Scaife ATLAS

CTS Library / Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος)

Λευκτρικὸς Α. (ὑπὲρ Λακεδαιμονίων πρῶτος) (417-421)

urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2:417-421
Refs {'start': {'reference': '417', 'human_reference': 'Jebb_Page 417'}, 'end': {'reference': '421', 'human_reference': 'Jebb_Page 421'}}
Ancestors []
Children []
prev
plain textXML
next

δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου, τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρʼ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερʼ αὐτῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ.

καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τούτων ἀντειλήφασι Θηβαῖοι χάριτας παρʼ ἡμῶν, πᾶν

ὀφείλομεν αὐτοῖς. ἀλλʼ ἔστιν ὅπως, πρὸς Διὸς, ἴσον παραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμονίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντιτάξασθαι ἂν, καὶ δέξασθαι τοὺς ἐκπεσόντας, κοινὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντʼ ἐκείνων γέγονε παρʼ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρʼ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; κἂν εἰ ἐπʼ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημονεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσομεν· ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ
τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε. τοσοῦτον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακεδαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ʼκεῖνα παθεῖν Λακεδαιμονίων ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότʼ αὐτοῖς τύχην· ἣν μήποτʼ ἔχειν ὤφελον. ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν

εὐθενοῦσαν κατέλυσε καὶ αὐτοὺς ἐκείνους εἰς τὰς νῦν ἤγαγε συμφοράς.

καὶ μηδεὶς οἰέσθω με τοῦτο λέγειν, ὅτι διὰ Λακεδαιμονίους ἐστὲ σῶοι· μήποτε οὕτω καλῶς πράξαιεν. ἀλλὰ σώζει μὲν, Ἀθηναῖοι, καὶ φυλάττει τὴν ἡμετέραν πόλιν τῶν θεῶν δικαία πρόνοια καὶ λαχοῦσα αὐτὴν ἐξ ἀρχῆς ἀγαθὴ τύχη· ὅσα δʼ ἧκεν ἐπʼ ἀνθρώπους, συνεπελάβοντό ποτε Λακεδαιμόνιοι καὶ Φωκεῖς καὶ ἄλλος τις οἶμαι, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον Λακεδαιμόνιοι, τό γε κῦρος ἔχοντες αὐτοὶ τῆς ψήφου. νῦν τοίνυν χρὴ τοῦτον ἐκεῖνον νομίσαι τὸν καιρὸν ἥκειν, ἐν καθειστήκειμεν αὐτοὶ τότε, καὶ ἣν ἂν τότε γνώμην ἠξιώσαμεν τοὺς Λακεδαιμονίους ἔχειν ὑπὲρ ἡμῶν ἐπὶ τοῦ τοιούτου κινδύνου καὶ πράγματος αἰωρούμενοι, ταύτην ἐπειδὴ προειλήφαμεν, ἀνταποδῶμεν ὁμοίαν. ἱκέται δὲ ἡμῖν Λακεδαιμόνιοι

γεγόνασιν οἱ περὶ ὑμῶν πρότερον βουλευόμενοι καὶ τοὺς Ἕλληνας συνάγοντες καὶ γῆν καὶ θάλατταν ἔχοντες, καὶ λέγουσιν ἱκετεύοντες μέτρια ὡς χρή τι καὶ αὐτοὺς ἀπολαῦσαι τῆς ὑμετέρας καλοκἀγαθίας, καὶ μὴ μόνον Θηβαίους, μηδὲ τοὺς ἄλλους Ἕλληνας ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς σεσωκότας ἔσεσθαι. εἰ δʼ οἱ ψήφοις βοηθήσαντες τότε νῦν ὅπλοις ἀνταξιοῦσιν ὑφʼ ὑμῶν σωθῆναι, τοῦτο καὶ μάλιστα δέξασθε. μὲν γὰρ τοῦ δικαίου τάξις τὸν αὐτὸν ἔχει λόγον, δὲ τῆς εὐεργεσίας τρόπος ἀξιώματι νικῶν τὴν ὑπερβολὴν τῆς ὑμετέρας μεγαλοψυχίας ἐνδείξεται. ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν, ἣν δʼ ὑμεῖς Λακεδαιμονίοις ἀποδώσετε νῦν, ἐφʼ ὑμᾶς αὐτοὺς ἅπασα μεταστήσεται. τὸ γὰρ ψήφῳ σωθέντας πολέμῳ καὶ ὅπλοις ἀντισῶσαι, τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν φιλοτιμίαν καὶ διʼ οὗ τὸ Ἀθηναίους, μὴ τῶν ἄλλων τινὰς ἀνθρώπων εἶναι διαφαίνεται. εἰ δὲ καὶ ὑμᾶς νῦν ψηφίζεσθαι περὶ αὐτῶν ἔδει κατὰ ταὐτὰ, οὐκ ἂν σώζουσιν ὑμῖν αὐτοὺς ἔγωγε συνήσθην, ἀλλʼ ἐκείνων τοὔργον ἔκρινον ἄν. καὶ μὴν καὶ Θηβαίους ὅτε ἐσώζετε, οὐχ ὅμοια ἀνθʼ ὁμοίων ἀπεδίδοτε αὐτοῖς δή που, καίτοι τηνικαῦτα μὲν οὔτε τριήρων εὐπορεῖτε οὔτε τὰ τείχη τὸν

ἀναστήσοντα εἴχετέ πω, ἀλλʼ ἀφύλακτος καὶ γυμνὴ σχεδὸν πόλις ἦν· νῦν δὲ ὁρᾶτε μὲν δή που ναῦς ἐν τῷ Πειραιεῖ τοσαύτας ἀθρόας, ὁρᾶτε δὲ τὰ τείχη ταυτὶ καὶ τὴν ἄλλην ἅπασαν παρασκευὴν πόλεμος ἐξηρτύσθαι βούλεται. τοσοῦτον δὲ ὑμῖν τὸ περιὸν ὥστε ἀμφοτέρους

ὁμολογεῖν ὁποτέροις ἂν προσθῆσθε, ἐπὶ τούτους τὴν ῥοπὴν ἥξειν.

οἶμαι τοίνυν μηδὲ ἐκεῖνο ἀργῶς μηδὲ ἀλόγως σκοπεῖν, ὅτι ἂν μὲν μὴ ἀνέλωσιν οἱ Θηβαῖοι παραπεσόντος καιροῦ τοὺς Λακεδαιμονίους, ἀλλʼ ἐπιεικεῖ τινι καὶ μετρίᾳ γνώμῃ μεταχειρίσωνται, Θηβαίους εὐδοκιμεῖν ἐστιν ἀνθʼ ἡμῶν. οὗ τί γένοιτʼ ἂν αἴσχιον; ἐὰν δʼ ἐξέλωσι καθάπαξ, οὐ φαῦλόν τι καὶ τὸ τυχὸν πάθος ἔσται τῇ Ἑλλάδι μὴ εἶναι Λακεδαιμονίους· ὄντος δὲ τούτου τοιούτου, τὸ δοκεῖν ἡμᾶς αἰτίους εἶναι προσέσται· πολὺ τοῦ προτέρου μεῖζον, εἰ οἷόν τε εἰπεῖν. οὐ τοίνυν οὐδʼ ὅπως φείσαιντʼ ἂν αὐτῶν ὄντες Θηβαῖοι καὶ ὁτιοῦν, ἐὰν καιροῦ λάβωνται, ἔχω προσδοκῆσαι. τὰ γὰρ περὶ ἡμῶν δόξαντα αὐτοῖς ὅταν ἐνθυμηθῶ καὶ τὴν ψῆφον ἐκείνην τὴν καλὴν καὶ πόθεν τὸ πρῶτον διέστησαν ἀπʼ αὐτῶν, πάλαι προτεθρηνῆσθαι δεῖν νομίζω Λακεδαιμονίους, εἰ παρὰ τοιοῦτον κίνδυνον ἔλθοιεν. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἰκὸς περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, τοῦτον, ἐὰν ἐπʼ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι, μικρόν τι διαθήσειν τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο. οὐ γὰρ ἡμᾶς μᾶλλον ἐμίσουν διʼ ἐκείνους ʼκείνους νῦν καὶ ὑπὲρ αὐτῶν καὶ διʼ ἡμᾶς. οὐ τοίνυν

οὐδὲ φοβηθῆναί μοι δοκεῖτε ἂν εἰκότως τοὺς Λακεδαιμονίους μὴ πράγματα ἡμῖν πάλιν παράσχωσιν, ἐὰν σωθῶσιν. εἰ γὰρ τὰ μέγιστα δοίημεν αὐτοὺς ἐλπίζειν, οὐ δή που τοῦ· κρατῆσαί γʼ ἂν ἡμῶν μεῖζόν τι προσδοκήσειαν οὐδʼ εὔξαιντο. τοῦτο τοίνυν ἴσασιν ἀκριβῶς οὐδαμῶς αὐτοῖς πρότερον συνενεγκὸν, ἀλλʼ ὅτε καὶ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεμονίαν παρέλαβον, τότε δὴ τὰ ἐξ ἀνθρώπων περιστάντα αὐτοὺς κακὰ, εἰς Κόρινθον, εἰς

Βοιωτίαν, πάλιν εἰς Ἄργος, ἄνω κάτω διαθέοντας τὴν Ἑλλάδα καὶ φθειρομένους, μέχρι καὶ τοῦ Περσῶν βασιλέως αἰσχρῶς ἐδεήθησαν καὶ τὰ τελευταῖα μιᾷ μάχῃ πληγέντες κατηνέχθησαν. οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος, τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ; τί δʼ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν; οὔθʼ ἅρμα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἷός τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κείσεται. γὰρ μείζονα καθʼ αὑτὸν ὄγκον ἀναιρούμενος, κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθʼ ὅσης παρασκευῆς καὶ μεθʼ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα ὁποῖον ἔχοντες κατʼ ἐκείνους τοὺς χρόνους.

καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικελιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδʼ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδʼ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλʼ ἀπειπόντες ἐδέοντʼ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, τελευτῶντες κρατηθέντες ὑπήκουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλικοῦτον πρᾶγμα ἀνακινήσουσι; ποίαν ἀρχήν; τίνα ῥώμην; ποίας προσόδους; τίνα γενναῖον πολέμου πόρον; οὐκ ἔστιν οὐδέν. μὴ δὴ φαινώμεθα, Ἀθηναῖοι, δεδοικότες ἀνθρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶτον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτʼ αὐτοῖς τούτοις μήτʼ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν ὑπόνοιάν τινα τοιαύτην περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἴεσθε; οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ

ποτε πιστεύσαντες ἐφʼ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵνʼ ἡμᾶς ἀνέλωσιν; ἀλλʼ ὅτʼ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλʼ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵνʼ ἄλλως

πράγματα ἔχωσιν; ἀλλʼ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτʼ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος. ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφʼ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βασιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτʼ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς.

σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις λόγος γίγνεται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθʼ ἡμᾶς ἐγένοντο, οὐδʼ οὕτως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτʼ ἐγκαταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλʼ ἐμοὶ

μὲν καὶ πρώην οὐκ οἶδʼ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπαμεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημάτων, εἰ μὴ καὶ τὴν θάλατταν διʼ αὑτῶν ἕξουσι. τούτοις μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι

Tokens

δὲ 1 w 2
τῆς 1 w 5
Λακεδαιμονίων 1 w 18
σωτηρίας 1 w 26
ὄντος 1 w 31
τοῦ 1 w 34
λόγου 1 w 39
τί 1 w 42
δεῖ 1 w 45
τοῖς 1 w 49
ἔξωθεν 1 w 55
τούτοις 1 w 62
παράγειν 1 w 70
ὑμᾶς 1 w 74
τοσούτῳ 1 w 82
γὰρ 1 w 85
μᾶλλον 1 w 91
οὐ 1 w 93
περιοπτέον 1 w 103
αὐτοὺς 1 w 109
ὅσῳπερ 1 w 115
μείζων 1 w 121
ἐστὶν 1 w 126
αἰσχύνη 1 w 133
εἰ 1 w 136
Θηβαῖοι 1 w 143
μὲν 1 w 146
οὐκ 1 w 149
ὤκνησαν 1 w 156
ἡμῖν 1 w 160
φανῆναι 1 w 167
συναλγοῦντες 1 w 179
κακῶς 1 w 184
πράττουσι 1 w 193
μηδεμιᾶς 1 w 201
παρακλήσεως 1 w 212
αὐτοῖς 1 w 218
παρʼ 1 w 222
ἡμῶν 1 w 226
ἐλθούσης 1 w 234
ἡμεῖς 1 w 240
δὲ 2 w 242
ὄντες 1 w 247
Ἀθηναῖοι 1 w 255
ταῖς 1 w 259
Λακεδαιμονίων 2 w 272
συμφοραῖς 1 w 281
ἐπιθησόμεθα 1 w 292
οἳ 1 w 295
μηδὲν 1 w 300
εἶναι 1 w 305
τὰ 1 w 307
σφέτερʼ 1 w 314
αὐτῶν 1 w 319
χωρὶς 1 w 324
ἡμῶν 2 w 328
ὡμολογήκασι 1 w 339
τῇ 1 w 341
πρεσβείᾳ 1 w 349
καὶ 1 w 353
μὴν 1 w 356
οὐδʼ 1 w 360
ἐκεῖνό 1 w 366
γʼ 1 w 368
εἰπεῖν 1 w 374
κατοκνήσω 1 w 383
ὅτι 1 w 387
εἰ 3 w 389
μὴ 2 w 391
πολλῷ 1 w 396
μᾶλλον 2 w 403
δὲ 4 w 405
τῷ 1 w 407
παντὶ 1 w 412
μείζους 1 w 419
τῶν 2 w 422
εὐεργεσιῶν 1 w 432
τούτων 1 w 438
ἀντειλήφασι 1 w 449
Θηβαῖοι 2 w 456
χάριτας 1 w 463
παρʼ 2 w 467
ἡμῶν 3 w 471
πᾶν 1 w 475
ὀφείλομεν 1 w 484
αὐτοῖς 2 w 490
ἀλλʼ 1 w 495
ἔστιν 1 w 500
ὅπως 1 w 504
1 w 506
πρὸς 1 w 510
Διὸς 1 w 514
ἴσον 1 w 519
1 w 520
παραπλήσιον 1 w 531
εἶναί 1 w 536
τῳ 2 w 538
φαίνεται 1 w 546
μὴ 3 w 548
ἀκολουθῆσαι 1 w 559
Λακεδαιμονίοις 1 w 573
ἐμβάλλουσι 1 w 583
καὶ 2 w 586
Λακεδαιμονίοις 2 w 600
ὑπὲρ 1 w 604
τούτων 2 w 610
ἀντιτάξασθαι 1 w 622
ἂν 1 w 624
2 w 626
καὶ 3 w 629
δέξασθαι 1 w 637
τοὺς 2 w 641
ἐκπεσόντας 1 w 651
1 w 653
κοινὸν 1 w 659
ἅπασίν 1 w 665
ἐστιν 1 w 670
ἀνθρώποις 1 w 679
καὶ 4 w 683
τοὺς 3 w 687
ἐκείνων 1 w 694
ὅπως 2 w 698
μὴ 4 w 700
ἐκπεσοῦνται 1 w 711
μηδὲ 2 w 715
ἀνάστατοι 1 w 724
γενήσονται 1 w 734
παρασκευάσαι 1 w 746
ταῦτα 1 w 752
τοίνυν 1 w 758
ἀντʼ 1 w 762
ἐκείνων 2 w 769
γέγονε 1 w 775
παρʼ 3 w 779
ἡμῶν 4 w 783
Θηβαίοις 1 w 791
καὶ 5 w 795
Λύσανδρον 1 w 804
ἀπεκτείναμεν 1 w 816
καὶ 6 w 819
τρόπαιον 1 w 827
ἀνεστήσαμεν 1 w 838
καὶ 7 w 841
καθαρὰν 1 w 848
πολεμίων 1 w 856
τὴν 1 w 859
Βοιωτίαν 1 w 867
ἀπεφήναμεν 1 w 877
ἆρʼ 1 w 881
αὐτῷ 1 w 885
τῷ 3 w 887
μέτρῳ 1 w 892
τὴν 2 w 895
εὐεργεσίαν 1 w 905
ἀπέχουσιν 1 w 914
3 w 916
κἂν 1 w 919
εἰ 4 w 921
ἐπʼ 1 w 924
αὐτοῖς 3 w 930
ἐποιησάμεθα 1 w 941
οὐκ 2 w 945
ἂν 3 w 947
εἶχον 1 w 952
μείζω 2 w 957
προσαιτῆσαι 1 w 968
θαυμάζω 1 w 976
τοίνυν 2 w 982
εἰ 5 w 985
τὰ 2 w 987
μὲν 2 w 990
Θηβαίων 1 w 997
φιλάνθρωπα 1 w 1007
μνημονεύσομεν 1 w 1020
τὴν 3 w 1024
Λακεδαιμονίων 3 w 1037
δὲ 6 w 1039
γνώμην 1 w 1045
οὐδαμοῦ 1 w 1052
θήσομεν 1 w 1059
ἣν 1 w 1062
εἰ 6 w 1064
μὴ 5 w 1066
τότʼ 1 w 1070
ἐκεῖνοι 1 w 1078
μετρίαν 1 w 1085
εἶχον 2 w 1090
περὶ 1 w 1094
ἡμῶν 5 w 1098
ταυτὶ 1 w 1104
τὰ 3 w 1106
ὕστερον 1 w 1113
εὐεργετήματα 1 w 1125
Θηβαίων 2 w 1132
χώραν 1 w 1137
οὐκ 3 w 1140
εἶχε 1 w 1144
τοσοῦτον 1 w 1153
γὰρ 2 w 1156
ἑνὸς 1 w 1160
τούτου 1 w 1166
πάντα 1 w 1171
τὰ 4 w 1173
Θηβαίων 3 w 1180
ἥττηται 1 w 1187
ὅσῳπερ 2 w 1194
καὶ 8 w 1197
αὐτοῖς 4 w 1203
Θηβαίοις 2 w 1211
καὶ 9 w 1214
πᾶσι 1 w 1218
τοῖς 6 w 1222
βουλομένοις 1 w 1233
τὸ 1 w 1235
ἔχειν 1 w 1240
εὖ 1 w 1242
ποιεῖν 1 w 1248
ἡμᾶς 1 w 1252
οὐχ 1 w 1255
ὑπῆρχεν 1 w 1262
ἅπαξ 1 w 1266
ἀπολωλόσι 1 w 1275
καὶ 10 w 1279
ὅσῳ 3 w 1282
δυστυχῆσαι 1 w 1292
μὲν 3 w 1295
μᾶλλον 3 w 1301
οὐκ 4 w 1304
εἴχομεν 1 w 1311
τἀναντία 1 w 1319
οἷς 1 w 1322
Λακεδαιμονίοις 3 w 1336
ἔδοξε 1 w 1341
παθόντες 1 w 1349
εὖ 2 w 1352
δὲ 7 w 1354
παθεῖν 1 w 1360
μειζόνως 1 w 1368
4 w 1369
ὑπὸ 1 w 1372
Θηβαίων 4 w 1379
ὕστερον 2 w 1386
πολλοὶ 1 w 1393
δεικνύουσιν 1 w 1404
ἐνόντες 1 w 1411
τρόποι 1 w 1417
εἰς 1 w 1421
μὲν 4 w 1424
γὰρ 3 w 1427
ταῦτα 2 w 1432
κἂν 2 w 1435
ἄλλος 1 w 1440
τις 1 w 1443
ἴσως 1 w 1447
πόρος 1 w 1452
εὑρεθείη 1 w 1460
καὶ 11 w 1463
χωρὶς 2 w 1468
τούτων 3 w 1474
εἰς 2 w 1478
δὲ 8 w 1480
τὸ 2 w 1482
μὴ 6 w 1484
ʼκεῖνα 1 w 1490
παθεῖν 2 w 1496
Λακεδαιμονίων 4 w 1509
ἔδει 1 w 1513
πάντως 1 w 1519
διὰ 1 w 1522
τὴν 4 w 1525
ὑπάρχουσαν 1 w 1535
τότʼ 2 w 1539
αὐτοῖς 5 w 1545
τύχην 1 w 1550
ἣν 2 w 1553
μήποτʼ 1 w 1559
ἔχειν 2 w 1564
ὤφελον 1 w 1570
ἐκείνη 1 w 1577
γὰρ 4 w 1580
καὶ 12 w 1583
τὴν 5 w 1586
ἡμετέραν 1 w 1594
πόλιν 1 w 1599
εὐθενοῦσαν 1 w 1609
κατέλυσε 1 w 1617
καὶ 13 w 1620
αὐτοὺς 2 w 1626
ἐκείνους 1 w 1634
εἰς 3 w 1637
τὰς 1 w 1640
νῦν 1 w 1643
ἤγαγε 1 w 1648
συμφοράς 1 w 1656
καὶ 14 w 1660
μηδεὶς 1 w 1666
οἰέσθω 1 w 1672
με 17 w 1674
τοῦτο 1 w 1679
λέγειν 1 w 1685
ὅτι 2 w 1689
διὰ 2 w 1692
Λακεδαιμονίους 1 w 1706
ἐστὲ 1 w 1710
σῶοι 1 w 1714
μήποτε 1 w 1721
οὕτω 1 w 1725
καλῶς 1 w 1730
πράξαιεν 1 w 1738
ἀλλὰ 1 w 1743
σώζει 1 w 1748
μὲν 5 w 1751
2 w 1753
Ἀθηναῖοι 2 w 1761
καὶ 15 w 1765
φυλάττει 1 w 1773
τὴν 6 w 1776
ἡμετέραν 2 w 1784
πόλιν 2 w 1789
11 w 1790
τῶν 3 w 1793
θεῶν 1 w 1797
δικαία 1 w 1803
πρόνοια 1 w 1810
καὶ 16 w 1813
12 w 1814
λαχοῦσα 1 w 1821
αὐτὴν 1 w 1826
ἐξ 1 w 1828
ἀρχῆς 1 w 1833
ἀγαθὴ 1 w 1838
τύχη 2 w 1842
ὅσα 1 w 1846
δʼ 2 w 1848
ἧκεν 1 w 1852
ἐπʼ 2 w 1855
ἀνθρώπους 1 w 1864
συνεπελάβοντό 1 w 1878
ποτε 2 w 1882
Λακεδαιμόνιοι 1 w 1895
καὶ 17 w 1898
Φωκεῖς 1 w 1904
καὶ 18 w 1907
ἄλλος 2 w 1912
τις 2 w 1915
οἶμαι 1 w 1920
οὐ 9 w 1923
μὴν 2 w 1926
ἀλλʼ 2 w 1930
οὐκ 5 w 1933
ἐλάχιστον 1 w 1942
Λακεδαιμόνιοι 2 w 1955
τό 4 w 1958
γε 8 w 1960
κῦρος 1 w 1965
ἔχοντες 1 w 1972
αὐτοὶ 1 w 1977
τῆς 2 w 1980
ψήφου 1 w 1985
νῦν 2 w 1989
τοίνυν 3 w 1995
χρὴ 1 w 1998
τοῦτον 1 w 2004
ἐκεῖνον 1 w 2011
νομίσαι 1 w 2018
τὸν 1 w 2021
καιρὸν 1 w 2027
ἥκειν 1 w 2032
ἐν 2 w 2035
1 w 2036
καθειστήκειμεν 1 w 2050
αὐτοὶ 2 w 2055
τότε 1 w 2059
καὶ 19 w 2063
ἣν 3 w 2065
ἂν 5 w 2067
τότε 2 w 2071
γνώμην 2 w 2077
ἠξιώσαμεν 1 w 2086
τοὺς 5 w 2090
Λακεδαιμονίους 2 w 2104
ἔχειν 3 w 2109
ὑπὲρ 2 w 2113
ἡμῶν 6 w 2117
ἐπὶ 1 w 2120
τοῦ 4 w 2123
τοιούτου 1 w 2131
κινδύνου 1 w 2139
καὶ 20 w 2142
πράγματος 1 w 2151
αἰωρούμενοι 1 w 2162
ταύτην 1 w 2169
ἐπειδὴ 1 w 2175
προειλήφαμεν 1 w 2187
ἀνταποδῶμεν 1 w 2199
ὁμοίαν 1 w 2205
ἱκέται 1 w 2212
δὲ 9 w 2214
ἡμῖν 2 w 2218
Λακεδαιμόνιοι 3 w 2231
γεγόνασιν 1 w 2240
οἱ 1 w 2242
περὶ 2 w 2246
ὑμῶν 1 w 2250
πρότερον 1 w 2258
βουλευόμενοι 1 w 2270
καὶ 21 w 2273
τοὺς 6 w 2277
Ἕλληνας 1 w 2284
συνάγοντες 1 w 2294
καὶ 22 w 2297
γῆν 1 w 2300
καὶ 23 w 2303
θάλατταν 1 w 2311
ἔχοντες 2 w 2318
καὶ 24 w 2322
λέγουσιν 1 w 2330
ἱκετεύοντες 1 w 2341
μέτρια 1 w 2347
ὡς 1 w 2349
χρή 1 w 2352
τι 8 w 2354
καὶ 25 w 2357
αὐτοὺς 3 w 2363
ἀπολαῦσαι 1 w 2372
τῆς 3 w 2375
ὑμετέρας 1 w 2383
καλοκἀγαθίας 1 w 2395
καὶ 26 w 2399
μὴ 8 w 2401
μόνον 1 w 2406
Θηβαίους 1 w 2414
μηδὲ 3 w 2419
τοὺς 8 w 2423
ἄλλους 1 w 2429
Ἕλληνας 2 w 2436
ὑμᾶς 2 w 2440
ἀλλὰ 2 w 2445
καὶ 27 w 2448
αὐτοὺς 4 w 2454
σεσωκότας 1 w 2463
ἔσεσθαι 1 w 2470
εἰ 10 w 2473
δʼ 3 w 2475
οἱ 2 w 2477
ψήφοις 1 w 2483
βοηθήσαντες 1 w 2494
τότε 3 w 2498
νῦν 3 w 2501
ὅπλοις 1 w 2507
ἀνταξιοῦσιν 1 w 2518
ὑφʼ 1 w 2521
ὑμῶν 2 w 2525
σωθῆναι 1 w 2532
τοῦτο 3 w 2538
καὶ 28 w 2541
μάλιστα 1 w 2548
δέξασθε 1 w 2555
15 w 2557
μὲν 6 w 2560
γὰρ 5 w 2563
τοῦ 6 w 2566
δικαίου 1 w 2573
τάξις 1 w 2578
τὸν 2 w 2581
αὐτὸν 1 w 2586
ἔχει 4 w 2590
λόγον 1 w 2595
2 w 2597
δὲ 11 w 2599
τῆς 4 w 2602
εὐεργεσίας 1 w 2612
τρόπος 1 w 2618
ἀξιώματι 1 w 2626
νικῶν 1 w 2631
τὴν 8 w 2634
ὑπερβολὴν 1 w 2643
τῆς 5 w 2646
ὑμετέρας 2 w 2654
μεγαλοψυχίας 1 w 2666
ἐνδείξεται 1 w 2676
ὡς 2 w 2679
αἱ 1 w 2681
μὲν 7 w 2684
ἄλλαι 1 w 2689
χάριτες 1 w 2696
κατὰ 1 w 2700
τοὺς 10 w 2704
ὑπάρχοντας 1 w 2714
ἰσχύουσιν 1 w 2723
ἣν 4 w 2726
δʼ 4 w 2728
ὑμεῖς 1 w 2733
Λακεδαιμονίοις 4 w 2747
ἀποδώσετε 1 w 2756
νῦν 4 w 2759
ἐφʼ 1 w 2763
ὑμᾶς 3 w 2767
αὐτοὺς 5 w 2773
ἅπασα 1 w 2778
μεταστήσεται 1 w 2790
τὸ 6 w 2793
γὰρ 6 w 2796
ψήφῳ 1 w 2800
σωθέντας 1 w 2808
πολέμῳ 1 w 2814
καὶ 29 w 2817
ὅπλοις 2 w 2823
ἀντισῶσαι 1 w 2832
τοῦτʼ 1 w 2838
ἐστὶ 2 w 2842
τὸ 7 w 2844
ποιοῦν 1 w 2850
τὴν 9 w 2853
φιλοτιμίαν 1 w 2863
καὶ 30 w 2866
διʼ 1 w 2869
οὗ 1 w 2871
τὸ 8 w 2873
Ἀθηναίους 1 w 2882
μὴ 9 w 2885
τῶν 4 w 2888
ἄλλων 1 w 2893
τινὰς 1 w 2898
ἀνθρώπων 1 w 2906
εἶναι 2 w 2911
διαφαίνεται 1 w 2922
εἰ 11 w 2925
δὲ 12 w 2927
καὶ 31 w 2930
ὑμᾶς 4 w 2934
νῦν 5 w 2937
ψηφίζεσθαι 1 w 2947
περὶ 3 w 2951
αὐτῶν 2 w 2956
ἔδει 2 w 2960
κατὰ 2 w 2964
ταὐτὰ 1 w 2969
οὐκ 6 w 2973
ἂν 6 w 2975
σώζουσιν 1 w 2983
ὑμῖν 1 w 2987
αὐτοὺς 6 w 2993
ἔγωγε 1 w 2998
συνήσθην 1 w 3006
ἀλλʼ 3 w 3011
ἐκείνων 3 w 3018
τοὔργον 1 w 3025
ἔκρινον 1 w 3032
ἄν 1 w 3034
καὶ 32 w 3038
μὴν 3 w 3041
καὶ 33 w 3044
Θηβαίους 2 w 3052
ὅτε 1 w 3055
ἐσώζετε 1 w 3062
οὐχ 2 w 3066
ὅμοια 1 w 3071
ἀνθʼ 1 w 3075
ὁμοίων 1 w 3081
ἀπεδίδοτε 1 w 3090
αὐτοῖς 6 w 3096
δή 1 w 3098
που 2 w 3101
καίτοι 1 w 3108
τηνικαῦτα 1 w 3117
μὲν 8 w 3120
οὔτε 1 w 3124
τριήρων 1 w 3131
εὐπορεῖτε 1 w 3140
οὔτε 2 w 3144
τὰ 9 w 3146
τείχη 1 w 3151
τὸν 4 w 3154
ἀναστήσοντα 1 w 3165
εἴχετέ 1 w 3171
πω 4 w 3173
ἀλλʼ 4 w 3178
ἀφύλακτος 1 w 3187
καὶ 34 w 3190
γυμνὴ 1 w 3195
σχεδὸν 1 w 3201
16 w 3202
πόλις 1 w 3207
ἦν 1 w 3209
νῦν 6 w 3213
δὲ 13 w 3215
ὁρᾶτε 1 w 3220
μὲν 9 w 3223
δή 2 w 3225
που 3 w 3228
ναῦς 1 w 3232
ἐν 4 w 3234
τῷ 4 w 3236
Πειραιεῖ 1 w 3244
τοσαύτας 1 w 3252
ἀθρόας 1 w 3258
ὁρᾶτε 2 w 3264
δὲ 14 w 3266
τὰ 10 w 3268
τείχη 2 w 3273
ταυτὶ 2 w 3278
καὶ 35 w 3281
τὴν 10 w 3284
ἄλλην 1 w 3289
ἅπασαν 1 w 3295
παρασκευὴν 1 w 3305
1 w 3306
πόλεμος 1 w 3313
ἐξηρτύσθαι 1 w 3323
βούλεται 1 w 3331
τοσοῦτον 2 w 3340
δὲ 15 w 3342
ὑμῖν 2 w 3346
τὸ 10 w 3348
περιὸν 1 w 3354
ὥστε 1 w 3358
ἀμφοτέρους 1 w 3368
ὁμολογεῖν 1 w 3377
ὁποτέροις 1 w 3386
ἂν 7 w 3388
προσθῆσθε 1 w 3397
ἐπὶ 2 w 3401
τούτους 1 w 3408
τὴν 11 w 3411
ῥοπὴν 1 w 3416
ἥξειν 1 w 3421
οἶμαι 2 w 3427
τοίνυν 4 w 3433
μηδὲ 4 w 3437
ἐκεῖνο 3 w 3443
ἀργῶς 1 w 3448
μηδὲ 5 w 3452
ἀλόγως 1 w 3458
σκοπεῖν 1 w 3465
ὅτι 3 w 3469
ἂν 8 w 3471
μὲν 10 w 3474
μὴ 11 w 3476
ἀνέλωσιν 1 w 3484
οἱ 3 w 3486
Θηβαῖοι 3 w 3493
παραπεσόντος 1 w 3505
καιροῦ 1 w 3511
τοὺς 13 w 3515
Λακεδαιμονίους 3 w 3529
ἀλλʼ 5 w 3534
ἐπιεικεῖ 1 w 3542
τινι 1 w 3546
καὶ 36 w 3549
μετρίᾳ 1 w 3555
γνώμῃ 1 w 3560
μεταχειρίσωνται 1 w 3575
Θηβαίους 3 w 3584
εὐδοκιμεῖν 1 w 3594
ἐστιν 2 w 3599
ἀνθʼ 2 w 3603
ἡμῶν 7 w 3607
οὗ 2 w 3610
τί 4 w 3612
γένοιτʼ 1 w 3619
ἂν 9 w 3621
αἴσχιον 1 w 3628
ἐὰν 1 w 3632
δʼ 5 w 3634
ἐξέλωσι 1 w 3641
καθάπαξ 1 w 3648
οὐ 13 w 3651
φαῦλόν 1 w 3657
τι 16 w 3659
καὶ 37 w 3662
τὸ 11 w 3664
τυχὸν 1 w 3669
πάθος 1 w 3674
ἔσται 1 w 3679
τῇ 2 w 3681
Ἑλλάδι 1 w 3687
μὴ 12 w 3689
εἶναι 3 w 3694
Λακεδαιμονίους 4 w 3708
ὄντος 2 w 3714
δὲ 18 w 3716
τούτου 3 w 3722
τοιούτου 2 w 3730
τὸ 12 w 3733
δοκεῖν 1 w 3739
ἡμᾶς 2 w 3743
αἰτίους 1 w 3750
εἶναι 4 w 3755
προσέσται 1 w 3764
2 w 3766
πολὺ 1 w 3770
τοῦ 8 w 3773
προτέρου 1 w 3781
μεῖζον 1 w 3787
εἰ 12 w 3790
οἷόν 1 w 3794
τε 36 w 3796
εἰπεῖν 2 w 3802
οὐ 14 w 3805
τοίνυν 5 w 3811
οὐδʼ 2 w 3815
ὅπως 3 w 3819
φείσαιντʼ 1 w 3828
ἂν 10 w 3830
αὐτῶν 3 w 3835
ὄντες 2 w 3840
Θηβαῖοι 4 w 3847
καὶ 38 w 3850
ὁτιοῦν 1 w 3856
ἐὰν 2 w 3860
καιροῦ 2 w 3866
λάβωνται 1 w 3874
ἔχω 1 w 3878
προσδοκῆσαι 1 w 3889
τὰ 11 w 3892
γὰρ 7 w 3895
περὶ 4 w 3899
ἡμῶν 8 w 3903
δόξαντα 1 w 3910
αὐτοῖς 7 w 3916
ὅταν 1 w 3920
ἐνθυμηθῶ 1 w 3928
καὶ 39 w 3931
τὴν 12 w 3934
ψῆφον 1 w 3939
ἐκείνην 1 w 3946
τὴν 13 w 3949
καλὴν 1 w 3954
καὶ 40 w 3957
πόθεν 1 w 3962
τὸ 13 w 3964
πρῶτον 1 w 3970
διέστησαν 1 w 3979
ἀπʼ 1 w 3982
αὐτῶν 4 w 3987
πάλαι 1 w 3993
προτεθρηνῆσθαι 1 w 4007
δεῖν 1 w 4011
νομίζω 1 w 4017
Λακεδαιμονίους 5 w 4031
εἰ 14 w 4034
παρὰ 1 w 4038
τοιοῦτον 1 w 4046
κίνδυνον 1 w 4054
ἔλθοιεν 1 w 4061
καὶ 41 w 4065
γὰρ 8 w 4068
οὐδὲ 1 w 4072
ἐκεῖνο 4 w 4078
εἰκὸς 1 w 4083
περὶ 5 w 4087
οὗ 3 w 4089
μὲν 11 w 4092
ἕτεροι 1 w 4098
προειστήκεισαν 1 w 4112
πολέμου 1 w 4119
ταύτην 2 w 4125
ἐνεγκεῖν 1 w 4133
τὴν 14 w 4136
ψῆφον 2 w 4141
οὗ 4 w 4144
δέ 3 w 4146
γε 13 w 4148
αὐτοὶ 3 w 4153
κύριοι 1 w 4159
καὶ 42 w 4162
προστάται 1 w 4171
γεγόνασι 2 w 4179
τοῦτον 2 w 4186
ἐὰν 3 w 4190
ἐπʼ 3 w 4193
αὐτοῖς 8 w 4199
γένηται 1 w 4206
μετρίως 1 w 4214
καταθήσεσθαι 1 w 4226
5 w 4228
μικρόν 1 w 4234
τι 18 w 4236
διαθήσειν 1 w 4245
τοὺς 14 w 4249
ὁμοῦ 1 w 4253
τι 19 w 4255
καὶ 43 w 4258
διʼ 2 w 4261
αὐτοὺς 7 w 4267
μισοῦντας 1 w 4276
Λακεδαιμονίους 6 w 4290
καὶ 44 w 4293
διʼ 3 w 4296
ἡμᾶς 3 w 4300
ὅτι 4 w 4304
ἡμῶν 9 w 4308
τότε 4 w 4312
ἐφείσαντο 1 w 4321
οὐ 17 w 4324
γὰρ 9 w 4327
ἡμᾶς 4 w 4331
μᾶλλον 4 w 4337
ἐμίσουν 1 w 4344
διʼ 4 w 4347
ἐκείνους 2 w 4355
6 w 4356
ʼκείνους 1 w 4364
νῦν 7 w 4367
καὶ 45 w 4370
ὑπὲρ 3 w 4374
αὐτῶν 5 w 4379
καὶ 46 w 4382
διʼ 5 w 4385
ἡμᾶς 5 w 4389
οὐ 18 w 4392
τοίνυν 6 w 4398
οὐδὲ 2 w 4402
φοβηθῆναί 1 w 4411
μοι 2 w 4414
δοκεῖτε 1 w 4421
ἂν 11 w 4423
εἰκότως 1 w 4430
τοὺς 16 w 4434
Λακεδαιμονίους 7 w 4448
μὴ 13 w 4450
πράγματα 1 w 4458
ἡμῖν 3 w 4462
πάλιν 1 w 4467
παράσχωσιν 1 w 4477
ἐὰν 4 w 4481
σωθῶσιν 1 w 4488
εἰ 17 w 4491
γὰρ 10 w 4494
τὰ 12 w 4496
μέγιστα 1 w 4503
δοίημεν 1 w 4510
αὐτοὺς 8 w 4516
ἐλπίζειν 1 w 4524
οὐ 20 w 4527
δή 3 w 4529
που 4 w 4532
τοῦ 10 w 4535
κρατῆσαί 1 w 4544
γʼ 2 w 4546
ἂν 12 w 4548
ἡμῶν 10 w 4552
μεῖζόν 1 w 4558
τι 21 w 4560
προσδοκήσειαν 1 w 4573
οὐδʼ 3 w 4577
εὔξαιντο 1 w 4585
τοῦτο 5 w 4591
τοίνυν 7 w 4597
ἴσασιν 1 w 4603
ἀκριβῶς 1 w 4610
οὐδαμῶς 1 w 4617
αὐτοῖς 9 w 4623
πρότερον 2 w 4631
συνενεγκὸν 1 w 4641
ἀλλʼ 6 w 4646
ὅτε 2 w 4649
καὶ 47 w 4652
τὴν 15 w 4655
κατὰ 3 w 4659
γῆν 2 w 4662
καὶ 48 w 4665
κατὰ 4 w 4669
θάλατταν 2 w 4677
ἡγεμονίαν 1 w 4686
παρέλαβον 1 w 4695
τότε 5 w 4700
δὴ 2 w 4702
τὰ 15 w 4704
ἐξ 4 w 4706
ἀνθρώπων 2 w 4714
περιστάντα 1 w 4724
αὐτοὺς 9 w 4730
κακὰ 1 w 4734
εἰς 4 w 4738
Κόρινθον 1 w 4746
εἰς 5 w 4750
Βοιωτίαν 2 w 4758
πάλιν 2 w 4764
εἰς 6 w 4767
Ἄργος 1 w 4772
ἄνω 1 w 4776
κάτω 1 w 4780
διαθέοντας 1 w 4790
τὴν 16 w 4793
Ἑλλάδα 1 w 4799
καὶ 49 w 4802
φθειρομένους 1 w 4814
μέχρι 1 w 4820
καὶ 50 w 4823
τοῦ 12 w 4826
Περσῶν 1 w 4832
βασιλέως 1 w 4840
αἰσχρῶς 1 w 4847
ἐδεήθησαν 1 w 4856
καὶ 51 w 4859
τὰ 16 w 4861
τελευταῖα 1 w 4870
μιᾷ 1 w 4873
μάχῃ 1 w 4877
πληγέντες 1 w 4886
κατηνέχθησαν 1 w 4898
οἷς 2 w 4902
τοίνυν 8 w 4908
ὡς 3 w 4910
ἂν 13 w 4912
εὔξαιντο 2 w 4920
πρᾶξαι 1 w 4926
δῆλόν 1 w 4931
ἐστιν 3 w 4936
οὐ 23 w 4938
λυσιτελοῦν 1 w 4948
καὶ 52 w 4951
οἷς 3 w 4954
ἂν 14 w 4956
διὸ 1 w 4959
δεῖ 3 w 4962
πολεμεῖν 1 w 4970
ὑπάρξῃ 1 w 4976
βλάβος 1 w 4982
ἐστὶ 3 w 4986
καὶ 53 w 4989
κίνδυνος 1 w 4997
τῷ 5 w 5000
ποτε 3 w 5004
ἐπαρθέντες 1 w 5014
οὗτοι 1 w 5019
τοιαύτῃ 1 w 5026
πραγμάτων 1 w 5035
ἀλογίᾳ 1 w 5041
δώσουσιν 1 w 5049
αὑτοὺς 1 w 5055
7 w 5057
περὶ 6 w 5061
τοῦ 13 w 5064
πολεμεῖν 2 w 5072
ἐθελήσουσιν 1 w 5083
ὅταν 2 w 5088
περὶ 7 w 5092
νίκης 1 w 5097
μὴ 14 w 5099
συμφέρῃ 1 w 5106
τί 7 w 5109
δʼ 8 w 5111
ἂν 15 w 5113
ἐλπίσαντες 1 w 5123
ζητοῖεν 1 w 5130
πάλιν 3 w 5135
παραλαμβάνειν 1 w 5148
τὰς 2 w 5151
πόλεις 1 w 5157
ἃς 1 w 5160
δεδωκυίας 1 w 5169
ἑαυτὰς 1 w 5175
οὐκ 7 w 5178
ἠδυνήθησαν 1 w 5188
κατασχεῖν 1 w 5197
οὔθʼ 1 w 5202
ἅρμα 1 w 5206
ἀναβαίνειν 1 w 5216
οἶμαι 3 w 5221
θαρρήσειεν 1 w 5231
ἄν 3 w 5233
τις 3 w 5236
τὸν 5 w 5239
κρημνὸν 1 w 5246
ὁρῶν 1 w 5250
εἰδὼς 1 w 5256
ὡς 4 w 5258
οὐχ 3 w 5261
οἷός 1 w 5265
τέ 11 w 5267
ἐστι 4 w 5271
μένειν 1 w 5277
ἔποχος 1 w 5283
οὔτε 3 w 5288
πραγμάτων 2 w 5297
τοσούτων 1 w 5305
ἐπιβαίνειν 1 w 5315
ὧν 1 w 5318
ἐκπεσὼν 1 w 5325
εὐθὺς 1 w 5330
κείσεται 1 w 5338
11 w 5340
γὰρ 11 w 5343
μείζονα 1 w 5350
8 w 5351
καθʼ 1 w 5355
αὑτὸν 1 w 5360
ὄγκον 1 w 5365
ἀναιρούμενος 1 w 5377
κἂν 3 w 5381
παραχρῆμα 1 w 5390
ἐνέγκῃ 1 w 5396
ῥᾳδίως 1 w 5402
μετὰ 1 w 5407
μικρὸν 1 w 5413
ἀπώλετο 1 w 5420
συσχεθείς 1 w 5429
Λακεδαιμόνιοι 4 w 5443
δὲ 21 w 5445
κἀκεῖνο 1 w 5452
μέμνηνται 1 w 5461
μεθʼ 1 w 5466
ὅσης 1 w 5470
παρασκευῆς 1 w 5480
καὶ 54 w 5483
μεθʼ 2 w 5487
ὅσης 2 w 5491
συντάξεως 1 w 5500
εἰς 7 w 5503
τὸν 7 w 5506
πρότερον 3 w 5514
πόλεμον 1 w 5521
κατέστησαν 1 w 5531
καὶ 55 w 5534
συμμάχους 1 w 5543
οὕστινας 1 w 5551
καὶ 56 w 5554
τὸ 17 w 5556
ἀξίωμα 1 w 5562
ὁποῖον 1 w 5568
ἔχοντες 3 w 5575
κατʼ 1 w 5579
ἐκείνους 3 w 5587
τοὺς 20 w 5591
χρόνους 1 w 5598
καὶ 57 w 5602
οὐδὲ 3 w 5606
τοῦτο 6 w 5611
λέληθεν 1 w 5618
αὐτοὺς 10 w 5624
ὅτι 5 w 5628
εἰ 23 w 5630
μὴ 15 w 5632
αὐτὴ 2 w 5636
περὶ 8 w 5640
αὑτὴν 1 w 5645
27 w 5646
πόλις 2 w 5651
ἔπταισε 1 w 5658
τοῦτο 7 w 5664
μὲν 12 w 5667
τὸν 8 w 5670
πρὸς 2 w 5674
Σικελιώτας 1 w 5684
ἐπεμβαλομένη 1 w 5696
πόλεμον 2 w 5703
τοῦτο 8 w 5709
δὲ 23 w 5711
καὶ 58 w 5714
ἐν 8 w 5716
Αἰγὸς 1 w 5721
ποταμοῖς 1 w 5729
ἀμελείᾳ 1 w 5736
τῶν 9 w 5739
στρατηγῶν 1 w 5748
τὰς 4 w 5751
ναῦς 2 w 5755
ἀπολέσασα 1 w 5764
οὐδʼ 4 w 5769
εἰ 24 w 5771
πάντας 1 w 5777
ἀνθρώπους 2 w 5786
παρέλαβον 2 w 5795
πλέον 1 w 5801
οὐδʼ 5 w 5805
ὁτιοῦν 2 w 5811
ἂν 17 w 5813
αὐτοῖς 10 w 5819
ἐγένετο 1 w 5826
ἀλλʼ 7 w 5830
9 w 5831
ἀπειπόντες 1 w 5841
ἐδέοντʼ 1 w 5848
ἂν 18 w 5850
ἡμῶν 11 w 5854
καταλῦσαι 1 w 5863
τὸν 9 w 5866
πόλεμον 3 w 5873
10 w 5875
τελευτῶντες 1 w 5886
κρατηθέντες 1 w 5897
ὑπήκουον 1 w 5905
ἄν 4 w 5907
νυνὶ 1 w 5912
δὲ 24 w 5914
εἰς 8 w 5917
τί 8 w 5919
καὶ 59 w 5922
βλέψαντες 1 w 5931
τῶν 11 w 5934
πάντων 1 w 5940
τηλικοῦτον 1 w 5950
πρᾶγμα 1 w 5956
ἀνακινήσουσι 1 w 5968
ποίαν 1 w 5974
ἀρχήν 1 w 5979
τίνα 1 w 5984
ῥώμην 1 w 5989
ποίας 1 w 5995
προσόδους 1 w 6004
τίνα 2 w 6009
γενναῖον 1 w 6017
πολέμου 2 w 6024
πόρον 1 w 6029
οὐκ 8 w 6033
ἔστιν 2 w 6038
οὐδέν 1 w 6043
μὴ 16 w 6046
δὴ 3 w 6048
φαινώμεθα 1 w 6057
3 w 6059
Ἀθηναῖοι 3 w 6067
δεδοικότες 1 w 6078
ἀνθρώπους 3 w 6087
ἱκέτας 1 w 6093
αἰσχρὸν 1 w 6101
γὰρ 12 w 6104
ἐάν 1 w 6107
τις 4 w 6110
ἀκούσῃ 1 w 6116
τοῦτο 9 w 6121
πρῶτον 2 w 6127
ὅτι 6 w 6131
Ἀθηναῖοι 4 w 6139
φοβοῦνται 1 w 6148
τοὺς 22 w 6152
σωθῆναι 2 w 6159
ζητοῦντας 1 w 6168
ἀλλὰ 3 w 6173
μηδὲ 6 w 6177
ἐπὶ 3 w 6180
νοῦν 1 w 6184
ἄγωμεν 1 w 6190
μήτʼ 1 w 6194
αὐτοῖς 11 w 6200
τούτοις 2 w 6207
μήτʼ 2 w 6211
ἄλλῳ 1 w 6215
μηδενὶ 1 w 6221
τῶν 12 w 6224
Ἑλλήνων 1 w 6231
ὅτι 7 w 6234
ἀρχὴν 1 w 6239
ὑπόνοιάν 1 w 6247
τινα 2 w 6251
τοιαύτην 1 w 6259
περὶ 9 w 6263
αὐτῶν 6 w 6268
ἀξιοῦμεν 1 w 6276
ἔχειν 4 w 6281
μηδαμῶς 1 w 6289
ἀλλὰ 4 w 6294
τί 11 w 6296
καὶ 60 w 6299
οἴεσθε 1 w 6305
οἱ 4 w 6308
Θηβαίοις 3 w 6316
οὐκ 9 w 6319
ἀνταρκέσαντες 1 w 6332
χωρὶς 3 w 6337
ἡμῶν 12 w 6341
τῷ 6 w 6343
ποτε 4 w 6347
πιστεύσαντες 1 w 6359
ἐφʼ 2 w 6362
ἡμᾶς 6 w 6366
ἥξουσι 1 w 6372
τί 12 w 6375
δὲ 26 w 6377
καὶ 61 w 6380
ζητοῦντες 1 w 6389
ἵνʼ 1 w 6393
ἡμᾶς 7 w 6397
ἀνέλωσιν 2 w 6405
ἀλλʼ 8 w 6410
ὅτʼ 1 w 6413
ἔσχον 1 w 6418
καιρὸν 2 w 6424
οὐκ 10 w 6428
ἐποίησαν 1 w 6436
τοῦτο 10 w 6441
ἀλλʼ 9 w 6446
ὅτι 8 w 6449
οὐ 33 w 6451
συνήνεγκεν 1 w 6461
αὐτοῖς 12 w 6467
φεισαμένοις 1 w 6478
καὶ 62 w 6482
μὴν 4 w 6485
διὰ 3 w 6488
τοῦτό 1 w 6493
γε 17 w 6495
εἴσονται 1 w 6503
σεσωσμένοι 1 w 6513
οὐκοῦν 1 w 6520
ἵνʼ 2 w 6523
ἄλλως 1 w 6528
πράγματα 2 w 6536
ἔχωσιν 1 w 6542
ἀλλʼ 10 w 6547
οὐχ 4 w 6550
οὕτω 2 w 6554
μαίνονται 1 w 6563
ὑπὲρ 4 w 6568
τοῦ 22 w 6571
ποτʼ 2 w 6575
οὖν 1 w 6578
ἐνοχλήσουσιν 1 w 6590
οὐ 36 w 6593
γὰρ 13 w 6596
ὑπέρ 1 w 6600
γε 18 w 6602
τοῦ 23 w 6605
μισεῖσθαι 1 w 6614
ἐγὼ 1 w 6618
μὲν 13 w 6621
οὐκ 12 w 6624
ἐπινοῶ 1 w 6630
πᾶς 1 w 6633
γιγνόμενος 1 w 6643
ἐπεὶ 1 w 6648
καὶ 63 w 6651
τοῦτο 11 w 6656
πῶς 1 w 6659
οὐκ 13 w 6662
ἄτοπον 1 w 6668
καὶ 64 w 6671
ὑπερφυὲς 1 w 6679
ἀνθρώπους 4 w 6689
σωθέντας 2 w 6697
ὑφʼ 2 w 6700
ὑμῶν 3 w 6704
καὶ 65 w 6707
τυχόντας 1 w 6715
ὧν 2 w 6717
οὐκ 14 w 6720
ἂν 19 w 6722
ἤλπισαν 1 w 6729
μείζω 3 w 6734
τούτους 2 w 6742
ἡγεῖσθαί 1 w 6750
τι 34 w 6752
φρονήσειν 1 w 6761
ἄγνωμον 1 w 6768
περὶ 10 w 6772
ἡμῶν 13 w 6776
κἂν 4 w 6780
τὴν 18 w 6783
βασιλέως 2 w 6791
ἀρχὴν 2 w 6796
καὶ 66 w 6799
δύναμιν 1 w 6806
λάβωσιν 1 w 6813
ἔπειτα 1 w 6820
εἰ 26 w 6822
φοβησόμεθα 1 w 6832
οὓς 1 w 6835
ἂν 21 w 6837
εὖ 3 w 6839
ποιῶμεν 1 w 6846
τίσι 1 w 6851
θαρρήσομεν 1 w 6861
οὐχ 5 w 6865
ὁρῶ 2 w 6868
τὸ 20 w 6871
μὲν 14 w 6874
τοίνυν 9 w 6880
Λακεδαιμονίων 5 w 6893
διττῆς 1 w 6900
οὔσης 1 w 6905
ἁπάσης 1 w 6911
ἀσφαλείας 1 w 6920
ἀμφοτέρας 1 w 6930
ἔχει 6 w 6934
τὰς 5 w 6937
μερίδας 1 w 6944
οὔτε 4 w 6949
γὰρ 14 w 6952
δύνανται 1 w 6960
δή 4 w 6962
που 8 w 6965
ποιεῖν 2 w 6971
ἡμᾶς 8 w 6975
κακὸν 1 w 6980
οὐδὲν 1 w 6985
οὔτʼ 1 w 6989
εἰκός 1 w 6994
ἐστι 5 w 6998
βουλήσεσθαι 1 w 7009
τούτοις 3 w 7016
γε 20 w 7018
τοῖς 15 w 7022
λογισμοῖς 1 w 7031
αὐτούς 1 w 7037
σκεψώμεθα 1 w 7047
δὴ 4 w 7049
καὶ 67 w 7052
τὰ 22 w 7054
Θηβαίων 5 w 7061
ἆρα 1 w 7065
ὁμοίως 1 w 7071
ἀδεᾶ 1 w 7075
τοὺς 23 w 7080
Λακεδαιμονίους 8 w 7094
ἐὰν 5 w 7097
ἀνέλωσιν 3 w 7105
ὥσπερ 1 w 7111
τὰ 23 w 7113
ἐκείνων 4 w 7120
ἂν 22 w 7123
μὴ 18 w 7125
τοῦτο 12 w 7130
πάθωσιν 1 w 7137
ἀλλὰ 5 w 7142
τίς 1 w 7145
οὐκ 15 w 7148
οἶδεν 1 w 7153
ὅτι 9 w 7156
ἂν 23 w 7159
ἐκποδὼν 1 w 7166
γένωνται 1 w 7174
Λακεδαιμόνιοι 5 w 7187
μετενήνεκται 1 w 7200
λοιπὸν 1 w 7206
ἐνταῦθα 1 w 7213
16 w 7214
πόλεμος 2 w 7221
καὶ 68 w 7224
πρὸς 3 w 7228
ἡμᾶς 9 w 7232
ἤδη 1 w 7235
τοῖς 16 w 7239
Θηβαίοις 4 w 7247
17 w 7248
λόγος 1 w 7253
γίγνεται 1 w 7261
οὐ 43 w 7264
γὰρ 15 w 7267
ἐκεῖνό 2 w 7273
γε 21 w 7275
οὐδεὶς 1 w 7281
ἡμῶν 14 w 7285
πέπεισται 1 w 7294
ὅτι 10 w 7297
νῦν 8 w 7300
ἄλλο 4 w 7304
τι 38 w 7306
ζητοῦσιν 1 w 7314
ἐκεῖνοι 2 w 7321
11 w 7322
παρελθεῖν 1 w 7331
ἐπὶ 4 w 7334
τὴν 19 w 7337
τάξιν 1 w 7342
ἐφʼ 3 w 7345
ἧς 1 w 7347
γε 22 w 7349
ἡμεῖς 2 w 7354
καὶ 69 w 7357
Λακεδαιμόνιοι 6 w 7370
μεθʼ 3 w 7374
ἡμᾶς 10 w 7378
ἐγένοντο 1 w 7386
οὐδʼ 6 w 7391
οὕτως 1 w 7396
ἐσμὲν 1 w 7401
εὐήθεις 1 w 7408
ὥστε 2 w 7412
ἡγεῖσθαι 1 w 7420
Θηβαίους 4 w 7428
εὐνοϊκώτερον 1 w 7440
ἡμῖν 4 w 7444
12 w 7445
σφίσιν 1 w 7451
αὐτοῖς 13 w 7457
ἔχειν 5 w 7462
οὐδέ 2 w 7467
γε 24 w 7469
οὕτως 2 w 7474
ἀργοὺς 1 w 7480
οὐδὲ 5 w 7484
ὑπτίους 1 w 7491
εἶναι 5 w 7496
ὥστε 3 w 7501
ἀνῃρημένων 1 w 7511
Λακεδαιμονίων 6 w 7524
καὶ 70 w 7527
τοῦ 27 w 7530
ἡμίσεος 1 w 7537
αὐτοῖς 14 w 7543
ὑπάρχοντος 1 w 7553
εἰς 9 w 7556
τὰ 24 w 7558
πράγματα 3 w 7566
εἶτʼ 1 w 7571
ἐγκαταλείψειν 1 w 7584
τὸ 21 w 7586
λοιπὸν 2 w 7592
ἑκόντας 1 w 7599
οὐκ 16 w 7603
ἔστι 3 w 7607
ταῦτα 3 w 7612
ἀλλʼ 11 w 7617
ἐμοὶ 1 w 7621
μὲν 16 w 7624
καὶ 71 w 7627
πρώην 1 w 7632
οὐκ 17 w 7635
οἶδʼ 1 w 7639
ὅστις 1 w 7644
ἀπήγγειλε 1 w 7653
διομνύμενος 1 w 7664
ὡς 5 w 7666
ἤδη 2 w 7669
καὶ 72 w 7672
τριήρεις 1 w 7680
ἐγνωκότες 1 w 7689
εἰσὶ 1 w 7693
ποιεῖσθαι 1 w 7702
καὶ 73 w 7705
εἰς 10 w 7708
τὴν 20 w 7711
θάλατταν 3 w 7719
ἐμβαίνειν 1 w 7728
λέγειν 2 w 7735
γὰρ 16 w 7738
ἔφη 1 w 7741
πρὸς 4 w 7745
αὐτοὺς 11 w 7751
Ἐπαμεινώνδαν 1 w 7763
ὡς 6 w 7765
οὐδὲν 2 w 7770
ὄφελος 1 w 7776
τῶν 14 w 7779
ἐν 11 w 7781
τῇ 3 w 7783
γῇ 1 w 7785
πλεονεκτημάτων 1 w 7799
εἰ 31 w 7802
μὴ 19 w 7804
καὶ 74 w 7807
τὴν 21 w 7810
θάλατταν 4 w 7818
διʼ 6 w 7821
αὑτῶν 1 w 7826
ἕξουσι 1 w 7832
τούτοις 4 w 7840
μὲν 17 w 7843
οὖν 2 w 7846
ἔξεστι 1 w 7852
μὲν 18 w 7855
πιστεύειν 1 w 7864
ἔξεστι 2 w 7871
δὲ 30 w 7873
μή 5 w 7875
ἐκεῖνο 6 w 7882
μέντοι 1 w 7888
κἀγὼ 1 w 7892
σαφῶς 1 w 7897
οἶδα 1 w 7901
καὶ 75 w 7904
οὐδὲν 3 w 7909
χεῖρον 1 w 7915
ὑμεῖς 2 w 7920
ἐμοῦ 1 w 7924
ὅτι 11 w 7928