<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="417"><p>δὲ τῆς Λακεδαιμονίων σωτηρίας ὄντος τοῦ λόγου, τί δεῖ τοῖς ἔξωθεν τούτοις παράγειν ὑμᾶς; τοσούτῳ γὰρ μᾶλλον οὐ περιοπτέον αὐτοὺς ὅσῳπερ μείζων ἐστὶν αἰσχύνη, εἰ Θηβαῖοι μὲν οὐκ ὤκνησαν ἡμῖν φανῆναι συναλγοῦντες κακῶς πράττουσι μηδεμιᾶς παρακλήσεως αὐτοῖς παρʼ ἡμῶν ἐλθούσης, ἡμεῖς δὲ ὄντες Ἀθηναῖοι ταῖς Λακεδαιμονίων συμφοραῖς ἐπιθησόμεθα, οἳ μηδὲν εἶναι τὰ σφέτερʼ αὐτῶν χωρὶς ἡμῶν ὡμολογήκασι τῇ πρεσβείᾳ.</p><p rend="align(indent)">καὶ μὴν οὐδʼ ἐκεῖνό γʼ εἰπεῖν κατοκνήσω, ὅτι εἰ μὴ πολλῷ, μᾶλλον δὲ τῷ παντὶ μείζους τῶν εὐεργεσιῶν τούτων ἀντειλήφασι Θηβαῖοι χάριτας παρʼ ἡμῶν, πᾶν <pb xml:id="v.1.p.627"/>ὀφείλομεν αὐτοῖς. ἀλλʼ ἔστιν ὅπως, ὦ πρὸς Διὸς, ἴσον ἢ παραπλήσιον εἶναί τῳ φαίνεται μὴ ἀκολουθῆσαι Λακεδαιμονίοις ἐμβάλλουσι καὶ Λακεδαιμονίοις ὑπὲρ τούτων ἀντιτάξασθαι ἂν, ἢ καὶ δέξασθαι τοὺς ἐκπεσόντας, ὃ κοινὸν ἅπασίν ἐστιν ἀνθρώποις, καὶ τοὺς ἐκείνων ὅπως μὴ ἐκπεσοῦνται μηδὲ ἀνάστατοι γενήσονται παρασκευάσαι; ταῦτα τοίνυν ἀντʼ ἐκείνων γέγονε παρʼ ἡμῶν Θηβαίοις, καὶ Λύσανδρον ἀπεκτείναμεν καὶ τρόπαιον ἀνεστήσαμεν καὶ καθαρὰν πολεμίων τὴν Βοιωτίαν ἀπεφήναμεν. ἆρʼ αὐτῷ τῷ μέτρῳ τὴν εὐεργεσίαν ἀπέχουσιν; ἢ κἂν εἰ ἐπʼ αὐτοῖς ἐποιησάμεθα, οὐκ ἂν εἶχον μείζω προσαιτῆσαι; θαυμάζω τοίνυν, εἰ τὰ μὲν Θηβαίων φιλάνθρωπα μνημονεύσομεν, τὴν Λακεδαιμονίων δὲ γνώμην οὐδαμοῦ θήσομεν· ἣν εἰ μὴ τότʼ, ἐκεῖνοι μετρίαν εἶχον περὶ ἡμῶν, ταυτὶ <pb xml:id="v.1.p.628"/> τὰ ὕστερον εὐεργετήματα Θηβαίων χώραν οὐκ εἶχε. τοσοῦτον γὰρ ἑνὸς τούτου πάντα τὰ Θηβαίων ἥττηται, ὅσῳπερ καὶ αὐτοῖς Θηβαίοις καὶ πᾶσι τοῖς βουλομένοις τὸ ἔχειν εὖ ποιεῖν ἡμᾶς οὐχ ὑπῆρχεν ἅπαξ ἀπολωλόσι, καὶ ὅσῳ δυστυχῆσαι μὲν μᾶλλον οὐκ εἴχομεν τἀναντία οἷς Λακεδαιμονίοις ἔδοξε παθόντες, εὖ δὲ παθεῖν μειζόνως ἢ ὑπὸ Θηβαίων ὕστερον, πολλοὶ δεικνύουσιν ἐνόντες τρόποι. εἰς μὲν γὰρ ταῦτα κἂν ἄλλος τις ἴσως πόρος εὑρεθείη καὶ χωρὶς τούτων, εἰς δὲ τὸ μὴ ʼκεῖνα παθεῖν Λακεδαιμονίων ἔδει πάντως διὰ τὴν ὑπάρχουσαν τότʼ αὐτοῖς τύχην· ἣν μήποτʼ ἔχειν ὤφελον. ἐκείνη γὰρ καὶ τὴν ἡμετέραν πόλιν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="418"><p>εὐθενοῦσαν κατέλυσε καὶ αὐτοὺς ἐκείνους εἰς τὰς νῦν ἤγαγε συμφοράς.</p><p rend="align(indent)">καὶ μηδεὶς οἰέσθω με τοῦτο λέγειν, ὅτι διὰ Λακεδαιμονίους ἐστὲ σῶοι· μήποτε οὕτω καλῶς πράξαιεν. ἀλλὰ σώζει μὲν, ὦ Ἀθηναῖοι, καὶ φυλάττει τὴν ἡμετέραν πόλιν ἡ τῶν θεῶν δικαία πρόνοια καὶ ἡ λαχοῦσα αὐτὴν ἐξ ἀρχῆς ἀγαθὴ τύχη· ὅσα δʼ ἧκεν ἐπʼ ἀνθρώπους, συνεπελάβοντό ποτε Λακεδαιμόνιοι καὶ Φωκεῖς καὶ ἄλλος τις οἶμαι, οὐ μὴν ἀλλʼ οὐκ ἐλάχιστον Λακεδαιμόνιοι, τό γε κῦρος ἔχοντες αὐτοὶ τῆς ψήφου. νῦν τοίνυν χρὴ τοῦτον ἐκεῖνον νομίσαι τὸν καιρὸν ἥκειν, ἐν ᾧ καθειστήκειμεν αὐτοὶ τότε, καὶ ἣν ἂν τότε γνώμην ἠξιώσαμεν τοὺς Λακεδαιμονίους ἔχειν ὑπὲρ ἡμῶν ἐπὶ τοῦ τοιούτου κινδύνου καὶ πράγματος αἰωρούμενοι, ταύτην ἐπειδὴ προειλήφαμεν, ἀνταποδῶμεν ὁμοίαν. ἱκέται δὲ ἡμῖν Λακεδαιμόνιοι <pb xml:id="v.1.p.629"/>γεγόνασιν οἱ περὶ ὑμῶν πρότερον βουλευόμενοι καὶ τοὺς Ἕλληνας συνάγοντες καὶ γῆν καὶ θάλατταν ἔχοντες, καὶ λέγουσιν ἱκετεύοντες μέτρια ὡς χρή τι καὶ αὐτοὺς ἀπολαῦσαι τῆς ὑμετέρας καλοκἀγαθίας, καὶ μὴ μόνον Θηβαίους, μηδὲ τοὺς ἄλλους Ἕλληνας ὑμᾶς, ἀλλὰ καὶ αὐτοὺς σεσωκότας ἔσεσθαι. εἰ δʼ οἱ ψήφοις βοηθήσαντες τότε νῦν ὅπλοις ἀνταξιοῦσιν ὑφʼ ὑμῶν σωθῆναι, τοῦτο καὶ μάλιστα δέξασθε. ἡ μὲν γὰρ τοῦ δικαίου τάξις τὸν αὐτὸν ἔχει λόγον, ὁ δὲ τῆς εὐεργεσίας τρόπος ἀξιώματι νικῶν τὴν ὑπερβολὴν τῆς ὑμετέρας μεγαλοψυχίας ἐνδείξεται. ὡς αἱ μὲν ἄλλαι χάριτες κατὰ τοὺς ὑπάρχοντας ἰσχύουσιν, ἣν δʼ ὑμεῖς Λακεδαιμονίοις ἀποδώσετε νῦν, ἐφʼ ὑμᾶς αὐτοὺς ἅπασα μεταστήσεται. τὸ γὰρ ψήφῳ σωθέντας πολέμῳ καὶ ὅπλοις ἀντισῶσαι, τοῦτʼ ἐστὶ τὸ ποιοῦν τὴν φιλοτιμίαν καὶ διʼ οὗ τὸ Ἀθηναίους, μὴ τῶν ἄλλων τινὰς ἀνθρώπων εἶναι διαφαίνεται. εἰ δὲ καὶ ὑμᾶς νῦν ψηφίζεσθαι περὶ αὐτῶν ἔδει κατὰ ταὐτὰ, οὐκ ἂν σώζουσιν ὑμῖν αὐτοὺς ἔγωγε συνήσθην, ἀλλʼ ἐκείνων τοὔργον ἔκρινον ἄν. καὶ μὴν καὶ Θηβαίους ὅτε ἐσώζετε, οὐχ ὅμοια ἀνθʼ ὁμοίων ἀπεδίδοτε αὐτοῖς δή που, καίτοι τηνικαῦτα μὲν οὔτε τριήρων εὐπορεῖτε οὔτε τὰ τείχη τὸν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="419"><p>ἀναστήσοντα εἴχετέ πω, ἀλλʼ ἀφύλακτος καὶ γυμνὴ σχεδὸν ἡ πόλις ἦν· νῦν δὲ ὁρᾶτε μὲν δή που ναῦς ἐν τῷ Πειραιεῖ τοσαύτας ἀθρόας, ὁρᾶτε δὲ τὰ τείχη ταυτὶ καὶ τὴν ἄλλην ἅπασαν παρασκευὴν ᾗ πόλεμος ἐξηρτύσθαι βούλεται. τοσοῦτον δὲ ὑμῖν τὸ περιὸν ὥστε ἀμφοτέρους <pb xml:id="v.1.p.630"/>ὁμολογεῖν ὁποτέροις ἂν προσθῆσθε, ἐπὶ τούτους τὴν ῥοπὴν ἥξειν.</p><p rend="align(indent)">οἶμαι τοίνυν μηδὲ ἐκεῖνο ἀργῶς μηδὲ ἀλόγως σκοπεῖν, ὅτι ἂν μὲν μὴ ἀνέλωσιν οἱ Θηβαῖοι παραπεσόντος καιροῦ τοὺς Λακεδαιμονίους, ἀλλʼ ἐπιεικεῖ τινι καὶ μετρίᾳ γνώμῃ μεταχειρίσωνται, Θηβαίους εὐδοκιμεῖν ἐστιν ἀνθʼ ἡμῶν. οὗ τί γένοιτʼ ἂν αἴσχιον; ἐὰν δʼ ἐξέλωσι καθάπαξ, οὐ φαῦλόν τι καὶ τὸ τυχὸν πάθος ἔσται τῇ Ἑλλάδι μὴ εἶναι Λακεδαιμονίους· ὄντος δὲ τούτου τοιούτου, τὸ δοκεῖν ἡμᾶς αἰτίους εἶναι προσέσται· ὃ πολὺ τοῦ προτέρου μεῖζον, εἰ οἷόν τε εἰπεῖν. οὐ τοίνυν οὐδʼ ὅπως φείσαιντʼ ἂν αὐτῶν ὄντες Θηβαῖοι καὶ ὁτιοῦν, ἐὰν καιροῦ λάβωνται, ἔχω προσδοκῆσαι. τὰ γὰρ περὶ ἡμῶν δόξαντα αὐτοῖς ὅταν ἐνθυμηθῶ καὶ τὴν ψῆφον ἐκείνην τὴν καλὴν καὶ πόθεν τὸ πρῶτον διέστησαν ἀπʼ αὐτῶν, πάλαι προτεθρηνῆσθαι δεῖν νομίζω Λακεδαιμονίους, εἰ παρὰ τοιοῦτον κίνδυνον ἔλθοιεν. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἰκὸς περὶ οὗ μὲν ἕτεροι προειστήκεισαν πολέμου ταύτην ἐνεγκεῖν τὴν ψῆφον, οὗ δέ γε αὐτοὶ κύριοι καὶ προστάται γεγόνασι, τοῦτον, ἐὰν ἐπʼ αὐτοῖς γένηται, μετρίως καταθήσεσθαι, ἢ μικρόν τι διαθήσειν τοὺς ὁμοῦ τι καὶ διʼ αὐτοὺς μισοῦντας Λακεδαιμονίους καὶ διʼ ἡμᾶς, ὅτι ἡμῶν τότε ἐφείσαντο. οὐ γὰρ ἡμᾶς μᾶλλον ἐμίσουν διʼ ἐκείνους ἢ ʼκείνους νῦν καὶ ὑπὲρ αὐτῶν καὶ διʼ ἡμᾶς. οὐ τοίνυν <pb xml:id="v.1.p.631"/> οὐδὲ φοβηθῆναί μοι δοκεῖτε ἂν εἰκότως τοὺς Λακεδαιμονίους μὴ πράγματα ἡμῖν πάλιν παράσχωσιν, ἐὰν σωθῶσιν. εἰ γὰρ τὰ μέγιστα δοίημεν αὐτοὺς ἐλπίζειν, οὐ δή που τοῦ· κρατῆσαί γʼ ἂν ἡμῶν μεῖζόν τι προσδοκήσειαν οὐδʼ εὔξαιντο. τοῦτο τοίνυν ἴσασιν ἀκριβῶς οὐδαμῶς αὐτοῖς πρότερον συνενεγκὸν, ἀλλʼ ὅτε καὶ τὴν κατὰ γῆν καὶ κατὰ θάλατταν ἡγεμονίαν παρέλαβον, τότε δὴ τὰ ἐξ ἀνθρώπων περιστάντα αὐτοὺς κακὰ, εἰς Κόρινθον, εἰς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="420"><p>Βοιωτίαν, πάλιν εἰς Ἄργος, ἄνω κάτω διαθέοντας τὴν Ἑλλάδα καὶ φθειρομένους, μέχρι καὶ τοῦ Περσῶν βασιλέως αἰσχρῶς ἐδεήθησαν καὶ τὰ τελευταῖα μιᾷ μάχῃ πληγέντες κατηνέχθησαν. οἷς τοίνυν ὡς ἂν εὔξαιντο πρᾶξαι δῆλόν ἐστιν οὐ λυσιτελοῦν καὶ οἷς ἂν διὸ δεῖ πολεμεῖν ὑπάρξῃ βλάβος ἐστὶ καὶ κίνδυνος, τῷ ποτε ἐπαρθέντες οὗτοι τοιαύτῃ πραγμάτων ἀλογίᾳ δώσουσιν αὑτοὺς, ἢ περὶ τοῦ πολεμεῖν ἐθελήσουσιν, ὅταν περὶ νίκης μὴ συμφέρῃ; τί δʼ ἂν ἐλπίσαντες ζητοῖεν πάλιν παραλαμβάνειν τὰς πόλεις, ἃς δεδωκυίας ἑαυτὰς οὐκ ἠδυνήθησαν κατασχεῖν; οὔθʼ ἅρμα ἀναβαίνειν οἶμαι θαρρήσειεν ἄν τις τὸν κρημνὸν ὁρῶν, εἰδὼς ὡς οὐχ οἷός τέ ἐστι μένειν ἔποχος, οὔτε πραγμάτων τοσούτων ἐπιβαίνειν, ὧν ἐκπεσὼν εὐθὺς κείσεται. ὁ γὰρ μείζονα ἢ καθʼ αὑτὸν ὄγκον ἀναιρούμενος, κἂν παραχρῆμα ἐνέγκῃ ῥᾳδίως, μετὰ μικρὸν ἀπώλετο συσχεθείς. Λακεδαιμόνιοι δὲ κἀκεῖνο μέμνηνται, μεθʼ ὅσης παρασκευῆς καὶ μεθʼ ὅσης συντάξεως εἰς τὸν πρότερον πόλεμον κατέστησαν καὶ συμμάχους οὕστινας καὶ τὸ ἀξίωμα ὁποῖον ἔχοντες κατʼ ἐκείνους τοὺς χρόνους. </p><pb xml:id="v.1.p.632"/><p rend="align(indent)">καὶ οὐδὲ τοῦτο λέληθεν αὐτοὺς, ὅτι εἰ μὴ αὐτὴ περὶ αὑτὴν ἡ πόλις ἔπταισε, τοῦτο μὲν τὸν πρὸς Σικελιώτας ἐπεμβαλομένη πόλεμον, τοῦτο δὲ καὶ ἐν Αἰγὸς ποταμοῖς ἀμελείᾳ τῶν στρατηγῶν τὰς ναῦς ἀπολέσασα, οὐδʼ εἰ πάντας ἀνθρώπους παρέλαβον, πλέον οὐδʼ ὁτιοῦν ἂν αὐτοῖς ἐγένετο ἀλλʼ ἢ ἀπειπόντες ἐδέοντʼ ἂν ἡμῶν καταλῦσαι τὸν πόλεμον, ἢ τελευτῶντες κρατηθέντες ὑπήκουον ἄν. νυνὶ δὲ εἰς τί καὶ βλέψαντες τῶν πάντων τηλικοῦτον πρᾶγμα ἀνακινήσουσι; ποίαν ἀρχήν; τίνα ῥώμην; ποίας προσόδους; τίνα γενναῖον πολέμου πόρον; οὐκ ἔστιν οὐδέν. μὴ δὴ φαινώμεθα, ὦ Ἀθηναῖοι, δεδοικότες ἀνθρώπους ἱκέτας. αἰσχρὸν γὰρ ἐάν τις ἀκούσῃ τοῦτο πρῶτον, ὅτι Ἀθηναῖοι φοβοῦνται τοὺς σωθῆναι ζητοῦντας. ἀλλὰ μηδὲ ἐπὶ νοῦν ἄγωμεν μήτʼ αὐτοῖς τούτοις μήτʼ ἄλλῳ μηδενὶ τῶν Ἑλλήνων ὅτι ἀρχὴν ὑπόνοιάν τινα τοιαύτην περὶ αὐτῶν ἀξιοῦμεν ἔχειν. μηδαμῶς. ἀλλὰ τί καὶ οἴεσθε; οἱ Θηβαίοις οὐκ ἀνταρκέσαντες χωρὶς ἡμῶν τῷ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="421"><p>ποτε πιστεύσαντες ἐφʼ ἡμᾶς ἥξουσι; τί δὲ καὶ ζητοῦντες; ἵνʼ ἡμᾶς ἀνέλωσιν; ἀλλʼ ὅτʼ ἔσχον καιρὸν, οὐκ ἐποίησαν τοῦτο. ἀλλʼ ὅτι οὐ συνήνεγκεν αὐτοῖς φεισαμένοις; καὶ μὴν διὰ τοῦτό γε εἴσονται σεσωσμένοι. οὐκοῦν ἵνʼ ἄλλως <pb xml:id="v.1.p.633"/> πράγματα ἔχωσιν; ἀλλʼ οὐχ οὕτω μαίνονται. ὑπὲρ τοῦ ποτʼ οὖν ἐνοχλήσουσιν; οὐ γὰρ ὑπέρ γε τοῦ μισεῖσθαι· ἐγὼ μὲν οὐκ ἐπινοῶ πᾶς γιγνόμενος. ἐπεὶ καὶ τοῦτο πῶς οὐκ ἄτοπον καὶ ὑπερφυὲς, ἀνθρώπους σωθέντας ὑφʼ ὑμῶν καὶ τυχόντας ὧν οὐκ ἂν ἤλπισαν μείζω, τούτους ἡγεῖσθαί τι φρονήσειν ἄγνωμον περὶ ἡμῶν, κἂν τὴν βασιλέως ἀρχὴν καὶ δύναμιν λάβωσιν; ἔπειτα εἰ φοβησόμεθα οὓς ἂν εὖ ποιῶμεν, τίσι θαρρήσομεν; οὐχ ὁρῶ. τὸ μὲν τοίνυν Λακεδαιμονίων, διττῆς οὔσης ἁπάσης ἀσφαλείας, ἀμφοτέρας ἔχει τὰς μερίδας. οὔτε γὰρ δύνανται δή που ποιεῖν ἡμᾶς κακὸν οὐδὲν οὔτʼ εἰκός ἐστι βουλήσεσθαι τούτοις γε τοῖς λογισμοῖς αὐτούς.</p><p rend="align(indent)">σκεψώμεθα δὴ καὶ τὰ Θηβαίων, ἆρα ὁμοίως ἀδεᾶ, τοὺς Λακεδαιμονίους ἐὰν ἀνέλωσιν, ὥσπερ τὰ ἐκείνων, ἂν μὴ τοῦτο πάθωσιν. ἀλλὰ τίς οὐκ οἶδεν ὅτι, ἂν ἐκποδὼν γένωνται Λακεδαιμόνιοι, μετενήνεκται λοιπὸν ἐνταῦθα ὁ πόλεμος καὶ πρὸς ἡμᾶς ἤδη τοῖς Θηβαίοις ὁ λόγος γίγνεται; οὐ γὰρ ἐκεῖνό γε οὐδεὶς ἡμῶν πέπεισται ὅτι νῦν ἄλλο τι ζητοῦσιν ἐκεῖνοι ἢ παρελθεῖν ἐπὶ τὴν τάξιν ἐφʼ ἧς γε ἡμεῖς καὶ Λακεδαιμόνιοι μεθʼ ἡμᾶς ἐγένοντο, οὐδʼ οὕτως ἐσμὲν εὐήθεις ὥστε ἡγεῖσθαι Θηβαίους εὐνοϊκώτερον ἡμῖν ἢ σφίσιν αὐτοῖς ἔχειν, οὐδέ γε οὕτως ἀργοὺς οὐδὲ ὑπτίους εἶναι, ὥστε ἀνῃρημένων Λακεδαιμονίων καὶ τοῦ ἡμίσεος αὐτοῖς ὑπάρχοντος εἰς τὰ πράγματα, εἶτʼ ἐγκαταλείψειν τὸ λοιπὸν ἑκόντας. οὐκ ἔστι ταῦτα. ἀλλʼ ἐμοὶ <pb xml:id="v.1.p.634"/> μὲν καὶ πρώην οὐκ οἶδʼ ὅστις ἀπήγγειλε διομνύμενος ὡς ἤδη καὶ τριήρεις ἐγνωκότες εἰσὶ ποιεῖσθαι καὶ εἰς τὴν θάλατταν ἐμβαίνειν. λέγειν γὰρ ἔφη πρὸς αὐτοὺς Ἐπαμεινώνδαν ὡς οὐδὲν ὄφελος τῶν ἐν τῇ γῇ πλεονεκτημάτων, εἰ μὴ καὶ τὴν θάλατταν διʼ αὑτῶν ἕξουσι. τούτοις μὲν οὖν ἔξεστι μὲν πιστεύειν, ἔξεστι δὲ μή· ἐκεῖνο μέντοι κἀγὼ σαφῶς οἶδα καὶ οὐδὲν χεῖρον ὑμεῖς ἐμοῦ, ὅτι </p></div></div></body></text></TEI>