Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν, καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται ἔστι E. τὸ κωλῦον, εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ Κυρίου Θεοῦ editi antiqi. πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως. Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶς πολιτείας tres MSS. et Medicaeus sec. man. πάσῃ τῇ δύσει αἰδεσιμώτερος; αἰδεσιμώτατος E. κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον κατάστησον editi antiqi. ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ἐναφεθῆναι editi antiqi. ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν. Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον; ἔτι καιριώτερον alii mss. καιριώτερον editi antiqi. ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ ὡσπερεί E. κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸς μίαν E. σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα ὁ ὁ om. E. Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ. Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ ὅτιπερ τό editi antiqi. κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι, ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ δι’ εὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ τοῦ om. E. Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ τό editi antiqi. τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι. Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, συνήρεσκεν sex MSS. et editi antiqi. ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν. Μελετίῳ, ἐπισκόπῳ Ἀντιοχείας Τέως μὲν ἐβουλήθημεν ἐβουλήθημεν E, ἠβουλήθημεν editi antiqi. κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι δι’ αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων, προκειμένων tres MSS. ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ δι’ ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τὴς ὑμετέρας τελειότητος σπουδασθείη. Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον, διαναστῆσαί διαστῆσαι E. τινας τῶν ἀπὸ ἐκ E. τῆς Ἰταλίας, πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν αὐτούς editi antiqi. περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς ἐκκλησίαις γινόμενον κέρδος τιθεμένους. εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι, καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. καὶ ὅτε ( and when ) add. editi antiqi. ὥστε δὲ ἔχειν ἀξιοπιστίαν τινὰ τὰ γράμματα, συμπαραλήψῃ πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. τὰ δʼ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐϊππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως, καὶ ἐκ τῆς Κιλικίας. Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας Ἣν ἐκ παλαιοῦ ἔκπαλαι tres MSS. recentiores. περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ ἡ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ αὐτοῦ om. E. τῆς ἀποδημίας σκοπὸν κόπον E. ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ ἐπὶ add. Capps. τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν, ἀνεπέμψαμεν Capps, ἀναπέμψαι MSS. ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις. Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τισί editi antiqi. τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν, διενεγκεῖν editi antiqi. ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης. Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς αὐτοῖς E. ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως διδασκαλίας ὡς E, Harl. ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι. ἐξορίζεσθαι editi antiqi. ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. καὶ τούτου ἀπόδειξις ἀποδείξεις E. αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες οὐδαμοῦ διαβαλόντες οὐδαμῶς διαβάλλοντες editi antiqi. ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα. Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων εἰρημένων editi antiqi. λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν ὁ Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις τὰς ἐκκλησίας E. τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν τύχωσιν Vat. Cod. ac Reg. secund. et Coisl. sec. ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας. Ἀνεπίγραφος περὶ συνόδου Ἀρχαιας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι, καὶ πατέρων εἰρήνην τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον, ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν, ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. τί γὰρ ἂν γένοιτο χαριέστερον, ἢ τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους διειργμένους editi antiqi. τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾷν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; ἡ ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε πάτερ (λέγω δὲ ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου), μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν· καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν, ὡς ἐσομένης ἡμῖν τινὸς ἐπισκέψεως παρʼ ὑμῶν. ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος τοῦ γράμματος γραμμάτων editi antiqi. ἡμῶν παράκλησιν, διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, ἢ τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, ἢ εἰς φιλίαν τὰς ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, ἢ τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους φανερώτερον editi antiqi. ὑμῖν καθιστῶντας· ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ, πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε. Πάντως δὲ οὐδὲν καινὸν ἄκαιρον E, editi antiqi, δεινόν Clarom. ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.