Scaife ATLAS

CTS Library / Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) (422-426)

urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2:422-426
Refs {'start': {'reference': '422', 'human_reference': 'Jebb_Page 422'}, 'end': {'reference': '426', 'human_reference': 'Jebb_Page 426'}}
Ancestors []
Children []
prev
plain textXML
next

Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφʼ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτʼ ἔσται, κινδυνεύσομεν μετὰ συμμάχων μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότʼ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δʼ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδʼ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς

ἔχοντας τοὺς συμμάχους, τὰ δʼ ὑμέτερʼ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθʼ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ;

τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν. τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπʼ αὐτοὺς συστῆναι γένοιτʼ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσινἐκείνοις, οὐχ ἡμῖν δή που διαφέρει. ὥστʼ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ· τοῦτο γὰρ ὑμῖν, οὐκέτʼ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδʼ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ

ἐνθυμηθῶ τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων τί νῦν ἐπιχειροῦσιν, τῆς γε παρʼ ὑμῶν βοηθείας εἰ καὶ μνησθήσονται τὸ παράπαν θαυμάζω. ποίου γὰρ τροπαίου, τίνος ἐξόδου, τίνος συλλόγου, ποίας πράξεως ἀπελείποντο Θηβαῖοι Λακεδαιμονίων τὸν πρότερον χρόνον; τί μεῖζον ἐκείνων ἦγον; οὐδὲν, πλὴν εἰ τὰ ἱερά τις εἴποι. εἶτα ζημίαν τὸ μὴ τέλεον τούτους ἀνελεῖν κρίναντες καὶ διὰ

τοῦθʼ ἡμᾶς τοὺς πρὶν ἐχθροὺς παρακαλοῦντες, ἡμῶν τῶν ἐπὶ καιροῦ φίλων καὶ τῶν ἐκ κατασκευῆς ἀφέξονται; καὶ μὴν οὐδὲ ὅμοιον Λακεδαιμονίοις τε πιστεύσαντας καὶ Θηβαίοις ἐξαπατηθῆναι· οὐδὲ γὰρ οὐδὲ τὸ τῆς συμμαχίας ἔχει σχῆμα ὅμοιον. Λακεδαιμονίους μὲν γὰρ σώζοντες γενναῖοί τε καὶ φιλάνθρωποι δόξετε εἶναι, Θηβαίους δʼ ἑλόμενοι πλεονεξίας ἐθέλειν εἶναι μερῖται καὶ τὴν τῆς Ἑλλάδος ἀρχὴν συγκατακτᾶσθαι. ἔστι δʼ ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη, ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι. τὸ γὰρ ἐλπίδι κέρδους ἀδικεῖν διπλοῦν ἐστιν ὄνειδος, ὅταν παρὰ δόξαν ἐκβῇ τῳ. ταῦτα μέντοι χρὴ πόρρωθεν λογιζομένους φυλάττεσθαι τὸν τῆς ἀπάτης καὶ τὸν τῶν φόβων καιρὸν, καὶ μὴ τηνικαῦτα βουλεύεσθαι περὶ αὐτῶν ἡνίκα οὐδʼ αὐτὸ τοῦτο ἕξετε, μηδὲ ἀκριβῶς αὐτὰ βουληθῆναι μαθεῖν, ἀλλʼ ἕως ἔξεστι προϊδέσθαι καὶ τοὺς Λακεδαιμονίους ὥσπερ προβόλους διατηρῆσαι, τὸ τοῦ βασιλέως σοφὸν κρίναντας, ὃς ἐν τοῖς τελευταίοις τοῦ πολέμου διῆγεν ὑμᾶς ἐπʼ ἀνίσων, τὴν αὑτῷ συμφέρουσαν εὔνοιαν νέμων ἀεὶ τοῖς ἥττοσιν. ᾔδει γὰρ, οἶμαι, πολὺ βέλτιον ὂν μετὰ τῶν ἑτέρων ἀεὶ τοὺς ἰσχυροτέρους κακοῦν ἀπὸ τοῦ παρείκοντος καθάπαξ εἰς ἀγῶνα καταστῆναι πρὸς τοὺς τὸ ὅλον κατορθώσαντας.

μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν εἴποιεν ἂν, ταῦτα πρὸς τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας ὑπαρχέτω μοι· δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ἁμαρτάνουσι, ταῦτα πάλιν πρὸς ἐκείνους οἳ μηδετέροις βοηθεῖν ἀξιοῦσι. δεῖ μὲν γὰρ ἔξω δή που πραγμάτων τὴν πόλιν εἶναι καὶ ταραχῆς, οὐδʼ ἐγὼ φήσαιμʼ ἂν ἄλλως

ἔσται δὲ οὐδαμῶς, ἐὰν ἐπασκήσητε τοὺς Θηβαίους. εἰ δὲ τοῦτο φυλαττόμεθα, ἀνισωτέον τούσδε πρὸς οὓς

ἀσχολήσονται. εἰ γὰρ αὐτοὶ μὲν Θηβαίοις μὴ βοηθήσομεν, τούτους δὲ προησόμεθα, οὐχ ὁρῶ τὸ τούτων κέρδος, ἀλλὰ καὶ τοῖς Θηβαίοις ἄμεινον ἴσως μηδετέροις ἐπαμῦναι. εἰ μὲν γὰρ συμμάχους δεῖ καὶ φίλους ἀμέμπτους ἔχειν αὐτοὺς, μηδὲν ἐλλίπωμεν· εἰ δὲ τοῦτο φεύγομεν, μὴ ποιήσωμεν ἀμφότερα, καὶ τὰ τούτων ἄπορα καὶ τἀκείνων ἐχθρὰ, ἀλλʼ ὑπάρχοντος τοῦ μὴ κοινωνεῖν Θηβαίοις τῆς πλεονεξίας καὶ τὸ παῦσαι τοὺς αὐτοὺς τούτους προσαναλάβωμεν· εἰ δὲ μὴ, οὔτε τούτοις πλέον οὐδὲν τῆς ἡμετέρας καλοκἀγαθίας οὔτε ἡμῖν τῆς ἐκείνων πλεονεξίας. ἔσται δὲ ἡμῖν καὶ περὶ τούτων ἀμελῶς καὶ πρὸς τοὺς ἑτέρους οὐκ οἰκείως βεβουλευμένον· κληρονομήσουσι δὲ Θηβαῖοι μὲν τῶν ἄθλων, ἡμεῖς δὲ τῆς αἰσχύνης· ἣν εἰ δεῖ πάντως ὑπομεῖναι, βέλτιον μὴ κενὴν, ἀλλʼ ἐπὶ τῷ λαβεῖν, τὴν αὐτήν γε οὖσαν. ἔπειτα καὶ ὑπνηλὸν ἴσως δόξει τοιούτων πραγμάτων ἀπολειφθῆναι τὴν πόλιν, καὶ ὥσπερ σέριφον τινʼ ἄλλην οὖσαν τῶν ἀγαπητῶς αὐτῶν σωζομένων ἐκ μέσου στῆναι. τὸ μὲν γὰρ τὴν γενναιοτέραν καὶ βελτίω

τάξιν ἑλέσθαι καὶ νοῦν ἔχον ἐστὶν, Ἀθηναῖοι; καὶ ἔντιμον, τὸ δʼ ἐξαναχωρῆσαι καὶ φυγεῖν καθάπαξ τὰ πράγματα, τοῦτʼ ἀργίας ἤδη καὶ νωθρότητος, οὐ σοφίας οὐδὲ σεμνότητος ἔχει τάξιν οὐδεμιᾶς. ἀλλʼ οὐκ οἴεσθε, Ἀθηναῖοι, τοῦτό γε κἂν Αἰγινήτας τουτουσὶ γνῶναι καὶ Μεγαρέας, μηδʼ ἑτέροις ἐνοχλεῖν μηδʼ ἐμπίπτειν εἰς πράγματα; ἀλλʼ ὑμῖν τοῦτο οὐκ ἔνεστι λογίζεσθαι. οὐ γὰρ ἐᾷ τὰ τρόπαια οὐδʼ αἱ τῶν πατέρων πράξεις, οὐδʼ ἃς Ἴωσι δεηθεῖσιν ἔπεμψαν ἐκεῖνοι τριήρεις, αἳ τοὺς πολλοὺς καὶ λαμπροὺς κατὰ γῆν καὶ κατὰ θάλατταν ἀγῶνας ἐνίκησαν, διʼ οὓς πόλις ἡμῶν τοσοῦτον ἑαυτὴν ὑπερῆρεν ὅσονπερ πρὸ τοῦ τὰς ἄλλας.

ἄξιον τοίνυν κἀκεῖνο ἐπὶ πᾶσιν ἐξετάσαι, ποτέροις συνηθέστερον ὑμῖν καὶ μᾶλλον πάτριον συντάττεσθαι, πότερόν ποτε Θηβαίοις, Λακεδαιμονίοις. ἀποβλέψατε δὴ εἰς τὰ τρόπαια τὰ τῶν πατέρων αὐτὰ ταῦτα καὶ τὰς ναυμαχίας, τὴν ἐπʼ Ἀρτεμισίῳ, τὴν ἐν Σαλαμῖνι, τὴν μάχην τὴν Πλαταιᾶσι, τοὐπίγραμμα τοῦ Μαραθῶνι

τροπαίου. ὅταν δὲ εἰς ταῦτα ἀποβλέψαι κελεύσω, εἰς ταυτηνὶ τὴν ἀκρόπολιν ἀποβλέψαι κελεύω καὶ τὸν Παρθενῶνα καὶ τὰ λάφυρα, μεθʼ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν. φέρε δὴ, κεκάκωται μὲν Ἑλλὰς, βασιλεὺς δʼ ὅπως ἔχει γνώμης ἐπὶ τοῦ πολέμου καθαρῶς ἔδειξε, Θηβαῖοι δʼ ὑπὲρ ἀρχῆς βουλεύονται, ταύτῃ δʼ,

ἡμᾶς ἐναντιωσομένους πάντες ἴσασιν, ὑπάρχει δʼ αὐτοῖς πρὸς τὸν βάρβαρον εὐεργεσία καὶ πίστις παλαιά· ἂν οὖν τῶν Θηβαίων διὰ ταῦτα καλούντων θαρρούντως, καὶ αὐτὸς αὑτῷ σύμβουλος γενόμενος στρατιὰν ἔχων ἀφίκηται πάλιν δεῦρο βάρβαρος, οὐκ ἄμεινον σώους εἶναι Λακεδαιμονίους καὶ ἀποκεῖσθαι πρὸς τοιοῦτον καιρὸν καὶ τοιαύτην ἀνάγκην, ἀλλὰ μὴ τὸ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν, ἑτερόφθαλμον τὴν Ἑλλάδα; τοῦτο γάρ τις αὐτῶν εἰπεῖν λέγεται πρὸς Θηβαίους ὑπὲρ ἡμῶν, ὅτε ἀναιρεῖν ἡμᾶς ἐκέλευον. πολλὰ τοίνυν με ὕπεισι καὶ παλαιὰ καὶ μεγάλα, κοινὰ ταῖς πόλεσι πρὸς ἀλλήλας ὑπάρχει χωρὶς τῆς ἐπὶ τὸν βάρβαρον συστάσεως· οἷον Ἡρακλεῖ μυστηρίων μετάδοσις πρώτῳ ξένων, καὶ ὡς ἀπῆλθεν ἐξ ἀνθρώπων, τιμαὶ παρὰ πρώτοις ἡμῖν αἱ αὐταὶ τοῖς θεοῖς, καὶ τῶν ἐκείνου παίδων καταφυγὴ δεῦρο, καὶ ὑμῶν προστασία καὶ μάχη πρὸς Εὐρυσθέα, τὸν ἐλαύνοντʼ αὐτοὺς, καὶ τὰ τελευταῖα, Κίμωνος εἰς Ἰθώμην ἄφιξις καὶ Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην. πάλιν αὖ τυράννων καταλύσεις παρὰ τούτων καὶ τὰ πρὸς Ἀλκμαιωνίδας οἰκεῖα καὶ μυρία τοιαῦτα ὕπεισί με. ἀλλὰ ταῦτα μὲν ἐξαριθμεῖσθαι καὶ καταλέγειν οὔτʼ εὔπορον οὔτʼ ἴσως ἐν δυνατῷ· εἰ δέ τις, ἄνδρες Ἀθηναῖοι, μεταξὺ νυνί πως εἰσδραμὼν ἀγγείλειεν ὑμῖν ὅτι τοῦ Μαραθῶνι τροπαίου τοὐπίγραμμα ἐκκεκόλαπται, θορυβησάντων δὲ τὸν αὐτόχειρα δείξειε, κᾆτα ἐκεῖνος φαίη τὸ Λακεδαιμονίων μόνον ἐξαληλιφέναι μέρος, τὸ δὲ λοιπὸν εἶναι σῶον καὶ φανερὸν, χαλεπῶς οἶδʼ ὅτι καὶ δυσχερῶς οὐδὲν ἧττον ἔχοιτʼ
ἄν. μὴ τοίνυν ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων ἐξαλείψῃ τοῦ τροπαίου, πικρῶς καὶ χαλεπῶς ἔχειν οἴεσθε

δεῖν, αὐτοὺς δὲ συνεξέλητε Θηβαίοις, ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς, ἀλλὰ λογίζεσθε εἰ παρῆν τὰ πράγματα εἰς τοιοῦτον καιρὸν, ὥστε Θηβαίους κεκρατηκότας αὐτῶν μεθʼ ὑμῶν παντελῶς γνώμην προτεθεικέναι περὶ αὐτῶν, τίνʼ ἂν ψῆφον ἔθεσθε. ἆρά γε ἀπολλύναι; καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμολογήσειεν ἄν; ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον; πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους; φέρε, ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ λέγω, καὶ προσθῆσθε μὲν τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν νῦν ὕστερον, ἡνίκʼ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ἄνδρες Ἀθηνᾶιοι; καὶ τίνα γνώμην οἴσετε; ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἀλλʼ ἐᾶν σώους; εἶθʼ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτʼ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε; οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ

οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι περαιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδότες. καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦντες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτηρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τούτοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δʼ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, Ἀθηναῖοι, Λακεδαιμονίους, πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρωπίας προσλαβεῖν, ἐὰν ἐθέλητε· οὗ τί γένοιτʼ ἂν ἥδιον; καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρούσαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι; πρὸς ταῦτα βουλεύσασθε χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφʼ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγενῆσθαι· εἰ δὲ καὶ καθʼ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ.

Tokens

Θηβαῖοι 1 w 7
Λακεδαιμονίων 1 w 20
κρατήσαντες 1 w 31
ἐφʼ 1 w 34
ἡμᾶς 1 w 38
τρέψονται 1 w 47
εἰ 1 w 49
δὲ 1 w 51
τοῦτʼ 1 w 56
ἔσται 1 w 61
κινδυνεύσομεν 1 w 75
1 w 76
μετὰ 1 w 80
συμμάχων 1 w 88
2 w 89
μόνοι 1 w 94
τὸ 1 w 97
μὲν 1 w 100
δὴ 1 w 102
μόνους 1 w 108
ἀπολειφθῆναι 1 w 120
τί 1 w 122
ἂν 1 w 124
ὑμᾶς 1 w 128
ἔγωγε 1 w 133
διδάσκοιμι 1 w 143
ποῖόν 1 w 148
τι 1 w 150
νομιστέον 1 w 159
εἰ 2 w 162
δὲ 2 w 164
ἕξομεν 1 w 170
συμμάχους 1 w 179
βελτίους 1 w 188
οἱ 1 w 190
νῦν 1 w 193
παρόντες 1 w 201
ὧν 1 w 203
ἄν 1 w 205
τις 1 w 208
φῇ 1 w 210
τότε 1 w 214
εὑρήσειν 1 w 222
καὶ 1 w 226
μὴν 1 w 229
οὐδὲ 1 w 233
τὸ 2 w 235
σχῆμα 1 w 240
ὅμοιον 1 w 246
τότε 2 w 251
μὲν 2 w 254
γὰρ 1 w 257
ἐκεῖνοι 1 w 264
βοηθεῖν 1 w 271
ἡμῖν 1 w 275
δόξουσιν 1 w 283
οἵτινες 1 w 291
ποτὲ 1 w 295
οὗτοι 1 w 300
γενήσονται 1 w 310
νῦν 2 w 314
δὲ 4 w 316
ἡμεῖς 1 w 321
τούτους 1 w 328
σώζειν 1 w 334
ἐπὶ 1 w 338
δὲ 5 w 340
ἀμφοτέροις 1 w 350
ἐκεῖνο 2 w 356
λέγω 1 w 360
τούτους 2 w 368
μὲν 3 w 371
παραλαβόντες 1 w 383
οὐκ 1 w 386
ἀπόλλυτε 1 w 394
ἐκείνους 1 w 402
τοὺς 1 w 406
τότʼ 1 w 410
ἂν 2 w 412
ἐλθόντας 1 w 420
ἔξεστι 1 w 427
γὰρ 2 w 430
ἀμφοτέρους 1 w 440
ἔχειν 1 w 445
δή 1 w 447
που 1 w 450
οἷς 1 w 454
δʼ 1 w 456
ἂν 3 w 458
τότε 3 w 462
χρήσαισθε 1 w 471
οὐκ 2 w 474
ἔνεστιν 1 w 481
εἰπεῖν 1 w 487
τούτους 3 w 494
προσέσεσθαι 1 w 505
νῦν 3 w 508
παροφθέντας 1 w 519
οὐ 4 w 522
τοίνυν 1 w 528
οὐδὲ 2 w 532
τοὺς 2 w 536
ἐθελήσοντας 1 w 547
ἂν 4 w 549
ἡμῖν 2 w 553
ὑπηρετῆσαι 1 w 563
τηνικαῦτα 1 w 572
προθύμως 1 w 580
ὁρῶ 1 w 583
ὅταν 1 w 588
γὰρ 3 w 591
αὐτοὶ 1 w 596
προιέμενοι 1 w 606
Λακεδαιμονίους 1 w 620
φαίνησθε 1 w 628
ταὐτὰ 1 w 634
χρὴ 1 w 637
καὶ 2 w 640
παρὰ 1 w 644
τῶν 1 w 647
ἄλλων 1 w 652
ὑμῖν 1 w 656
ἀπαντήσειν 1 w 666
προσδοκᾶν 1 w 675
καὶ 3 w 679
μὴν 2 w 682
οὐδʼ 1 w 686
ἐγκαλεῖν 1 w 694
οὐδέσιν 1 w 701
αὐτῶν 1 w 706
ἕξετε 1 w 711
ὅταν 2 w 716
γὰρ 4 w 719
1 w 720
τῶνδε 1 w 725
παρίδητε 1 w 733
αὐτοὶ 2 w 738
τούτοις 1 w 745
χρῆσθε 1 w 751
πρὸς 1 w 755
τοὺς 3 w 759
ἄλλους 1 w 765
ἐρυθριᾶν 1 w 774
ἀποτυγχάνοντας 1 w 788
περιγίγνεται 1 w 800
πόσῳ 1 w 805
τοίνυν 2 w 811
βέλτιον 1 w 818
τὸν 1 w 821
μὲν 4 w 824
πόλεμον 1 w 831
δέξασθαι 1 w 839
βεβαίους 1 w 848
καὶ 4 w 851
φανεροὺς 1 w 859
ἔχοντας 1 w 866
τοὺς 4 w 870
συμμάχους 2 w 879
τὰ 3 w 882
δʼ 3 w 884
ὑμέτερʼ 1 w 891
αὐτῶν 2 w 896
εὖ 1 w 898
τιθεμένους 1 w 908
δοκεῖν 1 w 914
τῆς 1 w 917
ἑτέρων 1 w 923
σωτηρίας 1 w 931
φροντίζειν 1 w 941
3 w 943
τούτους 4 w 950
μὲν 5 w 953
ἡλίκους 1 w 960
εἶπον 1 w 965
ἐᾶσαι 1 w 970
γενέσθαι 1 w 978
τὸ 4 w 981
δὲ 7 w 983
τούτοις 2 w 990
χαρίσασθαι 1 w 1000
φυγεῖν 1 w 1006
εἶθʼ 1 w 1011
ἑτέρους 1 w 1018
οἵτινες 2 w 1025
ὑμῖν 2 w 1029
τοῦτο 1 w 1034
ποιήσουσιν 1 w 1044
ὕστερον 1 w 1051
ζητεῖν 1 w 1057
ἐὰν 1 w 1061
ἄρα 1 w 1064
τις 2 w 1067
φανῇ 1 w 1071
τοῦ 3 w 1075
μὲν 6 w 1078
τοίνυν 3 w 1084
ἐὰν 2 w 1087
Λακεδαιμονίοις 1 w 1101
προσθώμεθα 1 w 1111
μὴ 3 w 1113
διαμαρτεῖν 1 w 1123
ἡμᾶς 2 w 1127
ἐλπίδος 1 w 1134
Λακεδαιμονίοις 2 w 1148
ἡγοῦμαι 1 w 1155
δεῖν 1 w 1159
μέλειν 1 w 1165
τὸ 5 w 1168
γὰρ 5 w 1171
πονηροτάτους 1 w 1183
ἀνθρώπων 1 w 1191
ἀποφανθῆναι 1 w 1202
καὶ 5 w 1205
πάντας 1 w 1211
ἐπʼ 1 w 1214
αὐτοὺς 1 w 1220
συστῆναι 1 w 1228
1 w 1230
γένοιτʼ 1 w 1237
ἂν 5 w 1239
ἐάν 1 w 1243
τι 10 w 1245
νεωτερίζειν 1 w 1256
περὶ 1 w 1260
τοὺς 6 w 1264
εὐεργέτας 1 w 1273
ἐπιχειρῶσιν 1 w 1284
ἐκείνοις 1 w 1293
οὐχ 1 w 1297
ἡμῖν 3 w 1301
δή 2 w 1303
που 2 w 1306
διαφέρει 1 w 1314
ὥστʼ 1 w 1319
εἰ 4 w 1321
ἄρα 2 w 1324
καὶ 6 w 1327
ἀρτίως 1 w 1333
ἐσφαλλόμην 1 w 1343
κἂν 1 w 1347
παρακινήσωσί 1 w 1359
τί 5 w 1361
ποτε 1 w 1365
ὕστερον 2 w 1372
περὶ 2 w 1377
αὐτῶν 3 w 1382
οὐ 9 w 1385
περὶ 3 w 1389
ἡμῶν 1 w 1393
κακῶς 1 w 1398
ἔσονται 1 w 1405
βεβουλευμένοι 1 w 1418
τὴν 1 w 1422
δὲ 8 w 1424
ὑπὲρ 1 w 1428
τοῦ 4 w 1431
μὴ 4 w 1433
γενέσθαι 2 w 1441
Θηβαίους 1 w 1449
ἰσχυροὺς 1 w 1457
πρόνοιαν 1 w 1465
ὑμᾶς 2 w 1469
αὐτοὺς 2 w 1475
δή 3 w 1477
που 3 w 1480
ποιεῖσθαι 1 w 1489
δεῖ 2 w 1492
τοῦτο 2 w 1498
γὰρ 6 w 1501
ὑμῖν 3 w 1505
οὐκέτʼ 1 w 1512
ἐκείνοις 2 w 1520
κινδυνεύεται 1 w 1532
οὐ 11 w 1535
μὴν 3 w 1538
οὐδʼ 2 w 1542
ἂν 7 w 1544
συμμαχήσωμεν 1 w 1556
τοῖς 1 w 1560
Θηβαίοις 1 w 1568
πίστιν 1 w 1575
ἐνοῦσαν 1 w 1582
καθορῶ 1 w 1588
ὅταν 3 w 1593
γὰρ 7 w 1596
ἐνθυμηθῶ 1 w 1604
τίνων 1 w 1609
αὐτῶν 4 w 1614
πρότερον 1 w 1622
πρὸς 2 w 1626
Λακεδαιμονίους 2 w 1640
ὄντων 1 w 1645
τί 7 w 1647
νῦν 4 w 1650
ἐπιχειροῦσιν 1 w 1662
τῆς 2 w 1666
γε 6 w 1668
παρʼ 1 w 1672
ὑμῶν 1 w 1676
βοηθείας 1 w 1684
εἰ 5 w 1686
καὶ 7 w 1689
μνησθήσονται 1 w 1701
τὸ 6 w 1703
παράπαν 1 w 1710
θαυμάζω 1 w 1717
ποίου 1 w 1723
γὰρ 8 w 1726
τροπαίου 1 w 1734
τίνος 1 w 1740
ἐξόδου 1 w 1746
τίνος 2 w 1752
συλλόγου 1 w 1760
ποίας 1 w 1766
πράξεως 1 w 1773
ἀπελείποντο 1 w 1784
Θηβαῖοι 2 w 1791
Λακεδαιμονίων 2 w 1804
τὸν 2 w 1807
πρότερον 2 w 1815
χρόνον 1 w 1821
τί 10 w 1824
μεῖζον 1 w 1830
ἐκείνων 1 w 1837
ἦγον 1 w 1841
οὐδὲν 1 w 1847
πλὴν 1 w 1852
εἰ 6 w 1854
τὰ 4 w 1856
ἱερά 1 w 1860
τις 3 w 1863
εἴποι 1 w 1868
εἶτα 1 w 1873
ζημίαν 1 w 1879
τὸ 8 w 1881
μὴ 6 w 1883
τέλεον 1 w 1889
τούτους 5 w 1896
ἀνελεῖν 1 w 1903
κρίναντες 1 w 1912
καὶ 8 w 1915
διὰ 1 w 1918
τοῦθʼ 1 w 1923
ἡμᾶς 3 w 1927
τοὺς 8 w 1931
πρὶν 1 w 1935
ἐχθροὺς 1 w 1942
παρακαλοῦντες 1 w 1955
ἡμῶν 2 w 1960
τῶν 7 w 1963
ἐπὶ 2 w 1966
καιροῦ 1 w 1972
φίλων 1 w 1977
καὶ 9 w 1980
τῶν 8 w 1983
ἐκ 7 w 1985
κατασκευῆς 1 w 1995
ἀφέξονται 1 w 2004
καὶ 10 w 2008
μὴν 4 w 2011
οὐδὲ 4 w 2015
ὅμοιον 2 w 2021
Λακεδαιμονίοις 3 w 2035
τε 21 w 2037
πιστεύσαντας 1 w 2049
καὶ 11 w 2052
Θηβαίοις 2 w 2060
ἐξαπατηθῆναι 1 w 2072
οὐδὲ 5 w 2077
γὰρ 9 w 2080
οὐδὲ 6 w 2084
τὸ 9 w 2086
τῆς 3 w 2089
συμμαχίας 1 w 2098
ἔχει 2 w 2102
σχῆμα 2 w 2107
ὅμοιον 3 w 2113
Λακεδαιμονίους 3 w 2128
μὲν 7 w 2131
γὰρ 10 w 2134
σώζοντες 1 w 2142
γενναῖοί 1 w 2150
τε 24 w 2152
καὶ 12 w 2155
φιλάνθρωποι 1 w 2166
δόξετε 1 w 2172
εἶναι 1 w 2177
Θηβαίους 2 w 2186
δʼ 5 w 2188
ἑλόμενοι 1 w 2196
πλεονεξίας 1 w 2206
ἐθέλειν 1 w 2213
εἶναι 2 w 2218
μερῖται 1 w 2225
καὶ 13 w 2228
τὴν 2 w 2231
τῆς 4 w 2234
Ἑλλάδος 1 w 2241
ἀρχὴν 1 w 2246
συγκατακτᾶσθαι 1 w 2260
ἔστι 1 w 2265
δʼ 6 w 2267
ἐν 3 w 2269
μὲν 8 w 2272
χρηστῶν 1 w 2279
κοινωνίᾳ 1 w 2287
τοῖς 2 w 2291
ψευσαμένοις 1 w 2302
αἰσχύνη 1 w 2309
ἐν 4 w 2312
δὲ 13 w 2314
πονηρῶν 1 w 2321
καὶ 14 w 2324
τοσοῦτον 1 w 2332
τοῖς 3 w 2336
ψευσθεῖσι 1 w 2345
τὸ 10 w 2348
γὰρ 11 w 2351
ἐλπίδι 1 w 2357
κέρδους 1 w 2364
ἀδικεῖν 1 w 2371
διπλοῦν 1 w 2378
ἐστιν 1 w 2383
ὄνειδος 1 w 2390
ὅταν 4 w 2395
παρὰ 2 w 2399
δόξαν 1 w 2404
ἐκβῇ 1 w 2408
τῳ 1 w 2410
ταῦτα 1 w 2416
μέντοι 1 w 2422
χρὴ 2 w 2425
πόρρωθεν 1 w 2433
λογιζομένους 1 w 2445
φυλάττεσθαι 1 w 2456
τὸν 3 w 2459
τῆς 5 w 2462
ἀπάτης 1 w 2468
καὶ 15 w 2471
τὸν 4 w 2474
τῶν 10 w 2477
φόβων 1 w 2482
καιρὸν 1 w 2488
καὶ 16 w 2492
μὴ 8 w 2494
τηνικαῦτα 2 w 2503
βουλεύεσθαι 1 w 2514
περὶ 4 w 2518
αὐτῶν 5 w 2523
ἡνίκα 1 w 2528
οὐδʼ 3 w 2532
αὐτὸ 1 w 2536
τοῦτο 3 w 2541
ἕξετε 2 w 2546
μηδὲ 1 w 2551
ἀκριβῶς 1 w 2558
αὐτὰ 2 w 2562
βουληθῆναι 1 w 2572
μαθεῖν 1 w 2578
ἀλλʼ 1 w 2583
ἕως 1 w 2586
ἔξεστι 2 w 2592
προϊδέσθαι 1 w 2602
καὶ 17 w 2605
τοὺς 9 w 2609
Λακεδαιμονίους 4 w 2623
ὥσπερ 1 w 2628
προβόλους 1 w 2637
διατηρῆσαι 1 w 2647
τὸ 14 w 2650
τοῦ 8 w 2653
βασιλέως 1 w 2661
σοφὸν 1 w 2666
κρίναντας 1 w 2675
ὃς 1 w 2678
ἐν 5 w 2680
τοῖς 4 w 2684
τελευταίοις 1 w 2695
τοῦ 9 w 2698
πολέμου 1 w 2705
διῆγεν 1 w 2711
ὑμᾶς 3 w 2715
ἐπʼ 2 w 2718
ἀνίσων 1 w 2724
τὴν 3 w 2728
αὑτῷ 1 w 2732
συμφέρουσαν 1 w 2743
εὔνοιαν 1 w 2750
νέμων 1 w 2755
ἀεὶ 1 w 2758
τοῖς 5 w 2762
ἥττοσιν 1 w 2769
ᾔδει 1 w 2774
γὰρ 12 w 2777
οἶμαι 1 w 2783
πολὺ 1 w 2788
βέλτιον 2 w 2795
ὂν 1 w 2797
μετὰ 2 w 2801
τῶν 12 w 2804
ἑτέρων 2 w 2810
ἀεὶ 2 w 2813
τοὺς 10 w 2817
ἰσχυροτέρους 1 w 2829
κακοῦν 1 w 2835
ἀπὸ 1 w 2838
τοῦ 10 w 2841
παρείκοντος 1 w 2852
4 w 2853
καθάπαξ 1 w 2860
εἰς 1 w 2863
ἀγῶνα 1 w 2868
καταστῆναι 1 w 2878
πρὸς 3 w 2882
τοὺς 11 w 2886
τὸ 15 w 2888
ὅλον 1 w 2892
κατορθώσαντας 1 w 2905
2 w 2907
μὲν 9 w 2910
τοίνυν 4 w 2916
οἱ 2 w 2918
μηδετέροις 1 w 2928
οἰόμενοι 1 w 2936
δεῖν 2 w 2940
βοηθεῖν 2 w 2947
εἴποιεν 1 w 2954
ἂν 8 w 2956
ταῦτα 2 w 2962
πρὸς 4 w 2966
τοὺς 12 w 2970
ὑπὲρ 2 w 2974
τῶν 13 w 2977
Θηβαίων 1 w 2984
λέγοντας 1 w 2992
ὑπαρχέτω 1 w 3000
μοι 4 w 3003
3 w 3005
δʼ 8 w 3007
οἱ 3 w 3009
τοὺς 13 w 3013
Θηβαίους 3 w 3021
ἑλέσθαι 1 w 3028
κελεύοντες 1 w 3038
ἁμαρτάνουσι 1 w 3049
ταῦτα 3 w 3055
πάλιν 1 w 3060
πρὸς 5 w 3064
ἐκείνους 2 w 3072
οἳ 1 w 3074
μηδετέροις 2 w 3084
βοηθεῖν 3 w 3091
ἀξιοῦσι 1 w 3098
δεῖ 4 w 3102
μὲν 10 w 3105
γὰρ 13 w 3108
ἔξω 1 w 3111
δή 4 w 3113
που 4 w 3116
πραγμάτων 1 w 3125
τὴν 4 w 3128
πόλιν 1 w 3133
εἶναι 3 w 3138
καὶ 18 w 3141
ταραχῆς 1 w 3148
οὐδʼ 4 w 3153
ἐγὼ 1 w 3156
φήσαιμʼ 1 w 3163
ἂν 9 w 3165
ἄλλως 1 w 3170
ἔσται 2 w 3175
δὲ 15 w 3177
οὐδαμῶς 1 w 3184
ἐὰν 3 w 3188
ἐπασκήσητε 1 w 3198
τοὺς 14 w 3202
Θηβαίους 4 w 3210
εἰ 8 w 3213
δὲ 16 w 3215
τοῦτο 4 w 3220
φυλαττόμεθα 1 w 3231
ἀνισωτέον 1 w 3241
τούσδε 1 w 3247
πρὸς 6 w 3251
οὓς 1 w 3254
ἀσχολήσονται 1 w 3266
εἰ 9 w 3269
γὰρ 14 w 3272
αὐτοὶ 3 w 3277
μὲν 11 w 3280
Θηβαίοις 3 w 3288
μὴ 9 w 3290
βοηθήσομεν 1 w 3300
τούτους 6 w 3308
δὲ 17 w 3310
προησόμεθα 1 w 3320
οὐχ 2 w 3324
ὁρῶ 2 w 3327
τὸ 16 w 3329
τούτων 1 w 3335
κέρδος 1 w 3341
ἀλλὰ 1 w 3346
καὶ 19 w 3349
τοῖς 6 w 3353
Θηβαίοις 4 w 3361
ἄμεινον 1 w 3368
ἴσως 1 w 3372
5 w 3373
μηδετέροις 3 w 3383
ἐπαμῦναι 1 w 3391
εἰ 10 w 3394
μὲν 12 w 3397
γὰρ 15 w 3400
συμμάχους 3 w 3409
δεῖ 5 w 3412
καὶ 20 w 3415
φίλους 1 w 3421
ἀμέμπτους 1 w 3430
ἔχειν 2 w 3435
αὐτοὺς 3 w 3441
μηδὲν 1 w 3447
ἐλλίπωμεν 1 w 3456
εἰ 11 w 3459
δὲ 19 w 3461
τοῦτο 5 w 3466
φεύγομεν 1 w 3474
μὴ 10 w 3477
ποιήσωμεν 1 w 3486
ἀμφότερα 1 w 3494
καὶ 21 w 3498
τὰ 7 w 3500
τούτων 2 w 3506
ἄπορα 1 w 3511
καὶ 22 w 3514
τἀκείνων 1 w 3522
ἐχθρὰ 1 w 3527
ἀλλʼ 2 w 3532
ὑπάρχοντος 1 w 3542
τοῦ 13 w 3545
μὴ 11 w 3547
κοινωνεῖν 1 w 3556
Θηβαίοις 5 w 3564
τῆς 6 w 3567
πλεονεξίας 2 w 3577
καὶ 23 w 3580
τὸ 17 w 3582
παῦσαι 1 w 3588
τοὺς 16 w 3592
αὐτοὺς 4 w 3598
τούτους 7 w 3605
προσαναλάβωμεν 1 w 3619
εἰ 12 w 3622
δὲ 20 w 3624
μὴ 12 w 3626
οὔτε 1 w 3631
τούτοις 3 w 3638
πλέον 1 w 3643
οὐδὲν 2 w 3648
τῆς 7 w 3651
ἡμετέρας 1 w 3659
καλοκἀγαθίας 1 w 3671
οὔτε 2 w 3675
ἡμῖν 4 w 3679
τῆς 8 w 3682
ἐκείνων 2 w 3689
πλεονεξίας 3 w 3699
ἔσται 3 w 3705
δὲ 22 w 3707
ἡμῖν 5 w 3711
καὶ 24 w 3714
περὶ 5 w 3718
τούτων 3 w 3724
ἀμελῶς 1 w 3730
καὶ 25 w 3733
πρὸς 7 w 3737
τοὺς 18 w 3741
ἑτέρους 2 w 3748
οὐκ 4 w 3751
οἰκείως 1 w 3758
βεβουλευμένον 1 w 3771
κληρονομήσουσι 1 w 3786
δὲ 23 w 3788
Θηβαῖοι 3 w 3795
μὲν 13 w 3798
τῶν 14 w 3801
ἄθλων 1 w 3806
ἡμεῖς 2 w 3812
δὲ 24 w 3814
τῆς 9 w 3817
αἰσχύνης 1 w 3825
ἣν 1 w 3828
εἰ 13 w 3830
δεῖ 6 w 3833
πάντως 1 w 3839
ὑπομεῖναι 1 w 3848
βέλτιον 3 w 3856
μὴ 13 w 3858
κενὴν 1 w 3863
ἀλλʼ 3 w 3868
ἐπὶ 3 w 3871
τῷ 2 w 3873
λαβεῖν 1 w 3879
τὴν 5 w 3883
αὐτήν 1 w 3888
γε 9 w 3890
οὖσαν 1 w 3895
ἔπειτα 1 w 3902
καὶ 26 w 3905
ὑπνηλὸν 1 w 3912
ἴσως 2 w 3916
δόξει 1 w 3921
τοιούτων 1 w 3929
πραγμάτων 2 w 3938
ἀπολειφθῆναι 2 w 3950
τὴν 6 w 3953
πόλιν 2 w 3958
καὶ 27 w 3962
ὥσπερ 2 w 3967
σέριφον 1 w 3974
1 w 3975
τινʼ 1 w 3979
ἄλλην 1 w 3984
οὖσαν 2 w 3989
τῶν 15 w 3992
ἀγαπητῶς 1 w 4000
αὐτῶν 6 w 4005
σωζομένων 1 w 4014
ἐκ 11 w 4016
μέσου 1 w 4021
στῆναι 3 w 4027
τὸ 18 w 4030
μὲν 14 w 4033
γὰρ 16 w 4036
τὴν 7 w 4039
γενναιοτέραν 1 w 4051
καὶ 28 w 4054
βελτίω 1 w 4060
τάξιν 1 w 4065
ἑλέσθαι 2 w 4072
καὶ 29 w 4075
νοῦν 1 w 4079
ἔχον 2 w 4083
ἐστὶν 1 w 4088
1 w 4090
Ἀθηναῖοι 1 w 4098
καὶ 30 w 4102
ἔντιμον 1 w 4109
τὸ 19 w 4112
δʼ 10 w 4114
ἐξαναχωρῆσαι 1 w 4126
καὶ 31 w 4129
φυγεῖν 2 w 4135
καθάπαξ 2 w 4142
τὰ 8 w 4144
πράγματα 1 w 4152
τοῦτʼ 2 w 4158
ἀργίας 1 w 4164
ἤδη 1 w 4167
καὶ 32 w 4170
νωθρότητος 1 w 4180
οὐ 23 w 4183
σοφίας 1 w 4189
οὐδὲ 8 w 4193
σεμνότητος 1 w 4203
ἔχει 4 w 4207
τάξιν 2 w 4212
οὐδεμιᾶς 1 w 4220
ἀλλʼ 4 w 4225
οὐκ 5 w 4228
οἴεσθε 1 w 4234
2 w 4236
Ἀθηναῖοι 2 w 4244
τοῦτό 1 w 4250
γε 12 w 4252
κἂν 2 w 4255
Αἰγινήτας 1 w 4264
τουτουσὶ 1 w 4272
γνῶναι 1 w 4278
καὶ 33 w 4281
Μεγαρέας 1 w 4289
μηδʼ 1 w 4294
ἑτέροις 1 w 4301
ἐνοχλεῖν 1 w 4309
μηδʼ 2 w 4313
ἐμπίπτειν 1 w 4322
εἰς 2 w 4325
πράγματα 2 w 4333
ἀλλʼ 5 w 4338
ὑμῖν 4 w 4342
τοῦτο 6 w 4347
οὐκ 6 w 4350
ἔνεστι 2 w 4356
λογίζεσθαι 1 w 4366
οὐ 28 w 4369
γὰρ 17 w 4372
ἐᾷ 1 w 4374
τὰ 9 w 4376
τρόπαια 1 w 4383
οὐδʼ 5 w 4387
αἱ 1 w 4389
τῶν 17 w 4392
πατέρων 1 w 4399
πράξεις 1 w 4406
οὐδʼ 6 w 4411
ἃς 1 w 4413
Ἴωσι 1 w 4417
δεηθεῖσιν 1 w 4426
ἔπεμψαν 1 w 4433
ἐκεῖνοι 2 w 4440
τριήρεις 1 w 4448
αἳ 1 w 4451
τοὺς 19 w 4455
πολλοὺς 1 w 4462
καὶ 34 w 4465
λαμπροὺς 1 w 4473
κατὰ 1 w 4477
γῆν 1 w 4480
καὶ 35 w 4483
κατὰ 2 w 4487
θάλατταν 1 w 4495
ἀγῶνας 1 w 4501
ἐνίκησαν 1 w 4509
διʼ 1 w 4513
οὓς 2 w 4516
17 w 4517
πόλις 1 w 4522
ἡμῶν 3 w 4526
τοσοῦτον 2 w 4534
ἑαυτὴν 1 w 4540
ὑπερῆρεν 1 w 4548
ὅσονπερ 1 w 4555
πρὸ 8 w 4558
τοῦ 17 w 4561
τὰς 1 w 4564
ἄλλας 1 w 4569
ἄξιον 1 w 4575
τοίνυν 5 w 4581
κἀκεῖνο 1 w 4588
ἐπὶ 4 w 4591
πᾶσιν 1 w 4596
ἐξετάσαι 1 w 4604
ποτέροις 1 w 4613
συνηθέστερον 1 w 4625
ὑμῖν 5 w 4629
καὶ 36 w 4632
μᾶλλον 1 w 4638
πάτριον 1 w 4645
συντάττεσθαι 1 w 4657
πότερόν 1 w 4665
ποτε 2 w 4669
Θηβαίοις 6 w 4677
6 w 4679
Λακεδαιμονίοις 4 w 4693
ἀποβλέψατε 1 w 4704
δὴ 2 w 4706
εἰς 3 w 4709
τὰ 13 w 4711
τρόπαια 2 w 4718
τὰ 14 w 4720
τῶν 18 w 4723
πατέρων 2 w 4730
αὐτὰ 3 w 4734
ταῦτα 4 w 4739
καὶ 37 w 4742
τὰς 2 w 4745
ναυμαχίας 1 w 4754
τὴν 9 w 4758
ἐπʼ 3 w 4761
Ἀρτεμισίῳ 1 w 4770
τὴν 10 w 4774
ἐν 8 w 4776
Σαλαμῖνι 1 w 4784
τὴν 11 w 4788
μάχην 1 w 4793
τὴν 12 w 4796
Πλαταιᾶσι 1 w 4805
τοὐπίγραμμα 1 w 4817
τοῦ 18 w 4820
Μαραθῶνι 1 w 4828
τροπαίου 2 w 4836
ὅταν 5 w 4841
δὲ 26 w 4843
εἰς 4 w 4846
ταῦτα 5 w 4851
ἀποβλέψαι 1 w 4860
κελεύσω 1 w 4867
εἰς 5 w 4871
ταυτηνὶ 1 w 4878
τὴν 13 w 4881
ἀκρόπολιν 1 w 4890
ἀποβλέψαι 2 w 4899
κελεύω 1 w 4905
καὶ 38 w 4908
τὸν 5 w 4911
Παρθενῶνα 1 w 4920
καὶ 39 w 4923
τὰ 17 w 4925
λάφυρα 1 w 4931
5 w 4933
μεθʼ 1 w 4937
ὧν 2 w 4939
ἐκτησάμεθα 1 w 4949
οὐχ 3 w 4952
ὅσιον 1 w 4957
προέσθαι 1 w 4965
νῦν 5 w 4968
οὐδὲ 9 w 4972
συνεξελεῖν 1 w 4982
τούτοις 4 w 4989
ἐφʼ 2 w 4992
οὓς 3 w 4995
τότε 4 w 4999
κοινωνοὺς 1 w 5008
εἴχομεν 1 w 5015
φέρε 2 w 5020
δὴ 3 w 5022
κεκάκωται 1 w 5032
μὲν 15 w 5035
19 w 5036
Ἑλλὰς 1 w 5041
βασιλεὺς 1 w 5050
δʼ 15 w 5052
ὅπως 1 w 5056
ἔχει 5 w 5060
γνώμης 1 w 5066
ἐπὶ 5 w 5069
τοῦ 19 w 5072
πολέμου 2 w 5079
καθαρῶς 1 w 5086
ἔδειξε 1 w 5092
Θηβαῖοι 4 w 5100
δʼ 16 w 5102
ὑπὲρ 3 w 5106
ἀρχῆς 1 w 5111
βουλεύονται 1 w 5122
ταύτῃ 1 w 5128
δʼ 17 w 5130
ἡμᾶς 4 w 5135
ἐναντιωσομένους 1 w 5150
πάντες 1 w 5156
ἴσασιν 1 w 5162
ὑπάρχει 1 w 5170
δʼ 18 w 5172
αὐτοῖς 1 w 5178
πρὸς 8 w 5182
τὸν 6 w 5185
βάρβαρον 1 w 5193
εὐεργεσία 1 w 5202
καὶ 40 w 5205
πίστις 1 w 5211
παλαιά 1 w 5217
ἂν 11 w 5220
οὖν 1 w 5223
7 w 5224
τῶν 19 w 5227
Θηβαίων 2 w 5234
διὰ 2 w 5237
ταῦτα 6 w 5242
καλούντων 1 w 5251
θαρρούντως 1 w 5261
8 w 5263
καὶ 41 w 5266
αὐτὸς 1 w 5271
αὑτῷ 2 w 5275
σύμβουλος 1 w 5284
γενόμενος 1 w 5293
στρατιὰν 1 w 5301
ἔχων 1 w 5305
ἀφίκηται 1 w 5313
πάλιν 2 w 5318
δεῦρο 1 w 5323
3 w 5324
βάρβαρος 1 w 5332
οὐκ 7 w 5336
ἄμεινον 2 w 5343
σώους 1 w 5348
εἶναι 4 w 5353
Λακεδαιμονίους 5 w 5367
καὶ 42 w 5370
ἀποκεῖσθαι 1 w 5380
πρὸς 9 w 5384
τοιοῦτον 1 w 5392
καιρὸν 2 w 5398
καὶ 43 w 5401
τοιαύτην 1 w 5409
ἀνάγκην 1 w 5416
ἀλλὰ 2 w 5421
μὴ 14 w 5423
τὸ 23 w 5425
τοῦ 20 w 5428
Λακεδαιμονίου 6 w 5441
συμβεβηκὸς 1 w 5451
ὑπάρχειν 1 w 5459
ἑτερόφθαλμον 1 w 5472
τὴν 14 w 5475
Ἑλλάδα 1 w 5481
τοῦτο 7 w 5487
γάρ 1 w 5490
τις 5 w 5493
αὐτῶν 7 w 5498
εἰπεῖν 2 w 5504
λέγεται 1 w 5511
πρὸς 10 w 5515
Θηβαίους 5 w 5523
ὑπὲρ 4 w 5527
ἡμῶν 4 w 5531
ὅτε 1 w 5535
ἀναιρεῖν 1 w 5543
ἡμᾶς 5 w 5547
ἐκέλευον 1 w 5555
πολλὰ 1 w 5561
τοίνυν 6 w 5567
με 30 w 5569
ὕπεισι 1 w 5575
καὶ 44 w 5578
παλαιὰ 1 w 5584
καὶ 45 w 5587
μεγάλα 1 w 5593
6 w 5595
κοινὰ 1 w 5600
ταῖς 1 w 5604
πόλεσι 1 w 5610
πρὸς 11 w 5614
ἀλλήλας 1 w 5621
ὑπάρχει 3 w 5628
χωρὶς 1 w 5633
τῆς 10 w 5636
ἐπὶ 6 w 5639
τὸν 7 w 5642
βάρβαρον 2 w 5650
συστάσεως 1 w 5659
οἷον 1 w 5664
Ἡρακλεῖ 1 w 5671
μυστηρίων 1 w 5680
μετάδοσις 1 w 5689
πρώτῳ 1 w 5694
ξένων 1 w 5699
καὶ 46 w 5703
ὡς 1 w 5705
ἀπῆλθεν 1 w 5712
ἐξ 5 w 5714
ἀνθρώπων 2 w 5722
τιμαὶ 1 w 5728
παρὰ 3 w 5732
πρώτοις 1 w 5739
ἡμῖν 6 w 5743
αἱ 2 w 5745
αὐταὶ 1 w 5750
τοῖς 8 w 5754
θεοῖς 1 w 5759
καὶ 47 w 5763
τῶν 21 w 5766
ἐκείνου 3 w 5773
παίδων 1 w 5779
καταφυγὴ 1 w 5787
δεῦρο 2 w 5792
καὶ 48 w 5796
ὑμῶν 2 w 5800
προστασία 1 w 5809
καὶ 49 w 5812
μάχη 2 w 5816
πρὸς 12 w 5820
Εὐρυσθέα 1 w 5828
τὸν 8 w 5832
ἐλαύνοντʼ 1 w 5841
αὐτοὺς 5 w 5847
καὶ 50 w 5851
τὰ 18 w 5853
τελευταῖα 1 w 5862
Κίμωνος 1 w 5870
εἰς 6 w 5873
Ἰθώμην 1 w 5879
ἄφιξις 1 w 5885
καὶ 51 w 5888
Τυρταίου 1 w 5896
πρὸ 14 w 5899
Κίμωνος 2 w 5906
εἰς 7 w 5909
Σπάρτην 1 w 5916
πάλιν 3 w 5922
αὖ 1 w 5924
τυράννων 1 w 5932
καταλύσεις 1 w 5942
παρὰ 4 w 5946
τούτων 4 w 5952
καὶ 52 w 5955
τὰ 19 w 5957
πρὸς 13 w 5961
Ἀλκμαιωνίδας 1 w 5973
οἰκεῖα 1 w 5979
καὶ 53 w 5982
μυρία 1 w 5987
τοιαῦτα 1 w 5994
ὕπεισί 1 w 6000
με 33 w 6002
ἀλλὰ 3 w 6007
ταῦτα 7 w 6012
μὲν 16 w 6015
ἐξαριθμεῖσθαι 1 w 6028
καὶ 54 w 6031
καταλέγειν 1 w 6041
οὔτʼ 1 w 6045
εὔπορον 1 w 6052
οὔτʼ 2 w 6056
ἴσως 3 w 6060
ἐν 10 w 6062
δυνατῷ 1 w 6068
εἰ 21 w 6071
δέ 4 w 6073
τις 6 w 6076
3 w 6078
ἄνδρες 1 w 6084
Ἀθηναῖοι 3 w 6092
μεταξὺ 1 w 6099
νυνί 1 w 6103
πως 2 w 6106
εἰσδραμὼν 1 w 6115
ἀγγείλειεν 1 w 6125
ὑμῖν 6 w 6129
ὅτι 1 w 6132
τοῦ 22 w 6135
Μαραθῶνι 2 w 6143
τροπαίου 3 w 6151
τοὐπίγραμμα 2 w 6162
ἐκκεκόλαπται 1 w 6174
θορυβησάντων 1 w 6187
δὲ 28 w 6189
τὸν 9 w 6192
αὐτόχειρα 1 w 6201
δείξειε 1 w 6208
κᾆτα 1 w 6213
ἐκεῖνος 1 w 6220
φαίη 1 w 6224
τὸ 27 w 6226
Λακεδαιμονίων 3 w 6239
μόνον 1 w 6244
ἐξαληλιφέναι 1 w 6256
μέρος 1 w 6261
τὸ 28 w 6264
δὲ 29 w 6266
λοιπὸν 1 w 6272
εἶναι 5 w 6277
σῶον 1 w 6281
καὶ 55 w 6284
φανερὸν 1 w 6291
χαλεπῶς 1 w 6299
οἶδʼ 1 w 6303
ὅτι 2 w 6306
καὶ 56 w 6309
δυσχερῶς 1 w 6317
οὐδὲν 3 w 6322
ἧττον 1 w 6327
ἔχοιτʼ 1 w 6333
ἄν 3 w 6335
μὴ 15 w 6338
τοίνυν 7 w 6344
ἂν 12 w 6346
μέν 9 w 6349
τις 7 w 6352
τοὔνομα 1 w 6359
τὸ 29 w 6361
Λακεδαιμονίων 4 w 6374
ἐξαλείψῃ 1 w 6382
τοῦ 23 w 6385
τροπαίου 4 w 6393
πικρῶς 1 w 6400
καὶ 57 w 6403
χαλεπῶς 2 w 6410
ἔχειν 3 w 6415
οἴεσθε 2 w 6421
δεῖν 3 w 6425
αὐτοὺς 6 w 6432
δὲ 31 w 6434
συνεξέλητε 1 w 6444
Θηβαίοις 7 w 6452
ἐκ 18 w 6455
τῆς 11 w 6458
Ἑλλάδος 2 w 6465
οὔσης 1 w 6470
τῆς 12 w 6473
ἐπιγραφῆς 1 w 6482
ἀλλὰ 4 w 6487
λογίζεσθε 1 w 6496
εἰ 23 w 6498
παρῆν 1 w 6503
τὰ 20 w 6505
πράγματα 3 w 6513
εἰς 8 w 6516
τοιοῦτον 2 w 6524
καιρὸν 3 w 6530
ὥστε 1 w 6535
Θηβαίους 6 w 6543
κεκρατηκότας 1 w 6555
αὐτῶν 8 w 6560
μεθʼ 2 w 6564
ὑμῶν 3 w 6568
παντελῶς 1 w 6576
γνώμην 1 w 6582
προτεθεικέναι 1 w 6595
περὶ 6 w 6599
αὐτῶν 9 w 6604
τίνʼ 1 w 6609
ἂν 13 w 6611
ψῆφον 1 w 6616
ἔθεσθε 1 w 6622
ἆρά 1 w 6626
γε 18 w 6628
ἀπολλύναι 1 w 6637
καὶ 58 w 6641
τίς 1 w 6644
τῶν 24 w 6647
σφόδρα 1 w 6653
ἑτοίμως 1 w 6660
ψηφισαμένων 1 w 6671
αὐτό 2 w 6675
γε 19 w 6677
τοῦτο 8 w 6682
ὁμολογήσειεν 1 w 6694
ἄν 4 w 6696
ἀλλὰ 5 w 6701
σώζειν 2 w 6707
ὥσπερ 3 w 6712
ὑμᾶς 4 w 6716
ἐκεῖνοι 3 w 6723
πρότερον 3 w 6731
πῶς 3 w 6735
οὖν 2 w 6738
συναναιρήσετε 1 w 6751
νῦν 6 w 6754
τοὺς 22 w 6758
αὐτοὺς 7 w 6764
τούτους 8 w 6771
φέρε 3 w 6776
ἐὰν 4 w 6780
δὲ 32 w 6782
συμβῇ 1 w 6787
τοῦτʼ 3 w 6792
αὐτὸ 3 w 6796
3 w 6797
λέγω 2 w 6801
καὶ 59 w 6805
προσθῆσθε 1 w 6814
μὲν 17 w 6817
τοῖς 9 w 6821
Θηβαίοις 8 w 6829
συλλόγου 2 w 6838
δὲ 33 w 6840
γενομένου 1 w 6849
κελεύωσιν 1 w 6858
ὑμᾶς 5 w 6862
ἀποφήνασθαι 1 w 6873
τί 14 w 6875
χρὴ 3 w 6878
τοὺς 24 w 6882
Λακεδαιμονίους 6 w 6896
ποιεῖν 1 w 6902
9 w 6903
νῦν 7 w 6906
10 w 6907
ὕστερον 3 w 6914
ἡνίκʼ 1 w 6920
ἂν 14 w 6922
μηδὲν 2 w 6927
ὅλως 1 w 6931
ἐκείνοις 3 w 6939
ἐνῇ 1 w 6942
τί 15 w 6945
ἐρεῖτε 1 w 6951
4 w 6953
ἄνδρες 2 w 6959
Ἀθηνᾶιοι 1 w 6967
καὶ 60 w 6971
τίνα 1 w 6975
γνώμην 2 w 6981
οἴσετε 1 w 6987
ἀναιρεῖν 2 w 6996
οἷς 2 w 6999
ὑμᾶς 6 w 7003
οὐκ 8 w 7006
ἔδοξεν 1 w 7012
ἀλλʼ 6 w 7017
ἐᾶν 1 w 7020
σώους 2 w 7025
εἶθʼ 2 w 7030
ὑπὲρ 5 w 7034
ὧν 3 w 7036
ἂν 15 w 7038
ψήφου 1 w 7043
δεηθῶσι 1 w 7050
τὴν 15 w 7054
σώζουσαν 1 w 7062
θήσεσθε 1 w 7069
δικαίως 1 w 7076
τούτους 9 w 7084
ὅτʼ 1 w 7087
ἐν 12 w 7089
τοῖς 10 w 7093
ὅπλοις 1 w 7099
ἐστὶ 2 w 7103
τὸ 31 w 7105
διατηρῆσαι 2 w 7115
συνεξελεῖν 2 w 7126
μᾶλλον 2 w 7132
αἱρήσεσθε 1 w 7141
οὐκ 9 w 7145
ἂν 16 w 7147
παρέλθοιμι 1 w 7157
τὸ 32 w 7159
τῶν 25 w 7162
Ἀργείων 1 w 7169
ἐκείνων 3 w 7176
ὑπὲρ 6 w 7181
ὧν 4 w 7183
τὸ 33 w 7185
παλαιὸν 1 w 7192
ἐξήλθετε 1 w 7200
εἰς 9 w 7203
Βοιωτίαν 1 w 7211
ταυτηνὶ 2 w 7218
καὶ 61 w 7221
οὐκ 10 w 7224
ἐπετρέψατε 1 w 7234
Θηβαίοις 9 w 7242
τούτοις 5 w 7249
οὐδὲν 4 w 7254
ἀγνωμονῆσαι 1 w 7265
περαιτέρω 1 w 7274
τοῦ 26 w 7277
καιροῦ 2 w 7283
καίπερ 1 w 7290
ἠδικημένους 1 w 7301
τὴν 16 w 7304
ἀρχὴν 2 w 7309
εἰδότες 1 w 7316
7 w 7318
καὶ 62 w 7321
Λακεδαιμόνιοι 1 w 7334
σαφῶς 1 w 7339
ἐπιστάμενοι 1 w 7350
παρακαλοῦντες 2 w 7363
ἥκουσι 1 w 7369
νῦν 8 w 7372
ὑμᾶς 7 w 7376
ἐπὶ 7 w 7379
τοὺς 25 w 7383
αὐτοὺς 8 w 7389
τούτους 10 w 7396
οὐχ 4 w 7400
ὑπὲρ 7 w 7404
ἑπτὰ 1 w 7408
νεκρῶν 1 w 7414
αὑτῶν 1 w 7419
ἀλλὰ 6 w 7424
πάντων 1 w 7430
τῶν 27 w 7433
λοιπῶν 1 w 7439
τῆς 13 w 7442
σωτηρίας 2 w 7450
ὥσπερ 4 w 7456
ἐξ 10 w 7458
ἐκείνου 4 w 7465
λοιπὸν 2 w 7471
ὀφειλομένων 1 w 7482
ἀμφοῖν 1 w 7488
τούτοιν 1 w 7495
Θηβαίους 7 w 7504
μὲν 18 w 7507
ὑβρίζειν 1 w 7515
ὑμᾶς 8 w 7520
δὲ 36 w 7522
κωλύειν 1 w 7529
κεφάλαιον 1 w 7539
δʼ 20 w 7541
εἰπὼν 1 w 7546
καὶ 63 w 7549
δὴ 4 w 7551
πέπαυμαι 1 w 7559
ἔχετε 1 w 7565
5 w 7567
Ἀθηναῖοι 4 w 7575
Λακεδαιμονίους 7 w 7590
4 w 7592
πάλαι 1 w 7597
προὐθυμεῖσθε 1 w 7609
ὑπὸ 1 w 7613
χεῖρα 1 w 7618
παρόντας 1 w 7626
καὶ 64 w 7629
περίεστι 1 w 7637
τῇ 1 w 7639
πόλει 1 w 7644
δίκην 1 w 7649
εἰληφυίᾳ 1 w 7657
δόξαν 2 w 7662
φιλανθρωπίας 1 w 7674
προσλαβεῖν 1 w 7684
ἐὰν 5 w 7688
ἐθέλητε 1 w 7695
οὗ 2 w 7698
τί 18 w 7700
γένοιτʼ 2 w 7707
ἂν 17 w 7709
ἥδιον 1 w 7714
11 w 7716
καὶ 65 w 7719
τοῦ 27 w 7722
τιμωρήσασθαι 1 w 7734
καὶ 66 w 7737
τοῦ 28 w 7740
σῶσαι 1 w 7745
τοὺς 27 w 7749
προσκρούσαντας 1 w 7763
κυρίους 1 w 7770
ὑπὸ 2 w 7773
τῆς 14 w 7776
τύχης 1 w 7781
γεγονέναι 1 w 7790
πρὸς 14 w 7795
ταῦτα 8 w 7800
βουλεύσασθε 1 w 7811
8 w 7812
χρή 2 w 7815
ὡς 2 w 7818
εἰ 29 w 7820
μὲν 19 w 7823
ἐγκαταλειφθέντες 1 w 7839
ὑφʼ 1 w 7842
ὑμῶν 4 w 7846
οὐκ 11 w 7849
ἀνθέξουσι 1 w 7858
πράγματος 1 w 7868
οὐ 44 w 7870
μετρίου 1 w 7877
δόξετε 2 w 7883
αἴτιοι 1 w 7889
γεγενῆσθαι 1 w 7899
εἰ 30 w 7902
δὲ 37 w 7904
καὶ 67 w 7907
καθʼ 1 w 7911
αὑτοὺς 1 w 7917
ἀνοίσουσιν 1 w 7927
ἄμεινον 3 w 7935
ἐφʼ 3 w 7938
ὑμᾶς 9 w 7942
ἐλθεῖν 1 w 7948
τοὔνομα 2 w 7955
ὁμοῦ 1 w 7960
καὶ 68 w 7963
χάριν 1 w 7968
ἐκ 23 w 7970
Λακεδαιμονίων 5 w 7983
καὶ 69 w 7986
μνήμην 1 w 7992
πρὸς 15 w 7996
ἁπάντων 1 w 8003
ἔχον 3 w 8007
διηνεκῆ 1 w 8014