<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="422"><p>Θηβαῖοι Λακεδαιμονίων κρατήσαντες ἐφʼ ἡμᾶς τρέψονται εἰ δὲ τοῦτʼ ἔσται, κινδυνεύσομεν ἢ μετὰ συμμάχων ἢ μόνοι. τὸ μὲν δὴ μόνους ἀπολειφθῆναι τί ἂν ὑμᾶς ἔγωγε διδάσκοιμι ποῖόν τι νομιστέον; εἰ δὲ ἕξομεν συμμάχους, βελτίους οἱ νῦν παρόντες ὧν ἄν τις φῇ τότε εὑρήσειν. καὶ μὴν οὐδὲ τὸ σχῆμα ὅμοιον. τότε μὲν γὰρ ἐκεῖνοι βοηθεῖν ἡμῖν δόξουσιν, οἵτινες ποτὲ οὗτοι γενήσονται, νῦν δὲ ἡμεῖς τούτους σώζειν. ἐπὶ δὲ ἀμφοτέροις ἐκεῖνο λέγω· τούτους μὲν παραλαβόντες οὐκ ἀπόλλυτε ἐκείνους τοὺς τότʼ ἂν ἐλθόντας, ἔξεστι γὰρ ἀμφοτέρους ἔχειν δή που· οἷς δʼ ἂν τότε χρήσαισθε οὐκ ἔνεστιν εἰπεῖν τούτους προσέσεσθαι νῦν παροφθέντας. οὐ τοίνυν οὐδὲ τοὺς ἐθελήσοντας ἂν ἡμῖν ὑπηρετῆσαι τηνικαῦτα προθύμως ὁρῶ. ὅταν γὰρ αὐτοὶ προιέμενοι Λακεδαιμονίους φαίνησθε, ταὐτὰ χρὴ καὶ παρὰ τῶν ἄλλων ὑμῖν ἀπαντήσειν προσδοκᾶν. καὶ μὴν οὐδʼ ἐγκαλεῖν οὐδέσιν αὐτῶν ἕξετε. ὅταν γὰρ ἃ τῶνδε παρίδητε αὐτοὶ τούτοις χρῆσθε πρὸς τοὺς ἄλλους, ἐρυθριᾶν ἀποτυγχάνοντας περιγίγνεται. πόσῳ τοίνυν βέλτιον τὸν μὲν πόλεμον δέξασθαι, βεβαίους καὶ φανεροὺς <pb xml:id="v.1.p.635"/>ἔχοντας τοὺς συμμάχους, τὰ δʼ ὑμέτερʼ αὐτῶν εὖ τιθεμένους δοκεῖν τῆς ἑτέρων σωτηρίας φροντίζειν, ἢ τούτους μὲν ἡλίκους εἶπον ἐᾶσαι γενέσθαι, τὸ δὲ τούτοις χαρίσασθαι φυγεῖν, εἶθʼ ἑτέρους οἵτινες ὑμῖν τοῦτο ποιήσουσιν ὕστερον ζητεῖν, ἐὰν ἄρα τις φανῇ;</p><p rend="align(indent)">τοῦ μὲν τοίνυν ἐὰν Λακεδαιμονίοις προσθώμεθα μὴ διαμαρτεῖν ἡμᾶς ἐλπίδος Λακεδαιμονίοις ἡγοῦμαι δεῖν μέλειν. τὸ γὰρ πονηροτάτους ἀνθρώπων ἀποφανθῆναι καὶ πάντας ἐπʼ αὐτοὺς συστῆναι—ὃ γένοιτʼ ἂν, ἐάν τι νεωτερίζειν περὶ τοὺς εὐεργέτας ἐπιχειρῶσιν—ἐκείνοις, οὐχ ἡμῖν δή που διαφέρει. ὥστʼ εἰ ἄρα καὶ ἀρτίως ἐσφαλλόμην, κἂν παρακινήσωσί τί ποτε ὕστερον, περὶ αὐτῶν, οὐ περὶ ἡμῶν κακῶς ἔσονται βεβουλευμένοι. τὴν δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι Θηβαίους ἰσχυροὺς πρόνοιαν ὑμᾶς αὐτοὺς δή που ποιεῖσθαι δεῖ· τοῦτο γὰρ ὑμῖν, οὐκέτʼ ἐκείνοις κινδυνεύεται. οὐ μὴν οὐδʼ ἂν συμμαχήσωμεν τοῖς Θηβαίοις, πίστιν ἐνοῦσαν καθορῶ. ὅταν γὰρ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="423"><p>ἐνθυμηθῶ τίνων αὐτῶν πρότερον πρὸς Λακεδαιμονίους ὄντων τί νῦν ἐπιχειροῦσιν, τῆς γε παρʼ ὑμῶν βοηθείας εἰ καὶ μνησθήσονται τὸ παράπαν θαυμάζω. ποίου γὰρ τροπαίου, τίνος ἐξόδου, τίνος συλλόγου, ποίας πράξεως ἀπελείποντο Θηβαῖοι Λακεδαιμονίων τὸν πρότερον χρόνον; τί μεῖζον ἐκείνων ἦγον; οὐδὲν, πλὴν εἰ τὰ ἱερά τις εἴποι. εἶτα ζημίαν τὸ μὴ τέλεον τούτους ἀνελεῖν κρίναντες καὶ διὰ <pb xml:id="v.1.p.636"/> τοῦθʼ ἡμᾶς τοὺς πρὶν ἐχθροὺς παρακαλοῦντες, ἡμῶν τῶν ἐπὶ καιροῦ φίλων καὶ τῶν ἐκ κατασκευῆς ἀφέξονται; καὶ μὴν οὐδὲ ὅμοιον Λακεδαιμονίοις τε πιστεύσαντας καὶ Θηβαίοις ἐξαπατηθῆναι· οὐδὲ γὰρ οὐδὲ τὸ τῆς συμμαχίας ἔχει σχῆμα ὅμοιον. Λακεδαιμονίους μὲν γὰρ σώζοντες γενναῖοί τε καὶ φιλάνθρωποι δόξετε εἶναι, Θηβαίους δʼ ἑλόμενοι πλεονεξίας ἐθέλειν εἶναι μερῖται καὶ τὴν τῆς Ἑλλάδος ἀρχὴν συγκατακτᾶσθαι. ἔστι δʼ ἐν μὲν χρηστῶν κοινωνίᾳ τοῖς ψευσαμένοις αἰσχύνη, ἐν δὲ πονηρῶν καὶ τοσοῦτον τοῖς ψευσθεῖσι. τὸ γὰρ ἐλπίδι κέρδους ἀδικεῖν διπλοῦν ἐστιν ὄνειδος, ὅταν παρὰ δόξαν ἐκβῇ τῳ. ταῦτα μέντοι χρὴ πόρρωθεν λογιζομένους φυλάττεσθαι τὸν τῆς ἀπάτης καὶ τὸν τῶν φόβων καιρὸν, καὶ μὴ τηνικαῦτα βουλεύεσθαι περὶ αὐτῶν ἡνίκα οὐδʼ αὐτὸ τοῦτο ἕξετε, μηδὲ ἀκριβῶς αὐτὰ βουληθῆναι μαθεῖν, ἀλλʼ ἕως ἔξεστι προϊδέσθαι καὶ τοὺς Λακεδαιμονίους ὥσπερ προβόλους διατηρῆσαι, τὸ τοῦ βασιλέως σοφὸν κρίναντας, ὃς ἐν τοῖς τελευταίοις τοῦ πολέμου διῆγεν ὑμᾶς ἐπʼ ἀνίσων, τὴν αὑτῷ συμφέρουσαν εὔνοιαν νέμων ἀεὶ τοῖς ἥττοσιν. ᾔδει γὰρ, οἶμαι, πολὺ βέλτιον ὂν μετὰ τῶν ἑτέρων ἀεὶ τοὺς ἰσχυροτέρους κακοῦν ἀπὸ τοῦ παρείκοντος ἢ καθάπαξ εἰς ἀγῶνα καταστῆναι πρὸς τοὺς τὸ ὅλον κατορθώσαντας.</p><p rend="align(indent)">ἃ μὲν τοίνυν οἱ μηδετέροις οἰόμενοι δεῖν βοηθεῖν εἴποιεν ἂν, ταῦτα πρὸς τοὺς ὑπὲρ τῶν Θηβαίων λέγοντας ὑπαρχέτω μοι· ἃ δʼ οἱ τοὺς Θηβαίους ἑλέσθαι κελεύοντες ἁμαρτάνουσι, ταῦτα πάλιν πρὸς ἐκείνους οἳ μηδετέροις βοηθεῖν ἀξιοῦσι. δεῖ μὲν γὰρ ἔξω δή που πραγμάτων τὴν πόλιν εἶναι καὶ ταραχῆς, οὐδʼ ἐγὼ φήσαιμʼ ἂν ἄλλως <pb xml:id="v.1.p.637"/> ἔσται δὲ οὐδαμῶς, ἐὰν ἐπασκήσητε τοὺς Θηβαίους. εἰ δὲ τοῦτο φυλαττόμεθα, ἀνισωτέον τούσδε πρὸς οὓς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="424"><p>ἀσχολήσονται. εἰ γὰρ αὐτοὶ μὲν Θηβαίοις μὴ βοηθήσομεν, τούτους δὲ προησόμεθα, οὐχ ὁρῶ τὸ τούτων κέρδος, ἀλλὰ καὶ τοῖς Θηβαίοις ἄμεινον ἴσως ἢ μηδετέροις ἐπαμῦναι. εἰ μὲν γὰρ συμμάχους δεῖ καὶ φίλους ἀμέμπτους ἔχειν αὐτοὺς, μηδὲν ἐλλίπωμεν· εἰ δὲ τοῦτο φεύγομεν, μὴ ποιήσωμεν ἀμφότερα, καὶ τὰ τούτων ἄπορα καὶ τἀκείνων ἐχθρὰ, ἀλλʼ ὑπάρχοντος τοῦ μὴ κοινωνεῖν Θηβαίοις τῆς πλεονεξίας καὶ τὸ παῦσαι τοὺς αὐτοὺς τούτους προσαναλάβωμεν· εἰ δὲ μὴ, οὔτε τούτοις πλέον οὐδὲν τῆς ἡμετέρας καλοκἀγαθίας οὔτε ἡμῖν τῆς ἐκείνων πλεονεξίας. ἔσται δὲ ἡμῖν καὶ περὶ τούτων ἀμελῶς καὶ πρὸς τοὺς ἑτέρους οὐκ οἰκείως βεβουλευμένον· κληρονομήσουσι δὲ Θηβαῖοι μὲν τῶν ἄθλων, ἡμεῖς δὲ τῆς αἰσχύνης· ἣν εἰ δεῖ πάντως ὑπομεῖναι, βέλτιον μὴ κενὴν, ἀλλʼ ἐπὶ τῷ λαβεῖν, τὴν αὐτήν γε οὖσαν. ἔπειτα καὶ ὑπνηλὸν ἴσως δόξει τοιούτων πραγμάτων ἀπολειφθῆναι τὴν πόλιν, καὶ ὥσπερ σέριφον ἤ τινʼ ἄλλην οὖσαν τῶν ἀγαπητῶς αὐτῶν σωζομένων ἐκ μέσου στῆναι. τὸ μὲν γὰρ τὴν γενναιοτέραν καὶ βελτίω <pb xml:id="v.1.p.638"/> τάξιν ἑλέσθαι καὶ νοῦν ἔχον ἐστὶν, ὦ Ἀθηναῖοι; καὶ ἔντιμον, τὸ δʼ ἐξαναχωρῆσαι καὶ φυγεῖν καθάπαξ τὰ πράγματα, τοῦτʼ ἀργίας ἤδη καὶ νωθρότητος, οὐ σοφίας οὐδὲ σεμνότητος ἔχει τάξιν οὐδεμιᾶς. ἀλλʼ οὐκ οἴεσθε, ὦ Ἀθηναῖοι, τοῦτό γε κἂν Αἰγινήτας τουτουσὶ γνῶναι καὶ Μεγαρέας, μηδʼ ἑτέροις ἐνοχλεῖν μηδʼ ἐμπίπτειν εἰς πράγματα; ἀλλʼ ὑμῖν τοῦτο οὐκ ἔνεστι λογίζεσθαι. οὐ γὰρ ἐᾷ τὰ τρόπαια οὐδʼ αἱ τῶν πατέρων πράξεις, οὐδʼ ἃς Ἴωσι δεηθεῖσιν ἔπεμψαν ἐκεῖνοι τριήρεις, αἳ τοὺς πολλοὺς καὶ λαμπροὺς κατὰ γῆν καὶ κατὰ θάλατταν ἀγῶνας ἐνίκησαν, διʼ οὓς ἡ πόλις ἡμῶν τοσοῦτον ἑαυτὴν ὑπερῆρεν ὅσονπερ πρὸ τοῦ τὰς ἄλλας.</p><p rend="align(indent)">ἄξιον τοίνυν κἀκεῖνο ἐπὶ πᾶσιν ἐξετάσαι, ποτέροις συνηθέστερον ὑμῖν καὶ μᾶλλον πάτριον συντάττεσθαι, πότερόν ποτε Θηβαίοις, ἢ Λακεδαιμονίοις. ἀποβλέψατε δὴ εἰς τὰ τρόπαια τὰ τῶν πατέρων αὐτὰ ταῦτα καὶ τὰς ναυμαχίας, τὴν ἐπʼ Ἀρτεμισίῳ, τὴν ἐν Σαλαμῖνι, τὴν μάχην τὴν Πλαταιᾶσι, τοὐπίγραμμα τοῦ Μαραθῶνι </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="425"><p>τροπαίου. ὅταν δὲ εἰς ταῦτα ἀποβλέψαι κελεύσω, εἰς ταυτηνὶ τὴν ἀκρόπολιν ἀποβλέψαι κελεύω καὶ τὸν Παρθενῶνα καὶ τὰ λάφυρα, ἃ μεθʼ ὧν ἐκτησάμεθα οὐχ ὅσιον προέσθαι νῦν οὐδὲ συνεξελεῖν τούτοις ἐφʼ οὓς τότε κοινωνοὺς εἴχομεν. φέρε δὴ, κεκάκωται μὲν ἡ Ἑλλὰς, βασιλεὺς δʼ ὅπως ἔχει γνώμης ἐπὶ τοῦ πολέμου καθαρῶς ἔδειξε, Θηβαῖοι δʼ ὑπὲρ ἀρχῆς βουλεύονται, ταύτῃ δʼ, <pb xml:id="v.1.p.639"/> ἡμᾶς ἐναντιωσομένους πάντες ἴσασιν, ὑπάρχει δʼ αὐτοῖς πρὸς τὸν βάρβαρον εὐεργεσία καὶ πίστις παλαιά· ἂν οὖν ἢ τῶν Θηβαίων διὰ ταῦτα καλούντων θαρρούντως, ἢ καὶ αὐτὸς αὑτῷ σύμβουλος γενόμενος στρατιὰν ἔχων ἀφίκηται πάλιν δεῦρο ὁ βάρβαρος, οὐκ ἄμεινον σώους εἶναι Λακεδαιμονίους καὶ ἀποκεῖσθαι πρὸς τοιοῦτον καιρὸν καὶ τοιαύτην ἀνάγκην, ἀλλὰ μὴ τὸ τοῦ Λακεδαιμονίου συμβεβηκὸς ὑπάρχειν, ἑτερόφθαλμον τὴν Ἑλλάδα; τοῦτο γάρ τις αὐτῶν εἰπεῖν λέγεται πρὸς Θηβαίους ὑπὲρ ἡμῶν, ὅτε ἀναιρεῖν ἡμᾶς ἐκέλευον. πολλὰ τοίνυν με ὕπεισι καὶ παλαιὰ καὶ μεγάλα, ἃ κοινὰ ταῖς πόλεσι πρὸς ἀλλήλας ὑπάρχει χωρὶς τῆς ἐπὶ τὸν βάρβαρον συστάσεως· οἷον Ἡρακλεῖ μυστηρίων μετάδοσις πρώτῳ ξένων, καὶ ὡς ἀπῆλθεν ἐξ ἀνθρώπων, τιμαὶ παρὰ πρώτοις ἡμῖν αἱ αὐταὶ τοῖς θεοῖς, καὶ τῶν ἐκείνου παίδων καταφυγὴ δεῦρο, καὶ ὑμῶν προστασία καὶ μάχη πρὸς Εὐρυσθέα, τὸν ἐλαύνοντʼ αὐτοὺς, καὶ τὰ τελευταῖα, Κίμωνος εἰς Ἰθώμην ἄφιξις καὶ Τυρταίου πρὸ Κίμωνος εἰς Σπάρτην. πάλιν αὖ τυράννων καταλύσεις παρὰ τούτων καὶ τὰ πρὸς Ἀλκμαιωνίδας οἰκεῖα καὶ μυρία τοιαῦτα ὕπεισί με. ἀλλὰ ταῦτα μὲν ἐξαριθμεῖσθαι καὶ καταλέγειν οὔτʼ εὔπορον οὔτʼ ἴσως ἐν δυνατῷ· εἰ δέ τις, ὦ ἄνδρες Ἀθηναῖοι, μεταξὺ νυνί πως εἰσδραμὼν ἀγγείλειεν ὑμῖν ὅτι τοῦ Μαραθῶνι τροπαίου τοὐπίγραμμα ἐκκεκόλαπται, θορυβησάντων δὲ τὸν αὐτόχειρα δείξειε, κᾆτα ἐκεῖνος φαίη τὸ Λακεδαιμονίων μόνον ἐξαληλιφέναι μέρος, τὸ δὲ λοιπὸν εἶναι σῶον καὶ φανερὸν, χαλεπῶς οἶδʼ ὅτι καὶ δυσχερῶς οὐδὲν ἧττον ἔχοιτʼ <pb xml:id="v.1.p.640"/> ἄν. μὴ τοίνυν ἂν μέν τις τοὔνομα τὸ Λακεδαιμονίων ἐξαλείψῃ τοῦ τροπαίου, πικρῶς καὶ χαλεπῶς ἔχειν οἴεσθε </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg033.perseus-grc2" n="426"><p>δεῖν, αὐτοὺς δὲ συνεξέλητε Θηβαίοις, ἐκ τῆς Ἑλλάδος οὔσης τῆς ἐπιγραφῆς, ἀλλὰ λογίζεσθε εἰ παρῆν τὰ πράγματα εἰς τοιοῦτον καιρὸν, ὥστε Θηβαίους κεκρατηκότας αὐτῶν μεθʼ ὑμῶν παντελῶς γνώμην προτεθεικέναι περὶ αὐτῶν, τίνʼ ἂν ψῆφον ἔθεσθε. ἆρά γε ἀπολλύναι; καὶ τίς τῶν σφόδρα ἑτοίμως ψηφισαμένων αὐτό γε τοῦτο ὁμολογήσειεν ἄν; ἀλλὰ σώζειν ὥσπερ ὑμᾶς ἐκεῖνοι πρότερον; πῶς οὖν συναναιρήσετε νῦν τοὺς αὐτοὺς τούτους; φέρε, ἐὰν δὲ συμβῇ τοῦτʼ αὐτὸ ὃ λέγω, καὶ προσθῆσθε μὲν τοῖς Θηβαίοις, συλλόγου δὲ γενομένου κελεύωσιν ὑμᾶς ἀποφήνασθαι τί χρὴ τοὺς Λακεδαιμονίους ποιεῖν ἢ νῦν ἢ ὕστερον, ἡνίκʼ ἂν μηδὲν ὅλως ἐκείνοις ἐνῇ, τί ἐρεῖτε, ὦ ἄνδρες Ἀθηνᾶιοι; καὶ τίνα γνώμην οἴσετε; ἀναιρεῖν οἷς ὑμᾶς οὐκ ἔδοξεν; ἀλλʼ ἐᾶν σώους; εἶθʼ ὑπὲρ ὧν ἂν ψήφου δεηθῶσι, τὴν σώζουσαν θήσεσθε δικαίως, τούτους ὅτʼ ἐν τοῖς ὅπλοις ἐστὶ τὸ διατηρῆσαι, συνεξελεῖν μᾶλλον αἱρήσεσθε; οὐκ ἂν παρέλθοιμι τὸ τῶν Ἀργείων ἐκείνων, ὑπὲρ ὧν τὸ παλαιὸν ἐξήλθετε εἰς Βοιωτίαν ταυτηνὶ καὶ <pb xml:id="v.1.p.641"/> οὐκ ἐπετρέψατε Θηβαίοις τούτοις οὐδὲν ἀγνωμονῆσαι περαιτέρω τοῦ καιροῦ, καίπερ ἠδικημένους τὴν ἀρχὴν εἰδότες. ἃ καὶ Λακεδαιμόνιοι σαφῶς ἐπιστάμενοι παρακαλοῦντες ἥκουσι νῦν ὑμᾶς ἐπὶ τοὺς αὐτοὺς τούτους, οὐχ ὑπὲρ ἑπτὰ νεκρῶν αὑτῶν, ἀλλὰ πάντων τῶν λοιπῶν τῆς σωτηρίας, ὥσπερ ἐξ ἐκείνου λοιπὸν ὀφειλομένων ἀμφοῖν τούτοιν, Θηβαίους μὲν ὑβρίζειν, ὑμᾶς δὲ κωλύειν. κεφάλαιον δʼ εἰπὼν καὶ δὴ πέπαυμαι. ἔχετε, ὦ Ἀθηναῖοι, Λακεδαιμονίους, ὃ πάλαι προὐθυμεῖσθε, ὑπὸ χεῖρα παρόντας καὶ περίεστι τῇ πόλει δίκην εἰληφυίᾳ δόξαν φιλανθρωπίας προσλαβεῖν, ἐὰν ἐθέλητε· οὗ τί γένοιτʼ ἂν ἥδιον; ἢ καὶ τοῦ τιμωρήσασθαι καὶ τοῦ σῶσαι τοὺς προσκρούσαντας κυρίους ὑπὸ τῆς τύχης γεγονέναι; πρὸς ταῦτα βουλεύσασθε ἃ χρή. ὡς εἰ μὲν ἐγκαταλειφθέντες ὑφʼ ὑμῶν οὐκ ἀνθέξουσι, πράγματος οὐ μετρίου δόξετε αἴτιοι γεγενῆσθαι· εἰ δὲ καὶ καθʼ αὑτοὺς ἀνοίσουσιν, ἄμεινον ἐφʼ ὑμᾶς ἐλθεῖν τοὔνομα, ὁμοῦ καὶ χάριν ἐκ Λακεδαιμονίων καὶ μνήμην πρὸς ἁπάντων ἔχον διηνεκῆ.</p></div></div></body></text></TEI>