16. Τρίτη νοῦσος νεφρῶν· τὸ μὲν οὖρον προέρχεται οἷον ἀπὸ κρεῶν βοείων ὀπτῶν χυλός. Γίνεται δὲ τὸ νούσημα ἀπὸ χολῆς μελαίνης, ὁκόταν χολὴ ἐς τὰ φλέβια συῤῥῇ τὰ τείνοντα ἐς τὸν νεφρὸν, καὶ ὁκόταν στῇ, ἑλκοῖ τὰ φλέβια καὶ τὸν νεφρόν· ὑπὸ οὖν τῆς ἑλκώσιος τοιοῦτον ὑποχωρέει ἅμα τῷ οὔρῳ. Αἱ δὲ ὀδύναι ἔχουσιν ἐν τῇ ὀσφύϊ καὶ ἐν τῇ κύστει καὶ ἐν τῷ περινέῳ καὶ ἐν αὐτῷ τῷ νεφρῷ, ἐπ’ ὀλίγον χρόνον· ἔπειτα ἀνῆκεν ὁ πόνος καὶ αὖθις ἐπέλαβεν ὀξὺς δι’ ὀλίγου· καὶ ἐς τὸ λεπτὸν τῆς γαστρὸς ἔστιν ὅτε ὀδύνη ἐμπίπτει. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, ὑποκαθῆραι τὴν κοιλίην ἐπιθύμῳ ἢ τῆς σκαμμωνίης ῥίζῃ· πίνειν διδόναι τὰ αὐτὰ ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ὁκόταν ἡ ὀδύνη ἔχῃ, λούειν πολλῷ καὶ θερμῷ, χλιάσματα προστιθέντα πρὸς τὸ πονέον μάλιστα, καὶ ῥοφήματι χρεέσθω ἀλεύρῳ ἑφθῷ, μέλι παραχέας, καὶ τῇ ἄλλῃ διαίτῃ χρεέσθω ὡς διαχωρητικωτάτῃ, καὶ οἶνον πινέτω λευκὸν Μένδαιον μελίχρουν, ἢ ἄλλον λευκὸν τὸν ἥδιστον καλῶς κεκρημένον. Αὕτη ἡ νοῦσος οὐ μάλα ἐκλείπει· καὶ τὴν ὥρην ὀῤῥοποτεέτω καὶ γαλακτοποτεέτω, ἐς κάθαρσιν μὲν τῷ ὀῤῥῷ, τὴν δὲ γαλακτοποσίην ποιεέσθω ἐν ὥρῃ, πέντε καὶ τεσσαράκοντα ἡμέρας. Ταῦτ’ ἢν οὕτω ποιέῃς, ἐπὶ τὸ κρέσσον διαθήσεις τὴν νοῦσον. 17. Τετάρτη νοῦσος νεφρῶν· τὸ μὲν νούσημα γίνεται ἀπὸ χολῆς καὶ φλέγματος, ἐν καιρῷ δὲ τοῦ θέρεος μάλιστα· γίνεται δὲ καὶ ἀπὸ λαγνείης ἡ νοῦσος. Οὗτος τάδε πάσχει· ὀδύναι πιέζουσιν αὐτὸν ἐς τὴν λαπᾴρην καὶ ἐς τὸν κενεῶνα καὶ ἐς τὴν ὀσφῦν καὶ ἐς τοὺς μύας τῆς ὀσφύος, καὶ πάσχει ὑκοῖα γυνὴ ᾠδίνουσα, καὶ οὐκ ἀνέχεται ἐπὶ τοῦ ὑγιέος κατακείμενος, ἀλλ’ ἄγαν πονέει, καὶ τοῦ κενεῶνος δοκέει κατακρέμασθαι ὡς ἀποῤῥησσόμενα· ἐπὶ δὲ τὰ πρηνέα ἢν κατακέηται, οὐκ ἀλγέει· οἱ δὲ πόδες καὶ αἱ κνῆμαι αὐτοῦ ἀεὶ ψυχρά· τὸ δὲ οὖρον μολις προέρχεται ὑπὸ τῆς θερμασίης καὶ παχύτητος τοῦ οὔρου· κἢν μὲν ἐάσῃς αὐτὸ ὀλίγον χρόνον, καταθεὶς ἕως ἂν καταστῇ, ὄψει τὸ ὑφεστηκὸς παχὺ, οἷόν περ ἄλευρον· κἢν μὲν χολὴ ἑπικρατέη, ὑπόπυῤῥον αὐτὸ ὄψει· ἢν δὲ ἀπὸ φλέγματος ᾖ τὸ νούσημα, λευκὸν καὶ παχὺ ἔσται. Καὶ τὸ μὲν πρῶτον ἐς ἐνιαυτὸν ἢ ὀλίγῳ πλέονα ἢ ὀλίγῳ ἐλάσσονα χρόνον τοιαῦτα πάσχων διατελέει· ἢν δὲ ἐπιμηκύνηται ἡ νοῦσος, πονέει τε μᾶλλον καὶ ἐμπυοῦται, καὶ ὁκόταν ἔμπυος γενόμενος ἀποιδέῃ, ὅκου ἂν μάλιστα ἀποιδέῃ τάμνειν ἐς τὸν νεφρὸν, καὶ ἀφιέναι τὰ πῦα· καὶ ἢν μὲν τύχῃς ταμὼν, παραχρῆμα ὑγιέα ποιήσεις. Τοῦτον, ὁκόταν οὕτως ἔχῃ, τοῖσιν αὐτοῖσι πᾶσι θεραπεύειν, οἷσι κατὰ τὸ πρόσθεν· καὶ κατ’ ἀρχὰς τῆς νούσου δεῖ τε καθῆραι καὶ πρὸ τῆς ὑποκαθάρσιος πυριῆσαι· καὶ τοῖσι λουτροῖσι. μὴ πυκινὰ λουέσθω, ἀλειφέσθω δὲ μᾶλλον, μηδὲ ῥιγούτω, καὶ τοῦ ἡλίου ἀπεχέσθω, καὶ μὴ λαγνευέτω. Ταῦτα ἢν ποιέῃ καὶ μὴ τάχιστα ὑγιαίνῃ, οὐ καινόν· ἡ νοῦσος γὰρ ὡς χαλεπή. Ἢν δὲ βούλῃ ἄνευ φαρμάκων ἰῆσθαι, χρὴ παχὺν ποιῆσαι ἀπὸ δισίτης ἤν τε ταύτην τὴν νοῦσον κάμνοντα, ἤν τε τῶν προτέρων τινὰ, τὰ σιτία διελὼν, ἃ μεμαθήκει ἐσθίειν, ἤγουν δέκα μερίδας· ἔπειτα μίην ἀφελὼν μερίδα, τὰ λοιπὰ καταφαγέτω, ὄψον δὲ ἐχέτω κρέας ὑὸς τετριμμένον, καὶ περιπατεέτω δέκα σταδίους ταύτης τῆς ἡμέρης· τῇ δὲ ὑστεραίῃ καὶ τῇ τρίτῃ μέχρι τῶν δέκα ἡμερέων ὑποβαίνων μερίδα, ἐλάσσω ἐσθιέτω, καὶ περιπατεέτω δέκα σταδίους αἰεὶ πλείω ἑκάστης ἡμέρης· ὁκόταν δὲ ἐς τὴν ἐσχάτην μερίδα ἀφίκηται τοῦ σιτίου καὶ ἐς τοὺς ἑκατὸν σταδίους, ἐσθιέτω τὴν μίην μερίδα μούνην, καὶ ταύτης τῆς ἡμέρης περιπατησάτω τοὺς ἑκατὸν σταδίους, πρὸ τοῦ δείπνου τεσσαράκοντα, μετὰ δὲ τὸ δεῖπνον εἴκοσιν, ὄρθρου δὲ τεσσαράκοντα· οἶνον δὲ πινέτω Μένδαιον, λευκὸν, αὐστηρόν. Ταῦτα δὲ ποιεέτω τρεῖς ἡμέρας· ἔπειτα τὸν λοιπὸν χρόνον ὑποβαίνων τῶν περιπάτων, τῶν σιτίων πλείω ἐσθιέτω, τὸν αὐτὸν τρόπον ὥσπερ ἀφῄρει, οὕτω δὴ προστιθείς· τῶν δὲ περιπάτων ἀφαιρείτω μέχρι τῶν δέκα ἠμερέων· ἔπειτα ἡσυχίην ἐχέτω ὡς μάλιστα, καὶ εὐωχεέσθω σιτία τε καθαρὰ καὶ ὄψα ὡς πιότατα, καὶ τὰ γλυκέα πάντα ξύμφορα αὐτῷ· λαχάνων δὲ καὶ ὀξέων πάντων ἀπεχέσθω καὶ τῶν δριμέων, καὶ ὁκόσα φῦσαν παρέχει· λουέσθω τε πολλῷ καὶ θερμῷ, καὶ μὴ ῥιγούτω. Ταῦτ’ ἢν ποιέῃ, τάχιστα ὑγιὴς ἔσται. 18. Ἀπὸ δὲ νεφρίτιδος ἐπιλαμβάνει ἥδε ἡ νοῦσος μεγάλη τῶν φλεβῶν τῶν κοίλων, αἳ τείνουσιν ἀπὸ τῆς κεφαλῆς παρὰ τὰς σφαγὰς διὰ τῆς ῥάχιος ἐς τὸ σφυρὸν τὸ ἐκτὸς τοῦ ποδὸς καὶ ἐς τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου. Τὸ δὲ νούσημα γίνεται μὲν ἀπὸ φλέγματος καὶ χολῆς, ὁκόταν ἐς τὰς φλέβας συῤῥυῇ· αἱ δὲ φλέβες αὗται αἵματός εἰσι πλήρεες· ἢν οὖν τι παρέλθῃ ἀλλοῖον ἐς αὐτὰς, νοσοῦσι. Τάδε οὖν πάσχει· ἢν ἐπὶ τὰ δεξιὰ νοσέῃ, ἄρχεται τὴν ὀδύνην παρέχουσα ἐκ τῆς κοτυληδόνος τοῦ ἰσχίου κατ’ ἀρχάς· ὁκόσῳ δ’ ἂν πλείων χρόνος προΐῃ καὶ ἀπομηκύνηται, ἥ τε ὀδύνη ὀξυτέρη καὶ κατέρχεται κατωτέρω, καὶ ὁκόταν ἐς τὸ σφυρὸν ἀφίκηται τὸ ἐκτὸς τοῦ ποδὸς καὶ τὸ μεταξὺ τοῦ μεγάλου δακτύλου, ἄρχεται πάλιν ἐς τὴν κεφαλὴν ἔρχεσθαι, καὶ ὁκόταν ἐν τῇ κεφαλῇ στῇ τὸ ἄλγος, πιέζει ἰσχυρῶς, καὶ δοκέει ὁ ἄνθρωπος διαῤῥήγνυσθαι τὴν κεφαλὴν, καὶ οἱ ὀφθαλμοὶ φλέγματος πληροῦνται καὶ τὸ πᾶν σῶμα. Τοῦτον, ὅταν οὕτως ἔχῃ, ἐλατήριον πῖσαι ἢ θαψίης ῥίζαν ἢ ἐλλέβορον ἢ ὀπὸν σκαμμωνίης· μετὰ δὲ τὴν κάθαρσιν ταὐτὰ προσφέρειν, ἃ καὶ τοῖσι πρόσθεν. Ἢν δὲ μὴ ὑπὸ ταύτης τῆς θεραπείης παύηται, γάλακτι παχύνας καῦσαι κάτω τὴν ὠμοπλάτην τὴν δεξιὴν τέσσαρας ἐσχάρας, καὶ ἐς τὴν κοτυλίδα τοῦ ἰσχίου τοῦ δεξιοῦ τρεῖς, καὶ ὑπὸ τὸν γλουτὸν δύο, καὶ ἐν τῷ μέσῳ τοῦ μηροῦ δύο, καὶ ὑπὲρ τοῦ γούνατος μίην, καὶ ὑπὲρ τοῦ σφυροῦ μίην. Οὗτος, ἢν οὕτω καυθῇ, οὐκ ἀφίησιν οὔτε ἄνω οὔτε κάτω τὴν νοῦσον διαχωρέειν. Ἢν δέ κου ἡ ὀδύνη φθῇ ῥαγεῖσα, ἢν μὲν στηρίξῃ ἐς τὸ σκέλος πρὶν ἢ καυθῆναι, χωλὸς ἔσται· ἢν δὲ ἐς τὴν κεφαλὴν, κωφὸς ἢ τυφλός· ἢν δὲ ἐς τὴν κύστιν, προχωρέει ἅμα τῷ οὔρῳ αἵματος μάλιστα τεσσαράκοντα ἡμέρας. Ἀλλὰ χρὴ, ἢν ἐς τὴν κύστιν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ καὶ τῷ στραγγουριῶντι· καὶ ἤν κου ἄλλῃ ἡ ὀδύνη στῇ, καῦσαι· καίειν δὲ χρὴ τὰ μὲν σαρκώδεα σιδηρίοισι, τὰ δὲ ὀστώδεα καὶ νευρώδεα μύκησι. Πλὴν τάδε πρότερον τούτων χρὴ ποιῆσαι· ἢν κατ’ ἀρχὰς τῇ νούσῳ παραγένῃ, εἰς μὲν τὸ ποτὸν χρὴ διδόναι οἶνον λευκὸν Μένδαιον ὑδαρέστερον ὡς πλεῖστον μεθ’ ἡμέρην, καὶ μεθυσκέσθω ἄχρις ἂν αἱμοῤῥαγήσῃ κατὰ τὰς ῥῖνας· ὁκόταν δὲ ἄρξηται, ἐᾷν ῥυῆναι ἡμέρας τὸ ἐλάχιστον δέκα καὶ τρεῖς· ὅταν δὲ αὗται αἱ ἡμέραι διέλθωσι, μηκέτι μεθυσκέσθω, μηδὲ ὅταν ἄρξηται ἅπαξ ῥεῖν· πινέτω μέντοι ὀλίγῳ πλείονα τὸν οἶνον ἐπὶ σιτίῳ, ὅκως ἂν ῥέῃ τὸ αἷμα. Ἤδη δέ τισι παυσαμένου τοῦ αἵματος, ἐῤῥάγη ἐς τὴν κύστιν καὶ ἐχώρησεν αἷμα καὶ πῦα· ἢν γοῦν ῥαγῇ, διδόναι τὰ αὐτὰ φάρμακα, ἃ καὶ τῷ στραγγουριῶντι, καὶ ἀπὸ τοῦ αὐτοῦ οἴνου διδόναι πλέον πιεῖν. Οὗτος οὕτω μελετώμενος καὶ τὰ σιτία προσφερόμενος διαχωρητικὰ καὶ τὰ ὄψα, τάχιστα ὑγιὴς ἔσται· ἡ δὲ νοῦσος χαλεπή. 19. Ἄλλη ἀπὸ τῆς ἀριστερῆς φλεβός· τὰ μὲν ἄλλα πλῆθος τὰ αὐτὰ πάσχει, ἃ καὶ ὁ πρόσθεν· ἐς δὲ τὸν σπλῆνα ὀδύνη ἐνστηρίζει ὀξείη εὐθὺς καταρχὰς τοῦ νουσήματος· καὶ ἢν μὲν ξυνίῃ παραχρῆμα πρὶν καταστηρίξῃ ἐς τὸν σπλῆνα, μύκησι καῦσαι ὀκτὼ ἐσχάρας, τὰς κεφαλὰς ἀπολαβὼν τοῦ σπληνὸς, ὡς τάχιστα· καὶ ὅκου ἂν ἄλλῃ ἡ ὀδύνη καταστηρίξῃ, καῦσαι, καὶ οὕτω παραχρῆμα ὑγιὴς ἔσται. Ἢν δὲ μὴ καυθῇ, ὑγιὴς δὲ γένηται ἀπὸ ταὐτομάτου, τοῖσι πολλοῖσι μετὰ δυοκαίδεκα ἔτη ἡ νοῦσος αὖθις ὑπετροπίασε, καὶ ἢν λάβηται τοῦ σπληνὸς, τοῖσι πολλοῖσιν ὕδερον ἐποίησεν. Ἀλλὰ χρὴ παραχρῆμα θεραπεύειν ὡς τὴν πρόσθεν, καὶ ἢν δοκέῃ, καῦσαι ὥσπερ δὴ καὶ τὸν πρότερον, ἢν ἡ ὀδύνη καθεστήκῃ ἐν τοῖσιν αὐτοῖσιν ἄρθροισιν· ἢν δὲ μὴ οὕτω μελετηθῇ, τὸ λοιπὸν τηκόμενος θνήσκει· ἡ γὰρ νοῦσος χαλεπή. 20. Περὶ δὲ τοῦ φλέγματος τὰς αὐτὰς γνώμας ἔχω, ἃς καὶ περὶ χολῆς, ἰδέας αὐτοῦ πολλὰς εἶναι. Καὶ ἐπιδήμιον μέν ἐστι τὸ νεώτατον ἑωυτοῦ, καὶ ἡ ἴησις ῥᾴστη· ἐμέτους γὰρ δεῖ ποιέεσθαι μετὰ τὸ σιτίον, ἡμέρας δύο ἢ τρεῖς προσαριστῶντα καὶ ἡσυχάζοντα, ἢν εἰώθῃ τὰς πρόσθεν ἡμέρας μονοσιτέειν καὶ ταλαιπωρέειν· ἢν δὲ μὴ, τῇ αὐτῇ διαίτῃ χρεέσθω, λουέσθω δὲ πολλῷ καὶ θερμῷ, ὁκόταν μέλλῃ ἔμετον ποιέεσθαι· καὶ ἐσθιέτω μᾶζαν ψαιστὴν, καὶ ἄρτον ἔξοπτον ἕωλον· ἕλκοι γὰρ ἂν μᾶλλον ταῦτα τὸ φλέγμα· ὄψοισι δὲ χρεέσθω καὶ λαχάνοισι δριμέσι, καὶ τὰ λιπαρὰ καὶ τὰ γλυκέα καὶ τὰ ὀξέα, ταῦτα πάντα ἐπιτήδεια ξυμμεμιγμένα προσφέρεσθαι· καὶ τοῖσι λαχάνοισι πᾶσι χλωροῖσι χρεέσθω, καὶ πινέτω ἐπὶ τῷ σιτίῳ ὀλίγον πυκινὰ οἶνον γλυκὺν, καὶ πλακοῦντος ἐπιφαγέτω ἐπὶ τελευτῆς καὶ μέλι καὶ σῦκα, καὶ ὁκόταν δειπνήσῃ, πινέτω λαύρως τὰς κύλικας, καὶ ὁκόταν ἤδη πλήρης ᾖ, κατακοιμηθήτω ὀλίγον, εἶτα ἐπεγερθεὶς ἐμεέτω πιὼν οἴνου μεγάλην κύλικα καὶ ἐν χλιερῷ ὕδατι κεκρημένην· ἕλκει γὰρ μᾶλλον τὸ φλέγμα ἐκ τῶν σαρκῶν καὶ τῶν φλεβῶν, καὶ ξηραίνει μᾶλλον τὸ σῶμα· ἐξεμεέτω δὲ ἕως ἂν τὰ σῦκα ἐξεμέσῃ, ὕστατα γὰρ ταῦτα ἐξεμέεται. Ταῦτα μὲν τῇδε· τῇ δὲ ὑστεραίῃ ξυνεχέτω ἑωυτὸν μέχρι δείπνου, καὶ δειπνεέτω ἄρτον αὐτοπυρίτην· τὸ δὲ ὄψον ἔστω ἀπὸ τῶν ἰσχυροτέρων· οἶνον δὲ πινέτω μέλανα αὐστηρόν. Αὕτη μὲν οὖν τοῦ ἐπιδημίου φλέγματος ἡ ἴησις. Ἢν δὲ δυνατὸς ἐὼν ἐσθίειν καὶ πίνειν ἥδηται τοῖσι σιτίοισιν, εἶτα τὰ σκέλεα βαρύνοιτο, καὶ ἡ χροιὴ μετηλλαγμένη ᾖ, τούτῳ φάναι ἐν τῇ κοιλίῃ φλέγμα τὸ λυπέον εἶναι. Ἀλλὰ χρὴ, ὁκόταν οὕτως ἔχῃ, μέλιτι καὶ οἴνῳ γλυκεῖ καὶ ἐλαίῳ νίτρου ὁκόσον οἰὸς ἀστράγαλον παραμίξας κλύζειν· ταῦτα γὰρ τῇ φύσει τοῦ ἀνθρώπου εὐμενέστατα ἐς τὸν κλυσμόν· μέτρον δὲ χρὴ ἑκάστου εἶναι, τοῦ μὲν οἴνου κοτύλην, ἡμικοτύλιον δὲ ἐλαίου, καὶ μέλιτος ἴσον. Ἢν δὲ μὴ κλύζειν βούλῃ, δίυγρον χρὴ τὸν ἄνθρωπον ποιῆσαι, πυριήσαντα ἐν ὑγρῇ τῇ πυρίῃ· τάχα γὰρ ἂν καὶ οὕτως ὑποκενωθείη ἡ κόπρος· ὑπὸ γὰρ τῆς ὑπερξηρασίης τῶν σιτίων ταῦτα πάσχει· ἢν μὲν οὖν τις ἐσθίῃ τὰ σιτία λίην ἔγχυλα, οὐκ ἂν ἴσως πάσχοι ταῦτα οὕτω σφόδρα· εἰ δὲ καὶ πάσχοι ποτὲ, ὀλίγης ἂν ἰήσιος δέοιτο. Τοῦτο οὕτως ἰώμενος τάχιστα ἂν ὑγιέα ποιήσαις.