 4348
ἐς 20 w 4350
τὸ 40 w 4352
σκέλος 1 w 4358
πρὶν 1 w 4362
21 w 4363
καυθῆναι 1 w 4371
χωλὸς 1 w 4377
ἔσται 3 w 4382
ἢν 14 w 4385
δὲ 28 w 4387
ἐς 21 w 4389
τὴν 18 w 4392
κεφαλὴν 3 w 4399
κωφὸς 1 w 4405
23 w 4406
τυφλός 1 w 4412
ἢν 15 w 4415
δὲ 29 w 4417
ἐς 22 w 4419
τὴν 19 w 4422
κύστιν 1 w 4428
προχωρέει 1 w 4438
ἅμα 2 w 4441
τῷ 9 w 4443
οὔρῳ 2 w 4447
αἵματος 1 w 4454
μάλιστα 5 w 4461
τεσσαράκοντα 4 w 4473
ἡμέρας 3 w 4479
Ἀλλὰ 1 w 4484
χρὴ 2 w 4487
ἢν 16 w 4490
ἐς 23 w 4492
τὴν 20 w 4495
κύστιν 2 w 4501
ῥαγῇ 1 w 4505
διδόναι 2 w 4513
τὰ 19 w 4515
αὐτὰ 4 w 4519
φάρμακα 1 w 4526
4 w 4528
καὶ 67 w 4531
τῷ 10 w 4533
στραγγουριῶντι 2 w 4547
καὶ 68 w 4551
ἤν 3 w 4553
κου 3 w 4556
ἄλλῃ 2 w 4560
17 w 4561
ὀδύνη 6 w 4566
στῇ 4 w 4569
καῦσαι 2 w 4576
καίειν 1 w 4583
δὲ 30 w 4585
χρὴ 3 w 4588
τὰ 21 w 4590
μὲν 10 w 4593
σαρκώδεα 1 w 4601
σιδηρίοισι 1 w 4611
τὰ 22 w 4614
δὲ 31 w 4616
ὀστώδεα 1 w 4623
καὶ 69 w 4626
νευρώδεα 1 w 4634
μύκησι 1 w 4640
Πλὴν 1 w 4645
τάδε 2 w 4649
πρότερον 1 w 4657
τούτων 1 w 4663
χρὴ 4 w 4666
ποιῆσαι 2 w 4673
ἢν 17 w 4676
κατ 14 w 4679
ἀρχὰς 2 w 4685
τῇ 11 w 4687
νούσῳ 1 w 4692
παραγένῃ 1 w 4700
εἰς 1 w 4704
μὲν 11 w 4707
τὸ 41 w 4709
ποτὸν 1 w 4714
χρὴ 5 w 4717
διδόναι 3 w 4724
οἶνον 3 w 4729
λευκὸν 5 w 4735
Μένδαιον 3 w 4743
ὑδαρέστερον 1 w 4754
ὡς 6 w 4756
πλεῖστον 1 w 4764
μεθ 1 w 4767
ἡμέρην 1 w 4774
καὶ 70 w 4778
μεθυσκέσθω 1 w 4788
ἄχρις 1 w 4793
ἂν 4 w 4795
αἱμοῤῥαγήσῃ 1 w 4806
κατὰ 2 w 4810
τὰς 4 w 4813
ῥῖνας 1 w 4818
ὁκόταν 11 w 4825
δὲ 32 w 4827
ἄρξηται 1 w 4834
ἐᾷν 1 w 4838
ῥυῆναι 1 w 4844
ἡμέρας 4 w 4850
τὸ 43 w 4852
ἐλάχιστον 1 w 4861
δέκα 6 w 4865
καὶ 71 w 4868
τρεῖς 3 w 4873
ὅταν 2 w 4878
δὲ 33 w 4880
αὗται 2 w 4885
αἱ 4 w 4887
ἡμέραι 1 w 4893
διέλθωσι 1 w 4901
μηκέτι 1 w 4908
μεθυσκέσθω 2 w 4918
μηδὲ 2 w 4923
ὅταν 3 w 4927
ἄρξηται 2 w 4934
ἅπαξ 1 w 4938
ῥεῖν 1 w 4942
πινέτω 3 w 4949
μέντοι 1 w 4955
ὀλίγῳ 3 w 4960
πλείονα 1 w 4967
τὸν 17 w 4970
οἶνον 4 w 4975
ἐπὶ 5 w 4978
σιτίῳ 1 w 4983
ὅκως 1 w 4988
ἂν 5 w 4990
ῥέῃ 1 w 4993
τὸ 45 w 4995
αἷμα 1 w 4999
Ἤδη 1 w 5003
δέ 10 w 5005
τισι 1 w 5009
παυσαμένου 1 w 5019
τοῦ 19 w 5022
αἵματος 2 w 5029
ἐῤῥάγη 1 w 5036
ἐς 24 w 5038
τὴν 21 w 5041
κύστιν 3 w 5047
καὶ 72 w 5050
ἐχώρησεν 1 w 5058
αἷμα 2 w 5062
καὶ 73 w 5065
πῦα 2 w 5068
ἢν 18 w 5071
γοῦν 1 w 5075
ῥαγῇ 2 w 5079
διδόναι 4 w 5087
τὰ 25 w 5089
αὐτὰ 5 w 5093
φάρμακα 2 w 5100
5 w 5102
καὶ 74 w 5105
τῷ 11 w 5107
στραγγουριῶντι 3 w 5121
καὶ 75 w 5125
ἀπὸ 9 w 5128
τοῦ 20 w 5131
αὐτοῦ 2 w 5136
οἴνου 1 w 5141
διδόναι 5 w 5148
πλέον 2 w 5153
πιεῖν 1 w 5158
Οὗτος 3 w 5164
οὕτω 7 w 5168
μελετώμενος 1 w 5179
καὶ 76 w 5182
τὰ 27 w 5184
σιτία 3 w 5189
προσφερόμενος 1 w 5202
διαχωρητικὰ 1 w 5213
καὶ 77 w 5216
τὰ 28 w 5218
ὄψα 2 w 5221
τάχιστα 3 w 5229
ὑγιὴς 2 w 5234
ἔσται 4 w 5239
21 w 5241
δὲ 35 w 5243
νοῦσος 8 w 5249
χαλεπή 2 w 5255
19 1 w 5258
Ἄλλη 1 w 5263
ἀπὸ 10 w 5266
τῆς 14 w 5269
ἀριστερῆς 1 w 5278
φλεβός 1 w 5284
τὰ 29 w 5287
μὲν 12 w 5290
ἄλλα 1 w 5294
πλῆθος 1 w 5300
τὰ 30 w 5302
αὐτὰ 6 w 5306
πάσχει 4 w 5312
6 w 5314
καὶ 78 w 5317
16 w 5318
πρόσθεν 3 w 5325
ἐς 25 w 5328
δὲ 36 w 5330
τὸν 18 w 5333
σπλῆνα 1 w 5339
ὀδύνη 7 w 5344
ἐνστηρίζει 1 w 5354
ὀξείη 1 w 5359
εὐθὺς 1 w 5364
καταρχὰς 1 w 5372
τοῦ 22 w 5375
νουσήματος 1 w 5385
καὶ 79 w 5389
ἢν 19 w 5391
μὲν 13 w 5394
ξυνίῃ 1 w 5399
παραχρῆμα 2 w 5408
πρὶν 2 w 5412
καταστηρίξῃ 1 w 5423
ἐς 26 w 5425
τὸν 19 w 5428
σπλῆνα 2 w 5434
μύκησι 2 w 5441
καῦσαι 3 w 5447
ὀκτὼ 1 w 5451
ἐσχάρας 2 w 5458
τὰς 5 w 5462
κεφαλὰς 1 w 5469
ἀπολαβὼν 1 w 5477
τοῦ 23 w 5480
σπληνὸς 1 w 5487
ὡς 7 w 5490
τάχιστα 4 w 5497
καὶ 80 w 5501
ὅκου 2 w 5505
ἂν 6 w 5507
ἄλλῃ 3 w 5511
22 w 5512
ὀδύνη 8 w 5517
καταστηρίξῃ 2 w 5528
καῦσαι 4 w 5535
καὶ 81 w 5539
οὕτω 8 w 5543
παραχρῆμα 3 w 5552
ὑγιὴς 3 w 5557
ἔσται 5 w 5562
Ἢν 4 w 5565
δὲ 37 w 5567
μὴ 6 w 5569
καυθῇ 2 w 5574
ὑγιὴς 4 w 5580
δὲ 38 w 5582
γένηται 1 w 5589
ἀπὸ 11 w 5592
ταὐτομάτου 1 w 5602
τοῖσι 5 w 5608
πολλοῖσι 1 w 5616
μετὰ 3 w 5620
δυοκαίδεκα 1 w 5630
ἔτη 1 w 5633
23 w 5634
νοῦσος 9 w 5640
αὖθις 2 w 5645
ὑπετροπίασε 1 w 5656
καὶ 82 w 5660
ἢν 20 w 5662
λάβηται 1 w 5669
τοῦ 24 w 5672
σπληνὸς 2 w 5679
τοῖσι 6 w 5685
πολλοῖσιν 1 w 5694
ὕδερον 1 w 5700
ἐποίησεν 1 w 5708
Ἀλλὰ 2 w 5713
χρὴ 6 w 5716
παραχρῆμα 4 w 5725
θεραπεύειν 2 w 5735
ὡς 8 w 5737
τὴν 22 w 5740
πρόσθεν 4 w 5747
καὶ 83 w 5751
ἢν 21 w 5753
δοκέῃ 1 w 5758
καῦσαι 5 w 5765
ὥσπερ 2 w 5770
δὴ 2 w 5772
καὶ 84 w 5775
τὸν 20 w 5778
πρότερον 2 w 5786
ἢν 22 w 5789
24 w 5790
ὀδύνη 9 w 5795
καθεστήκῃ 1 w 5804
ἐν 11 w 5806
τοῖσιν 2 w 5812
αὐτοῖσιν 1 w 5820
ἄρθροισιν 1 w 5829
ἢν 23 w 5832
δὲ 39 w 5834
μὴ 7 w 5836
οὕτω 9 w 5840
μελετηθῇ 1 w 5848
τὸ 49 w 5851
λοιπὸν 2 w 5857
τηκόμενος 1 w 5866
θνήσκει 1 w 5873
25 w 5875
γὰρ 2 w 5878
νοῦσος 10 w 5884
χαλεπή 3 w 5890
20 1 w 5893
Περὶ 1 w 5898
δὲ 40 w 5900
τοῦ 25 w 5903
φλέγματος 5 w 5912
τὰς 6 w 5915
αὐτὰς 2 w 5920
γνώμας 1 w 5926
ἔχω 1 w 5929
ἃς 1 w 5932
καὶ 85 w 5935
περὶ 1 w 5939
χολῆς 4 w 5944
ἰδέας 1 w 5950
αὐτοῦ 3 w 5955
πολλὰς 1 w 5961
εἶναι 1 w 5966
Καὶ 2 w 5970
ἐπιδήμιον 1 w 5979
μέν 5 w 5982
ἐστι 1 w 5986
τὸ 50 w 5988
νεώτατον 1 w 5996
ἑωυτοῦ 1 w 6002
καὶ 86 w 6006
26 w 6007
ἴησις 1 w 6012
ῥᾴστη 1 w 6017
ἐμέτους 1 w 6025
γὰρ 3 w 6028
δεῖ 3 w 6031
ποιέεσθαι 1 w 6040
μετὰ 4 w 6044
τὸ 51 w 6046
σιτίον 1 w 6052
ἡμέρας 5 w 6059
δύο 3 w 6062
33 w 6063
τρεῖς 4 w 6068
προσαριστῶντα 1 w 6081
καὶ 87 w 6084
ἡσυχάζοντα 1 w 6094
ἢν 24 w 6097
εἰώθῃ 1 w 6102
τὰς 8 w 6105
πρόσθεν 5 w 6112
ἡμέρας 6 w 6118
μονοσιτέειν 1 w 6129
καὶ 88 w 6132
ταλαιπωρέειν 1 w 6144
ἢν 25 w 6147
δὲ 41 w 6149
μὴ 8 w 6151
τῇ 12 w 6154
αὐτῇ 1 w 6158
διαίτῃ 2 w 6164
χρεέσθω 3 w 6171
λουέσθω 3 w 6179
δὲ 42 w 6181
πολλῷ 3 w 6186
καὶ 89 w 6189
θερμῷ 3 w 6194
ὁκόταν 12 w 6201
μέλλῃ 1 w 6206
ἔμετον 1 w 6212
ποιέεσθαι 2 w 6221
καὶ 90 w 6225
ἐσθιέτω 4 w 6232
μᾶζαν 1 w 6237
ψαιστὴν 1 w 6244
καὶ 91 w 6248
ἄρτον 1 w 6253
ἔξοπτον 1 w 6260
ἕωλον 1 w 6265
ἕλκοι 1 w 6271
γὰρ 4 w 6274
ἂν 7 w 6276
μᾶλλον 3 w 6282
ταῦτα 1 w 6287
τὸ 52 w 6289
φλέγμα 6 w 6295
ὄψοισι 1 w 6302
δὲ 43 w 6304
χρεέσθω 4 w 6311
καὶ 92 w 6314
λαχάνοισι 1 w 6323
δριμέσι 1 w 6330
καὶ 93 w 6334
τὰ 38 w 6336
λιπαρὰ 1 w 6342
καὶ 94 w 6345
τὰ 39 w 6347
γλυκέα 2 w 6353
καὶ 95 w 6356
τὰ 40 w 6358
ὀξέα 1 w 6362
ταῦτα 2 w 6368
πάντα 2 w 6373
ἐπιτήδεια 1 w 6382
ξυμμεμιγμένα 1 w 6394
προσφέρεσθαι 1 w 6406
καὶ 96 w 6410
τοῖσι 9 w 6415
λαχάνοισι 2 w 6424
πᾶσι 2 w 6428
χλωροῖσι 1 w 6436
χρεέσθω 5 w 6443
καὶ 97 w 6447
πινέτω 4 w 6453
ἐπὶ 6 w 6456
τῷ 12 w 6458
σιτίῳ 2 w 6463
ὀλίγον 3 w 6469
πυκινὰ 2 w 6475
οἶνον 5 w 6480
γλυκὺν 1 w 6486
καὶ 98 w 6490
πλακοῦντος 1 w 6500
ἐπιφαγέτω 1 w 6509
ἐπὶ 7 w 6512
τελευτῆς 1 w 6520
καὶ 99 w 6523
μέλι 2 w 6527
καὶ 100 w 6530
σῦκα 1 w 6534
καὶ 101 w 6538
ὁκόταν 13 w 6544
δειπνήσῃ 1 w 6552
πινέτω 5 w 6559
λαύρως 1 w 6565
τὰς 9 w 6568
κύλικας 1 w 6575
καὶ 102 w 6579
ὁκόταν 14 w 6585
ἤδη 1 w 6588
πλήρης 1 w 6594
2 w 6595
κατακοιμηθήτω 1 w 6609
ὀλίγον 4 w 6615
εἶτα 1 w 6620
ἐπεγερθεὶς 1 w 6630
ἐμεέτω 1 w 6636
πιὼν 1 w 6640
οἴνου 2 w 6645
μεγάλην 1 w 6652
κύλικα 2 w 6658
καὶ 103 w 6661
ἐν 12 w 6663
χλιερῷ 1 w 6669
ὕδατι 1 w 6674
κεκρημένην 1 w 6684
ἕλκει 1 w 6690
γὰρ 5 w 6693
μᾶλλον 4 w 6699
τὸ 53 w 6701
φλέγμα 7 w 6707
ἐκ 5 w 6709
τῶν 12 w 6712
σαρκῶν 1 w 6718
καὶ 104 w 6721
τῶν 13 w 6724
φλεβῶν 2 w 6730
καὶ 105 w 6734
ξηραίνει 1 w 6742
μᾶλλον 5 w 6748
τὸ 54 w 6750
σῶμα 2 w 6754
ἐξεμεέτω 1 w 6763
δὲ 44 w 6765
ἕως 2 w 6768
ἂν 8 w 6770
τὰ 42 w 6772
σῦκα 2 w 6776
ἐξεμέσῃ 1 w 6783
ὕστατα 1 w 6790
γὰρ 6 w 6793
ταῦτα 3 w 6798
ἐξεμέεται 1 w 6807
Ταῦτα 3 w 6813
μὲν 14 w 6816
τῇδε 1 w 6820
τῇ 15 w 6823
δὲ 45 w 6825
ὑστεραίῃ 2 w 6833
ξυνεχέτω 1 w 6841
ἑωυτὸν 1 w 6847
μέχρι 3 w 6852
δείπνου 2 w 6859
καὶ 106 w 6863
δειπνεέτω 1 w 6872
ἄρτον 2 w 6877
αὐτοπυρίτην 1 w 6888
τὸ 56 w 6891
δὲ 46 w 6893
ὄψον 2 w 6897
ἔστω 1 w 6901
ἀπὸ 12 w 6904
τῶν 14 w 6907
ἰσχυροτέρων 1 w 6918
οἶνον 6 w 6924
δὲ 47 w 6926
πινέτω 6 w 6932
μέλανα 1 w 6938
αὐστηρόν 2 w 6946
Αὕτη 2 w 6951
μὲν 15 w 6954
οὖν 4 w 6957
τοῦ 28 w 6960
ἐπιδημίου 1 w 6969
φλέγματος 6 w 6978
30 w 6979
ἴησις 2 w 6984
Ἢν 5 w 6987
δὲ 48 w 6989
δυνατὸς 1 w 6996
ἐὼν 1 w 6999
ἐσθίειν 2 w 7006
καὶ 107 w 7009
πίνειν 2 w 7015
ἥδηται 1 w 7021
τοῖσι 10 w 7026
σιτίοισιν 1 w 7035
εἶτα 2 w 7040
τὰ 43 w 7042
σκέλεα 1 w 7048
βαρύνοιτο 1 w 7057
καὶ 108 w 7061
31 w 7062
χροιὴ 1 w 7067
μετηλλαγμένη 1 w 7079
3 w 7080
τούτῳ 1 w 7086
φάναι 1 w 7091
ἐν 13 w 7093
τῇ 16 w 7095
κοιλίῃ 1 w 7101
φλέγμα 9 w 7107
τὸ 58 w 7109
λυπέον 1 w 7115
εἶναι 2 w 7120
Ἀλλὰ 3 w 7125
χρὴ 7 w 7128
ὁκόταν 15 w 7135
οὕτως 4 w 7140
ἔχῃ 5 w 7143
μέλιτι 1 w 7150
καὶ 109 w 7153
οἴνῳ 1 w 7157
γλυκεῖ 1 w 7163
καὶ 110 w 7166
ἐλαίῳ 1 w 7171
νίτρου 1 w 7177
ὁκόσον 1 w 7183
οἰὸς 1 w 7187
ἀστράγαλον 1 w 7197
παραμίξας 1 w 7206
κλύζειν 1 w 7213
ταῦτα 4 w 7219
γὰρ 7 w 7222
τῇ 17 w 7224
φύσει 1 w 7229
τοῦ 29 w 7232
ἀνθρώπου 1 w 7240
εὐμενέστατα 1 w 7251
ἐς 27 w 7253
τὸν 22 w 7256
κλυσμόν 1 w 7263
μέτρον 1 w 7270
δὲ 49 w 7272
χρὴ 8 w 7275
ἑκάστου 1 w 7282
εἶναι 3 w 7287
τοῦ 30 w 7291
μὲν 16 w 7294
οἴνου 3 w 7299
κοτύλην 1 w 7306
ἡμικοτύλιον 1 w 7318
δὲ 50 w 7320
ἐλαίου 1 w 7326
καὶ 111 w 7330
μέλιτος 1 w 7337
ἴσον 1 w 7341
Ἢν 6 w 7344
δὲ 51 w 7346
μὴ 9 w 7348
κλύζειν 2 w 7355
βούλῃ 2 w 7360
δίυγρον 1 w 7368
χρὴ 9 w 7371
τὸν 23 w 7374
ἄνθρωπον 1 w 7382
ποιῆσαι 3 w 7389
πυριήσαντα 1 w 7400
ἐν 14 w 7402
ὑγρῇ 1 w 7406
τῇ 18 w 7408
πυρίῃ 1 w 7413
τάχα 1 w 7418
γὰρ 8 w 7421
ἂν 9 w 7423
καὶ 112 w 7426
οὕτως 5 w 7431
ὑποκενωθείη 1 w 7442
33 w 7443
κόπρος 1 w 7449
ὑπὸ 5 w 7453
γὰρ 9 w 7456
τῆς 16 w 7459
ὑπερξηρασίης 1 w 7471
τῶν 15 w 7474
σιτίων 2 w 7480
ταῦτα 5 w 7485
πάσχει 5 w 7491
ἢν 26 w 7494
μὲν 17 w 7497
οὖν 5 w 7500
τις 1 w 7503
ἐσθίῃ 1 w 7508
τὰ 44 w 7510
σιτία 4 w 7515
λίην 2 w 7519
ἔγχυλα 1 w 7525
οὐκ 4 w 7529
ἂν 10 w 7531
ἴσως 1 w 7535
πάσχοι 1 w 7541
ταῦτα 6 w 7546
οὕτω 12 w 7550
σφόδρα 1 w 7556
εἰ 4 w 7559
δὲ 52 w 7561
καὶ 113 w 7564
πάσχοι 2 w 7570
ποτὲ 1 w 7574
ὀλίγης 1 w 7581
ἂν 11 w 7583
ἰήσιος 1 w 7589
δέοιτο 1 w 7595
Τοῦτο 4 w 7601
οὕτως 6 w 7606
ἰώμενος 1 w 7613
τάχιστα 5 w 7620
ἂν 12 w 7622
ὑγιέα 2 w 7627
ποιήσαις 1 w 7635