Scaife ATLAS

CTS Library / Epistulae

Epistulae (66-70)

urn:cts:greekLit:tlg2040.tlg004.perseus-grc2:66-70
Refs {'start': {'reference': '66', 'human_reference': 'Letter 66'}, 'end': {'reference': '70', 'human_reference': 'Letter 70'}}
Ancestors []
Children []
prev
plain textXML
next
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας

Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν, καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται[*] τὸ κωλῦον, εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ Κυρίου[*] πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ

v.2.p.28
ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως.

Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶς[*] πάσῃ τῇ δύσει αἰδεσιμώτερος;[*] κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον[*] ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς

v.2.p.30
προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναι[*] ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν.

Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον;[*] ἣν εἰ συνέβη πρὸς

v.2.p.32
ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ[*] κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸς[*] σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα [*] Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.

Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας

Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ[*] κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι, ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ

v.2.p.34
Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ αὐτὸς οὗτος ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ δι εὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ[*] Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ[*] τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι.

Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν,[*] ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.

v.2.p.36
Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας

Τέως μὲν ἐβουλήθημεν[*] κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι δι αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων,[*] ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ δι ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τὴς ὑμετέρας τελειότητος σπουδασθείη.

Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον, διαναστῆσαί[*] τινας τῶν ἀπὸ[*] τῆς Ἰταλίας, πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν[*] περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς ἐκκλησίαις γινόμενον κέρδος τιθεμένους. εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι, καὶ ὑπομνηστικὰ

v.2.p.38
ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας.[*] ὥστε δὲ ἔχειν ἀξιοπιστίαν τινὰ τὰ γράμματα, συμπαραλήψῃ πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. τὰ δʼ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐϊππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως, καὶ ἐκ τῆς Κιλικίας.

Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας

Ἣν ἐκ παλαιοῦ[*] περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον

v.2.p.40
ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ[*] τῆς ἀποδημίας σκοπὸν[*] ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ[*] τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν,[*] ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις.

Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς[*] τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ

v.2.p.42
δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν,[*] ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης.

Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται,

v.2.p.44
τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς[*] ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως[*] ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι.[*] ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. καὶ τούτου ἀπόδειξις[*] αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες[*] ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν
v.2.p.46
ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα.

Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων[*] λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις[*] τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν[*] ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.

v.2.p.48
Ἀνεπίγραφος περὶ συνόδου

Ἀρχαιας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι, καὶ πατέρων εἰρήνην τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον, ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν, ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. τί γὰρ ἂν γένοιτο χαριέστερον, τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους[*] τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾷν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε πάτερ (λέγω δὲ ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου), μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν· καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ

v.2.p.50
φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν, ὡς ἐσομένης ἡμῖν τινὸς ἐπισκέψεως παρʼ ὑμῶν. ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος[*] ἡμῶν παράκλησιν, διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, εἰς φιλίαν τὰς ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους[*] ὑμῖν καθιστῶντας· ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ, πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε.

Πάντως δὲ οὐδὲν καινὸν[*] ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. ἐν χαλεπωτέρῳ

v.2.p.52
δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.

Tokens

Ἀθανασίῳ 1 w 8
ἐπισκόπῳ 1 w 17
Ἀλεξανδρείας 1 w 29
Οὐδένα 1 w 35
τοσοῦτον 1 w 43
ἡγοῦμαι 1 w 50
λυπεῖν 1 w 56
τὴν 1 w 59
παροῦσαν 1 w 67
τῶν 1 w 70
ἐκκλησιῶν 1 w 79
κατάστασιν 1 w 89
μᾶλλον 1 w 96
δὲ 1 w 98
σύγχυσιν 1 w 106
εἰπεῖν 1 w 113
ἀληθέστερον 1 w 124
ὅσον 1 w 129
τὴν 2 w 132
σὴν 1 w 135
τιμιότητα 1 w 144
συγκρίνοντα 1 w 156
μὲν 1 w 159
τοῖς 1 w 163
ἀρχαίοις 1 w 171
τανῦν 1 w 176
καὶ 1 w 180
παρὰ 1 w 184
πόσον 1 w 189
ταῦτα 1 w 194
ἐκείνων 1 w 201
ἐξήλλακται 1 w 211
λογιζόμενον 1 w 222
καὶ 2 w 226
ὅτι 1 w 229
εἰ 2 w 231
κατὰ 1 w 235
τὴν 3 w 238
αὐτὴν 1 w 243
ὁρμὴν 1 w 248
ὑπορρέοι 1 w 256
ἐπὶ 1 w 259
τὸ 1 w 261
χεῖρον 1 w 267
τὰ 2 w 269
πράγματα 1 w 277
οὐδὲν 1 w 283
ἔσται 1 w 288
ἔστι 1 w 292
E 1 w 293
τὸ 2 w 296
κωλῦον 1 w 302
εἴσω 1 w 307
ὀλίγου 1 w 313
χρόνου 1 w 319
πρὸς 1 w 323
ἄλλο 1 w 327
τι 4 w 329
σχῆμα 1 w 334
παντελῶς 1 w 342
μεθαρμοσθῆναι 1 w 355
τὰς 1 w 358
ἐκκλησίας 1 w 367
ταῦτα 2 w 373
πολλάκις 1 w 381
ἐπʼ 1 w 384
ἐμαυτοῦ 1 w 391
γενόμενος 1 w 400
διενοήθην 1 w 409
ὅτι 2 w 413
εἰ 3 w 415
ἡμῖν 1 w 419
οὕτως 1 w 424
ἐλεεινὴ 1 w 431
τῶν 2 w 434
ἐκκλησιῶν 2 w 443
3 w 444
παρατροπὴ 1 w 453
καταφαίνεται 1 w 465
ποίαν 1 w 471
τινὰ 1 w 475
εἰκὸς 1 w 480
ἐπὶ 2 w 483
τούτοις 1 w 490
ψυχὴν 1 w 495
ἔχειν 1 w 500
τὸν 1 w 503
τῆς 1 w 506
ἀρχαίας 1 w 513
εὐσταθείας 1 w 523
καὶ 3 w 526
ὁμονοίας 1 w 534
περὶ 1 w 538
τὴν 5 w 541
πίστιν 1 w 547
τῶν 3 w 550
ἐκκλησιῶν 3 w 559
τοῦ 2 w 562
Κυρίου 1 w 568
Θεοῦ 1 w 572
editi 1 w 577
antiqi 1 w 583
πεπειραμένον 1 w 596
ἀλλʼ 1 w 601
ὥσπερ 1 w 606
τὸ 4 w 608
πολὺ 1 w 612
τῆς 2 w 615
λύπης 1 w 620
τὴν 6 w 623
σὴν 2 w 626
τελειότητα 1 w 636
περιίσταται 1 w 647
οὕτως 2 w 653
ἡγούμεθα 1 w 661
προσήκειν 1 w 670
καὶ 4 w 673
τῆς 3 w 676
ὑπὲρ 1 w 680
τῶν 4 w 683
ἐκκλησιῶν 4 w 692
μερίμνης 1 w 700
τὸ 5 w 702
πλέον 1 w 707
τῇ 1 w 709
σῇ 1 w 711
διαφέρειν 1 w 720
φρονήσει 1 w 728
πάλαι 1 w 734
οἶδα 1 w 738
καὶ 5 w 741
αὐτός 1 w 746
κατὰ 2 w 751
τὴν 7 w 754
ἐνυπάρχουσάν 1 w 766
μοι 1 w 769
μετρίως 1 w 776
τῶν 5 w 779
πραγμάτων 1 w 788
κατάληψιν 1 w 797
μίαν 1 w 802
ἐπιγνοὺς 1 w 810
ὁδὸν 1 w 814
βοηθείας 1 w 822
ταῖς 1 w 826
καθʼ 1 w 830
ἡμᾶς 1 w 834
ἐκκλησίαις 1 w 844
τὴν 8 w 848
παρὰ 2 w 852
τῶν 6 w 855
δυτικῶν 1 w 862
ἐπισκόπων 1 w 871
σύμπνοιαν 1 w 880
εἰ 5 w 883
γὰρ 1 w 886
βουληθεῖεν 1 w 896
ὃν 1 w 899
ἀνέλαβον 1 w 907
ὑπὲρ 2 w 911
ἑνὸς 1 w 915
1 w 916
δύο 1 w 919
τῶν 7 w 922
κατὰ 3 w 926
τὴν 9 w 929
δύσιν 1 w 934
ἐπὶ 3 w 937
κακοδοξίᾳ 1 w 946
φωραθέντων 1 w 956
ζῆλον 1 w 961
τοῦτον 1 w 968
καὶ 6 w 971
ὑπὲρ 3 w 975
τῆς 4 w 978
παροικίας 1 w 987
τῶν 8 w 990
καθʼ 2 w 994
ἡμᾶς 2 w 998
μερῶν 1 w 1003
ἐπιδείξασθαι 1 w 1015
τάχα 1 w 1020
ἄν 1 w 1022
τι 9 w 1024
γένοιτο 1 w 1031
τοῖς 2 w 1035
κοινοῖς 1 w 1042
ὄφελος 1 w 1048
τῶν 9 w 1052
τε 4 w 1054
κρατούντων 1 w 1064
τὸ 6 w 1066
ἀξιόπιστον 1 w 1076
τοῦ 4 w 1079
πλήθους 1 w 1086
δυσωπουμένων 1 w 1098
καὶ 7 w 1102
τῶν 10 w 1105
ἑκασταχοῦ 1 w 1114
λαῶν 1 w 1118
ἀκολουθούντων 1 w 1131
αὐτοῖς 1 w 1137
ἀναντιρρήτως 1 w 1149
Τίς 1 w 1153
οὖν 1 w 1156
ταῦτα 3 w 1161
διαπράξασθαι 1 w 1173
τῆς 5 w 1176
σῆς 1 w 1179
συνέσεως 1 w 1187
δυνατώτερος 1 w 1198
τίς 1 w 1202
συνιδεῖν 1 w 1210
τὸ 7 w 1212
δέον 1 w 1216
ὀξύτερος 1 w 1224
τίς 2 w 1228
ἐνεργῆσαι 1 w 1237
τὰ 6 w 1239
χρήσιμα 1 w 1246
πρακτικώτερος 1 w 1259
τίς 3 w 1263
πρὸς 2 w 1267
τὴν 10 w 1270
καταπόνησιν 1 w 1281
τῶν 11 w 1284
ἀδελφῶν 1 w 1291
συμπαθέστερος 1 w 1304
τίς 4 w 1308
τῆς 6 w 1311
σεμνοτάτης 1 w 1321
σου 1 w 1324
πολιᾶς 1 w 1330
πολιτείας 1 w 1339
tres 1 w 1343
MSS 1 w 1346
et 1 w 1349
Medicaeus 1 w 1358
sec 1 w 1361
man 1 w 1365
πάσῃ 1 w 1370
τῇ 2 w 1372
δύσει 1 w 1377
αἰδεσιμώτερος 1 w 1390
αἰδεσιμώτατος 1 w 1404
E 2 w 1405
κατάλιπέ 1 w 1414
τι 12 w 1416
μνημόσυνον 1 w 1426
τῷ 1 w 1428
βίῳ 1 w 1431
τῆς 7 w 1434
σῆς 2 w 1437
ἐπάξιον 1 w 1444
πολιτείας 2 w 1453
τιμιώτατε 1 w 1463
πάτερ 1 w 1468
τοὺς 1 w 1473
μυρίους 1 w 1480
ἐκείνους 1 w 1488
ὑπὲρ 4 w 1492
τῆς 8 w 1495
εὐσεβείας 1 w 1504
ἄθλους 1 w 1510
ἑνὶ 1 w 1513
τούτῳ 1 w 1518
κατακόσμησον 1 w 1530
κατάστησον 1 w 1540
editi 2 w 1545
antiqi 2 w 1551
ἔργῳ 1 w 1556
ἔκπεμψόν 1 w 1565
τινας 1 w 1570
ἐκ 9 w 1572
τῆς 9 w 1575
ἁγίας 1 w 1580
τῆς 10 w 1583
ὑπὸ 1 w 1586
σὲ 1 w 1588
ἐκκλησίας 2 w 1597
ἄνδρας 1 w 1603
δυνατοὺς 1 w 1611
ἐν 3 w 1613
τῇ 3 w 1615
ὑγιαινούσῃ 1 w 1625
διδασκαλίᾳ 1 w 1635
πρὸς 3 w 1639
τοὺς 3 w 1643
κατὰ 4 w 1647
τὴν 11 w 1650
δύσιν 2 w 1655
ἐπισκόπους 1 w 1665
διήγησαι 1 w 1674
αὐτοῖς 2 w 1680
τὰς 2 w 1683
κατασχούσας 1 w 1694
ἡμᾶς 3 w 1698
συμφοράς 1 w 1706
ὑπόθου 1 w 1713
τρόπον 1 w 1719
ἀντιλήψεως 1 w 1729
γενοῦ 1 w 1735
Σαμουὴλ 1 w 1742
ταῖς 2 w 1746
ἐκκλησίαις 2 w 1756
πολεμουμένοις 1 w 1770
τοῖς 5 w 1774
λαοῖς 1 w 1779
συγκακοπάθησον 1 w 1793
ἀνένεγκε 1 w 1802
εἰρηνικὰς 1 w 1811
προσευχάς 1 w 1820
αἴτησον 1 w 1828
χάριν 1 w 1833
παρὰ 3 w 1837
τοῦ 5 w 1840
Κυρίου 2 w 1846
εἰρήνης 1 w 1854
τι 16 w 1856
μνημόσυνον 2 w 1866
ἐναφεῖναι 1 w 1875
ἐναφεθῆναι 1 w 1885
editi 3 w 1890
antiqi 3 w 1896
ταῖς 3 w 1901
ἐκκλησίαις 3 w 1911
οἶδα 2 w 1916
ὅτι 3 w 1919
ἀσθενεῖς 1 w 1927
αἱ 1 w 1929
ἐπιστολαὶ 1 w 1938
πρὸς 4 w 1942
συμβουλὴν 1 w 1951
τοῦ 6 w 1954
τοσούτου 1 w 1962
πράγματος 1 w 1971
ἀλλʼ 2 w 1976
οὔτε 1 w 1980
αὐτὸς 1 w 1985
τῆς 11 w 1988
παρʼ 1 w 1992
ἑτέρων 1 w 1998
παρακλήσεως 1 w 2009
χρῄζεις 1 w 2016
οὐ 2 w 2019
μᾶλλόν 1 w 2025
γε 3 w 2027
2 w 2028
τῶν 12 w 2031
ἀγωνιστῶν 1 w 2040
οἱ 1 w 2042
γενναιότατοι 1 w 2054
τῆς 12 w 2057
παρὰ 4 w 2061
τῶν 14 w 2064
παίδων 1 w 2070
ὑποφωνήσεως 1 w 2081
οὔτε 2 w 2086
ἡμεῖς 1 w 2091
ἀγνοοῦντα 1 w 2100
διδάσκομεν 1 w 2110
ἀλλʼ 3 w 2115
ἐσπουδακότι 1 w 2126
τὴν 12 w 2129
ὁρμὴν 2 w 2134
ἐπιτείνομεν 1 w 2145
Πρὸς 1 w 2150
μὲν 2 w 2153
οὖν 2 w 2156
τὰ 9 w 2158
λοιπὰ 1 w 2163
τῆς 13 w 2166
ἀνατολῆς 1 w 2174
ἴσως 1 w 2178
σοι 1 w 2181
καὶ 8 w 2184
πλειόνων 1 w 2192
συνεργίας 1 w 2201
προσδεῖ 1 w 2208
καὶ 9 w 2212
ἀνάγκη 1 w 2218
ἀναμένειν 1 w 2227
τοὺς 4 w 2231
ἐκ 13 w 2233
τῆς 14 w 2236
δύσεως 1 w 2242
9 w 2244
μέντοι 1 w 2250
τῆς 15 w 2253
κατὰ 5 w 2257
τὴν 13 w 2260
Ἀντιόχειαν 1 w 2270
ἐκκλησίας 3 w 2279
εὐταξία 1 w 2286
προδήλως 1 w 2294
τῆς 16 w 2297
σῆς 3 w 2300
ἤρτηται 1 w 2307
θεοσεβείας 1 w 2317
ὥστε 1 w 2322
τοὺς 5 w 2326
μὲν 3 w 2329
οἰκονομῆσαι 1 w 2340
τοὺς 6 w 2345
δὲ 3 w 2347
καθησυχάσαι 1 w 2358
ἀποδοῦναι 1 w 2368
δὲ 4 w 2370
τὴν 14 w 2373
ἰσχὺν 1 w 2378
τῇ 4 w 2380
ἐκκλησίᾳ 1 w 2388
διὰ 1 w 2391
τῆς 17 w 2394
συμφωνίας 1 w 2403
καὶ 10 w 2407
γὰρ 2 w 2410
ὅτι 4 w 2413
ὀφείλεις 1 w 2421
κατὰ 6 w 2426
τοὺς 7 w 2430
σοφωτάτους 1 w 2440
τῶν 15 w 2443
ἰατρῶν 1 w 2449
τῆς 18 w 2453
ἐπιμελείας 1 w 2463
ἐκ 16 w 2465
τῶν 16 w 2468
καιριωτάτων 1 w 2479
ἄρχεσθαι 1 w 2487
παντὸς 1 w 2494
ἀκριβέστερον 1 w 2506
αὐτὸς 2 w 2511
ἐπίστασαι 1 w 2520
τί 5 w 2523
δʼ 1 w 2525
ἂν 1 w 2527
γένοιτο 2 w 2534
ταῖς 4 w 2538
κατὰ 7 w 2542
τὴν 15 w 2545
οἰκουμένην 1 w 2555
ἐκκλησίαις 4 w 2565
τῆς 19 w 2568
Ἀντιοχείας 1 w 2578
ἐπικαιριώτερον 1 w 2592
ἔτι 1 w 2596
καιριώτερον 2 w 2607
alii 1 w 2611
mss 1 w 2614
καιριώτερον 3 w 2626
editi 4 w 2631
antiqi 4 w 2637
ἣν 1 w 2640
εἰ 8 w 2642
συνέβη 1 w 2648
πρὸς 5 w 2652
ὁμόνοιαν 1 w 2660
ἐπανελθεῖν 1 w 2670
οὐδὲν 2 w 2676
ἐκώλυεν 1 w 2683
ὥσπερ 2 w 2689
ὡσπερεί 1 w 2696
E 3 w 2697
κεφαλὴν 1 w 2705
ἐρρωμένην 1 w 2714
παντὶ 1 w 2720
τῷ 2 w 2722
σώματι 1 w 2728
ἐπιχορηγεῖν 1 w 2739
τὴν 16 w 2742
ὑγίειαν 1 w 2749
τῷ 3 w 2752
ὄντι 1 w 2756
δὲ 6 w 2758
τῆς 20 w 2761
σῆς 4 w 2764
δεῖται 1 w 2770
σοφίας 1 w 2776
καὶ 11 w 2779
εὐαγγελικῆς 1 w 2790
συμπαθείας 1 w 2800
τὰ 13 w 2802
ἐκείνης 1 w 2809
τῆς 21 w 2812
πόλεως 1 w 2818
ἀρρωστήματα 1 w 2829
1 w 2831
γε 7 w 2833
οὐχ 1 w 2836
ὑπὸ 2 w 2839
τῶν 17 w 2842
αἱρετικῶν 1 w 2851
διατέτμηται 1 w 2862
μόνον 1 w 2867
ἀλλὰ 1 w 2872
καὶ 12 w 2875
ὑπὸ 3 w 2878
τῶν 18 w 2881
τὰ 14 w 2883
αὐτὰ 1 w 2887
φρονεῖν 1 w 2894
ἀλλήλοις 1 w 2902
λεγόντων 1 w 2910
διασπᾶται 1 w 2919
ταῦτα 4 w 2925
δὲ 7 w 2927
ἑνῶσαι 1 w 2933
καὶ 13 w 2936
εἰς 1 w 2939
ἑνὸς 2 w 2943
μίαν 2 w 2947
E 4 w 2948
σώματος 1 w 2956
συναγαγεῖν 1 w 2966
ἁρμονίαν 1 w 2974
ἐκείνου 2 w 2981
μόνου 1 w 2986
ἐστί 1 w 2990
τοῦ 7 w 2994
καὶ 14 w 2997
τοῖς 6 w 3001
ξηροῖς 1 w 3007
ὀστέοις 1 w 3014
τὴν 17 w 3017
εἰς 2 w 3020
νεῦρα 1 w 3025
καὶ 15 w 3028
σάρκα 1 w 3033
πάλιν 1 w 3038
ἐπάνοδον 1 w 3046
τῇ 5 w 3048
ἀφάτῳ 1 w 3053
αὐτοῦ 1 w 3058
δυνάμει 1 w 3065
χαριζομένου 1 w 3076
πάντως 1 w 3083
δὲ 8 w 3085
τὰ 16 w 3087
μεγάλα 1 w 3093
6 w 3094
7 w 3095
om 1 w 3097
E 5 w 3099
Κύριος 1 w 3106
διὰ 2 w 3109
τῶν 19 w 3112
ἀξίων 1 w 3117
αὐτοῦ 2 w 3122
ἐνεργεῖ 1 w 3129
πάλιν 2 w 3135
οὖν 3 w 3138
καὶ 16 w 3141
ἐνταῦθα 1 w 3148
τῇ 6 w 3150
σῇ 2 w 3152
μεγαλοφυΐᾳ 1 w 3162
πρέπειν 1 w 3169
τὴν 18 w 3172
τῶν 20 w 3175
τηλικούτων 1 w 3185
διακονίαν 1 w 3194
ἐλπίζομεν 1 w 3203
ὥστε 2 w 3208
καταστορέσαι 1 w 3220
μὲν 4 w 3223
τοῦ 10 w 3226
λαοῦ 1 w 3230
τὸν 2 w 3233
τάραχον 1 w 3240
παῦσαι 1 w 3247
δὲ 9 w 3249
τὰς 3 w 3252
μερικὰς 1 w 3259
προστασίας 1 w 3269
ὑποτάξαι 1 w 3278
δὲ 10 w 3280
πάντας 1 w 3286
ἀλλήλοις 2 w 3294
ἐν 8 w 3296
ἀγάπῃ 1 w 3301
καὶ 17 w 3305
τὴν 19 w 3308
ἀρχαίαν 1 w 3315
ἰσχὺν 2 w 3320
ἀποδοῦναι 2 w 3329
τῇ 7 w 3331
Ἐκκλησίᾳ 1 w 3339
Ἀθανασίῳ 2 w 3348
ἐπισκόπῳ 2 w 3357
Ἀλεξανδρείας 2 w 3369
Ἐμοὶ 1 w 3373
μὲν 5 w 3376
ἐξαρκοῦν 1 w 3384
ἐφάνη 1 w 3389
ἐν 9 w 3391
τοῖς 7 w 3395
προτέροις 1 w 3404
γράμμασι 1 w 3412
πρὸς 6 w 3416
τὴν 20 w 3419
σὴν 3 w 3422
τιμιότητα 2 w 3431
τοσοῦτον 2 w 3439
ἐνδείξασθαι 1 w 3450
ὅτι 5 w 3454
πᾶν 1 w 3457
τὸ 12 w 3459
ὅτιπερ 1 w 3465
τό 2 w 3467
editi 5 w 3472
antiqi 5 w 3478
κατὰ 8 w 3483
τὴν 21 w 3486
πίστιν 2 w 3492
ἐρρωμένον 1 w 3501
τοῦ 11 w 3504
κατὰ 9 w 3508
τὴν 22 w 3511
ἁγίαν 1 w 3516
ἐκκλησίαν 1 w 3525
Ἀντιοχείας 2 w 3535
λαοῦ 2 w 3539
εἰς 3 w 3542
μίαν 3 w 3546
συμφωνίαν 1 w 3555
καὶ 18 w 3558
ἕνωσιν 1 w 3564
χρὴ 1 w 3567
ἐναχθῆναι 1 w 3576
πρὸς 7 w 3581
τὸ 13 w 3583
δηλῶσαι 1 w 3590
ὅτι 7 w 3594
τῷ 4 w 3596
θεοφιλεστάτῳ 1 w 3608
ἐπισκόπῳ 3 w 3616
Μελετίῳ 1 w 3623
δέοι 1 w 3627
τὰ 20 w 3629
εἰς 4 w 3632
μέρη 1 w 3636
πλείονα 1 w 3643
νῦν 2 w 3646
διῃρημένα 1 w 3655
συνάψαι 1 w 3662
ἐπεὶ 1 w 3667
δὲ 11 w 3669
8 w 3670
αὐτὸς 3 w 3675
οὗτος 1 w 3680
9 w 3681
ἀγαπητὸς 1 w 3689
συνδιάκονος 1 w 3700
ἡμῶν 1 w 3704
Δωρόθεος 1 w 3712
ἐναργεστέραν 1 w 3724
τὴν 23 w 3727
περὶ 2 w 3731
τούτων 1 w 3737
ἐπεζήτησε 1 w 3746
μνήμην 1 w 3752
ἀναγκαίως 1 w 3762
ἐπισημαινόμεθα 1 w 3776
ὅτι 8 w 3780
καὶ 19 w 3783
πάσῃ 2 w 3787
τῇ 8 w 3789
ἀνατολῇ 1 w 3796
δι 14 w 3798
εὐχῆς 1 w 3804
καὶ 20 w 3808
ἡμῖν 2 w 3812
τοῖς 8 w 3816
παντοίως 1 w 3824
αὐτῷ 1 w 3828
συνημμένοις 1 w 3839
ἐπιθυμητόν 1 w 3849
αὐτὸν 1 w 3855
ἰδεῖν 1 w 3860
τὴν 24 w 3863
ἐκκλησίαν 2 w 3872
διέποντα 1 w 3880
τοῦ 12 w 3883
τοῦ 13 w 3886
om 2 w 3888
E 6 w 3890
Κυρίου 3 w 3897
τῇ 9 w 3900
τε 23 w 3902
πίστει 1 w 3908
ἀνεπίληπτον 1 w 3919
ὄντα 1 w 3923
καὶ 21 w 3927
τῷ 6 w 3929
βίῳ 2 w 3932
οὐδεμίαν 1 w 3940
πρὸς 8 w 3944
τοὺς 8 w 3948
ἄλλους 1 w 3954
ἐπιδεχόμενον 1 w 3966
σύγκρισιν 1 w 3975
καὶ 22 w 3979
τῷ 7 w 3981
τό 4 w 3983
editi 6 w 3988
antiqi 6 w 3994
τοῦ 14 w 3998
παντός 1 w 4004
ὡς 1 w 4007
εἰπεῖν 2 w 4013
σώματος 2 w 4021
τῆς 22 w 4024
ἐκκλησίας 4 w 4033
αὐτὸν 2 w 4038
προεστάναι 1 w 4048
τὰ 21 w 4051
δὲ 12 w 4053
λοιπὰ 2 w 4058
οἷον 1 w 4062
μερῶν 2 w 4067
ἀποτμήματα 1 w 4077
εἶναι 1 w 4082
Ὥστε 1 w 4087
πανταχόθεν 1 w 4097
ἀναγκαῖόν 1 w 4106
τε 26 w 4108
ὁμοῦ 1 w 4112
καὶ 23 w 4115
σύμφερον 1 w 4123
τῷ 8 w 4125
ἀνδρὶ 1 w 4130
τούτῳ 2 w 4135
συναφθῆναι 1 w 4145
τοὺς 9 w 4149
ἄλλους 2 w 4155
ὥσπερ 3 w 4161
τοῖς 9 w 4165
μεγάλοις 1 w 4173
τῶν 21 w 4176
ποταμῶν 1 w 4183
τοὺς 10 w 4187
ἐλάττους 1 w 4195
περὶ 3 w 4200
δὲ 13 w 4202
τοὺς 11 w 4206
ἄλλους 3 w 4212
γενέσθαι 1 w 4220
τινὰ 2 w 4224
οἰκονομίαν 1 w 4234
τὴν 25 w 4238
κἀκείνοις 1 w 4247
πρέπουσαν 1 w 4256
καὶ 24 w 4260
τὸν 5 w 4263
λαὸν 1 w 4267
εἰρηνεύουσαν 1 w 4279
καὶ 25 w 4283
τῇ 10 w 4285
σῇ 3 w 4287
συνέσει 1 w 4294
καὶ 26 w 4297
περιβοήτῳ 1 w 4306
ἐντρεχείᾳ 1 w 4315
καὶ 27 w 4318
σπουδῇ 1 w 4324
ἐπιβάλλουσαν 1 w 4336
πάντως 2 w 4343
δὲ 14 w 4345
οὐκ 1 w 4348
ἔλαθέ 1 w 4353
σου 2 w 4356
τὴν 26 w 4359
ἀνυπέρβλητον 1 w 4371
φρόνησιν 1 w 4379
ὅτι 9 w 4383
ἤδη 1 w 4386
καὶ 28 w 4389
τοῖς 10 w 4393
ὁμοψύχοις 1 w 4402
σου 3 w 4405
τοῖς 11 w 4409
κατὰ 10 w 4413
τὴν 27 w 4416
δύσιν 3 w 4421
τὰ 23 w 4423
αὐτὰ 2 w 4427
ταῦτα 5 w 4432
συνήρεσεν 1 w 4441
συνήρεσκεν 1 w 4452
sex 1 w 4455
MSS 2 w 4458
et 2 w 4461
editi 7 w 4466
antiqi 7 w 4472
ὡς 2 w 4475
δηλοῖ 1 w 4480
τὰ 25 w 4482
γράμματα 1 w 4490
τὰ 26 w 4492
διὰ 3 w 4495
τοῦ 15 w 4498
μακαρίου 1 w 4506
Σιλουανοῦ 1 w 4515
κομισθέντα 1 w 4525
ἡμῖν 3 w 4529
Μελετίῳ 2 w 4537
ἐπισκόπῳ 4 w 4546
Ἀντιοχείας 3 w 4556
Τέως 1 w 4560
μὲν 6 w 4563
ἐβουλήθημεν 1 w 4574
ἐβουλήθημεν 2 w 4585
E 7 w 4586
ἠβουλήθημεν 1 w 4598
editi 8 w 4603
antiqi 8 w 4609
κατασχεῖν 1 w 4619
παρʼ 2 w 4623
ἑαυτοῖς 1 w 4630
τὸν 6 w 4633
εὐλαβέστατον 1 w 4645
ἀδελφὸν 1 w 4652
Δωρόθεον 1 w 4660
τὸν 7 w 4663
συνδιάκονον 1 w 4674
ὥστε 3 w 4679
ἐπὶ 4 w 4683
τῷ 9 w 4685
τέλει 1 w 4690
τῶν 22 w 4693
πραγμάτων 2 w 4702
ἀποπεμψάμενοι 1 w 4715
γνωρίσαι 1 w 4724
δι 18 w 4726
αὐτοῦ 3 w 4732
ἕκαστα 1 w 4738
τῶν 23 w 4741
πεπραγμένων 1 w 4752
τῇ 11 w 4754
τιμιότητί 1 w 4763
σου 4 w 4766
ἐπεὶ 2 w 4771
δὲ 15 w 4773
ἡμέραν 1 w 4779
ἐξ 3 w 4781
ἡμέρας 1 w 4787
ὑπερτιθέμενοι 1 w 4800
εἰς 5 w 4803
πολὺ 2 w 4807
τοῦ 17 w 4810
χρόνου 2 w 4816
παρετάθημεν 1 w 4827
καὶ 29 w 4831
ἅμα 1 w 4834
ὡς 3 w 4837
ἐν 14 w 4839
ἀπόροις 1 w 4846
βουλή 4 w 4852
τις 1 w 4855
ἡμῖν 4 w 4859
ἐνέπεσε 1 w 4866
περὶ 4 w 4870
τῶν 24 w 4873
πρακτέων 1 w 4881
προκειμένων 1 w 4893
tres 2 w 4897
MSS 3 w 4900
ἀπεστείλαμεν 1 w 4913
τὸν 8 w 4916
προειρημένον 1 w 4928
ἄνδρα 2 w 4933
καταλαβεῖν 1 w 4943
ὑμῶν 1 w 4947
τὴν 28 w 4950
ὁσιότητα 1 w 4958
καὶ 30 w 4962
δι 19 w 4964
ἑαυτοῦ 1 w 4971
τε 29 w 4973
ἀνενεγκεῖν 1 w 4983
ἕκαστα 2 w 4989
καὶ 31 w 4993
τὸ 22 w 4995
ὑπομνηστικὸν 1 w 5007
ἡμῶν 2 w 5011
ἐπιδεῖξαι 1 w 5020
ἵνα 1 w 5024
εἰ 16 w 5027
φανείη 1 w 5033
χρησίμως 1 w 5041
ἔχειν 2 w 5046
τὰ 27 w 5048
παρʼ 3 w 5052
ἡμῶν 3 w 5056
ἐννοηθέντα 1 w 5066
εἰς 6 w 5070
ἔργον 1 w 5075
ἐλθεῖν 1 w 5081
παρὰ 5 w 5085
τὴς 1 w 5088
ὑμετέρας 1 w 5096
τελειότητος 1 w 5107
σπουδασθείη 1 w 5118
Ὡς 1 w 5121
δὲ 16 w 5123
συντόμως 1 w 5131
εἰπεῖν 3 w 5137
γνώμη 1 w 5143
ἐκράτησεν 1 w 5152
ἐπὶ 5 w 5155
τὴν 29 w 5158
Ῥώμην 1 w 5163
διαβῆναι 1 w 5171
τὸν 9 w 5174
αὐτὸν 3 w 5179
τοῦτον 2 w 5185
ἀδελφὸν 2 w 5192
ἡμῶν 4 w 5196
Δωρόθεον 2 w 5204
διαναστῆσαί 1 w 5216
διαστῆσαι 1 w 5225
E 8 w 5226
τινας 2 w 5232
τῶν 25 w 5235
ἀπὸ 1 w 5238
ἐκ 25 w 5240
E 9 w 5241
τῆς 23 w 5245
Ἰταλίας 1 w 5252
πρὸς 9 w 5257
τὴν 30 w 5260
ἐπίσκεψιν 1 w 5269
ἡμῶν 5 w 5273
θαλάσσῃ 1 w 5280
χρησαμένους 1 w 5291
ἵνα 2 w 5295
τοὺς 12 w 5299
ἐμποδίζοντας 1 w 5311
διαφύγωσι 1 w 5320
τοὺς 13 w 5325
γὰρ 3 w 5328
παραδυναστεύοντας 1 w 5345
τοῖς 13 w 5349
κρατοῦσιν 1 w 5358
εἶδον 1 w 5363
μηδὲν 1 w 5368
βουλομένους 1 w 5379
μήτε 1 w 5383
δυναμένους 1 w 5393
ὑπομιμνήσκειν 1 w 5406
αὐτὸν 4 w 5411
αὐτούς 1 w 5417
editi 9 w 5422
antiqi 9 w 5428
περὶ 5 w 5433
τῶν 26 w 5436
ἐκβεβλημένων 1 w 5448
ἀλλὰ 2 w 5453
τὸ 26 w 5455
μή 3 w 5457
τι 41 w 5459
χεῖρον 2 w 5465
ἰδεῖν 2 w 5470
ἐν 17 w 5472
ταῖς 5 w 5476
ἐκκλησίαις 5 w 5486
γινόμενον 1 w 5495
κέρδος 1 w 5501
τιθεμένους 1 w 5511
εἰ 19 w 5514
οὖν 4 w 5517
καὶ 32 w 5520
τῇ 12 w 5522
σῇ 4 w 5524
φρονήσει 2 w 5532
χρήσιμον 1 w 5540
εἶναι 2 w 5545
τὸ 27 w 5547
βούλευμα 1 w 5555
παρασταίη 1 w 5564
καταξιώσεις 1 w 5576
καὶ 33 w 5579
ἐπιστολὰς 1 w 5588
τυπῶσαι 1 w 5595
καὶ 34 w 5599
ὑπομνηστικὰ 1 w 5610
ὑπαγορεῦσαι 1 w 5621
περὶ 6 w 5625
ὧν 1 w 5627
χρὴ 2 w 5630
διαλεχθῆναι 1 w 5641
αὐτὸν 5 w 5646
καὶ 35 w 5649
πρὸς 10 w 5653
τίνας 1 w 5658
καὶ 36 w 5662
ὅτε 1 w 5665
and 1 w 5669
when 1 w 5673
add 1 w 5677
editi 10 w 5683
antiqi 10 w 5689
ὥστε 4 w 5694
δὲ 18 w 5696
ἔχειν 3 w 5701
ἀξιοπιστίαν 1 w 5712
τινὰ 3 w 5716
τὰ 28 w 5718
γράμματα 2 w 5726
συμπαραλήψῃ 1 w 5738
πάντως 3 w 5744
τοὺς 14 w 5748
ὁμογνώμονας 1 w 5759
κἂν 1 w 5763
μὴ 3 w 5765
παρῶσι 1 w 5771
τὰ 29 w 5774
δʼ 2 w 5776
ἐνταῦθα 2 w 5783
ἔτι 2 w 5786
ἐστὶν 1 w 5791
ἐν 19 w 5793
ἀδήλῳ 1 w 5798
τοῦ 21 w 5802
Εὐϊππίου 1 w 5810
παραγενομένου 1 w 5823
μέν 21 w 5826
μηδὲν 2 w 5832
δὲ 20 w 5834
τέως 1 w 5838
ἐκφήναντος 1 w 5848
ἀπειλοῦσι 1 w 5858
μέντοι 2 w 5864
καὶ 37 w 5867
συνδρομήν 1 w 5876
τινα 3 w 5880
ὁμογνωμόνων 1 w 5891
αὐτοῖς 3 w 5897
ἔκ 2 w 5899
τε 35 w 5901
τῆς 24 w 5904
Ἀρμενίας 1 w 5912
τῆς 25 w 5915
Τετραπόλεως 1 w 5926
καὶ 38 w 5930
ἐκ 29 w 5932
τῆς 26 w 5935
Κιλικίας 1 w 5943
Ἀθανασίῳ 3 w 5952
ἐπισκόπῳ 5 w 5961
Ἀλεξανδρείας 3 w 5973
Ἣν 1 w 5975
ἐκ 30 w 5977
παλαιοῦ 1 w 5984
ἔκπαλαι 1 w 5991
tres 3 w 5995
MSS 4 w 5998
recentiores 1 w 6010
περὶ 7 w 6015
τῆς 27 w 6018
σῆς 5 w 6021
τιμιότητος 1 w 6031
ὑπόληψιν 1 w 6039
ἔσχομεν 1 w 6046
ταύτην 1 w 6053
15 w 6054
χρόνος 1 w 6060
προϊὼν 1 w 6066
ἀεὶ 1 w 6069
βεβαιοῖ 1 w 6076
μᾶλλον 2 w 6083
δὲ 21 w 6085
καὶ 39 w 6088
συναύξει 1 w 6096
ταῖς 6 w 6100
προσθήκαις 1 w 6110
τῶν 27 w 6113
κατὰ 11 w 6117
μέρος 1 w 6122
ἐπιγινομένων 1 w 6134
ὅτι 10 w 6138
τῶν 28 w 6141
μὲν 7 w 6144
ἄλλων 1 w 6149
τοῖς 15 w 6153
πλείστοις 1 w 6162
ἐξαρκεῖ 1 w 6169
τὸ 29 w 6171
καθʼ 3 w 6175
ἑαυτὸν 1 w 6181
ἕκαστον 1 w 6188
περισκοπεῖν 1 w 6199
σοὶ 1 w 6203
δὲ 22 w 6205
οὐχ 2 w 6208
ἱκανὸν 1 w 6214
τοῦτο 3 w 6219
ἀλλʼ 4 w 6224
20 w 6225
μέριμνά 1 w 6232
σοι 2 w 6235
πασῶν 1 w 6240
τῶν 29 w 6243
ἐκκλησιῶν 5 w 6252
τοσαύτη 1 w 6259
ὅση 1 w 6263
καὶ 40 w 6266
τῆς 28 w 6269
ἰδίως 1 w 6274
παρὰ 6 w 6278
τοῦ 23 w 6281
κοινοῦ 1 w 6287
Δεσπότου 1 w 6295
ἡμῶν 6 w 6299
ἐμπιστευθείσης 1 w 6313
ἐπίκειται 1 w 6322
ὅς 1 w 6325
γε 13 w 6327
οὐδένα 1 w 6333
χρόνον 1 w 6339
διαλείπεις 1 w 6349
διαλεγόμενος 1 w 6361
νουθετῶν 1 w 6370
ἐπιστέλλων 1 w 6381
ἐκπέμπων 1 w 6390
τινὰς 1 w 6395
ἑκάστοτε 1 w 6403
τοὺς 15 w 6407
ὑποτιθεμένους 1 w 6420
τὰ 31 w 6422
βέλτιστα 1 w 6430
καὶ 41 w 6434
νῦν 3 w 6437
δὲ 23 w 6439
ἀπὸ 2 w 6442
τοῦ 24 w 6445
ἱεροῦ 1 w 6450
πληρώματος 1 w 6460
τοῦ 25 w 6463
ὑπὸ 4 w 6466
σὲ 2 w 6468
κλήρου 1 w 6474
τὸν 14 w 6477
αἰδεσιμώτατον 1 w 6490
ἀδελφὸν 3 w 6497
Πέτρον 1 w 6503
ἐκπεμφθέντα 1 w 6514
μετὰ 1 w 6518
πολλῆς 1 w 6524
χαρᾶς 1 w 6529
ἐδεξάμεθα 1 w 6538
καὶ 42 w 6542
τὸν 15 w 6545
ἀγαθὸν 1 w 6551
αὐτοῦ 4 w 6556
αὐτοῦ 5 w 6561
om 3 w 6563
E 10 w 6565
τῆς 29 w 6569
ἀποδημίας 1 w 6578
σκοπὸν 1 w 6584
κόπον 1 w 6589
E 11 w 6590
ἀπεδεξάμεθα 1 w 6602
ὃν 2 w 6605
ἐπιδείκνυται 1 w 6617
κατʼ 1 w 6621
ἐντολὰς 1 w 6628
τῆς 30 w 6631
σῆς 6 w 6634
τιμιότητος 2 w 6644
τὰ 33 w 6647
ἀντιτείνοντα 1 w 6659
προσαγόμενος 1 w 6671
καὶ 43 w 6675
τὰ 34 w 6677
διεσπασμένα 1 w 6688
συνάπτων 1 w 6696
ὅθεν 1 w 6701
τι 54 w 6703
καὶ 44 w 6706
ἡμεῖς 2 w 6711
συμβαλέσθαι 1 w 6722
τῇ 13 w 6724
περὶ 8 w 6728
τοῦτο 4 w 6733
σπουδῇ 2 w 6739
βουληθέντες 1 w 6750
ἐνομίσαμεν 1 w 6761
ἐπιτηδειοτάτην 1 w 6775
ἀρχὴν 1 w 6780
τοῖς 16 w 6784
πράγμασι 1 w 6792
δώσειν 1 w 6798
εἰ 20 w 6801
ὥσπερ 4 w 6807
ἐπὶ 6 w 6810
κορυφὴν 1 w 6817
τῶν 31 w 6820
ὅλων 1 w 6824
ἐπὶ 7 w 6828
ἐπὶ 8 w 6831
add 2 w 6834
Capps 1 w 6840
τὴν 31 w 6844
σὴν 4 w 6847
ἀναδράμοιμεν 1 w 6859
τελειότητα 2 w 6869
καὶ 45 w 6873
σοὶ 2 w 6876
συμβούλῳ 1 w 6884
τε 41 w 6886
χρησαίμεθα 1 w 6896
καὶ 46 w 6899
ἡγεμόνι 1 w 6906
τῶν 32 w 6909
πράξεων 1 w 6916
ὅθεν 2 w 6921
καὶ 47 w 6924
τὸν 16 w 6927
ἀδελφὸν 4 w 6934
Δωρόθεον 3 w 6942
τὸν 17 w 6946
διάκονον 2 w 6954
τῆς 31 w 6957
ὑπὸ 5 w 6960
τὸν 18 w 6963
τιμιώτατον 1 w 6973
ἐπίσκοπον 1 w 6982
Μελέτιον 1 w 6990
ἐκκλησίας 5 w 6999
ἀγαθῷ 1 w 7005
κεχρημένον 1 w 7015
περὶ 9 w 7019
τὴν 32 w 7022
τῆς 32 w 7025
πίστεως 1 w 7032
ὀρθότητα 1 w 7040
ζήλῳ 1 w 7044
καὶ 48 w 7048
ἐπιθυμοῦντα 1 w 7059
καὶ 49 w 7062
αὐτὸν 6 w 7067
τὴν 33 w 7070
εἰρήνην 1 w 7077
τῶν 33 w 7080
ἐκκλησιῶν 6 w 7089
ἐπιδεῖν 1 w 7096
πρὸς 11 w 7101
τὴν 34 w 7104
σὴν 5 w 7107
θεοσέβειαν 1 w 7117
ἀνεπέμψαμεν 1 w 7128
ἀνεπέμψαμεν 2 w 7140
Capps 2 w 7145
ἀναπέμψαι 1 w 7155
MSS 5 w 7158
ὥστε 5 w 7163
ταῖς 7 w 7168
σαῖς 1 w 7172
ὑποθήκαις 1 w 7181
ἀκολουθοῦντα 1 w 7193
ἃς 1 w 7196
καὶ 50 w 7199
τῷ 10 w 7201
χρόνῳ 1 w 7206
καὶ 51 w 7209
τῇ 14 w 7211
τῶν 34 w 7214
πραγμάτων 3 w 7223
πείρᾳ 1 w 7228
καὶ 52 w 7232
τῷ 11 w 7234
ὑπὲρ 5 w 7238
τοὺς 16 w 7242
ἄλλους 4 w 7248
ἔχειν 4 w 7253
τὴν 35 w 7256
ἐκ 36 w 7258
τοῦ 29 w 7261
Πνεύματος 1 w 7270
συμβουλίαν 1 w 7280
ἀσφαλεστέρας 1 w 7293
ποιεῖσθαι 1 w 7302
δύνασαι 1 w 7309
οὕτως 3 w 7316
ἐγχειρεῖν 1 w 7325
τοῖς 17 w 7329
σπουδαζομένοις 1 w 7343
Ὃν 1 w 7346
καὶ 53 w 7349
ὑποδέξῃ 1 w 7356
δηλονότι 1 w 7364
καὶ 54 w 7368
προσβλέψεις 1 w 7379
εἰρηνικοῖς 1 w 7389
ὀφθαλμοῖς 1 w 7398
στηρίξας 1 w 7407
τε 44 w 7409
αὐτὸν 7 w 7414
τῇ 15 w 7416
διὰ 4 w 7419
τῶν 35 w 7422
προσευχῶν 1 w 7431
βοηθείᾳ 1 w 7438
καὶ 55 w 7442
ἐφοδιάσας 1 w 7451
γράμμασι 2 w 7459
μᾶλλον 3 w 7466
δὲ 24 w 7468
καὶ 56 w 7471
παραζεύξας 1 w 7481
τινὰς 2 w 7486
τισί 1 w 7490
editi 11 w 7495
antiqi 11 w 7501
τῶν 36 w 7505
αὐτόθεν 1 w 7512
σπουδαίων 1 w 7521
ἐπὶ 9 w 7525
τὰ 35 w 7527
προκείμενα 1 w 7537
ὁδηγήσεις 1 w 7546
ἐφάνη 2 w 7552
δὲ 25 w 7554
ἡμῖν 5 w 7558
ἀκόλουθον 1 w 7567
ἐπιστεῖλαι 1 w 7577
τῷ 12 w 7579
ἐπισκόπῳ 6 w 7587
Ῥώμης 1 w 7592
ἐπισκέψασθαι 1 w 7605
τὰ 36 w 7607
ἐνταῦθα 3 w 7614
καὶ 57 w 7618
δοῦναι 3 w 7624
γνώμην 1 w 7630
ἵνʼ 1 w 7634
ἐπειδὴ 1 w 7640
ἀπὸ 3 w 7643
κοινοῦ 2 w 7649
καὶ 58 w 7652
συνοδικοῦ 1 w 7661
δόγματος 1 w 7669
ἀποσταλῆναί 1 w 7680
τινας 3 w 7685
δύσκολον 1 w 7693
τῶν 37 w 7696
ἐκεῖθεν 1 w 7703
αὐτὸν 8 w 7709
αὐθεντῆσαι 1 w 7719
περὶ 10 w 7723
τὸ 39 w 7725
πρᾶγμα 1 w 7731
ἐκλεξάμενον 1 w 7743
ἄνδρας 2 w 7749
ἱκανοὺς 1 w 7756
μὲν 8 w 7759
ὁδοιπορίας 1 w 7769
πόνους 1 w 7775
ὑπενεγκεῖν 1 w 7785
διενεγκεῖν 1 w 7796
editi 12 w 7801
antiqi 12 w 7807
ἱκανοὺς 2 w 7815
δὲ 26 w 7817
πραότητι 1 w 7825
καὶ 59 w 7828
εὐτονίᾳ 1 w 7835
ἤθους 1 w 7840
τοὺς 17 w 7844
ἐνδιαστρόφους 1 w 7857
τῶν 38 w 7860
παρʼ 4 w 7864
ἡμῖν 6 w 7868
νουθετῆσαι 1 w 7878
ἐπιτηδείως 1 w 7889
δὲ 27 w 7891
καὶ 60 w 7894
οἰκονομικῶς 1 w 7905
κεχρημένους 1 w 7916
τῷ 13 w 7918
λόγῳ 1 w 7922
καὶ 61 w 7926
πάντα 2 w 7931
ἔχοντας 1 w 7938
μεθʼ 1 w 7942
ἑαυτῶν 1 w 7948
τὰ 37 w 7950
μετὰ 2 w 7954
Ἀριμῖνον 1 w 7962
πεπραγμένα 1 w 7972
ἐπὶ 10 w 7975
λύσει 1 w 7980
τῶν 40 w 7983
κατʼ 2 w 7987
ἀνάγκην 1 w 7994
ἐκεῖ 2 w 7998
γενομένων 1 w 8007
καὶ 62 w 8011
τοῦτο 5 w 8016
μηδενὸς 1 w 8023
εἰδότος 1 w 8030
ἀψοφητὶ 1 w 8038
διὰ 5 w 8041
θαλάσσης 1 w 8049
ἐπιστῆναι 1 w 8058
τοῖς 18 w 8062
ὧδε 1 w 8065
ὑπὲρ 6 w 8070
τοῦ 31 w 8073
φθάσαι 1 w 8079
τὴν 36 w 8082
αἴσθησιν 1 w 8090
τῶν 41 w 8093
ἐχθρῶν 1 w 8099
τῆς 33 w 8102
εἰρήνης 2 w 8109
Ἐπιζητεῖται 1 w 8121
δὲ 28 w 8123
κἀκεῖνο 1 w 8130
παρά 1 w 8134
τινων 1 w 8139
τῶν 42 w 8142
ἐντεῦθεν 1 w 8150
ἀναγκαίως 2 w 8160
ὡς 4 w 8163
καὶ 63 w 8166
αὐτοῖς 4 w 8172
ἡμῖν 7 w 8176
καταφαίνεται 2 w 8188
τὸν 22 w 8192
τὴν 37 w 8195
Μαρκέλλου 1 w 8204
αἵρεσιν 1 w 8211
αὐτοὺς 1 w 8217
αὐτοῖς 5 w 8223
E 12 w 8224
ὡς 5 w 8227
χαλεπὴν 1 w 8234
καὶ 64 w 8237
βλαβερὰν 1 w 8245
καὶ 65 w 8248
τῆς 34 w 8251
ὑγιαινούσης 1 w 8262
πίστεως 2 w 8269
διδασκαλίας 1 w 8280
ὡς 6 w 8282
E 13 w 8283
Harl 1 w 8288
ἀλλοτρίως 1 w 8298
ἔχουσαν 1 w 8305
ἐξορίσαι 1 w 8314
ἐξορίζεσθαι 1 w 8326
editi 13 w 8331
antiqi 13 w 8337
ἐπεὶ 3 w 8342
μέχρι 1 w 8347
τοῦ 32 w 8350
νῦν 4 w 8353
ἐν 25 w 8355
πᾶσιν 1 w 8360
οἷς 1 w 8363
ἐπιστέλλουσι 1 w 8375
γράμμασι 3 w 8383
τὸν 23 w 8387
μὲν 9 w 8390
δυσώνυμον 1 w 8399
Ἄρειον 1 w 8405
ἄνω 1 w 8408
καὶ 66 w 8411
κάτω 1 w 8415
ἀναθεματίζοντες 1 w 8430
καὶ 67 w 8433
τῶν 43 w 8436
ἐκκλησιῶν 7 w 8445
ἐξορίζοντες 1 w 8456
οὐ 9 w 8458
διαλείπουσι 1 w 8469
Μαρκέλλῳ 1 w 8478
δέ 6 w 8480
τῷ 14 w 8483
κατὰ 12 w 8487
διάμετρον 1 w 8496
ἐκείνῳ 1 w 8502
τὴν 38 w 8505
ἀσέβειαν 1 w 8513
ἐπιδειξαμένῳ 1 w 8525
καὶ 68 w 8529
εἰς 7 w 8532
αὐτὴν 2 w 8537
τὴν 40 w 8540
ὕπαρξιν 1 w 8547
τῆς 35 w 8550
τοῦ 33 w 8553
Μονογενοῦς 1 w 8563
θεότητος 1 w 8571
ἀσεβήσαντι 1 w 8581
καὶ 69 w 8584
κακῶς 1 w 8589
τὴν 41 w 8592
τοῦ 34 w 8595
Λόγου 1 w 8600
προσηγορίαν 1 w 8611
ἐκδεξαμένῳ 1 w 8621
οὐδεμίαν 2 w 8630
μέμψιν 1 w 8636
ἐπενεγκόντες 1 w 8648
φαίνονται 1 w 8657
ὃς 1 w 8660
Λόγον 1 w 8665
μὲν 10 w 8668
εἰρῆσθαι 1 w 8676
τὸν 24 w 8679
Μονογενῆ 1 w 8687
δίδωσι 1 w 8693
κατὰ 13 w 8698
χρείαν 1 w 8704
καὶ 70 w 8707
ἐπὶ 11 w 8710
καιροῦ 1 w 8716
προελθόντα 1 w 8726
πάλιν 3 w 8732
δὲ 29 w 8734
εἰς 8 w 8737
τὸν 25 w 8740
ὅθεν 3 w 8744
ἐξῆλθεν 1 w 8751
ἐπαναστρέψαντα 1 w 8765
οὔτε 3 w 8770
πρὸ 12 w 8773
τῆς 36 w 8776
ἐξόδου 1 w 8782
εἶναι 3 w 8787
οὔτε 4 w 8792
μετὰ 3 w 8796
τὴν 42 w 8799
ἐπάνοδον 2 w 8807
ὑφεστάναι 1 w 8816
καὶ 71 w 8820
τούτου 1 w 8826
ἀπόδειξις 1 w 8835
ἀποδείξεις 1 w 8845
E 14 w 8846
αἱ 3 w 8849
παρʼ 5 w 8853
ἡμῖν 8 w 8857
ἀποκείμεναι 1 w 8868
βίβλοι 1 w 8874
τῆς 37 w 8877
ἀδίκου 1 w 8883
ἐκείνης 2 w 8890
συγγραφῆς 1 w 8899
ὑπάρχουσιν 1 w 8909
ἀλλʼ 5 w 8914
ὅμως 1 w 8918
τοῦτον 3 w 8924
οὐδαμοῦ 1 w 8931
διαβαλόντες 1 w 8942
οὐδαμοῦ 2 w 8949
διαβαλόντες 2 w 8960
οὐδαμῶς 1 w 8967
διαβάλλοντες 1 w 8979
editi 14 w 8984
antiqi 14 w 8990
ἐφάνησαν 1 w 8999
καὶ 72 w 9003
ταῦτα 6 w 9008
αἰτίαν 1 w 9014
ἔχοντες 1 w 9021
ὡς 7 w 9023
τὸ 44 w 9026
ἐξ 10 w 9028
ἀρχῆς 1 w 9033
κατʼ 3 w 9037
ἄγνοιαν 1 w 9044
τῆς 38 w 9047
ἀληθείας 1 w 9055
καὶ 73 w 9059
εἰς 9 w 9062
κοινωνίαν 1 w 9071
αὐτὸν 9 w 9076
ἐκκλησιαστικὴν 1 w 9090
παραδεξάμενοι 1 w 9103
ἐκείνου 3 w 9111
τε 58 w 9113
οὖν 5 w 9116
μνησθῆναι 1 w 9125
πρεπόντως 1 w 9134
ἀπαιτεῖ 1 w 9141
τὰ 42 w 9143
παρόντα 1 w 9150
ὥστε 6 w 9155
μὴ 4 w 9157
ἔχειν 5 w 9162
ἀφορμὴν 1 w 9169
τοὺς 19 w 9173
θέλοντας 1 w 9181
ἀφορμήν 1 w 9188
ἐκ 46 w 9191
τοῦ 36 w 9194
τῇ 16 w 9196
σῇ 5 w 9198
ὁσιότητι 1 w 9206
συνάπτειν 1 w 9215
τοὺς 20 w 9219
ὑγιαίνοντας 1 w 9230
καὶ 74 w 9233
τοὺς 21 w 9237
πρὸς 12 w 9241
τὴν 43 w 9244
ἀληθῆ 1 w 9249
πίστιν 3 w 9255
ὀκλάζοντας 1 w 9265
φανεροὺς 1 w 9273
πᾶσι 2 w 9277
ποιῆσαι 1 w 9284
ὥστε 7 w 9289
τοῦ 37 w 9292
λοιποῦ 1 w 9298
γνωρίζειν 1 w 9307
ἡμᾶς 4 w 9311
τοὺς 22 w 9315
ὁμόφρονας 1 w 9324
καὶ 75 w 9328
μή 6 w 9330
ὡς 8 w 9333
ἐν 26 w 9335
νυκτομαχίᾳ 1 w 9345
μηδεμίαν 1 w 9354
φίλων 1 w 9359
καὶ 76 w 9362
πολεμίων 1 w 9370
ἔχειν 6 w 9375
διάκρισιν 1 w 9384
μόνον 2 w 9390
παρακαλοῦμεν 1 w 9402
εὐθὺς 1 w 9407
ὑπὸ 6 w 9410
τὸν 27 w 9413
πρῶτον 1 w 9419
πλοῦν 1 w 9424
ἐκπεμφθῆναι 1 w 9435
τὸν 28 w 9438
προειρημένον 2 w 9450
διάκονον 3 w 9458
ἵνα 3 w 9462
δυνηθῇ 1 w 9468
κατὰ 14 w 9472
γοῦν 1 w 9476
τὸ 48 w 9478
ἐφεξῆς 1 w 9484
ἔτος 1 w 9488
γενέσθαι 2 w 9496
τι 67 w 9498
ὧν 2 w 9501
προσευχόμεθα 1 w 9513
Ἐκεῖνο 1 w 9520
δὲ 30 w 9522
καὶ 77 w 9525
πρὸ 14 w 9528
τῶν 44 w 9531
ἡμετέρων 1 w 9539
εἰρημένων 1 w 9548
editi 15 w 9553
antiqi 15 w 9559
λόγων 1 w 9565
συνιεῖς 1 w 9572
τε 63 w 9574
αὐτὸς 4 w 9579
καὶ 78 w 9582
φροντιεῖς 1 w 9591
δηλονότι 2 w 9599
ὅπως 1 w 9604
ἐπιστάντες 1 w 9614
ἐὰν 1 w 9618
20 w 9619
Θεὸς 1 w 9623
θέλῃ 1 w 9627
μὴ 6 w 9630
ἐναφῶσι 1 w 9637
ταῖς 8 w 9641
ἐκκλησίαις 6 w 9651
τὰς 4 w 9654
ἐκκλησίας 6 w 9663
E 15 w 9664
τὰ 45 w 9667
σχίσματα 1 w 9675
ἀλλὰ 3 w 9680
τοὺς 23 w 9684
τὰ 46 w 9686
αὐτὰ 3 w 9690
φρονοῦντας 1 w 9700
παντὶ 2 w 9705
τρόπῳ 1 w 9710
εἰς 10 w 9713
ἕνωσιν 2 w 9719
συνελάσωσι 1 w 9729
κἄν 1 w 9733
τινας 4 w 9738
ἰδίας 1 w 9743
τῶν 45 w 9746
πρὸς 13 w 9750
ἀλλήλους 1 w 9758
διαφορῶν 1 w 9766
ἀφορμὰς 1 w 9773
εὕρωσιν 1 w 9780
τύχωσιν 1 w 9787
Vat 1 w 9790
Cod 1 w 9794
ac 1 w 9797
Reg 1 w 9800
secund 1 w 9807
et 3 w 9810
Coisl 1 w 9815
sec 3 w 9819
ἔχοντας 2 w 9827
ὑπὲρ 7 w 9832
τοῦ 38 w 9835
μὴ 7 w 9837
τὸν 29 w 9840
ὀρθοδοξοῦντα 1 w 9852
λαὸν 2 w 9856
εἰς 11 w 9859
πολλὰ 1 w 9864
κατατέμνεσθαι 1 w 9877
μέρη 2 w 9881
τοῖς 21 w 9885
προεστῶσι 1 w 9894
συναφιστάμενον 1 w 9908
πάντα 3 w 9914
γὰρ 4 w 9917
δεῖ 8 w 9920
σπουδάσαι 1 w 9929
δεύτερα 1 w 9936
ἡγήσασθαι 1 w 9945
τῆς 39 w 9948
εἰρήνης 3 w 9955
καὶ 79 w 9959
πρὸ 16 w 9962
πάντων 1 w 9968
τῆς 40 w 9971
κατὰ 15 w 9975
Ἀντιόχειαν 2 w 9985
ἐκκλησίας 7 w 9994
ἐπιμεληθῆναι 1 w 10006
ὡς 9 w 10009
μὴ 8 w 10011
ἀσθενεῖν 1 w 10019
ἐν 28 w 10021
αὐτῇ 1 w 10025
τὴν 44 w 10028
ὀρθὴν 1 w 10033
μερίδα 1 w 10039
περὶ 11 w 10043
τὰ 49 w 10045
πρόσωπα 1 w 10052
σχιζομένην 1 w 10062
μᾶλλον 4 w 10069
δέ 7 w 10071
τούτων 2 w 10078
ἁπάντων 1 w 10085
καὶ 80 w 10088
αὐτὸς 5 w 10093
εἰς 12 w 10096
ὕστερον 1 w 10103
ἐπιμελήσῃ 1 w 10112
ἐπειδάν 1 w 10120
ὅπερ 1 w 10125
εὐχόμεθα 1 w 10133
Θεοῦ 2 w 10138
συνεργοῦντός 1 w 10150
σοι 3 w 10153
πάντας 2 w 10160
λάβῃς 1 w 10165
τὰ 50 w 10167
τῆς 41 w 10170
καταστάσεως 1 w 10181
τῶν 46 w 10184
ἐκκλησιῶν 8 w 10193
ἐπιτρέποντας 1 w 10205
Ἀνεπίγραφος 1 w 10217
περὶ 12 w 10221
συνόδου 1 w 10228
Ἀρχαιας 1 w 10235
ἀγάπης 1 w 10241
θεσμοὺς 1 w 10248
ἀνανεοῦσθαι 1 w 10259
καὶ 81 w 10263
πατέρων 1 w 10270
εἰρήνην 2 w 10277
τὸ 52 w 10279
οὐράνιον 1 w 10287
δῶρον 1 w 10292
Χριστοῦ 1 w 10299
καὶ 82 w 10302
σωτήριον 1 w 10310
ἀπομαρανθὲν 1 w 10322
τῷ 15 w 10324
χρόνῳ 2 w 10329
πάλιν 4 w 10335
πρὸς 14 w 10339
τὴν 45 w 10342
ἀκμὴν 1 w 10347
ἐπαναγαγεῖν 1 w 10358
ἀναγκαῖον 1 w 10368
μὲν 11 w 10371
ἡμῖν 9 w 10375
καὶ 83 w 10378
ὠφέλιμον 1 w 10386
τερπνὸν 1 w 10394
δὲ 31 w 10396
εὖ 1 w 10398
οἶδα 3 w 10402
ὅτι 11 w 10405
καὶ 84 w 10408
τῇ 18 w 10410
σῇ 6 w 10412
φιλοχρίστῳ 1 w 10422
διαθέσει 1 w 10430
καταφανήσεται 1 w 10443
τί 14 w 10446
γὰρ 5 w 10449
ἂν 3 w 10451
γένοιτο 3 w 10458
χαριέστερον 1 w 10469
3 w 10471
τοὺς 24 w 10475
τοσούτῳ 1 w 10482
τῷ 16 w 10484
πλήθει 1 w 10490
τῶν 47 w 10493
τόπων 1 w 10498
διῃρημένους 1 w 10509
διειργμένους 1 w 10521
editi 16 w 10526
antiqi 16 w 10532
τῇ 19 w 10535
διὰ 6 w 10538
τῆς 42 w 10541
ἀγάπης 2 w 10547
ἑνώσει 1 w 10553
καθορᾷν 1 w 10560
εἰς 13 w 10563
μίαν 8 w 10567
μελῶν 1 w 10572
ἁρμονίαν 2 w 10580
ἐν 29 w 10582
σώματι 2 w 10588
Χριστοῦ 2 w 10595
δεδέσθαι 1 w 10603
32 w 10605
ἀνατολὴ 1 w 10612
πᾶσα 1 w 10616
σχεδόν 1 w 10622
τιμιώτατε 2 w 10632
πάτερ 2 w 10637
λέγω 1 w 10642
δὲ 32 w 10644
ἀνατολὴν 1 w 10652
τὰ 51 w 10654
ἀπὸ 4 w 10657
τοῦ 41 w 10660
Ἰλλυρικοῦ 1 w 10669
μέχρις 1 w 10675
Αἰγύπτου 1 w 10683
μεγάλῳ 1 w 10691
χειμῶνι 1 w 10698
καὶ 85 w 10701
κλύδωνι 1 w 10708
κατασείεται 1 w 10719
τῆς 43 w 10723
πάλαι 2 w 10728
μὲν 12 w 10731
σπαρείσης 1 w 10740
αἱρέσεως 1 w 10748
ὑπὸ 7 w 10751
τοῦ 42 w 10754
ἐχθροῦ 1 w 10760
τῆς 44 w 10763
ἀληθείας 2 w 10771
Ἀρείου 1 w 10777
νῦν 5 w 10781
δὲ 33 w 10783
πρὸς 15 w 10787
τὸ 53 w 10789
ἀναίσχυντον 1 w 10800
ἀναφανείσης 1 w 10811
καὶ 86 w 10814
οἱονεὶ 1 w 10820
ῥίζης 1 w 10825
πικρᾶς 1 w 10831
καρπὸν 1 w 10837
ὀλέθριον 1 w 10845
ἀναδιδούσης 1 w 10856
κατακρατούσης 1 w 10870
λοιπὸν 1 w 10876
διὰ 7 w 10879
τὸ 54 w 10881
τοὺς 25 w 10885
μὲν 13 w 10888
καθʼ 4 w 10892
ἑκάστην 1 w 10899
παροικίαν 1 w 10908
προεστῶτας 1 w 10918
τοῦ 43 w 10921
ὀρθοῦ 1 w 10926
λόγου 1 w 10931
ἐκ 52 w 10933
συκοφαντίας 1 w 10944
καὶ 87 w 10947
ἐπηρείας 1 w 10955
τῶν 48 w 10958
ἐκκλησιῶν 9 w 10967
ἐκπεσεῖν 1 w 10975
παραδοθῆναι 1 w 10987
δὲ 34 w 10989
τοῖς 22 w 10993
αἰχμαλωτίζουσι 1 w 11007
τὰς 5 w 11010
ψυχὰς 1 w 11015
τῶν 49 w 11018
ἀκεραιοτέρων 1 w 11030
τὴν 46 w 11033
τῶν 50 w 11036
πραγμάτων 4 w 11045
ἰσχύν 1 w 11050
τούτων 3 w 11057
μίαν 9 w 11061
προσεδοκήσαμεν 1 w 11075
λύσιν 1 w 11080
τὴν 47 w 11083
τῆς 45 w 11086
ὑμετέρας 2 w 11094
εὐσπλαγχνίας 1 w 11106
ἐπίσκεψιν 2 w 11115
καὶ 88 w 11119
ἐψυχαγώγησεν 1 w 11131
ἡμᾶς 5 w 11135
ἀεὶ 2 w 11138
τὸ 55 w 11140
παράδοξον 1 w 11149
τῆς 46 w 11152
ὑμετέρας 3 w 11160
ἀγάπης 3 w 11166
ἐν 30 w 11168
τῷ 17 w 11170
παρελθόντι 1 w 11180
χρόνῳ 3 w 11185
καὶ 89 w 11189
φήμῃ 1 w 11193
φαιδροτέρᾳ 1 w 11203
πρὸς 16 w 11207
βραχὺ 1 w 11212
τὰς 6 w 11215
ψυχὰς 2 w 11220
ἀνερρώσθημεν 1 w 11232
ὡς 10 w 11235
ἐσομένης 1 w 11243
ἡμῖν 10 w 11247
τινὸς 1 w 11252
ἐπισκέψεως 1 w 11262
παρʼ 6 w 11266
ὑμῶν 2 w 11270
ὡς 11 w 11273
δὲ 35 w 11275
διημάρτομεν 1 w 11286
τῆς 47 w 11289
ἐλπίδος 1 w 11296
μηκέτι 1 w 11303
στέγοντες 1 w 11312
ἤλθομεν 1 w 11319
ἐπὶ 12 w 11322
τὴν 48 w 11325
διὰ 8 w 11328
τοῦ 44 w 11331
γράμματος 1 w 11340
τοῦ 45 w 11343
γράμματος 2 w 11352
γραμμάτων 1 w 11361
editi 17 w 11366
antiqi 17 w 11372
ἡμῶν 7 w 11377
παράκλησιν 1 w 11387
διαναστῆναι 1 w 11399
ὑμᾶς 1 w 11403
πρὸς 17 w 11407
τὴν 49 w 11410
ἀντίληψιν 1 w 11419
ἡμῶν 8 w 11423
καὶ 90 w 11427
ἀποστεῖλαί 1 w 11437
τινας 5 w 11442
τῶν 51 w 11445
ὁμοψύχων 1 w 11453
4 w 11455
τοὺς 26 w 11459
συμβιβάζοντας 1 w 11472
τοὺς 27 w 11476
διεστῶτας 1 w 11485
5 w 11487
εἰς 14 w 11490
φιλίαν 1 w 11496
τὰς 7 w 11499
ἐκκλησίας 8 w 11508
τοῦ 46 w 11511
Θεοῦ 3 w 11515
ἐπανάγοντας 1 w 11526
6 w 11528
τοὺς 28 w 11532
γοῦν 3 w 11536
αἰτίους 1 w 11543
τῆς 48 w 11546
ἀκαταστασίας 1 w 11558
φανερωτέρους 1 w 11570
φανερώτερον 1 w 11581
editi 18 w 11586
antiqi 18 w 11592
ὑμῖν 1 w 11597
καθιστῶντας 1 w 11608
ὥστε 8 w 11613
καὶ 91 w 11616
ὑμῖν 2 w 11620
φανερὸν 1 w 11627
εἶναι 4 w 11632
τοῦ 47 w 11635
λοιποῦ 2 w 11641
πρὸς 18 w 11646
τίνας 2 w 11651
ἔχειν 7 w 11656
τὴν 50 w 11659
κοινωνίαν 2 w 11668
προσῆκε 1 w 11675
Πάντως 1 w 11682
δὲ 36 w 11684
οὐδὲν 3 w 11689
καινὸν 1 w 11695
ἄκαιρον 1 w 11702
E 16 w 11703
editi 19 w 11709
antiqi 19 w 11715
δεινόν 1 w 11722
Clarom 1 w 11728
ἐπιζητοῦμεν 1 w 11740
ἀλλὰ 4 w 11745
τοῖς 23 w 11749
τε 75 w 11751
λοιποῖς 1 w 11758
τῶν 53 w 11761
πάλαι 3 w 11766
μακαρίων 1 w 11774
καὶ 92 w 11777
θεοφίλων 1 w 11785
ἀνδρῶν 1 w 11791
σύνηθες 1 w 11798
καὶ 93 w 11802
διαφερόντως 1 w 11813
ὑμῖν 3 w 11817
οἴδαμεν 1 w 11825
γὰρ 6 w 11828
μνήμης 1 w 11834
ἀκολουθίᾳ 1 w 11843
παρὰ 7 w 11848
τῶν 54 w 11851
πατέρων 2 w 11858
ἡμῶν 9 w 11862
αἰτηθέντων 1 w 11872
καὶ 94 w 11875
ἀπὸ 5 w 11878
γραμμάτων 2 w 11887
τῶν 55 w 11890
ἔτι 3 w 11893
καὶ 95 w 11896
νῦν 6 w 11899
πεφυλαγμένων 1 w 11911
παρʼ 7 w 11915
ἡμῖν 11 w 11919
διδασκόμενοι 1 w 11932
Διονύσιον 1 w 11942
ἐκεῖνον 1 w 11949
τὸν 30 w 11953
μακαριώτατον 1 w 11965
ἐπίσκοπον 2 w 11974
παρʼ 8 w 11979
ὑμῖν 4 w 11983
ἐπί 7 w 11986
τε 76 w 11988
ὀρθότητι 1 w 11996
πίστεως 3 w 12003
καὶ 96 w 12006
τῇ 20 w 12008
λοιπῇ 1 w 12013
ἀρετῇ 1 w 12018
διαπρέψαντα 1 w 12029
ἐπισκεπτόμενον 1 w 12044
διὰ 9 w 12047
γραμμάτων 3 w 12056
τὴν 51 w 12059
ἡμετέραν 1 w 12067
ἐκκλησίαν 3 w 12076
τῶν 56 w 12079
Καισαρέων 1 w 12088
καὶ 97 w 12092
παρακαλοῦντα 1 w 12104
τοὺς 29 w 12108
πατέρας 1 w 12115
ἡμῶν 10 w 12119
διὰ 10 w 12122
γραμμάτων 4 w 12131
καὶ 98 w 12135
πέμπειν 1 w 12142
τοὺς 30 w 12146
ἀπολυτρουμένους 1 w 12161
ἐκ 58 w 12163
τῆς 49 w 12166
αἰχμαλωσίας 1 w 12177
τὴν 52 w 12180
ἀδελφότητα 1 w 12190
ἐν 31 w 12193
χαλεπωτέρῳ 1 w 12203
δὲ 38 w 12205
νῦν 7 w 12208
καὶ 99 w 12211
σκυθρωποτέρῳ 1 w 12223
τὰ 55 w 12225
καθʼ 5 w 12229
ἡμᾶς 6 w 12233
καὶ 100 w 12237
πλείονος 1 w 12245
δεόμενα 1 w 12252
τῆς 50 w 12255
ἐπιμελείας 2 w 12265
οὐ 16 w 12268
γὰρ 7 w 12271
οἰκοδομημάτων 1 w 12284
γηΐνων 1 w 12290
καταστροφήν 1 w 12301
ἀλλʼ 6 w 12306
ἐκκλησιῶν 10 w 12315
ἅλωσιν 1 w 12321
ὀδυρόμεθα 1 w 12330
οὐδὲ 4 w 12335
δουλείαν 1 w 12343
σωματικήν 1 w 12352
ἀλλʼ 7 w 12357
αἰχμαλωσίαν 1 w 12368
ψυχῶν 1 w 12373
καθʼ 6 w 12377
ἑκάστην 2 w 12384
ἡμέραν 2 w 12390
ἐνεργουμένην 1 w 12402
παρὰ 8 w 12406
τῶν 57 w 12409
ὑπερμαχούντων 1 w 12422
τῆς 51 w 12425
αἱρέσεως 2 w 12433
καθορῶμεν 1 w 12442
ὥστε 9 w 12447
εἰ 37 w 12449
μὴ 10 w 12451
ἤδη 2 w 12454
διανασταίητε 1 w 12466
πρὸς 19 w 12470
τὴν 53 w 12473
ἀντίληψιν 2 w 12482
μικρὸν 1 w 12489
ὕστερον 2 w 12496
οὐδὲ 5 w 12500
οἷς 2 w 12503
ὀρέξετε 1 w 12510
τὴν 54 w 12513
χεῖρα 1 w 12518
εὑρήσετε 1 w 12526
πάντων 3 w 12533
ὑπὸ 8 w 12536
τὴν 55 w 12539
ἐπικράτειαν 1 w 12550
τῆς 52 w 12553
αἱρέσεως 3 w 12561
γενομένων 2 w 12570