Scaife ATLAS

CTS Library / Oratio ad Graecos

Oratio ad Graecos (31-35)

urn:cts:greekLit:tlg1766.tlg001.perseus-grc1:31-35
Refs {'start': {'reference': '31', 'human_reference': 'Chapter 31'}, 'end': {'reference': '35', 'human_reference': 'Chapter 35'}}
Ancestors []
Children []
prev
plain textXML
next

Νῦν δὲ προσῆκον μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ Ἕλλησιν ἐπιτηδευμάτων. Ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρος, τῷ ἑκάτερον αὐτῶν εἶναι παλαιότερον, καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτερον, τὸν δὲ πάσης βαρβάρου σοφίας ἀρχηγόν. Καὶ ὑφ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν· εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ ἡμῖν ἀλλὰ ἔτι καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα. Μάρτυρας

166.B
δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι χρήσομαι· τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδὲ ὑφ ὑμῶν παραδεκτέον, τὸ δ ἂν ἀποδεικνύηται θαυμαστόν, ὅταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους παρ ὑμῶν τοὺς ἐλέγχους
v.2.p.120
λαμβάνω. Περὶ γὰρ τῆς ποιήσεως τοῦ Ὁμήρου, γένους τε αὐτοῦ καὶ χρόνου καθ ὃν ἤκμασεν, προηρεύνησαν οἱ πρεσβύτατοι, Θεαγένης τε Ῥηγῖνος κατὰ Καμβύσην γεγονώς, Στησίμβροτός τε Θάσιος καὶ Ἀντίμαχος Κολοφώνιος, Ἡρόδοτός τε Ἁλικαρνασσεὺς καὶ Διονύσιος Ὀλύνθιος· μετ
166.C
ἐκείνους Ἔφορος Κυμαῖος καὶ Φιλόχορος Ἀθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος.Τούτων δὲ οἱ περὶ Κράτητα
v.2.p.122
πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ Ἐρατοσθένη μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἐστι μετὰ ἑκατὸν καὶ τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· φιλόχορος δὲ μετὰ τὴν
166.D
Ἰωνικὴν ἀποικίαν, ἐπὶ ἄρχοντος Ἀθήνῃσιν Ἀρχίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὅπερ γένοιτο ἂν
v.2.p.124
ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα. Τινὲς δὲ πρὸ τῶν ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι ἔτεσιν ἐνενήκοντα, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τριακοσίοις ἑπτακαίδεκα· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· δὲ Ἀρχίλοχος ἤκμασε περὶ ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, τῶν
167.A
Ἰλιακῶν ὕστερον ἔτεσι πεντακοσίοις. Καὶ περὶ μὲν τοῦ χρόνου τοῦ προειρημένου ποιητοῦ, λέγω δὲ Ὁμήρου, συστάσεως τε καὶ τῶν εἰπόντων περὶ αὐτοῦ ἀσυμφωνίας τοῖς ἐπ ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίων εἰρήσθω. Δυνατὸν γὰρ ψευδεῖς ἀποφήνασθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας.
Παρ οἷς γὰρ ἀσυνάρτητός ἐστιν τῶν χρόνων
v.2.p.126
ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δυνατόν. Τί γὰρ τὸ αἴτιον τῆς ἐν τῷ γράφειν πλάνης, εἰ μὴ τὸ συντάττειν τὰ μὴ ἀληθῆ;

Παρ ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ἵμερος οὐκ ἔστι,

167.B
δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. Λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι, καὶ πειθόμενοι θεοῦ παραγγέλμασι καὶ νόμῳ πατρὸς ἀφθαρσίας ἑπόμενοι, πᾶν τὸ ἐν δόξῃ κείμενον ἀνθρωπίνῃ παραιτούμεθα. Φιλοσοφοῦσί τε οὐ μόνον οἱ πλουτοῦντες, ἀλλὰ καὶ οἱ πένητες προῖκα τῆς διδασκαλίας ἀπολαύουσι· τὰ γὰρ παρὰ θεοῦ τῆς ἐν κόσμῳ δωρεᾶς ὑπερπαίει τὴν ἀμοιβήν. Τοὺς δὲ ἀκροᾶσθαι βουλομένους πάντας οὕτως προσιέμεθα, κἂν πρεσβύτιδες ὦσι κἂν μειράκια, πᾶσά τε ἁπαξαπλῶς ἡλικία παρ ἡμῖν τυγχάνει τιμῆς· τὰ δὲ τῆς ἀσελγείας πόῤῥω κεχώρισται. Καὶ ἡμεῖς μὲν λέγοντες οὐ ψευδόμεθα.
167.C
Τὰ δὲ τῆς ὑμετέρας περὶ τὴν ἀπιστίαν ἐπιμονῆς καλὸν μὲν εἰ λαμβάνοι περιγραφήν· εἰ δ οὐ, τὰ ἡμέτερα ἔστω θεοῦ γνώμῃ βεβαιούμενα. Γελᾶτε δὲ ὑμεῖς, ὡς καὶ κλαύσοντες. Πῶς γὰρ οὐκ ἄτοπον Νέστορα μὲν καθ ὑμᾶς, τῶν ἵππων τὰς παρηορίας βραδέως ἀποτέμνοντα διὰ τὸ ἄτονον καὶ νωθὲς τῆς ἡλικίας, θαυμάζεσθαι πειρώμενον ἐπ ἴσης τοῖς νέοις πολεμεῖν, τοὺς δὲ παρ ἡμῖν τῷ γήρᾳ παλαίοντας καὶ τὰ περὶ θεοῦ πραγματευομένους γελᾶσθαι; Τίς δὲ οὐκ ἂν γελάσειεν Ἀμαζόνας μὲν καὶ Σεμίραμιν καί τινας ἄλλας πολεμικὰς φασκόντων
167.D
v.2.p.128
ὑμῶν γεγονέναι, τὰς δὲ παρ ἡμῖν παρθένους λοιδορούντων; Μειράκιον ἦν Ἀχιλλεύς, καὶ γενναῖος εἷναι πεπίστευται σφόδρα· καὶ Νεοπτόλεμος νεώτερος, ἀλλὰ ἱσχυρὸς ἦν· Φιλοκτήτης ἀσθενής, ἀλλ ἔχρῃζεν αὐτοῦ κατὰ Τροίας τὸ δαιμόνιον. Θερσίτης ὁποῖος ἦν; Ἀλλ ἐστρατήγει· τὸ δ ἀμετροεπὲς εἰ μὴ προσῆν αὐτῷ διὰ τὴν ἀμαθίαν, οὐκ ἂν ὡς φοξὸς καὶ ψεδνὸς διεβάλλετο.
Πάντες οἱ βουλόμενοι φιλοσοφεῖν παρ ἡμῖν ἄνθρωποι οὐ τὸ ὁρώμενον δοκιμάζομεν, οὐδὲ τοὺς προσιόντας ἡμῖν ἀπὸ σχήματος κρίνομεν· τὸ γὰρ τῆς γνώμης
168.A
ἐῤῥωμένον παρὰ πᾶσιν εἶναι δύνασθαι λελογίσμεθα, κἂν ἀσθενεῖς ὦσι τοῖς σώμασι. Τὰ δὲ ὑμέτερα φθόνου μεστὰ καὶ βλακείας πολλῆς.

Διὰ τοῦτο προεθυμήθην ἀπὸ τῶν νομιζομένων παρ ὑμῖν τιμίων παριστᾶν ὅτι τὰ μὲν ἡμέτερα σωφρονεῖ, τὰ δὲ ὑμέτερα ἔθη μανίας ἔχεται πολλῆς. Οἱ γὰρ ἐν γυναιξὶ καὶ μειρακίοις, παρθένοις τε καὶ πρεσβύταις φλυαρεῖν ἡμᾶς λέγοντες, καὶ διὰ τὸ μὴ σὺν ὑμῖν εἶναι χλευάζοντες, ἀκούσατε τῶν παρ Ἑλλήνων πραγμάτων τὸν λῆρον. Ληραίνει γὰρ διὰ δόξης μᾶλλον πολλῆς τῶν παρ ὑμῖν θεῶν τὰ ἐπιτηδεύματα, καὶ

168.B
v.2.p.130
διὰ τῆς γυναικωνίτιδος ἀσχημονεῖτε. Πράξιλλαν μὲν γὰρ Λύσιππος ἐχαλκούργησεν, μηδὲν εἰποῦσαν διὰ τῶν ποιημάτων χρήσιμον, Λεαρχίδα δὲ Μενέστρατος, Σιλανίων δὲ Σαπφὼ τὴν ἑταίραν, Ἤρινναν τὴν Λεσβίαν Ναυκύδης, Βοΐσκος Μυρτίδα, Μυρὼ τὴν Βυζαντίαν Κηφισόδοτος, Γόμφος Πραξιγορίδα καὶ Ἀμφίστρατος Κλειτώ. Τί γὰρ μοι περὶ Ἀνύτης λέγειν, Τελεσίλλης τε καὶ Μυστίδος; Τῆς μὲν γὰρ Εὐθυκράτης τε καὶ Κηφισόδοτος, τῆς δὲ Νικήρατος, τῆς δὲ Ἀριστόδοτός εἰσιν οἱ
168.C
δημιουργοί· Μνησιαρχίδος τῆς Ἐφεσίας Εὐθυκράτης, Κορίννης Σιλανίων, Θαλαρχίδος τῆς Ἀργείας Εὐθυκράτης. Ταύτας δὲ εἰπεῖν προυθυμήθην, ἵνα μηδὲ παρ ἡμῖν ξένον τι πράττεσθαι νομίζητε, καὶ συγκρίναντες τὰ ὑπ ὄψιν ἐπιτηδεύματα μὴ χλευάζητε τὰς παρ ἡμῖν φιλοσοφούσας.Καὶ μὲν Σαπφὼ γύναιον πορνικὸν ἐρωτομανές, καὶ τὴν ἑαυτῆς ἀσέλγειαν ᾄδει· πᾶσαι δὲ αἱ παρ ἡμῖν σωφρονοῦσι, καὶ περὶ τὰς ἠλακάτας αἱ παρθένοι τὰ κατὰ θεὸν λαλοῦσιν ἐκφωνήματα τῆς παρ ὑμῖν παιδὸς σπουδαιότερον. Τούτου χάριν αἰδέσθητε, μαθηταὶ μὲν
168.D
ὑμεῖς τῶν γυναίων εὑρισκόμενοι, τὰς δὲ σὺν ἡμῖν πολιτευομένας σὺν τῇ μετ αὐτῶν πανηγύρει χλευάζοντες. Τί γὰρ ὑμῖν
v.2.p.132
Γλαυκίππη σεμνὸν εἰσηγήσατο παιδίον, ἥτις τεράστιον ἐγέννησεν, καθὼς δείκνυσιν αὐτῆς εἰκών, Νικηράτου τοῦ Εὐκτήμονος Ἀθηναίου τὸ γένος χαλκεύσαντος; Εἰ γὰρ ἐκύησεν ἐλέφαντα, τί τὸ αἴτιον τοῦ δημοσίας ἀπολαύσαι τιμῆς τὴν Γλαυκίππην; Φρύνην τε τὴν ἑταίραν ὑμῖν Πραξιτέλης καὶ Ἡρόδοτος πεποιήκασι, καὶ Παντευχίδα συλλαμβάνουσαν ἐκ φθορέως Εὐθυκράτης
169.A
ἐχαλκούργησεν. Βησαντίδα, τὴν Παιόνων βασίλισσαν, ὅτι παιδίον μέλαν ἐκύησε, Δεινομένης διὰ τῆς ἑαυτοῦ τέχνης μνημονεύεσθαι παρεσκεύασεν. Ἐγὼ καὶ Πυθαγόρου κατέγνωκα, τὴν Εὐρώπην ἐπὶ τοῦ ταύρου καθιδρύσαντος, καὶ ὑμῶν, οἵτινες τοῦ Διὸς τὸν κατήγορον διὰ τὴν ἐκείνου τέχνην τετιμήκατε.
Γελῶ καὶ τὴν Μύρωνος ἐπιστήμην ποιήσαντος μόσχον, ἐπὶ δὲ αὐτοῦ Νίκην, ὅτι τὴν Ἀγήνορος ἁρπάσας θυγατέρα μοιχείας καὶ ἀκρασίας βραβεῖον ἀπηνέγκατο. Τὴν Γλυκέραν τὴν ἑταίραν καὶ Ἀργείαν τὴν ψάλτριαν Ὀλύνθιος Ἡρόδοτος κατεσκεύασεν. Βρύαξις Πασιφάην ἔστησεν, ἧς τὴν ἀσέλγειαν μνημονεύσαντες
169.B
μονονουχὶ καὶ τὰς γυναῖκας τὰς νῦν τοιαύτας εἶναι προῄρησθε. Μελανίππη τις ἦν σοφή· διὰ τοῦτο ταύτην Λυσίστρατος ἐδημιούργησεν. ὑμεῖς δὲ εἶναι παρ ἡμῖν σοφὰς οὐ πεπιστεύκατε.

Πάνυ γοῦν σεμνὸς καὶ τύραννος Φάλαρις, ὅς, τοὺς ἐπιμαστιδίους θοινώμενος παῖδας, διὰ τῆς Πολυστράτου τοῦ Ἀμπρακιώτου κατασκευῆς μέχρι νῦν ὥς τις ἀνὴρ θαυμαστὸς δείκνυται·

v.2.p.134
καὶ οἱ μὲν Ἀκραγαντῖνοι βλέπειν αὐτοῦ τὸ πρόσωπον τὸ προειρημένον διὰ τὴν ἀνθρωποφαγίαν ἐδεδίεσαν, οἷς δὲ μέλον ἐστὶ παιδείας αὐχοῦσιν ὅτι δι εἰκόνος αὐτὸν θεωροῦσι. Πῶς γὰρ οὐ
169.C
χαλεπὸν ἀδελφοκτονίαν παρ ὑμῖν τετιμῆσθαι, οἱ Πολυνείκους καὶ Ἐτεοκλέους ὁρῶντες τὰ σχήματα, καὶ μὴ σὺν τῷ ποιήσαντι Πυθαγόρᾳ καταβοθρώσαντες; Ἐναπόλλυτε τῆς κακίας τὰ ὑπομνήματα. Τί μοι διὰ τὸν Περικλύμενον γύναιον, ὅπερ ἐκύησε τριάκοντα παῖδας, ὡς θαυμαστὸν ἡγεῖσθαι καὶ κατανοεῖν ποίημα; Πολλῆς γὰρ ἀκρασίας ἀπενεγκαμένῃ τὰ ἀκροθίνια βδελύττεσθαι καλὸν ἦν, τῇ κατὰ Ῥωμαίους συῒ παρεικαζομένῃ, ἥτις καὶ αὐτὴ διὰ τὸ ὅμοιον μυστικωτέρας, ὥς φασιν, ἠξίωται θεραπείας.
169.D
Ἐμοίχευσε δὲ Ἄρης τὴν Ἀφροδίτην, καὶ τὴν ἀπ αὐτῶν Ἁρμονίαν Ἄνδρων ὑμῖν κατεσκεύασε. Λήρους καὶ φλυαρίας Σώφρων διὰ συνταγμάτων παραδοὺς ἐνδοξότερος χάριν τῆς χαλκευτικῆς, μέχρι νῦν ἔστι. Καὶ τὸν ψευδολόγον Αἴσωπον ἀείμνηστον οὐ μόνον τὰ μυθολογήματα ἀλλὰ καὶ κατὰ τὸν Ἀριστόδημον πλαστικὴ περισπούδαστον ἀπέδειξεν. Εἶτα πῶς οὐκ αἰδεῖσθε, τοσαύτας μὲν ἔχοντες ποιητρίας οὐκ ἐπί τι χρήσιμον, πόρνας δὲ ἀπείρους καὶ μοχθηροὺς ἄνδρας, τῶν παρ ἡμῖν γυναικῶν
170.A
διαβάλλοντες τὴν σεμνότητα; Τί μοι σπουδαῖον μανθάνειν Εὐάνθην ἐν Περιπάτῳ τεκεῖν, καὶ πρὸς τὴν Καλλιστράτου
v.2.p.136
κεχηνέναι τέχνην, καὶ πρὸς τῇ Καλλιάδου Νεαίρᾳ παρέχειν τοὺς ὀφθαλμούς; Ἑταίρα γὰρ ἦν. Λαῒς ἐπόρνευσε, καὶ Τοῦρνος αὐτὴν ὑπόμνημα τῆς πορνείας ἐποίησεν. Διὰ τί τὴν Ἡφαιστίωνος οὐκ αἰδεῖσθε πορνείαν, καὶ εἰ πάνυ Φίλων αὐτὸν ἐντέχνως ποιεῖ;
Τίνος δὲ χάριν διὰ Λεωχάρους Γανυμήδη τὸν ἀνδρόγυνον, ὣς τι σπουδαῖον ἔχοντες κτῆμα, τετιμήκατε; Καὶ σπιλούμενόν τι γύναιον Πραξιτέλης ἐδημιούργησεν. Ἐχρῆν
170.B
δὲ πᾶν τὸ τοιοῦτον παραιτησαμένους τὸ κατὰ ἀλήθειαν σπουδαῖον ζητεῖν, καὶ μηδὲ Φιλαινίδος μηδὲ Ἐλεφαντίδος τῶν ἀῤῥήτων ἐπινοιῶν ἀντιποιουμένους τὴν ἡμετέραν πολιτείαν βδελύττεσθαι.

Ταῦτα μὲν οὖν οὐ παρ ἄλλου μαθὼν ἐξεθέμην, πολλὴν ἐπιφοιτήσας γῆν, καὶ τοῦτο μὲν σοφιστεύσας τὰ ὑμέτερα, τοῦτο δὲ τέχναις καὶ ἐπινοίαις ἐγκυρήσας πολλαῖς, ἔσχατον δὲ

v.2.p.138
τῇ Ῥωμαίων ἐνδιατρίψας πόλει, καὶ τὰς ἀφ ὑμῶν ὡς αὐτοὺς ἀνακομισθείσας ἀνδριάντων ποικιλίας καταμαθών· οὐ γάρ, ὡς ἔθος ἐστὶν τοῖς πολλοῖς, ἀλλοτρίαις δόξαις τἀμαυτοῦ κρατύνειν
170.C
πειρῶμαι, πάντων δὲ ὧν ἀποποιήσομαι αὐτὸς τὴν κατάληψιν τούτων καὶ τὴν ἀναγραφὴν συντάττειν βούλομαι. Διόπερ χαίρειν εἰπὼν καὶ τῇ Ῥωμαίων μεγαλαυχίᾳ καὶ τῇ Ἀθηναίων ψυχρολογίᾳ, δόγμασιν ἀσυναρτήτοις, τῆς καθ ἡμᾶς βαρβάρου φιλοσοφίας ἀντεποιησάμην· ἥτις ὅν τρόπον ἐστὶν τῶν παρ ὑμῖν ἐπιτηδευμάτων ἀρχαιοτέρα γράφειν μὲν ἀρξάμενος, διὰ δὲ τὸ κατεπεῖγον τῆς ἐξηγήσεως ὑπερθέμενος, νῦν ὅτε καιρὸς περὶ τῶν κατ αὐτὴν δογμάτων λέγειν πειράσομαι.Μὴ γὰρ δυσχεράνητε τὴν ἡμετέραν παιδείαν, μηδὲ φλυαρίαις καὶ βωμολοχίαις μεστὴν
170.D
ἀντιλογίαν καθ ἡμῶν πραγματεύησθε, λέγοντες· Τατιανὸς ὑπὲρ τοὺς Ἕλληνας, ὑπὲρ τὸ ἄπειρον τῶν φιλοσοφησάντων πλῆθος, καινοτομεῖ τὰ βαρβάρων δόγματα. Τί γὰρ χαλεπὸν ἀνθρώπους πεφηνότας ἀμαθεῖς ὑπὸ ἀνθρώπου νῦν ὁμοιοπαθοῦς συνελέγχεσθαι; Τί δὲ καὶ ἄτοπον κατὰ τὸν οἰκεῖον ὑμῖν σοφιστὴν γηράσκειν ἀεὶ πάντα διδασκομένους;

v.2.p.140

Tokens

Νῦν 1 w 3
δὲ 1 w 5
προσῆκον 1 w 13
μοι 1 w 16
νομίζω 1 w 22
παραστῆσαι 1 w 32
πρεσβυτέραν 1 w 43
τὴν 1 w 46
ἡμετέραν 1 w 54
φιλοσοφίαν 1 w 64
τῶν 1 w 67
παρ 2 w 70
Ἕλλησιν 1 w 77
ἐπιτηδευμάτων 1 w 90
Ὅροι 1 w 95
δὲ 2 w 97
ἡμῖν 1 w 101
κείσονται 1 w 110
Μωυσῆς 1 w 116
καὶ 1 w 119
Ὅμηρος 1 w 125
τῷ 1 w 128
ἑκάτερον 1 w 136
αὐτῶν 1 w 141
εἶναι 1 w 146
παλαιότερον 1 w 157
καὶ 2 w 161
τὸν 1 w 164
μὲν 1 w 167
ποιητῶν 1 w 174
καὶ 3 w 177
ἱστορικῶν 1 w 186
εἶναι 2 w 191
πρεσβύτερον 1 w 202
τὸν 2 w 206
δὲ 3 w 208
πάσης 1 w 213
βαρβάρου 1 w 221
σοφίας 1 w 227
ἀρχηγόν 1 w 234
Καὶ 1 w 238
ὑφ 1 w 240
ἡμῶν 1 w 244
νῦν 1 w 247
εἰς 1 w 250
σύγκρισιν 1 w 259
παραλαμβανέσθωσαν 1 w 276
εὑρήσομεν 1 w 286
γὰρ 1 w 289
οὐ 1 w 291
μόνον 1 w 296
τῆς 1 w 299
Ἑλλήνων 1 w 306
παιδείας 1 w 314
τὰ 1 w 316
παρ 4 w 319
ἡμῖν 2 w 323
ἀλλὰ 1 w 327
ἔτι 1 w 330
καὶ 4 w 333
τῆς 2 w 336
τῶν 4 w 339
γραμμάτων 1 w 348
εὑρέσεως 1 w 356
ἀνώτερα 1 w 363
Μάρτυρας 1 w 372
δὲ 4 w 374
οὐ 2 w 376
τοὺς 1 w 380
οἴκοι 1 w 385
παραλήψομαι 1 w 396
βοηθοῖς 1 w 404
δὲ 5 w 406
μᾶλλον 1 w 412
Ἕλλησι 2 w 418
χρήσομαι 1 w 426
τὸ 3 w 429
μὲν 2 w 432
γὰρ 2 w 435
ἄγνωμον 1 w 442
ὅτι 1 w 446
μηδὲ 1 w 450
ὑφ 2 w 452
ὑμῶν 1 w 456
παραδεκτέον 1 w 467
τὸ 4 w 470
δ 10 w 471
ἂν 1 w 473
ἀποδεικνύηται 1 w 486
θαυμαστόν 1 w 495
ὅταν 1 w 500
ὑμῖν 1 w 504
διὰ 1 w 507
τῶν 5 w 510
ὑμετέρων 1 w 518
ὅπλων 1 w 523
ἀντερείδων 1 w 533
ἀνυπόπτους 1 w 543
παρ 7 w 546
ὑμῶν 2 w 550
τοὺς 2 w 554
ἐλέγχους 1 w 562
λαμβάνω 1 w 569
Περὶ 1 w 574
γὰρ 3 w 577
τῆς 3 w 580
ποιήσεως 1 w 588
τοῦ 1 w 591
Ὁμήρου 1 w 597
γένους 1 w 604
τε 6 w 606
αὐτοῦ 1 w 611
καὶ 5 w 614
χρόνου 1 w 620
καθ 1 w 623
ὃν 1 w 625
ἤκμασεν 1 w 632
προηρεύνησαν 1 w 645
οἱ 1 w 647
πρεσβύτατοι 1 w 658
Θεαγένης 1 w 667
τε 7 w 669
1 w 670
Ῥηγῖνος 1 w 677
κατὰ 1 w 681
Καμβύσην 1 w 689
γεγονώς 1 w 696
Στησίμβροτός 1 w 709
τε 8 w 711
2 w 712
Θάσιος 1 w 718
καὶ 6 w 721
Ἀντίμαχος 1 w 730
3 w 731
Κολοφώνιος 1 w 741
Ἡρόδοτός 1 w 750
τε 9 w 752
4 w 753
Ἁλικαρνασσεὺς 1 w 766
καὶ 7 w 769
Διονύσιος 1 w 778
5 w 779
Ὀλύνθιος 1 w 787
μετ 3 w 791
ἐκείνους 1 w 799
Ἔφορος 1 w 805
6 w 806
Κυμαῖος 1 w 813
καὶ 8 w 816
Φιλόχορος 1 w 825
7 w 826
Ἀθηναῖος 1 w 834
Μεγακλείδης 1 w 846
τε 10 w 848
καὶ 9 w 851
Χαμαιλέων 1 w 860
οἱ 2 w 862
Περιπατητικοί 1 w 875
ἔπειτα 1 w 882
γραμματικοὶ 1 w 893
Ζηνόδοτος 1 w 902
Ἀριστοφάνης 1 w 914
Καλλίμαχος 1 w 925
Κράτης 1 w 932
Ἐρατοσθένης 1 w 944
Ἀρίσταρχος 1 w 955
Ἀπολλόδωρος 1 w 967
Τούτων 1 w 974
δὲ 7 w 976
οἱ 3 w 978
περὶ 1 w 982
Κράτητα 1 w 989
πρὸ 1 w 992
τῆς 4 w 995
Ἡρακλειδῶν 1 w 1005
καθόδου 1 w 1012
φασὶν 1 w 1017
αὐτὸν 1 w 1022
ἠκμακέναι 1 w 1031
μετὰ 1 w 1036
τὰ 4 w 1038
Τρωϊκὰ 1 w 1044
ἐνδοτέρω 1 w 1052
τῶν 6 w 1055
ὀγδοήκοντα 1 w 1065
ἐτῶν 1 w 1069
οἱ 4 w 1072
δὲ 8 w 1074
περὶ 2 w 1078
Ἐρατοσθένη 2 w 1088
μετὰ 2 w 1092
ἑκατοστὸν 1 w 1101
ἔτος 1 w 1105
τῆς 5 w 1108
Ἰλίου 1 w 1113
ἁλώσεως 1 w 1120
οἱ 5 w 1123
δὲ 9 w 1125
περὶ 3 w 1129
Ἀρίσταρχον 1 w 1139
κατὰ 2 w 1143
τὴν 2 w 1146
Ἰωνικὴν 1 w 1153
ἀποικίαν 1 w 1161
1 w 1163
ἐστι 1 w 1167
μετὰ 3 w 1171
ἑκατὸν 1 w 1177
καὶ 10 w 1180
τεσσαράκοντα 1 w 1192
ἔτη 1 w 1195
τῶν 8 w 1198
Ἰλιακῶν 1 w 1205
φιλόχορος 1 w 1215
δὲ 10 w 1217
μετὰ 4 w 1221
τὴν 3 w 1224
Ἰωνικὴν 2 w 1231
ἀποικίαν 2 w 1239
ἐπὶ 1 w 1243
ἄρχοντος 1 w 1251
Ἀθήνῃσιν 1 w 1259
Ἀρχίππου 1 w 1267
τῶν 9 w 1271
Ἰλιακῶν 2 w 1278
ὕστερον 1 w 1285
ἔτεσιν 1 w 1291
ἑκατὸν 2 w 1297
ὀγδοήκοντα 2 w 1307
οἱ 6 w 1310
δὲ 11 w 1312
περὶ 4 w 1316
Ἀπολλόδωρον 1 w 1327
μετὰ 5 w 1331
τὴν 4 w 1334
Ἰωνικὴν 3 w 1341
ἀποικίαν 3 w 1349
ἔτεσιν 2 w 1355
ἑκατόν 1 w 1361
ὅπερ 1 w 1366
γένοιτο 1 w 1373
ἂν 2 w 1375
ὕστερον 2 w 1382
τῶν 10 w 1385
Ἰλιακῶν 3 w 1392
ἔτεσι 3 w 1397
διακοσίοις 1 w 1407
τεσσαράκοντα 2 w 1419
Τινὲς 1 w 1425
δὲ 12 w 1427
πρὸ 2 w 1430
τῶν 11 w 1433
ὀλυμπιάδων 1 w 1443
ἔφασαν 1 w 1449
αὐτὸν 2 w 1454
γεγονέναι 1 w 1463
ἔτεσιν 3 w 1469
ἐνενήκοντα 1 w 1479
τουτέστι 1 w 1488
μετὰ 6 w 1492
τὴν 5 w 1495
Ἰλίου 2 w 1500
ἅλωσιν 1 w 1506
ἔτεσι 5 w 1511
τριακοσίοις 1 w 1522
ἑπτακαίδεκα 1 w 1533
ἕτεροι 1 w 1540
δὲ 13 w 1542
κάτω 1 w 1546
τὸν 8 w 1549
χρόνον 1 w 1555
ὑπήγαγον 1 w 1563
σὺν 1 w 1567
Ἀρχιλόχῳ 1 w 1575
γεγονέναι 2 w 1584
τὸν 9 w 1587
Ὅμηρον 1 w 1593
εἰπόντες 1 w 1601
8 w 1603
δὲ 14 w 1605
Ἀρχίλοχος 1 w 1614
ἤκμασε 2 w 1620
περὶ 5 w 1624
ὀλυμπιάδα 1 w 1633
τρίτην 1 w 1639
καὶ 11 w 1642
εἰκοστήν 1 w 1650
κατὰ 3 w 1655
Γύγην 1 w 1660
τὸν 10 w 1663
Λυδόν 1 w 1668
τῶν 12 w 1672
Ἰλιακῶν 4 w 1679
ὕστερον 3 w 1686
ἔτεσι 6 w 1691
πεντακοσίοις 1 w 1703
Καὶ 2 w 1707
περὶ 6 w 1711
μὲν 3 w 1714
τοῦ 3 w 1717
χρόνου 2 w 1723
τοῦ 4 w 1726
προειρημένου 1 w 1738
ποιητοῦ 1 w 1745
λέγω 1 w 1750
δὲ 15 w 1752
Ὁμήρου 2 w 1758
συστάσεως 1 w 1768
τε 24 w 1770
καὶ 12 w 1773
τῶν 13 w 1776
εἰπόντων 1 w 1784
περὶ 7 w 1788
αὐτοῦ 2 w 1793
ἀσυμφωνίας 1 w 1803
τοῖς 1 w 1807
ἐπ 3 w 1809
ἀκριβὲς 1 w 1816
ἐξετάζειν 1 w 1825
δυναμένοις 1 w 1835
αὐτάρκως 1 w 1843
ἡμῖν 3 w 1847
ὡς 1 w 1849
ἐπὶ 2 w 1852
κεφαλαίων 1 w 1861
εἰρήσθω 1 w 1868
Δυνατὸν 1 w 1876
γὰρ 4 w 1879
ψευδεῖς 1 w 1886
ἀποφήνασθαι 1 w 1897
καὶ 13 w 1900
τὰς 1 w 1903
περὶ 8 w 1907
τοὺς 3 w 1911
λόγους 1 w 1917
δόξας 1 w 1922
Παρ 1 w 1926
οἷς 1 w 1929
γὰρ 5 w 1932
ἀσυνάρτητός 1 w 1943
ἐστιν 1 w 1948
6 w 1949
τῶν 14 w 1952
χρόνων 1 w 1958
ἀναγραφή 1 w 1966
παρὰ 1 w 1971
τούτοις 1 w 1978
οὐδὲ 1 w 1982
τὰ 13 w 1984
τῆς 6 w 1987
ἱστορίας 1 w 1995
ἀληθεύειν 1 w 2004
δυνατόν 1 w 2011
Τί 1 w 2014
γὰρ 6 w 2017
τὸ 14 w 2019
αἴτιον 1 w 2025
τῆς 7 w 2028
ἐν 3 w 2030
τῷ 2 w 2032
γράφειν 1 w 2039
πλάνης 1 w 2045
εἰ 6 w 2048
μὴ 1 w 2050
τὸ 15 w 2052
συντάττειν 1 w 2062
τὰ 14 w 2064
μὴ 2 w 2066
ἀληθῆ 1 w 2071
Παρ 2 w 2075
ἡμῖν 4 w 2079
δὲ 17 w 2081
τῆς 8 w 2084
μὲν 4 w 2087
κενοδοξίας 1 w 2097
9 w 2098
ἵμερος 1 w 2104
οὐκ 1 w 2107
ἔστι 1 w 2111
δογμάτων 1 w 2120
δὲ 18 w 2122
ποικιλίαις 1 w 2132
οὐ 5 w 2134
καταχρώμεθα 1 w 2145
Λόγου 1 w 2151
γὰρ 7 w 2154
τοῦ 7 w 2157
δημοσίου 1 w 2165
καὶ 14 w 2168
ἐπιγείου 1 w 2176
κεχωρισμένοι 1 w 2188
καὶ 15 w 2192
πειθόμενοι 1 w 2202
θεοῦ 1 w 2206
παραγγέλμασι 1 w 2218
καὶ 16 w 2221
νόμῳ 1 w 2225
πατρὸς 1 w 2231
ἀφθαρσίας 1 w 2240
ἑπόμενοι 1 w 2248
πᾶν 1 w 2252
τὸ 16 w 2254
ἐν 4 w 2256
δόξῃ 1 w 2260
κείμενον 1 w 2268
ἀνθρωπίνῃ 1 w 2277
παραιτούμεθα 1 w 2289
Φιλοσοφοῦσί 1 w 2301
τε 26 w 2303
οὐ 6 w 2305
μόνον 2 w 2310
οἱ 7 w 2312
πλουτοῦντες 1 w 2323
ἀλλὰ 2 w 2328
καὶ 17 w 2331
οἱ 8 w 2333
πένητες 1 w 2340
προῖκα 1 w 2346
τῆς 9 w 2349
διδασκαλίας 1 w 2360
ἀπολαύουσι 1 w 2370
τὰ 15 w 2373
γὰρ 8 w 2376
παρὰ 2 w 2380
θεοῦ 2 w 2384
τῆς 10 w 2387
ἐν 5 w 2389
κόσμῳ 1 w 2394
δωρεᾶς 1 w 2400
ὑπερπαίει 1 w 2409
τὴν 6 w 2412
ἀμοιβήν 1 w 2419
Τοὺς 1 w 2424
δὲ 19 w 2426
ἀκροᾶσθαι 1 w 2435
βουλομένους 1 w 2446
πάντας 1 w 2452
οὕτως 1 w 2457
προσιέμεθα 1 w 2467
κἂν 1 w 2471
πρεσβύτιδες 1 w 2482
ὦσι 1 w 2485
κἂν 2 w 2488
μειράκια 1 w 2496
πᾶσά 1 w 2501
τε 29 w 2503
ἁπαξαπλῶς 1 w 2512
ἡλικία 1 w 2518
παρ 12 w 2521
ἡμῖν 5 w 2525
τυγχάνει 1 w 2533
τιμῆς 1 w 2538
τὰ 16 w 2541
δὲ 20 w 2543
τῆς 11 w 2546
ἀσελγείας 1 w 2555
πόῤῥω 1 w 2560
κεχώρισται 1 w 2570
Καὶ 3 w 2574
ἡμεῖς 1 w 2579
μὲν 5 w 2582
λέγοντες 1 w 2590
οὐ 7 w 2592
ψευδόμεθα 1 w 2601
Τὰ 1 w 2604
δὲ 21 w 2606
τῆς 12 w 2609
ὑμετέρας 1 w 2617
περὶ 9 w 2621
τὴν 7 w 2624
ἀπιστίαν 1 w 2632
ἐπιμονῆς 1 w 2640
καλὸν 1 w 2645
μὲν 6 w 2648
εἰ 7 w 2650
λαμβάνοι 1 w 2658
περιγραφήν 1 w 2668
εἰ 8 w 2671
δ 57 w 2672
οὐ 8 w 2674
τὰ 17 w 2677
ἡμέτερα 1 w 2684
ἔστω 1 w 2688
θεοῦ 3 w 2692
γνώμῃ 1 w 2697
βεβαιούμενα 1 w 2708
Γελᾶτε 1 w 2715
δὲ 22 w 2717
ὑμεῖς 1 w 2722
ὡς 2 w 2725
καὶ 18 w 2728
κλαύσοντες 1 w 2738
Πῶς 1 w 2742
γὰρ 9 w 2745
οὐκ 2 w 2748
ἄτοπον 1 w 2754
Νέστορα 1 w 2761
μὲν 7 w 2764
καθ 3 w 2767
ὑμᾶς 1 w 2771
τῶν 15 w 2775
ἵππων 1 w 2780
τὰς 2 w 2783
παρηορίας 1 w 2792
βραδέως 1 w 2799
ἀποτέμνοντα 1 w 2810
διὰ 2 w 2813
τὸ 17 w 2815
ἄτονον 1 w 2821
καὶ 19 w 2824
νωθὲς 1 w 2829
τῆς 13 w 2832
ἡλικίας 1 w 2839
θαυμάζεσθαι 1 w 2851
πειρώμενον 1 w 2861
ἐπ 7 w 2863
ἴσης 1 w 2867
τοῖς 2 w 2871
νέοις 1 w 2876
πολεμεῖν 1 w 2884
τοὺς 4 w 2889
δὲ 23 w 2891
παρ 14 w 2894
ἡμῖν 6 w 2898
τῷ 3 w 2900
γήρᾳ 1 w 2904
παλαίοντας 1 w 2914
καὶ 20 w 2917
τὰ 19 w 2919
περὶ 10 w 2923
θεοῦ 4 w 2927
πραγματευομένους 1 w 2943
γελᾶσθαι 1 w 2951
Τίς 1 w 2955
δὲ 24 w 2957
οὐκ 3 w 2960
ἂν 5 w 2962
γελάσειεν 1 w 2971
Ἀμαζόνας 1 w 2979
μὲν 8 w 2982
καὶ 21 w 2985
Σεμίραμιν 1 w 2994
καί 2 w 2997
τινας 1 w 3002
ἄλλας 1 w 3007
πολεμικὰς 1 w 3016
φασκόντων 1 w 3025
ὑμῶν 3 w 3029
γεγονέναι 3 w 3038
τὰς 3 w 3042
δὲ 25 w 3044
παρ 15 w 3047
ἡμῖν 7 w 3051
παρθένους 1 w 3060
λοιδορούντων 1 w 3072
Μειράκιον 1 w 3082
ἦν 1 w 3084
10 w 3085
Ἀχιλλεύς 1 w 3093
καὶ 22 w 3097
γενναῖος 1 w 3105
εἷναι 1 w 3110
πεπίστευται 1 w 3121
σφόδρα 1 w 3127
καὶ 23 w 3131
11 w 3132
Νεοπτόλεμος 1 w 3143
νεώτερος 1 w 3151
ἀλλὰ 3 w 3156
ἱσχυρὸς 1 w 3163
ἦν 2 w 3165
Φιλοκτήτης 1 w 3176
ἀσθενής 1 w 3183
ἀλλ 4 w 3187
ἔχρῃζεν 1 w 3194
αὐτοῦ 3 w 3199
κατὰ 4 w 3203
Τροίας 1 w 3209
τὸ 18 w 3211
δαιμόνιον 1 w 3220
3 w 3222
Θερσίτης 1 w 3230
ὁποῖος 1 w 3236
ἦν 3 w 3238
Ἀλλ 1 w 3242
ἐστρατήγει 1 w 3252
τὸ 19 w 3255
δ 67 w 3256
ἀμετροεπὲς 1 w 3266
εἰ 9 w 3268
μὴ 3 w 3270
προσῆν 1 w 3276
αὐτῷ 1 w 3280
διὰ 3 w 3283
τὴν 8 w 3286
ἀμαθίαν 1 w 3293
οὐκ 4 w 3297
ἂν 6 w 3299
ὡς 3 w 3301
φοξὸς 1 w 3306
καὶ 24 w 3309
ψεδνὸς 1 w 3315
διεβάλλετο 1 w 3325
Πάντες 1 w 3332
οἱ 9 w 3334
βουλόμενοι 1 w 3344
φιλοσοφεῖν 1 w 3354
παρ 17 w 3357
ἡμῖν 8 w 3361
ἄνθρωποι 1 w 3369
οὐ 12 w 3371
τὸ 20 w 3373
ὁρώμενον 1 w 3381
δοκιμάζομεν 1 w 3392
οὐδὲ 2 w 3397
τοὺς 5 w 3401
προσιόντας 1 w 3411
ἡμῖν 9 w 3415
ἀπὸ 1 w 3418
σχήματος 1 w 3426
κρίνομεν 1 w 3434
τὸ 21 w 3437
γὰρ 10 w 3440
τῆς 14 w 3443
γνώμης 1 w 3449
ἐῤῥωμένον 1 w 3458
παρὰ 3 w 3462
πᾶσιν 1 w 3467
εἶναι 3 w 3472
δύνασθαι 1 w 3480
λελογίσμεθα 1 w 3491
κἂν 3 w 3495
ἀσθενεῖς 1 w 3503
ὦσι 2 w 3506
τοῖς 3 w 3510
σώμασι 1 w 3516
Τὰ 2 w 3519
δὲ 27 w 3521
ὑμέτερα 1 w 3528
φθόνου 1 w 3534
μεστὰ 1 w 3539
καὶ 25 w 3542
βλακείας 1 w 3550
πολλῆς 1 w 3556
Διὰ 1 w 3560
τοῦτο 1 w 3565
προεθυμήθην 1 w 3576
ἀπὸ 2 w 3579
τῶν 16 w 3582
νομιζομένων 1 w 3593
παρ 19 w 3596
ὑμῖν 2 w 3600
τιμίων 1 w 3606
παριστᾶν 1 w 3614
ὅτι 2 w 3617
τὰ 23 w 3619
μὲν 9 w 3622
ἡμέτερα 2 w 3629
σωφρονεῖ 1 w 3637
τὰ 24 w 3640
δὲ 28 w 3642
ὑμέτερα 2 w 3649
ἔθη 1 w 3652
μανίας 1 w 3658
ἔχεται 1 w 3664
πολλῆς 2 w 3670
Οἱ 1 w 3673
γὰρ 11 w 3676
ἐν 6 w 3678
γυναιξὶ 1 w 3685
καὶ 26 w 3688
μειρακίοις 1 w 3698
παρθένοις 1 w 3708
τε 41 w 3710
καὶ 27 w 3713
πρεσβύταις 1 w 3723
φλυαρεῖν 1 w 3731
ἡμᾶς 1 w 3735
λέγοντες 2 w 3743
καὶ 28 w 3747
διὰ 4 w 3750
τὸ 22 w 3752
μὴ 4 w 3754
σὺν 2 w 3757
ὑμῖν 3 w 3761
εἶναι 4 w 3766
χλευάζοντες 1 w 3777
ἀκούσατε 1 w 3786
τῶν 17 w 3789
παρ 22 w 3792
Ἑλλήνων 2 w 3799
πραγμάτων 1 w 3808
τὸν 12 w 3811
λῆρον 1 w 3816
Ληραίνει 1 w 3825
γὰρ 12 w 3828
διὰ 5 w 3831
δόξης 1 w 3836
μᾶλλον 2 w 3842
πολλῆς 3 w 3848
τῶν 18 w 3851
παρ 23 w 3854
ὑμῖν 4 w 3858
θεῶν 1 w 3862
τὰ 25 w 3864
ἐπιτηδεύματα 1 w 3876
καὶ 29 w 3880
διὰ 6 w 3883
τῆς 15 w 3886
γυναικωνίτιδος 1 w 3900
ἀσχημονεῖτε 1 w 3911
Πράξιλλαν 1 w 3921
μὲν 10 w 3924
γὰρ 13 w 3927
Λύσιππος 1 w 3935
ἐχαλκούργησεν 1 w 3948
μηδὲν 1 w 3954
εἰποῦσαν 1 w 3962
διὰ 7 w 3965
τῶν 19 w 3968
ποιημάτων 1 w 3977
χρήσιμον 1 w 3985
Λεαρχίδα 1 w 3994
δὲ 30 w 3996
Μενέστρατος 1 w 4007
Σιλανίων 1 w 4016
δὲ 31 w 4018
Σαπφὼ 1 w 4023
τὴν 9 w 4026
ἑταίραν 1 w 4033
Ἤρινναν 1 w 4041
τὴν 10 w 4044
Λεσβίαν 1 w 4051
Ναυκύδης 1 w 4059
Βοΐσκος 1 w 4067
Μυρτίδα 1 w 4074
Μυρὼ 1 w 4079
τὴν 11 w 4082
Βυζαντίαν 1 w 4091
Κηφισόδοτος 1 w 4102
Γόμφος 1 w 4109
Πραξιγορίδα 1 w 4120
καὶ 30 w 4123
Ἀμφίστρατος 1 w 4134
Κλειτώ 1 w 4140
Τί 3 w 4143
γὰρ 14 w 4146
μοι 3 w 4149
περὶ 11 w 4153
Ἀνύτης 1 w 4159
λέγειν 1 w 4165
Τελεσίλλης 1 w 4176
τε 46 w 4178
καὶ 31 w 4181
Μυστίδος 1 w 4189
Τῆς 1 w 4193
μὲν 11 w 4196
γὰρ 15 w 4199
Εὐθυκράτης 1 w 4209
τε 47 w 4211
καὶ 32 w 4214
Κηφισόδοτος 2 w 4225
τῆς 16 w 4229
δὲ 32 w 4231
Νικήρατος 1 w 4240
τῆς 17 w 4244
δὲ 33 w 4246
Ἀριστόδοτός 1 w 4257
εἰσιν 1 w 4262
οἱ 10 w 4264
δημιουργοί 1 w 4274
Μνησιαρχίδος 1 w 4287
τῆς 18 w 4290
Ἐφεσίας 1 w 4297
Εὐθυκράτης 2 w 4307
Κορίννης 1 w 4316
Σιλανίων 2 w 4324
Θαλαρχίδος 1 w 4335
τῆς 19 w 4338
Ἀργείας 1 w 4345
Εὐθυκράτης 3 w 4355
Ταύτας 1 w 4362
δὲ 34 w 4364
εἰπεῖν 1 w 4370
προυθυμήθην 1 w 4381
ἵνα 1 w 4385
μηδὲ 3 w 4389
παρ 24 w 4392
ἡμῖν 10 w 4396
ξένον 1 w 4401
τι 16 w 4403
πράττεσθαι 1 w 4413
νομίζητε 1 w 4421
καὶ 33 w 4425
συγκρίναντες 1 w 4437
τὰ 26 w 4439
ὑπ 3 w 4441
ὄψιν 1 w 4445
ἐπιτηδεύματα 2 w 4457
μὴ 5 w 4459
χλευάζητε 1 w 4468
τὰς 4 w 4471
παρ 25 w 4474
ἡμῖν 11 w 4478
φιλοσοφούσας 1 w 4490
Καὶ 4 w 4494
21 w 4495
μὲν 12 w 4498
Σαπφὼ 2 w 4503
γύναιον 1 w 4510
πορνικὸν 1 w 4518
ἐρωτομανές 1 w 4528
καὶ 34 w 4532
τὴν 12 w 4535
ἑαυτῆς 1 w 4541
ἀσέλγειαν 1 w 4550
ᾄδει 1 w 4554
πᾶσαι 1 w 4560
δὲ 36 w 4562
αἱ 1 w 4564
παρ 26 w 4567
ἡμῖν 12 w 4571
σωφρονοῦσι 1 w 4581
καὶ 35 w 4585
περὶ 12 w 4589
τὰς 5 w 4592
ἠλακάτας 1 w 4600
αἱ 2 w 4602
παρθένοι 2 w 4610
τὰ 29 w 4612
κατὰ 5 w 4616
θεὸν 1 w 4620
λαλοῦσιν 1 w 4628
ἐκφωνήματα 1 w 4638
τῆς 21 w 4641
παρ 28 w 4644
ὑμῖν 5 w 4648
παιδὸς 1 w 4654
σπουδαιότερον 1 w 4667
Τούτου 1 w 4674
χάριν 1 w 4679
αἰδέσθητε 1 w 4688
μαθηταὶ 1 w 4696
μὲν 13 w 4699
ὑμεῖς 2 w 4704
τῶν 20 w 4707
γυναίων 1 w 4714
εὑρισκόμενοι 1 w 4726
τὰς 6 w 4730
δὲ 37 w 4732
σὺν 3 w 4735
ἡμῖν 13 w 4739
πολιτευομένας 1 w 4752
σὺν 4 w 4755
τῇ 1 w 4757
μετ 12 w 4760
αὐτῶν 2 w 4765
πανηγύρει 1 w 4774
χλευάζοντες 2 w 4785
Τί 4 w 4788
γὰρ 16 w 4791
ὑμῖν 6 w 4795
24 w 4796
Γλαυκίππη 1 w 4805
σεμνὸν 1 w 4811
εἰσηγήσατο 1 w 4821
παιδίον 1 w 4828
ἥτις 1 w 4833
τεράστιον 1 w 4842
ἐγέννησεν 1 w 4851
καθὼς 1 w 4857
δείκνυσιν 1 w 4866
αὐτῆς 1 w 4871
25 w 4872
εἰκών 1 w 4877
Νικηράτου 1 w 4887
τοῦ 11 w 4890
Εὐκτήμονος 1 w 4900
Ἀθηναίου 1 w 4908
τὸ 24 w 4910
γένος 1 w 4915
χαλκεύσαντος 1 w 4927
Εἰ 1 w 4930
γὰρ 17 w 4933
ἐκύησεν 1 w 4940
ἐλέφαντα 1 w 4948
τί 6 w 4951
τὸ 25 w 4953
αἴτιον 2 w 4959
τοῦ 12 w 4962
δημοσίας 1 w 4970
ἀπολαύσαι 1 w 4979
τιμῆς 2 w 4984
τὴν 13 w 4987
Γλαυκίππην 1 w 4997
Φρύνην 1 w 5004
τε 57 w 5006
τὴν 14 w 5009
ἑταίραν 2 w 5016
ὑμῖν 7 w 5020
Πραξιτέλης 1 w 5030
καὶ 36 w 5033
Ἡρόδοτος 1 w 5041
πεποιήκασι 1 w 5051
καὶ 37 w 5055
Παντευχίδα 1 w 5065
συλλαμβάνουσαν 1 w 5079
ἐκ 4 w 5081
φθορέως 1 w 5088
Εὐθυκράτης 4 w 5098
ἐχαλκούργησεν 2 w 5111
Βησαντίδα 1 w 5121
τὴν 15 w 5125
Παιόνων 1 w 5132
βασίλισσαν 1 w 5142
ὅτι 3 w 5146
παιδίον 2 w 5153
μέλαν 1 w 5158
ἐκύησε 2 w 5164
Δεινομένης 1 w 5175
διὰ 8 w 5178
τῆς 23 w 5181
ἑαυτοῦ 1 w 5187
τέχνης 1 w 5193
μνημονεύεσθαι 1 w 5206
παρεσκεύασεν 1 w 5218
Ἐγὼ 1 w 5222
καὶ 38 w 5225
Πυθαγόρου 1 w 5234
κατέγνωκα 1 w 5243
τὴν 16 w 5247
Εὐρώπην 1 w 5254
ἐπὶ 3 w 5257
τοῦ 14 w 5260
ταύρου 1 w 5266
καθιδρύσαντος 1 w 5279
καὶ 39 w 5283
ὑμῶν 4 w 5287
οἵτινες 1 w 5295
τοῦ 15 w 5298
Διὸς 1 w 5302
τὸν 13 w 5305
κατήγορον 1 w 5314
διὰ 9 w 5317
τὴν 17 w 5320
ἐκείνου 2 w 5327
τέχνην 1 w 5333
τετιμήκατε 1 w 5343
Γελῶ 1 w 5348
καὶ 40 w 5351
τὴν 18 w 5354
Μύρωνος 1 w 5361
ἐπιστήμην 1 w 5370
ποιήσαντος 1 w 5380
μόσχον 1 w 5386
ἐπὶ 4 w 5390
δὲ 38 w 5392
αὐτοῦ 4 w 5397
Νίκην 1 w 5402
ὅτι 4 w 5406
τὴν 19 w 5409
Ἀγήνορος 1 w 5417
ἁρπάσας 1 w 5424
θυγατέρα 1 w 5432
μοιχείας 1 w 5440
καὶ 41 w 5443
ἀκρασίας 1 w 5451
βραβεῖον 1 w 5459
ἀπηνέγκατο 1 w 5469
Τὴν 1 w 5473
Γλυκέραν 1 w 5481
τὴν 20 w 5484
ἑταίραν 3 w 5491
καὶ 42 w 5494
Ἀργείαν 1 w 5501
τὴν 21 w 5504
ψάλτριαν 1 w 5512
14 w 5513
Ὀλύνθιος 2 w 5521
Ἡρόδοτος 2 w 5529
κατεσκεύασεν 1 w 5541
Βρύαξις 1 w 5549
Πασιφάην 1 w 5557
ἔστησεν 1 w 5564
ἧς 1 w 5567
τὴν 22 w 5570
ἀσέλγειαν 2 w 5579
μνημονεύσαντες 1 w 5593
μονονουχὶ 1 w 5602
καὶ 43 w 5605
τὰς 7 w 5608
γυναῖκας 1 w 5616
τὰς 8 w 5619
νῦν 2 w 5622
τοιαύτας 1 w 5630
εἶναι 5 w 5635
προῄρησθε 1 w 5644
Μελανίππη 1 w 5654
τις 2 w 5657
ἦν 4 w 5659
σοφή 1 w 5663
διὰ 10 w 5667
τοῦτο 2 w 5672
ταύτην 1 w 5678
15 w 5679
Λυσίστρατος 1 w 5690
ἐδημιούργησεν 1 w 5703
1 w 5705
ὑμεῖς 3 w 5710
δὲ 39 w 5712
εἶναι 6 w 5717
παρ 30 w 5720
ἡμῖν 14 w 5724
σοφὰς 1 w 5729
οὐ 14 w 5731
πεπιστεύκατε 1 w 5743
Πάνυ 1 w 5748
γοῦν 1 w 5752
σεμνὸς 1 w 5758
καὶ 44 w 5761
16 w 5762
τύραννος 1 w 5770
Φάλαρις 1 w 5777
ὅς 1 w 5780
τοὺς 6 w 5785
ἐπιμαστιδίους 1 w 5798
θοινώμενος 1 w 5808
παῖδας 1 w 5814
διὰ 11 w 5818
τῆς 24 w 5821
Πολυστράτου 1 w 5832
τοῦ 18 w 5835
Ἀμπρακιώτου 1 w 5846
κατασκευῆς 1 w 5856
μέχρι 1 w 5861
νῦν 3 w 5864
ὥς 1 w 5866
τις 3 w 5869
ἀνὴρ 1 w 5873
θαυμαστὸς 1 w 5882
δείκνυται 1 w 5891
καὶ 45 w 5895
οἱ 11 w 5897
μὲν 14 w 5900
Ἀκραγαντῖνοι 1 w 5912
βλέπειν 1 w 5919
αὐτοῦ 5 w 5924
τὸ 28 w 5926
πρόσωπον 1 w 5934
τὸ 29 w 5936
προειρημένον 1 w 5948
διὰ 12 w 5951
τὴν 23 w 5954
ἀνθρωποφαγίαν 1 w 5967
ἐδεδίεσαν 1 w 5976
οἷς 2 w 5980
δὲ 40 w 5982
μέλον 1 w 5987
ἐστὶ 1 w 5991
παιδείας 2 w 5999
αὐχοῦσιν 1 w 6007
ὅτι 5 w 6010
δι 16 w 6012
εἰκόνος 1 w 6019
αὐτὸν 3 w 6024
θεωροῦσι 1 w 6032
Πῶς 2 w 6036
γὰρ 18 w 6039
οὐ 15 w 6041
χαλεπὸν 1 w 6048
ἀδελφοκτονίαν 1 w 6061
παρ 31 w 6064
ὑμῖν 8 w 6068
τετιμῆσθαι 1 w 6078
οἱ 12 w 6081
Πολυνείκους 1 w 6092
καὶ 46 w 6095
Ἐτεοκλέους 1 w 6105
ὁρῶντες 1 w 6112
τὰ 34 w 6114
σχήματα 1 w 6121
καὶ 47 w 6125
μὴ 6 w 6127
σὺν 5 w 6130
τῷ 5 w 6132
ποιήσαντι 1 w 6141
Πυθαγόρᾳ 1 w 6149
καταβοθρώσαντες 1 w 6164
Ἐναπόλλυτε 1 w 6175
τῆς 25 w 6178
κακίας 1 w 6184
τὰ 35 w 6186
ὑπομνήματα 1 w 6196
Τί 5 w 6199
μοι 5 w 6202
διὰ 13 w 6205
τὸν 15 w 6208
Περικλύμενον 1 w 6220
γύναιον 2 w 6227
ὅπερ 2 w 6232
ἐκύησε 3 w 6238
τριάκοντα 1 w 6247
παῖδας 2 w 6253
ὡς 4 w 6256
θαυμαστὸν 1 w 6265
ἡγεῖσθαι 1 w 6273
καὶ 48 w 6276
κατανοεῖν 1 w 6285
ποίημα 1 w 6291
Πολλῆς 1 w 6298
γὰρ 19 w 6301
ἀκρασίας 2 w 6309
ἀπενεγκαμένῃ 1 w 6321
τὰ 36 w 6323
ἀκροθίνια 1 w 6332
βδελύττεσθαι 1 w 6344
καλὸν 2 w 6349
ἦν 5 w 6351
τῇ 2 w 6354
κατὰ 6 w 6358
Ῥωμαίους 1 w 6366
συῒ 1 w 6369
παρεικαζομένῃ 1 w 6382
ἥτις 2 w 6387
καὶ 49 w 6390
αὐτὴ 1 w 6394
διὰ 14 w 6397
τὸ 33 w 6399
ὅμοιον 1 w 6405
μυστικωτέρας 1 w 6417
ὥς 2 w 6420
φασιν 1 w 6425
ἠξίωται 1 w 6433
θεραπείας 1 w 6442
Ἐμοίχευσε 1 w 6452
δὲ 41 w 6454
Ἄρης 1 w 6458
τὴν 24 w 6461
Ἀφροδίτην 1 w 6470
καὶ 50 w 6474
τὴν 25 w 6477
ἀπ 14 w 6479
αὐτῶν 3 w 6484
Ἁρμονίαν 1 w 6492
Ἄνδρων 1 w 6498
ὑμῖν 9 w 6502
κατεσκεύασε 2 w 6513
Λήρους 1 w 6520
καὶ 51 w 6523
φλυαρίας 1 w 6531
Σώφρων 1 w 6537
διὰ 15 w 6540
συνταγμάτων 1 w 6551
παραδοὺς 1 w 6559
ἐνδοξότερος 1 w 6570
χάριν 2 w 6575
τῆς 26 w 6578
χαλκευτικῆς 1 w 6589
4 w 6591
μέχρι 2 w 6596
νῦν 4 w 6599
ἔστι 2 w 6603
Καὶ 5 w 6607
τὸν 17 w 6610
ψευδολόγον 1 w 6620
Αἴσωπον 1 w 6627
ἀείμνηστον 1 w 6637
οὐ 16 w 6639
μόνον 3 w 6644
τὰ 38 w 6646
μυθολογήματα 1 w 6658
ἀλλὰ 4 w 6662
καὶ 52 w 6665
28 w 6666
κατὰ 7 w 6670
τὸν 18 w 6673
Ἀριστόδημον 1 w 6684
πλαστικὴ 1 w 6692
περισπούδαστον 1 w 6706
ἀπέδειξεν 1 w 6715
Εἶτα 1 w 6720
πῶς 1 w 6723
οὐκ 5 w 6726
αἰδεῖσθε 1 w 6734
τοσαύτας 1 w 6743
μὲν 15 w 6746
ἔχοντες 1 w 6753
ποιητρίας 1 w 6762
οὐκ 6 w 6765
ἐπί 1 w 6768
τι 36 w 6770
χρήσιμον 2 w 6778
πόρνας 1 w 6785
δὲ 42 w 6787
ἀπείρους 1 w 6795
καὶ 53 w 6798
μοχθηροὺς 1 w 6807
ἄνδρας 1 w 6813
τῶν 23 w 6817
παρ 34 w 6820
ἡμῖν 15 w 6824
γυναικῶν 1 w 6832
διαβάλλοντες 1 w 6844
τὴν 26 w 6847
σεμνότητα 1 w 6856
Τί 6 w 6859
μοι 7 w 6862
σπουδαῖον 1 w 6871
μανθάνειν 1 w 6880
Εὐάνθην 1 w 6887
ἐν 8 w 6889
Περιπάτῳ 1 w 6897
τεκεῖν 1 w 6903
καὶ 54 w 6907
πρὸς 1 w 6911
τὴν 27 w 6914
Καλλιστράτου 1 w 6926
κεχηνέναι 1 w 6935
τέχνην 2 w 6941
καὶ 55 w 6945
πρὸς 2 w 6949
τῇ 3 w 6951
Καλλιάδου 1 w 6960
Νεαίρᾳ 1 w 6966
παρέχειν 1 w 6974
τοὺς 7 w 6978
ὀφθαλμούς 1 w 6987
Ἑταίρα 1 w 6994
γὰρ 20 w 6997
ἦν 6 w 6999
Λαῒς 1 w 7004
ἐπόρνευσε 1 w 7013
καὶ 56 w 7017
18 w 7018
Τοῦρνος 1 w 7025
αὐτὴν 1 w 7030
ὑπόμνημα 1 w 7038
τῆς 27 w 7041
πορνείας 1 w 7049
ἐποίησεν 1 w 7057
Διὰ 2 w 7061
τί 8 w 7063
τὴν 29 w 7066
Ἡφαιστίωνος 1 w 7077
οὐκ 7 w 7080
αἰδεῖσθε 2 w 7088
πορνείαν 1 w 7096
καὶ 57 w 7100
εἰ 16 w 7102
πάνυ 1 w 7106
Φίλων 1 w 7111
αὐτὸν 4 w 7116
ἐντέχνως 1 w 7124
ποιεῖ 1 w 7129
Τίνος 1 w 7135
δὲ 43 w 7137
χάριν 3 w 7142
διὰ 16 w 7145
Λεωχάρους 1 w 7154
Γανυμήδη 1 w 7162
τὸν 20 w 7165
ἀνδρόγυνον 1 w 7175
ὣς 1 w 7178
τι 37 w 7180
σπουδαῖον 2 w 7189
ἔχοντες 2 w 7196
κτῆμα 1 w 7201
τετιμήκατε 2 w 7212
Καὶ 6 w 7216
σπιλούμενόν 1 w 7227
τι 39 w 7229
γύναιον 3 w 7236
Πραξιτέλης 2 w 7246
ἐδημιούργησεν 2 w 7259
Ἐχρῆν 1 w 7265
δὲ 44 w 7267
πᾶν 2 w 7270
τὸ 38 w 7272
τοιοῦτον 1 w 7280
παραιτησαμένους 1 w 7295
τὸ 39 w 7297
κατὰ 8 w 7301
ἀλήθειαν 1 w 7309
σπουδαῖον 3 w 7318
ζητεῖν 1 w 7324
καὶ 58 w 7328
μηδὲ 4 w 7332
Φιλαινίδος 1 w 7342
μηδὲ 5 w 7346
Ἐλεφαντίδος 1 w 7357
τῶν 24 w 7360
ἀῤῥήτων 1 w 7367
ἐπινοιῶν 1 w 7375
ἀντιποιουμένους 1 w 7390
τὴν 30 w 7393
ἡμετέραν 2 w 7401
πολιτείαν 1 w 7410
βδελύττεσθαι 2 w 7422
Ταῦτα 1 w 7428
μὲν 16 w 7431
οὖν 1 w 7434
οὐ 20 w 7436
παρ 37 w 7439
ἄλλου 1 w 7444
μαθὼν 1 w 7449
ἐξεθέμην 1 w 7457
πολλὴν 1 w 7464
ἐπιφοιτήσας 1 w 7475
γῆν 1 w 7478
καὶ 59 w 7482
τοῦτο 3 w 7487
μὲν 17 w 7490
σοφιστεύσας 1 w 7501
τὰ 41 w 7503
ὑμέτερα 3 w 7510
τοῦτο 4 w 7516
δὲ 47 w 7518
τέχναις 1 w 7525
καὶ 60 w 7528
ἐπινοίαις 1 w 7537
ἐγκυρήσας 1 w 7546
πολλαῖς 1 w 7553
ἔσχατον 1 w 7561
δὲ 48 w 7563
τῇ 4 w 7565
Ῥωμαίων 1 w 7572
ἐνδιατρίψας 1 w 7583
πόλει 1 w 7588
καὶ 61 w 7592
τὰς 9 w 7595
ἀφ 2 w 7597
ὑμῶν 5 w 7601
ὡς 5 w 7603
αὐτοὺς 1 w 7609
ἀνακομισθείσας 1 w 7623
ἀνδριάντων 1 w 7633
ποικιλίας 1 w 7642
καταμαθών 1 w 7651
οὐ 21 w 7654
γάρ 1 w 7657
ὡς 6 w 7660
ἔθος 1 w 7664
ἐστὶν 1 w 7669
τοῖς 4 w 7673
πολλοῖς 1 w 7680
ἀλλοτρίαις 1 w 7691
δόξαις 1 w 7697
τἀμαυτοῦ 1 w 7705
κρατύνειν 1 w 7714
πειρῶμαι 1 w 7722
πάντων 1 w 7729
δὲ 49 w 7731
ὧν 1 w 7733
ἀποποιήσομαι 1 w 7745
αὐτὸς 1 w 7750
τὴν 31 w 7753
κατάληψιν 1 w 7762
τούτων 1 w 7768
καὶ 62 w 7771
τὴν 32 w 7774
ἀναγραφὴν 1 w 7783
συντάττειν 2 w 7793
βούλομαι 1 w 7801
Διόπερ 1 w 7808
χαίρειν 1 w 7815
εἰπὼν 1 w 7820
καὶ 63 w 7823
τῇ 5 w 7825
Ῥωμαίων 2 w 7832
μεγαλαυχίᾳ 1 w 7842
καὶ 64 w 7845
τῇ 6 w 7847
Ἀθηναίων 1 w 7855
ψυχρολογίᾳ 1 w 7865
δόγμασιν 1 w 7874
ἀσυναρτήτοις 1 w 7886
τῆς 28 w 7890
καθ 6 w 7893
ἡμᾶς 2 w 7897
βαρβάρου 2 w 7905
φιλοσοφίας 1 w 7915
ἀντεποιησάμην 1 w 7928
ἥτις 3 w 7933
ὅν 1 w 7935
τρόπον 1 w 7941
ἐστὶν 2 w 7946
τῶν 25 w 7949
παρ 38 w 7952
ὑμῖν 10 w 7956
ἐπιτηδευμάτων 2 w 7969
ἀρχαιοτέρα 1 w 7979
γράφειν 2 w 7986
μὲν 18 w 7989
ἀρξάμενος 1 w 7998
διὰ 17 w 8002
δὲ 50 w 8004
τὸ 41 w 8006
κατεπεῖγον 1 w 8016
τῆς 29 w 8019
ἐξηγήσεως 1 w 8028
ὑπερθέμενος 1 w 8039
νῦν 5 w 8043
ὅτε 1 w 8046
καιρὸς 1 w 8052
περὶ 13 w 8056
τῶν 26 w 8059
κατ 28 w 8062
αὐτὴν 2 w 8067
δογμάτων 2 w 8075
λέγειν 2 w 8081
πειράσομαι 1 w 8091
Μὴ 1 w 8094
γὰρ 21 w 8097
δυσχεράνητε 1 w 8108
τὴν 34 w 8111
ἡμετέραν 3 w 8119
παιδείαν 1 w 8127
μηδὲ 6 w 8132
φλυαρίαις 1 w 8141
καὶ 65 w 8144
βωμολοχίαις 1 w 8155
μεστὴν 1 w 8161
ἀντιλογίαν 1 w 8171
καθ 7 w 8174
ἡμῶν 2 w 8178
πραγματεύησθε 1 w 8191
λέγοντες 3 w 8200
Τατιανὸς 1 w 8209
ὑπὲρ 1 w 8213
τοὺς 9 w 8217
Ἕλληνας 1 w 8224
ὑπὲρ 2 w 8229
τὸ 42 w 8231
ἄπειρον 1 w 8238
τῶν 27 w 8241
φιλοσοφησάντων 1 w 8255
πλῆθος 1 w 8261
καινοτομεῖ 1 w 8272
τὰ 43 w 8274
βαρβάρων 1 w 8282
δόγματα 1 w 8289
Τί 8 w 8292
γὰρ 22 w 8295
χαλεπὸν 2 w 8302
ἀνθρώπους 1 w 8311
πεφηνότας 1 w 8320
ἀμαθεῖς 1 w 8327
ὑπὸ 1 w 8330
ἀνθρώπου 2 w 8338
νῦν 6 w 8341
ὁμοιοπαθοῦς 1 w 8352
συνελέγχεσθαι 1 w 8365
Τί 9 w 8368
δὲ 52 w 8370
καὶ 66 w 8373
ἄτοπον 2 w 8379
κατὰ 9 w 8383
τὸν 21 w 8386
οἰκεῖον 1 w 8393
ὑμῖν 11 w 8397
σοφιστὴν 1 w 8405
γηράσκειν 1 w 8414
ἀεὶ 1 w 8417
πάντα 2 w 8422
διδασκομένους 1 w 8435