Νῦν δὲ προσῆκον μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ᾿ Ἕλλησιν ἐπιτηδευμάτων. Ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρος, τῷ ἑκάτερον αὐτῶν εἶναι παλαιότερον, καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτερον, τὸν δὲ πάσης βαρβάρου σοφίας ἀρχηγόν. Καὶ ὑφ᾿ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν· εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ᾿ ἡμῖν ἀλλὰ ἔτι καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα. Μάρτυρας δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι χρήσομαι· τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδὲ ὑφ᾿ ὑμῶν παραδεκτέον, τὸ δ᾿ ἂν ἀποδεικνύηται θαυμαστόν, ὅταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους παρ᾿ ὑμῶν τοὺς ἐλέγχους λαμβάνω. Περὶ γὰρ τῆς ποιήσεως τοῦ Ὁμήρου, γένους τε αὐτοῦ καὶ χρόνου καθ᾿ ὃν ἤκμασεν, προηρεύνησαν οἱ πρεσβύτατοι, Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονώς, Στησίμβροτός τε ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος, Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος· μετ᾿ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος. Τούτων δὲ οἱ περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ Ἐρατοσθένη μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν καὶ τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἐπὶ ἄρχοντος Ἀθήνῃσιν Ἀρχίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὅπερ γένοιτο ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα. Τινὲς δὲ πρὸ τῶν ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι ἔτεσιν ἐνενήκοντα, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τριακοσίοις ἑπτακαίδεκα· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, τῶν Ἰλιακῶν ὕστερον ἔτεσι πεντακοσίοις. Καὶ περὶ μὲν τοῦ χρόνου τοῦ προειρημένου ποιητοῦ, λέγω δὲ Ὁμήρου, συστάσεως τε καὶ τῶν εἰπόντων περὶ αὐτοῦ ἀσυμφωνίας τοῖς ἐπ᾿ ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίων εἰρήσθω. Δυνατὸν γὰρ ψευδεῖς ἀποφήνασθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. Παρ᾿ οἷς γὰρ ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δυνατόν. Τί γὰρ τὸ αἴτιον τῆς ἐν τῷ γράφειν πλάνης, εἰ μὴ τὸ συντάττειν τὰ μὴ ἀληθῆ; Παρ᾿ ἡμῖν δὲ τῆς μὲν κενοδοξίας ὁ ἵμερος οὐκ ἔστι, δογμάτων δὲ ποικιλίαις οὐ καταχρώμεθα. Λόγου γὰρ τοῦ δημοσίου καὶ ἐπιγείου κεχωρισμένοι, καὶ πειθόμενοι θεοῦ παραγγέλμασι καὶ νόμῳ πατρὸς ἀφθαρσίας ἑπόμενοι, πᾶν τὸ ἐν δόξῃ κείμενον ἀνθρωπίνῃ παραιτούμεθα. Φιλοσοφοῦσί τε οὐ μόνον οἱ πλουτοῦντες, ἀλλὰ καὶ οἱ πένητες προῖκα τῆς διδασκαλίας ἀπολαύουσι· τὰ γὰρ παρὰ θεοῦ τῆς ἐν κόσμῳ δωρεᾶς ὑπερπαίει τὴν ἀμοιβήν. Τοὺς δὲ ἀκροᾶσθαι βουλομένους πάντας οὕτως προσιέμεθα, κἂν πρεσβύτιδες ὦσι κἂν μειράκια, πᾶσά τε ἁπαξαπλῶς ἡλικία παρ᾿ ἡμῖν τυγχάνει τιμῆς· τὰ δὲ τῆς ἀσελγείας πόῤῥω κεχώρισται. Καὶ ἡμεῖς μὲν λέγοντες οὐ ψευδόμεθα. Τὰ δὲ τῆς ὑμετέρας περὶ τὴν ἀπιστίαν ἐπιμονῆς καλὸν μὲν εἰ λαμβάνοι περιγραφήν· εἰ δ᾿ οὐ, τὰ ἡμέτερα ἔστω θεοῦ γνώμῃ βεβαιούμενα. Γελᾶτε δὲ ὑμεῖς, ὡς καὶ κλαύσοντες. Πῶς γὰρ οὐκ ἄτοπον Νέστορα μὲν καθ᾿ ὑμᾶς, τῶν ἵππων τὰς παρηορίας βραδέως ἀποτέμνοντα διὰ τὸ ἄτονον καὶ νωθὲς τῆς ἡλικίας, θαυμάζεσθαι πειρώμενον ἐπ᾿ ἴσης τοῖς νέοις πολεμεῖν, τοὺς δὲ παρ᾿ ἡμῖν τῷ γήρᾳ παλαίοντας καὶ τὰ περὶ θεοῦ πραγματευομένους γελᾶσθαι; Τίς δὲ οὐκ ἂν γελάσειεν Ἀμαζόνας μὲν καὶ Σεμίραμιν καί τινας ἄλλας πολεμικὰς φασκόντων ὑμῶν γεγονέναι, τὰς δὲ παρ᾿ ἡμῖν παρθένους λοιδορούντων; Μειράκιον ἦν ὁ Ἀχιλλεύς, καὶ γενναῖος εἷναι πεπίστευται σφόδρα· καὶ ὁ Νεοπτόλεμος νεώτερος, ἀλλὰ ἱσχυρὸς ἦν· Φιλοκτήτης ἀσθενής, ἀλλ᾿ ἔχρῃζεν αὐτοῦ κατὰ Τροίας τὸ δαιμόνιον. Ὁ Θερσίτης ὁποῖος ἦν; Ἀλλ᾿ ἐστρατήγει· τὸ δ᾿ ἀμετροεπὲς εἰ μὴ προσῆν αὐτῷ διὰ τὴν ἀμαθίαν, οὐκ ἂν ὡς φοξὸς καὶ ψεδνὸς διεβάλλετο. Πάντες οἱ βουλόμενοι φιλοσοφεῖν παρ᾿ ἡμῖν ἄνθρωποι οὐ τὸ ὁρώμενον δοκιμάζομεν, οὐδὲ τοὺς προσιόντας ἡμῖν ἀπὸ σχήματος κρίνομεν· τὸ γὰρ τῆς γνώμης ἐῤῥωμένον παρὰ πᾶσιν εἶναι δύνασθαι λελογίσμεθα, κἂν ἀσθενεῖς ὦσι τοῖς σώμασι. Τὰ δὲ ὑμέτερα φθόνου μεστὰ καὶ βλακείας πολλῆς. Διὰ τοῦτο προεθυμήθην ἀπὸ τῶν νομιζομένων παρ᾿ ὑμῖν τιμίων παριστᾶν ὅτι τὰ μὲν ἡμέτερα σωφρονεῖ, τὰ δὲ ὑμέτερα ἔθη μανίας ἔχεται πολλῆς. Οἱ γὰρ ἐν γυναιξὶ καὶ μειρακίοις, παρθένοις τε καὶ πρεσβύταις φλυαρεῖν ἡμᾶς λέγοντες, καὶ διὰ τὸ μὴ σὺν ὑμῖν εἶναι χλευάζοντες, ἀκούσατε τῶν παρ᾿ Ἑλλήνων πραγμάτων τὸν λῆρον. Ληραίνει γὰρ διὰ δόξης μᾶλλον πολλῆς τῶν παρ᾿ ὑμῖν θεῶν τὰ ἐπιτηδεύματα, καὶ διὰ τῆς γυναικωνίτιδος ἀσχημονεῖτε. Πράξιλλαν μὲν γὰρ Λύσιππος ἐχαλκούργησεν, μηδὲν εἰποῦσαν διὰ τῶν ποιημάτων χρήσιμον, Λεαρχίδα δὲ Μενέστρατος, Σιλανίων δὲ Σαπφὼ τὴν ἑταίραν, Ἤρινναν τὴν Λεσβίαν Ναυκύδης, Βοΐσκος Μυρτίδα, Μυρὼ τὴν Βυζαντίαν Κηφισόδοτος, Γόμφος Πραξιγορίδα καὶ Ἀμφίστρατος Κλειτώ. Τί γὰρ μοι περὶ Ἀνύτης λέγειν, Τελεσίλλης τε καὶ Μυστίδος; Τῆς μὲν γὰρ Εὐθυκράτης τε καὶ Κηφισόδοτος, τῆς δὲ Νικήρατος, τῆς δὲ Ἀριστόδοτός εἰσιν οἱ δημιουργοί· Μνησιαρχίδος τῆς Ἐφεσίας Εὐθυκράτης, Κορίννης Σιλανίων, Θαλαρχίδος τῆς Ἀργείας Εὐθυκράτης. Ταύτας δὲ εἰπεῖν προυθυμήθην, ἵνα μηδὲ παρ᾿ ἡμῖν ξένον τι πράττεσθαι νομίζητε, καὶ συγκρίναντες τὰ ὑπ᾿ ὄψιν ἐπιτηδεύματα μὴ χλευάζητε τὰς παρ᾿ ἡμῖν φιλοσοφούσας. Καὶ ἡ μὲν Σαπφὼ γύναιον πορνικὸν ἐρωτομανές, καὶ τὴν ἑαυτῆς ἀσέλγειαν ᾄδει· πᾶσαι δὲ αἱ παρ᾿ ἡμῖν σωφρονοῦσι, καὶ περὶ τὰς ἠλακάτας αἱ παρθένοι τὰ κατὰ θεὸν λαλοῦσιν ἐκφωνήματα τῆς παρ᾿ ὑμῖν παιδὸς σπουδαιότερον. Τούτου χάριν αἰδέσθητε, μαθηταὶ μὲν ὑμεῖς τῶν γυναίων εὑρισκόμενοι, τὰς δὲ σὺν ἡμῖν πολιτευομένας σὺν τῇ μετ᾿ αὐτῶν πανηγύρει χλευάζοντες. Τί γὰρ ὑμῖν ἡ Γλαυκίππη σεμνὸν εἰσηγήσατο παιδίον, ἥτις τεράστιον ἐγέννησεν, καθὼς δείκνυσιν αὐτῆς ἡ εἰκών, Νικηράτου τοῦ Εὐκτήμονος Ἀθηναίου τὸ γένος χαλκεύσαντος; Εἰ γὰρ ἐκύησεν ἐλέφαντα, τί τὸ αἴτιον τοῦ δημοσίας ἀπολαύσαι τιμῆς τὴν Γλαυκίππην; Φρύνην τε τὴν ἑταίραν ὑμῖν Πραξιτέλης καὶ Ἡρόδοτος πεποιήκασι, καὶ Παντευχίδα συλλαμβάνουσαν ἐκ φθορέως Εὐθυκράτης ἐχαλκούργησεν. Βησαντίδα, τὴν Παιόνων βασίλισσαν, ὅτι παιδίον μέλαν ἐκύησε, Δεινομένης διὰ τῆς ἑαυτοῦ τέχνης μνημονεύεσθαι παρεσκεύασεν. Ἐγὼ καὶ Πυθαγόρου κατέγνωκα, τὴν Εὐρώπην ἐπὶ τοῦ ταύρου καθιδρύσαντος, καὶ ὑμῶν, οἵτινες τοῦ Διὸς τὸν κατήγορον διὰ τὴν ἐκείνου τέχνην τετιμήκατε. Γελῶ καὶ τὴν Μύρωνος ἐπιστήμην ποιήσαντος μόσχον, ἐπὶ δὲ αὐτοῦ Νίκην, ὅτι τὴν Ἀγήνορος ἁρπάσας θυγατέρα μοιχείας καὶ ἀκρασίας βραβεῖον ἀπηνέγκατο. Τὴν Γλυκέραν τὴν ἑταίραν καὶ Ἀργείαν τὴν ψάλτριαν ὁ Ὀλύνθιος Ἡρόδοτος κατεσκεύασεν. Βρύαξις Πασιφάην ἔστησεν, ἧς τὴν ἀσέλγειαν μνημονεύσαντες μονονουχὶ καὶ τὰς γυναῖκας τὰς νῦν τοιαύτας εἶναι προῄρησθε. Μελανίππη τις ἦν σοφή· διὰ τοῦτο ταύτην ὁ Λυσίστρατος ἐδημιούργησεν. Ἦ ὑμεῖς δὲ εἶναι παρ᾿ ἡμῖν σοφὰς οὐ πεπιστεύκατε. Πάνυ γοῦν σεμνὸς καὶ ὁ τύραννος Φάλαρις, ὅς, τοὺς ἐπιμαστιδίους θοινώμενος παῖδας, διὰ τῆς Πολυστράτου τοῦ Ἀμπρακιώτου κατασκευῆς μέχρι νῦν ὥς τις ἀνὴρ θαυμαστὸς δείκνυται· καὶ οἱ μὲν Ἀκραγαντῖνοι βλέπειν αὐτοῦ τὸ πρόσωπον τὸ προειρημένον διὰ τὴν ἀνθρωποφαγίαν ἐδεδίεσαν, οἷς δὲ μέλον ἐστὶ παιδείας αὐχοῦσιν ὅτι δι᾿ εἰκόνος αὐτὸν θεωροῦσι. Πῶς γὰρ οὐ χαλεπὸν ἀδελφοκτονίαν παρ᾿ ὑμῖν τετιμῆσθαι, οἱ Πολυνείκους καὶ Ἐτεοκλέους ὁρῶντες τὰ σχήματα, καὶ μὴ σὺν τῷ ποιήσαντι Πυθαγόρᾳ καταβοθρώσαντες; Ἐναπόλλυτε τῆς κακίας τὰ ὑπομνήματα. Τί μοι διὰ τὸν Περικλύμενον γύναιον, ὅπερ ἐκύησε τριάκοντα παῖδας, ὡς θαυμαστὸν ἡγεῖσθαι καὶ κατανοεῖν ποίημα; Πολλῆς γὰρ ἀκρασίας ἀπενεγκαμένῃ τὰ ἀκροθίνια βδελύττεσθαι καλὸν ἦν, τῇ κατὰ Ῥωμαίους συῒ παρεικαζομένῃ, ἥτις καὶ αὐτὴ διὰ τὸ ὅμοιον μυστικωτέρας, ὥς φασιν, ἠξίωται θεραπείας. Ἐμοίχευσε δὲ Ἄρης τὴν Ἀφροδίτην, καὶ τὴν ἀπ᾿ αὐτῶν Ἁρμονίαν Ἄνδρων ὑμῖν κατεσκεύασε. Λήρους καὶ φλυαρίας Σώφρων διὰ συνταγμάτων παραδοὺς ἐνδοξότερος χάριν τῆς χαλκευτικῆς, ἥ μέχρι νῦν ἔστι. Καὶ τὸν ψευδολόγον Αἴσωπον ἀείμνηστον οὐ μόνον τὰ μυθολογήματα ἀλλὰ καὶ ἡ κατὰ τὸν Ἀριστόδημον πλαστικὴ περισπούδαστον ἀπέδειξεν. Εἶτα πῶς οὐκ αἰδεῖσθε, τοσαύτας μὲν ἔχοντες ποιητρίας οὐκ ἐπί τι χρήσιμον, πόρνας δὲ ἀπείρους καὶ μοχθηροὺς ἄνδρας, τῶν παρ᾿ ἡμῖν γυναικῶν διαβάλλοντες τὴν σεμνότητα; Τί μοι σπουδαῖον μανθάνειν Εὐάνθην ἐν Περιπάτῳ τεκεῖν, καὶ πρὸς τὴν Καλλιστράτου κεχηνέναι τέχνην, καὶ πρὸς τῇ Καλλιάδου Νεαίρᾳ παρέχειν τοὺς ὀφθαλμούς; Ἑταίρα γὰρ ἦν. Λαῒς ἐπόρνευσε, καὶ ὁ Τοῦρνος αὐτὴν ὑπόμνημα τῆς πορνείας ἐποίησεν. Διὰ τί τὴν Ἡφαιστίωνος οὐκ αἰδεῖσθε πορνείαν, καὶ εἰ πάνυ Φίλων αὐτὸν ἐντέχνως ποιεῖ; Τίνος δὲ χάριν διὰ Λεωχάρους Γανυμήδη τὸν ἀνδρόγυνον, ὣς τι σπουδαῖον ἔχοντες κτῆμα, τετιμήκατε; Καὶ σπιλούμενόν τι γύναιον Πραξιτέλης ἐδημιούργησεν. Ἐχρῆν δὲ πᾶν τὸ τοιοῦτον παραιτησαμένους τὸ κατὰ ἀλήθειαν σπουδαῖον ζητεῖν, καὶ μηδὲ Φιλαινίδος μηδὲ Ἐλεφαντίδος τῶν ἀῤῥήτων ἐπινοιῶν ἀντιποιουμένους τὴν ἡμετέραν πολιτείαν βδελύττεσθαι. Ταῦτα μὲν οὖν οὐ παρ᾿ ἄλλου μαθὼν ἐξεθέμην, πολλὴν ἐπιφοιτήσας γῆν, καὶ τοῦτο μὲν σοφιστεύσας τὰ ὑμέτερα, τοῦτο δὲ τέχναις καὶ ἐπινοίαις ἐγκυρήσας πολλαῖς, ἔσχατον δὲ τῇ Ῥωμαίων ἐνδιατρίψας πόλει, καὶ τὰς ἀφ᾿ ὑμῶν ὡς αὐτοὺς ἀνακομισθείσας ἀνδριάντων ποικιλίας καταμαθών· οὐ γάρ, ὡς ἔθος ἐστὶν τοῖς πολλοῖς, ἀλλοτρίαις δόξαις τἀμαυτοῦ κρατύνειν πειρῶμαι, πάντων δὲ ὧν ἀποποιήσομαι αὐτὸς τὴν κατάληψιν τούτων καὶ τὴν ἀναγραφὴν συντάττειν βούλομαι. Διόπερ χαίρειν εἰπὼν καὶ τῇ Ῥωμαίων μεγαλαυχίᾳ καὶ τῇ Ἀθηναίων ψυχρολογίᾳ, δόγμασιν ἀσυναρτήτοις, τῆς καθ᾿ ἡμᾶς βαρβάρου φιλοσοφίας ἀντεποιησάμην· ἥτις ὅν τρόπον ἐστὶν τῶν παρ᾿ ὑμῖν ἐπιτηδευμάτων ἀρχαιοτέρα γράφειν μὲν ἀρξάμενος, διὰ δὲ τὸ κατεπεῖγον τῆς ἐξηγήσεως ὑπερθέμενος, νῦν ὅτε καιρὸς περὶ τῶν κατ᾿ αὐτὴν δογμάτων λέγειν πειράσομαι. Μὴ γὰρ δυσχεράνητε τὴν ἡμετέραν παιδείαν, μηδὲ φλυαρίαις καὶ βωμολοχίαις μεστὴν ἀντιλογίαν καθ᾿ ἡμῶν πραγματεύησθε, λέγοντες· Τατιανὸς ὑπὲρ τοὺς Ἕλληνας, ὑπὲρ τὸ ἄπειρον τῶν φιλοσοφησάντων πλῆθος, καινοτομεῖ τὰ βαρβάρων δόγματα. Τί γὰρ χαλεπὸν ἀνθρώπους πεφηνότας ἀμαθεῖς ὑπὸ ἀνθρώπου νῦν ὁμοιοπαθοῦς συνελέγχεσθαι; Τί δὲ καὶ ἄτοπον κατὰ τὸν οἰκεῖον ὑμῖν σοφιστὴν γηράσκειν ἀεὶ πάντα διδασκομένους;