Scaife ATLAS

CTS Library / Fragmenta

Fragmenta (11-12)

urn:cts:greekLit:tlg1548.tlg001.1st1K-grc1:11-12
Refs {'start': {'reference': '11', 'human_reference': 'Fragment 11'}, 'end': {'reference': '12', 'human_reference': 'Fragment 12'}}
Ancestors []
Children []
prev
plain textXML
next

11. Φέρε δέ, τούτοις προσθῶμεν καὶ δι ὧν αὖθις Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχροῤῥημοσύναις καὶ ἀῤῥητολογίαις, ἃς οὐδ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς

μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας, ὡς κατ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. Ἐφ οἷς πάλιν προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει·
Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, Τελεσίκλεις ,
ἔσσετ ἐν ἀνθρώποις.
δὲ παῖς ἦν Ἀρχίλοχος.
Ἔσται σοι κοῦρος Μνησαρχίδῃ, ὅντινα πάντες
ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει,
καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται.
δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δέ,
Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, μὲν ἀμαυρῶν
ἠελίων δισσῶν , δ ἀθανάτοις ἰσόμοιρος ,
ζῶν καὶ ἀποφθίμενος.
Καὶ διὰ ταῦτα ἤκουεν,
Ὄλβιε καὶ δύσδαιμον , ἔφυς γὰρ ἐπ ἀμφοτέροισι.
Λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ
Ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν.
Ἄγε οὖν, θεέ, μὴ περιΐδῃς μηδ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ οὖν ἦν τοῦτο, δι σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθονήσῃς, φιλανθρωπότατε θεῶν, μηδ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας; Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχήν, εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος πρὸς τὸν Ἀρχίαν ἀπειλή, οὐδ ἄκαιρος Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῇ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστεφανοῦντο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ ὅτι αὐτὸς εἰς κλέος ὄρουσεν , ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήβευεν,
ἐφ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ἐραστής, ἀλλ ἤδη καὶ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν κρότος ἱκανὸς κριτὴς καὶ ἐν ἀκροπολει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην, καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος, καὶ αὕτη πιστή, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλοιν φέρε, φράσον ἡμῖν, ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων. Οὐ γὰρ δὴ οὔκ εἰσι καὶ νῦν ἔτοιμοι κωμωδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε Θυέστης, οὔτε Οἰδίπους, οὔτε Φινεὺς ἐκεῖνος· οὐδ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν· ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν ἐλθόντες καθέζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν ποιηπῶν , ἐν τῇ τοῦ Διὸς αὐλῇ. Ταῦτα γὰρ λέγει ἐν Δελφοῖς ποιητής. Φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· που γάρ τις οὐρανία ἦν, καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥφδίως θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε·
Πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι ·
Μίνωος δ ἀπὸ γῆς, οὔτε σχεδόν, οὔτ ἀπὸ τηλοῦ,
ἐν τῇ σοι μοῖρ ἐστὶ τελευτῆσαι βιότοιο,
εὖτ ἂν ἀπὸ γλώσσης παίδων (μὴ) γνῶς (ἐπακούσας)
ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον (ὕμνον).
Δεινὸν γάρ, σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὄλβιος, μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ὤμην ἴσον εἶναι, Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ, καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων κανθάρῳ. Οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην
γῆν, καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα, ἥτις ἄρα ποτὲ αὐτῷ ἦν πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν.

12. Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν δεδηλωμένος τούτοις τοῖς ῥήμασιν·

εἰδὼς ψάμμου τ ἀριθμόν, καὶ μέτρα θαλάσσης,
καὶ κωφοῦ ξυνιείς, καὶ μὴ λαλέοντος ἀκούων.
Εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἵν καὶ τοὺς ὄνους ἀπηθανάτους, μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως·
Ὕστατος Ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς,
ὃν θυσίαις τιμᾶθ ὡς οὐκ ἔτι θνητὸν ἐόντα.
Διὰ τί γάρ, πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων , ἐθέωσας τὸν ἄνδρα τοῦτον; ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ, καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον, ἀξιοθέου ἔργου· οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ ὑπ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισί, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ’, θεοποιέ, διὰ ταῦθ ὑμῖν Κλεομήδης τιμητέος ἐστίν; κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον, καὶ τὸ πῶμα ἐπαγόμενος, ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; Κλεόμηδες, ἆρα ἥρως οὐκ ἔτι θνητός; οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. ᾜσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας, καὶ ἀνηρείψαντό σε· ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ, καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθε οὖν, μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην, ἀντ αὐτῶν ἐξέμαθες, ὁπόσου ἄξιόν ἐστιν πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες, καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ ἀποθανόντι ὀνάγρῳ μᾶλλον, ἐπὶ τῷ σῷ πύκτῃ,
Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,

ὃν θυσίαις τιμᾶθ ὡς οὐκ ἔτι θνητὸν ἐόντα.
Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρςν, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πιστεύομεν δὲ καὶ περὶ τούτου ουκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν. Ἀλλ οἱ ἄφρονες Θάσιοι, καὶ θείων ἄπειροι πραγμάτων, ἠγανάκτησαν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, τι φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας, οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι λέγων, Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. Ἀλλ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη, καὶ εὐθὺς μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως·
Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἆρώσις.
Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον,
σε αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· καὶ ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον, οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως, ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. Ὡς δὴ ὤφελες, μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν ἦν ὥσπερ χρηστήριον Δελφικόν, οὕτω καὶ γυμναστήριον. Καὶ γὰρ οὐδ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.

Tokens

11 1 w 2
Φέρε 1 w 7
δέ 1 w 9
τούτοις 1 w 17
προσθῶμεν 1 w 26
καὶ 1 w 29
δι 1 w 31
ὧν 1 w 34
αὖθις 1 w 39
1 w 40
Ἀπόλλων 1 w 47
θαυμάζει 1 w 55
τὸν 1 w 58
Ἀρχίλοχον 1 w 67
ἄνδρα 1 w 73
παντοίαις 1 w 82
κατὰ 1 w 86
γυναικῶν 1 w 94
αἰσχροῤῥημοσύναις 1 w 111
καὶ 2 w 114
ἀῤῥητολογίαις 1 w 127
ἃς 1 w 130
οὐδ 1 w 133
ἀκοῦσαί 1 w 141
τις 1 w 144
σώφρων 1 w 150
ἀνὴρ 1 w 154
ὑπομείνειεν 1 w 165
ἐν 1 w 168
τοῖς 1 w 172
οἰκείοις 1 w 180
ποιήμασι 1 w 188
κεχρημένον 1 w 198
καὶ 3 w 202
τὸν 2 w 205
Εὐριπίδην 1 w 214
τῆς 1 w 217
μὲν 1 w 220
Σωκράτους 1 w 229
διατριβῆς 1 w 238
καὶ 4 w 241
φιλοσοφίας 1 w 251
ἐκπεσόντα 1 w 260
εἰσέτι 1 w 267
δὲ 1 w 269
καὶ 5 w 272
νῦν 1 w 275
ἐπὶ 1 w 278
τῆς 2 w 281
θυμέλης 1 w 288
τραγῳδούμενον 1 w 301
καὶ 6 w 305
Ὅμηρον 1 w 311
ἐπὶ 2 w 314
τούτοις 2 w 321
ὃν 1 w 324
2 w 325
γενναῖος 1 w 333
Πλάτων 1 w 339
ἐξωθεῖ 1 w 345
τῆς 3 w 348
ἑαυτοῦ 1 w 354
πολιτείας 1 w 363
ὡς 1 w 366
κατ 2 w 369
οὐδὲν 1 w 375
ὠφέλιμον 1 w 383
ἀλλὰ 1 w 388
καὶ 7 w 391
τὰ 2 w 393
ἔσχατα 1 w 399
τοὺς 1 w 403
νέους 1 w 408
λυμαινομένων 1 w 420
λόγων 1 w 425
ποιητὴν 1 w 432
γεγενημένον 1 w 443
Ἐφ 1 w 446
οἷς 1 w 450
πάλιν 1 w 455
3 w 456
προδηλωθεὶς 1 w 467
τὸν 3 w 470
χρησμῳδὸν 1 w 479
θεὸν 1 w 483
ὧδέ 1 w 486
πως 1 w 489
σκώπτει 1 w 496
Ἀθάνατός 1 w 505
σοι 1 w 508
παῖς 1 w 512
καὶ 8 w 515
ἀοίδιμος 1 w 523
1 w 525
Τελεσίκλεις 1 w 536
ἔσσετ 1 w 542
ἐν 2 w 545
ἀνθρώποις 1 w 554
1 w 556
δὲ 3 w 558
παῖς 2 w 562
ἦν 1 w 564
Ἀρχίλοχος 1 w 573
Ἔσται 1 w 579
σοι 2 w 582
κοῦρος 1 w 588
Μνησαρχίδῃ 1 w 598
ὅντινα 1 w 605
πάντες 1 w 611
ἄνθρωποι 1 w 619
τίσουσι 1 w 626
καὶ 9 w 630
ἐς 1 w 632
κλέος 1 w 637
ἐσθλὸν 1 w 643
ὀρούσει 1 w 650
καὶ 10 w 654
στεφέων 1 w 661
ἱερῶν 1 w 666
γλυκερὴν 1 w 674
χάριν 1 w 679
ἀμφιβαλεῖται 1 w 691
2 w 693
δὲ 4 w 695
κοῦρος 2 w 701
ἦν 2 w 703
Εὐριπίδης 1 w 712
Ὅμηρος 1 w 719
δέ 3 w 721
Σοὶ 1 w 725
ζωὴ 1 w 728
δοιὰς 1 w 733
μοίρας 1 w 739
λάχεν 1 w 744
1 w 746
μὲν 2 w 749
ἀμαυρῶν 1 w 756
ἠελίων 1 w 762
δισσῶν 1 w 768
2 w 770
δ 21 w 771
ἀθανάτοις 1 w 781
ἰσόμοιρος 1 w 790
ζῶν 1 w 794
καὶ 11 w 797
ἀποφθίμενος 1 w 808
Καὶ 1 w 812
διὰ 1 w 815
ταῦτα 1 w 820
ἤκουεν 1 w 826
Ὄλβιε 1 w 832
καὶ 12 w 835
δύσδαιμον 1 w 844
ἔφυς 1 w 849
γὰρ 1 w 852
ἐπ 3 w 854
ἀμφοτέροισι 1 w 866
Λέγει 1 w 872
δὲ 5 w 874
οὐκ 1 w 877
ἄνθρωπος 1 w 885
ἀλλά 1 w 890
τις 2 w 893
διατεινάμενός 1 w 906
ποτε 1 w 910
ὅτι 1 w 914
αὐτὸν 1 w 919
οὐ 4 w 921
χρὴ 1 w 924
Ἀνθρώπων 1 w 932
θεὸν 2 w 936
ὄντα 1 w 940
δυηπαθέων 1 w 949
ἀλεγίζειν 1 w 958
Ἄγε 1 w 962
οὖν 1 w 965
2 w 967
θεέ 1 w 970
μὴ 1 w 973
περιΐδῃς 1 w 981
μηδ 1 w 984
ἡμᾶς 1 w 989
Ἐπιθυμοῦμεν 1 w 1001
γάρ 1 w 1004
εἰ 2 w 1007
μή 1 w 1009
τι 6 w 1011
ἀδικοῦμεν 1 w 1020
οἱ 1 w 1023
μὲν 3 w 1026
κλέους 1 w 1032
ἐσθλοῦ 1 w 1038
οἱ 2 w 1041
δὲ 6 w 1043
στεφάνων 1 w 1051
ἱερῶν 2 w 1056
οἱ 3 w 1059
δὲ 7 w 1061
πρὸς 1 w 1065
θεοὺς 1 w 1070
ἰσομοιρίας 1 w 1080
οἱ 4 w 1083
δὲ 8 w 1085
αὐτῆς 1 w 1090
ἀθανασίας 1 w 1099
Τί 1 w 1102
ποτ 2 w 1105
οὖν 2 w 1109
ἦν 3 w 1111
τοῦτο 1 w 1116
δι 8 w 1119
3 w 1121
σοι 3 w 1124
Ἀρχίλοχος 2 w 1133
ἔδοξεν 1 w 1139
ἄξιος 1 w 1144
εἶναι 1 w 1149
τοῦ 3 w 1152
οὐρανοῦ 1 w 1159
Μὴ 1 w 1162
φθονήσῃς 1 w 1170
3 w 1172
φιλανθρωπότατε 1 w 1186
θεῶν 1 w 1190
μηδ 2 w 1194
ἄλλοις 1 w 1201
ἀνθρώποις 2 w 1210
τῆς 5 w 1213
ἄνω 1 w 1216
ὁδοῦ 1 w 1220
Τί 2 w 1223
πράττειν 1 w 1231
κελεύεις 1 w 1239
ἡμᾶς 2 w 1243
1 w 1245
δηλαδὴ 1 w 1251
τὰ 3 w 1253
Ἀρχιλόχου 1 w 1262
εἰ 3 w 1265
μέλλοιμεν 1 w 1274
ἄξιοι 1 w 1279
φανεῖσθαι 1 w 1288
τῆς 6 w 1291
ὑμετέρας 1 w 1299
ἑστίας 1 w 1305
Λοιδορῆσαι 1 w 1316
μὲν 4 w 1319
πικρῶς 1 w 1325
τὰς 1 w 1328
οὐκ 2 w 1331
ἐθελούσας 1 w 1340
ἡμῖν 1 w 1344
γαμεῖσθαι 1 w 1353
ἅψασθαι 1 w 1361
δὲ 9 w 1363
καὶ 13 w 1366
τῶν 1 w 1369
κιναίδων 1 w 1377
ἐπειδὴ 1 w 1384
τῶν 2 w 1387
ἄλλων 1 w 1392
πονηρῶν 1 w 1399
πολὺ 1 w 1403
πονηρότεροί 1 w 1414
εἰσι 1 w 1418
οὐχὶ 1 w 1423
δίχα 1 w 1427
μέτρου 1 w 1433
αὕτη 1 w 1438
γὰρ 2 w 1441
διάλεκτος 1 w 1450
καὶ 14 w 1453
θεῶν 2 w 1457
ὥσπερ 1 w 1463
οὖν 3 w 1466
καὶ 15 w 1469
θείων 1 w 1474
ἀνδρῶν 1 w 1480
ὥσπερ 2 w 1486
Ἀρχιλόχου 2 w 1495
Καὶ 2 w 1499
οὐδὲν 2 w 1504
ἴσως 1 w 1508
θαυμαστόν 1 w 1517
Διὰ 1 w 1521
γὰρ 3 w 1524
τὴν 2 w 1527
ἐν 3 w 1529
τούτοις 3 w 1536
ὑπεροχήν 1 w 1544
εὖ 1 w 1547
μὲν 5 w 1550
οἶκος 1 w 1555
οἰκεῖται 1 w 1563
εὖ 2 w 1566
δὲ 11 w 1568
ἰδιώτης 1 w 1575
βίος 1 w 1579
πόλεις 1 w 1586
δὲ 12 w 1588
ὁμοφρόνως 1 w 1597
καὶ 16 w 1601
ἔθνη 1 w 1605
εὐνόμως 1 w 1612
συνεστᾶσιν 1 w 1622
Οὐκ 1 w 1626
ἀπεικότως 1 w 1635
ἄρα 1 w 1638
σοι 4 w 1641
καὶ 17 w 1644
Μουσῶν 1 w 1650
θεράπων 1 w 1657
ἔδοξεν 2 w 1663
εἶναι 2 w 1668
καὶ 18 w 1672
6 w 1673
φονεὺς 1 w 1679
αὐτοῦ 1 w 1684
οὐκ 3 w 1687
ἄξιος 2 w 1692
εἶναι 3 w 1697
τῆς 7 w 1700
πρὸς 2 w 1704
ὑμᾶς 1 w 1708
τοὺς 2 w 1712
θεοὺς 2 w 1717
εἰσόδου 1 w 1724
οὐδὲ 3 w 1729
τῆς 8 w 1732
παρ 1 w 1735
ὑμῶν 1 w 1740
φωνῆς 1 w 1745
ἄνδρα 2 w 1751
φωνάεντα 1 w 1759
ἀποκτείνας 1 w 1769
Οὔκουν 1 w 1776
ἄδικος 1 w 1782
6 w 1783
πρὸς 3 w 1787
τὸν 5 w 1790
Ἀρχίαν 1 w 1796
ἀπειλή 1 w 1802
οὐδ 5 w 1806
ἄκαιρος 1 w 1814
7 w 1815
Πυθία 1 w 1820
τιμωροῦσα 1 w 1829
Ἀρχιλόχῳ 1 w 1837
τῷ 1 w 1839
πάλαι 1 w 1844
νεκρῷ 1 w 1849
καὶ 19 w 1853
κελεύουσα 1 w 1862
ἐξιέναι 1 w 1869
τοῦ 5 w 1872
ναοῦ 1 w 1876
τὸν 6 w 1879
ἐναγῇ 1 w 1884
Μουσάων 1 w 1892
γὰρ 4 w 1895
ἀπέκτεινε 1 w 1904
θεράποντα 1 w 1913
Οὔκουν 2 w 1920
ἔμοιγ 1 w 1925
ἐφάνης 1 w 1932
ἐπαμύνων 1 w 1941
τῷ 2 w 1943
ποιητῇ 1 w 1949
ἀπρεπὴς 1 w 1957
εἶναι 4 w 1962
ἐμεμνήμην 1 w 1972
γὰρ 5 w 1975
καὶ 20 w 1978
τοῦ 6 w 1981
ἑτέρου 1 w 1987
ποιητοῦ 1 w 1994
καὶ 21 w 1998
τῶν 3 w 2001
ἱερῶν 3 w 2006
τοῦ 8 w 2009
Εὐριπίδου 1 w 2018
στεφάνων 2 w 2026
καίτοι 1 w 2033
ἀπορῶν 1 w 2039
καὶ 22 w 2043
ἀκοῦσαι 1 w 2050
ἐπιθυμῶν 1 w 2058
οὐχ 2 w 2062
ὅτι 2 w 2065
ἐστεφανοῦντο 1 w 2077
ἀλλὰ 2 w 2082
πῶς 1 w 2085
ἦν 4 w 2087
τὰ 5 w 2089
στέφη 1 w 2094
ταῦτα 2 w 2099
ἱερά 1 w 2103
οὐδ 6 w 2107
ὅτι 3 w 2111
αὐτὸς 1 w 2116
εἰς 1 w 2119
κλέος 2 w 2124
ὄρουσεν 1 w 2131
ἀλλὰ 3 w 2136
πῶς 2 w 2139
ἐσθλὸν 2 w 2145
ἦν 5 w 2147
τοῦτο 2 w 2152
Ἐκροταλίζετο 1 w 2165
μὲν 6 w 2168
γὰρ 6 w 2171
ἐν 5 w 2173
τοῖς 2 w 2177
ὄχλοις 1 w 2183
οἶδα 1 w 2188
καὶ 23 w 2192
τυράννοις 1 w 2201
ἤρεσκε 1 w 2207
καὶ 24 w 2211
τοῦτο 3 w 2216
οἶδα 2 w 2220
καὶ 25 w 2224
ἔργον 1 w 2229
ἐπετήβευεν 1 w 2239
ἐφ 2 w 2242
3 w 2244
οὐχ 3 w 2247
ὅπως 1 w 2251
αὐτὸς 2 w 2256
ἐθαυμάζετο 1 w 2266
7 w 2267
ἐραστής 1 w 2274
ἀλλ 5 w 2278
ἤδη 1 w 2282
καὶ 26 w 2285
8 w 2286
τῶν 4 w 2289
Ἀθηναίων 1 w 2297
πόλις 1 w 2302
ὅτι 4 w 2306
μόνη 1 w 2310
τραγῳδοὺς 1 w 2319
ἤνεγκεν 1 w 2326
Εἰ 1 w 2329
μὲν 7 w 2332
οὖν 4 w 2335
8 w 2336
κρότος 1 w 2342
ἱκανὸς 1 w 2348
κριτὴς 1 w 2354
καὶ 27 w 2357
9 w 2358
ἐν 6 w 2360
ἀκροπολει 1 w 2369
τράπεζα 1 w 2376
οὐδὲν 3 w 2382
ἔτι 1 w 2385
λέγω 1 w 2389
βλέπων 1 w 2396
ἐν 7 w 2398
ἀκροπόλει 1 w 2407
δειπνοῦντα 1 w 2417
τὸν 7 w 2420
Εὐριπίδην 2 w 2429
καὶ 28 w 2433
τὸν 8 w 2436
Ἀθηναίων 2 w 2444
ἅμα 1 w 2447
καὶ 29 w 2450
τὸν 9 w 2453
Μακεδόνων 1 w 2462
δῆμον 1 w 2467
ἐπιψοφοῦντα 1 w 2478
εἰ 7 w 2481
δὲ 15 w 2483
καὶ 30 w 2486
δίχα 2 w 2490
τούτων 1 w 2496
ἐστί 1 w 2500
τις 3 w 2503
καὶ 31 w 2506
θεῶν 3 w 2510
ψῆφος 1 w 2515
καὶ 32 w 2519
αὕτη 2 w 2523
πιστή 1 w 2528
καὶ 33 w 2532
οὐχ 4 w 2535
ἥττων 1 w 2540
τῆς 9 w 2543
τῶν 5 w 2546
τυράννων 1 w 2554
οὐδὲ 5 w 2558
τῆς 10 w 2561
τῶν 6 w 2564
ὄχλοιν 1 w 2570
φέρε 1 w 2574
φράσον 1 w 2581
ἡμῖν 2 w 2585
ἐπὶ 3 w 2589
τίνι 1 w 2593
τῶν 7 w 2596
καλῶν 1 w 2601
ἠνέγκατε 1 w 2609
ὑμεῖς 1 w 2614
οἱ 5 w 2616
θεοὶ 1 w 2620
τὴν 3 w 2623
ὑπὲρ 1 w 2627
τοῦ 11 w 2630
Εὐριπίδου 2 w 2639
ψῆφον 1 w 2644
ἵνα 1 w 2648
σπεύσωμεν 1 w 2657
καὶ 34 w 2660
διώξωμεν 1 w 2668
τὸν 10 w 2671
οὐρανὸν 1 w 2678
κατὰ 2 w 2682
πόδας 1 w 2687
τῶν 8 w 2690
ὑμετέρων 1 w 2698
ἐπαίνων 1 w 2705
Οὐ 2 w 2708
γὰρ 7 w 2711
δὴ 3 w 2713
οὔκ 1 w 2716
εἰσι 2 w 2720
καὶ 35 w 2723
νῦν 2 w 2726
ἔτοιμοι 1 w 2733
κωμωδεῖσθαι 1 w 2744
καὶ 36 w 2747
Σαβαῖοι 1 w 2754
καὶ 37 w 2757
Λυκάμβαι 1 w 2765
πρὸς 4 w 2770
δέ 4 w 2772
γε 6 w 2774
τὸ 13 w 2776
τραγῳδεῖσθαι 1 w 2788
οὐκ 4 w 2791
ἂν 1 w 2793
οὐδὲ 6 w 2797
νῦν 3 w 2800
ἐνσταίη 1 w 2807
οὔτε 1 w 2811
9 w 2812
Θυέστης 1 w 2819
οὔτε 2 w 2824
10 w 2825
Οἰδίπους 1 w 2833
οὔτε 3 w 2838
11 w 2839
Φινεὺς 1 w 2845
ἐκεῖνος 1 w 2852
οὐδ 10 w 2856
ἄν 6 w 2859
οἶμαι 1 w 2865
φθονήσαιεν 1 w 2876
οὐδενὶ 1 w 2882
ἐπιθυμοῦντι 1 w 2893
φιλίας 1 w 2899
τῆς 11 w 2902
τῶν 9 w 2905
θεῶν 4 w 2909
ἀλλὰ 4 w 2914
καὶ 38 w 2917
αὐτοὶ 1 w 2922
ἄν 7 w 2924
μοι 5 w 2927
δοκοῦσιν 1 w 2935
ἐκεῖνοι 1 w 2942
εἰ 9 w 2945
ᾔσθοντο 1 w 2952
ὅτι 5 w 2955
ἔσοιτό 1 w 2961
τις 4 w 2964
Εὐριπίδης 2 w 2973
ἀνὴρ 2 w 2978
ἐπὶ 4 w 2981
τῷ 3 w 2983
διασκευάσαι 1 w 2994
αὐτοὺς 1 w 3000
γενόμενος 1 w 3009
θεοφιλής 1 w 3017
ἀμελῆσαι 1 w 3026
ἂν 2 w 3028
τῶν 10 w 3031
κακῶν 1 w 3036
ἐκείνων 1 w 3043
καὶ 39 w 3047
οὐκ 5 w 3050
ἐπὶ 5 w 3053
τὸ 14 w 3055
κρείττονα 1 w 3064
φρονεῖν 1 w 3071
ἀλλ 7 w 3075
ἐπὶ 6 w 3079
τὸ 15 w 3081
μετροποιεῖν 1 w 3092
τραπέσθαι 1 w 3101
καὶ 40 w 3105
τῶν 11 w 3108
ἔμπροσθεν 1 w 3117
ἀνθρώπων 1 w 3125
εἰ 10 w 3127
τὰ 7 w 3129
ὀνόματα 1 w 3136
ὄγκου 1 w 3141
πλήρη 1 w 3146
ἤκουον 1 w 3152
χρῆσθαι 1 w 3160
τούτοις 4 w 3167
εἰς 2 w 3170
τὴν 4 w 3173
πρὸς 5 w 3177
τὸν 11 w 3180
οὐρανὸν 2 w 3187
ὁδοιπορίαν 1 w 3197
ἵν 2 w 3200
ἐλθόντες 1 w 3209
καθέζοιντο 1 w 3219
ἐν 9 w 3221
τῷ 4 w 3223
Ὀλύμπῳ 1 w 3229
μετὰ 1 w 3233
τῶν 12 w 3236
ποιηπῶν 1 w 3243
ἐν 10 w 3246
τῇ 2 w 3248
τοῦ 12 w 3251
Διὸς 1 w 3255
αὐλῇ 1 w 3259
Ταῦτα 1 w 3265
γὰρ 8 w 3268
λέγει 1 w 3273
13 w 3274
ἐν 11 w 3276
Δελφοῖς 1 w 3283
ποιητής 1 w 3290
Φέρε 2 w 3295
καὶ 41 w 3298
τὴν 5 w 3301
Ὁμήρου 1 w 3307
τοῦ 13 w 3310
ὀλβίου 1 w 3316
ἴδωμεν 1 w 3322
ἐρώτησιν 1 w 3330
ἣν 1 w 3333
τὸν 12 w 3336
θεὸν 3 w 3340
ἐρωτᾷ 1 w 3345
6 w 3347
που 2 w 3350
γάρ 2 w 3353
τις 5 w 3356
οὐρανία 1 w 3363
ἦν 6 w 3365
καὶ 42 w 3369
ἱκανὴ 1 w 3374
τὸν 13 w 3377
θεὸν 4 w 3381
ἐκκαλέσασθαι 1 w 3393
οὐ 26 w 3396
γὰρ 9 w 3399
ἂν 3 w 3401
οὕτω 1 w 3405
ῥφδίως 1 w 3411
14 w 3412
θεὸς 1 w 3416
ὄλβιον 1 w 3422
μὲν 8 w 3425
ἐπεφώνησεν 1 w 3435
ἐπὶ 7 w 3439
δὲ 18 w 3441
τῷ 5 w 3443
ὀλβίῳ 1 w 3448
ῥῆσιν 1 w 3453
ἀπένειμε 1 w 3461
Πατρίδα 1 w 3469
δίζηαι 1 w 3475
μητρὶς 1 w 3482
δέ 5 w 3484
τοι 8 w 3487
οὐ 27 w 3490
πατρίς 1 w 3496
ἐστι 1 w 3500
Μίνωος 1 w 3507
δ 92 w 3508
ἀπὸ 1 w 3512
γῆς 1 w 3515
οὔτε 4 w 3520
σχεδόν 1 w 3526
οὔτ 5 w 3530
ἀπὸ 2 w 3534
τηλοῦ 1 w 3539
ἐν 12 w 3542
τῇ 3 w 3544
σοι 6 w 3547
μοῖρ 1 w 3551
ἐστὶ 1 w 3556
τελευτῆσαι 1 w 3566
βιότοιο 1 w 3573
εὖτ 1 w 3577
ἂν 4 w 3580
ἀπὸ 3 w 3583
γλώσσης 1 w 3590
παίδων 1 w 3596
μὴ 2 w 3599
γνῶς 1 w 3604
ἐπακούσας 1 w 3614
ἀξύνετον 1 w 3623
πολλοῖσι 1 w 3631
λόγοις 1 w 3637
εἰρημένον 1 w 3646
ὕμνον 1 w 3652
Δεινὸν 1 w 3660
γάρ 3 w 3663
4 w 3665
σοφώτατε 1 w 3673
ἀνδρῶν 2 w 3679
μᾶλλον 1 w 3686
δὲ 19 w 3688
θεῶν 5 w 3692
εἰ 13 w 3695
μήτε 1 w 3699
ὅπου 1 w 3703
τῆς 12 w 3706
γῆς 2 w 3709
ἐξέθορε 1 w 3716
τῆς 13 w 3719
μητρὸς 1 w 3725
εἰδείη 1 w 3731
ὄλβιος 1 w 3737
μήτε 2 w 3742
ὅπου 2 w 3746
καταμύσας 1 w 3755
κείσεται 1 w 3763
Ἐγὼ 1 w 3767
δὲ 20 w 3769
καὶ 43 w 3772
ὤμην 1 w 3776
ἴσον 1 w 3780
εἶναι 5 w 3785
Ὅμηρόν 1 w 3792
τε 25 w 3794
ὄντα 2 w 3798
περὶ 1 w 3802
τούτων 2 w 3808
προσιέναι 1 w 3817
τῷ 6 w 3819
θεῷ 1 w 3822
καὶ 44 w 3826
ἕνα 1 w 3829
τῶν 13 w 3832
κανθάρων 1 w 3840
καὶ 45 w 3844
τὸν 14 w 3847
θεὸν 5 w 3851
μὴ 3 w 3853
μᾶλλον 2 w 3859
ἂν 5 w 3861
Ὁμήρῳ 1 w 3866
ἀφηγήσασθαι 1 w 3877
περὶ 2 w 3881
τοιούτων 1 w 3889
ἀγνοημάτων 1 w 3899
1 w 3900
κανθάρῳ 1 w 3907
Οἷον 1 w 3912
εἰ 15 w 3914
καὶ 46 w 3917
κάνθαρός 1 w 3925
τις 6 w 3928
γεννηθεὶς 1 w 3937
οὐκ 6 w 3940
ἐνεβίωσεν 1 w 3949
οὐδ 12 w 3952
ἐνεγήρασεν 1 w 3963
ἐν 15 w 3965
ἐκείνῃ 1 w 3971
τῇ 4 w 3973
κοπρίᾳ 1 w 3979
ἀλλ 8 w 3983
ἐχθρῷ 1 w 3989
ἀνέμῳ 1 w 3994
περιέτυχε 1 w 4003
καὶ 47 w 4007
κανθαρίῳ 1 w 4015
δαίμονι 1 w 4022
σκληρῷ 1 w 4028
ὃς 1 w 4031
αὐτὸν 2 w 4036
μετέωρον 1 w 4044
ἄρας 1 w 4048
βίᾳ 1 w 4051
ἀπήνεγκεν 1 w 4060
ἐπί 1 w 4063
τινα 2 w 4067
ἄλλην 1 w 4072
γῆν 1 w 4075
καὶ 48 w 4079
ἄλλην 2 w 4084
κοπρίαν 1 w 4091
κἄπειτα 1 w 4099
ἐλθὼν 1 w 4104
εἰς 3 w 4107
Δελφοὺς 1 w 4114
ἀνηρώτα 1 w 4121
ἥτις 1 w 4126
ἄρα 3 w 4129
ποτὲ 1 w 4133
αὐτῷ 1 w 4137
ἦν 7 w 4139
11 w 4140
πατρῴα 1 w 4146
κοπρία 2 w 4152
καὶ 49 w 4156
ἥτις 2 w 4160
αὐτὸν 3 w 4165
γῆ 4 w 4167
δέξεται 1 w 4174
ἀποθανόντα 1 w 4184
Ταῦτα 2 w 4190
μὲν 9 w 4193
οὖν 5 w 4196
περὶ 3 w 4200
τῶν 14 w 4203
ποιητῶν 1 w 4210
12 1 w 4213
Ἐπεὶ 1 w 4218
δὲ 21 w 4220
οὐ 30 w 4222
μόνους 1 w 4228
ποιητὰς 1 w 4235
ἤδη 2 w 4238
δὲ 22 w 4240
καὶ 50 w 4243
πύκτας 1 w 4249
καὶ 51 w 4252
ἀθλητὰς 1 w 4259
15 w 4260
θαυμάσιος 1 w 4269
θεὸς 2 w 4273
διὰ 2 w 4276
τῶν 16 w 4279
οἰκείων 1 w 4286
χρησμῶν 1 w 4293
ἐξεθέωσεν 1 w 4302
εἰκότως 1 w 4310
μοι 6 w 4313
δοκεῖ 1 w 4318
καὶ 52 w 4321
ταῦτα 3 w 4326
ἀπελέγχειν 1 w 4336
16 w 4337
δεδηλωμένος 1 w 4348
τούτοις 5 w 4355
τοῖς 3 w 4359
ῥήμασιν 1 w 4366
1 w 4368
εἰδὼς 1 w 4373
ψάμμου 1 w 4379
τ 269 w 4380
ἀριθμόν 1 w 4388
καὶ 53 w 4392
μέτρα 1 w 4397
θαλάσσης 1 w 4405
καὶ 54 w 4409
κωφοῦ 1 w 4414
ξυνιείς 1 w 4421
καὶ 55 w 4425
μὴ 4 w 4427
λαλέοντος 1 w 4436
ἀκούων 1 w 4442
Εἴθε 1 w 4447
ὤφελες 1 w 4453
τὰ 11 w 4455
μὲν 10 w 4458
τοιαῦτα 1 w 4465
πάντα 1 w 4470
ἀγνοεῖν 1 w 4477
ἐκεῖνο 3 w 4484
δὲ 23 w 4486
εἰδέναι 1 w 4493
ὅτι 6 w 4497
12 w 4498
πυκτικὴ 1 w 4505
τῆς 14 w 4508
λακτιστικῆς 1 w 4519
οὐδὲν 4 w 4524
διαφέρει 1 w 4532
ἵν 3 w 4535
2 w 4537
καὶ 56 w 4540
τοὺς 4 w 4544
ὄνους 1 w 4549
ἀπηθανάτους 1 w 4560
3 w 4562
μηδὲ 1 w 4566
Κλεομήδην 1 w 4575
πύκτην 1 w 4581
Ἀστυπαλαιέα 1 w 4592
λέγων 1 w 4598
οὕτως 1 w 4603
Ὕστατος 1 w 4611
Ἡρώων 1 w 4616
Κλεομήδης 1 w 4625
Ἀστυπαλαιεύς 1 w 4637
ὃν 2 w 4640
θυσίαις 1 w 4647
τιμᾶθ 1 w 4652
ὡς 2 w 4655
οὐκ 7 w 4658
ἔτι 2 w 4661
θνητὸν 1 w 4667
ἐόντα 1 w 4672
Διὰ 2 w 4676
τί 5 w 4678
γάρ 4 w 4681
5 w 4683
πάτριε 1 w 4689
τῶν 17 w 4692
Ἑλλήνων 1 w 4699
ἐξηγητά 1 w 4706
ὥς 1 w 4709
σε 9 w 4711
καλεῖ 1 w 4716
Πλάτων 2 w 4722
ἐθέωσας 1 w 4730
τὸν 18 w 4733
ἄνδρα 3 w 4738
τοῦτον 1 w 4744
1 w 4746
ὅτι 7 w 4749
Ὀλυμπίασι 1 w 4758
πληγῇ 1 w 4763
μιᾷ 1 w 4766
πατάξας 1 w 4773
τὸν 19 w 4776
ἀνταγωνιστὴν 1 w 4788
ἀνέῳξε 1 w 4794
τὴν 7 w 4797
πλευρὰν 1 w 4804
αὐτοῦ 2 w 4809
καὶ 57 w 4813
ἐμβαλὼν 1 w 4820
τὴν 8 w 4823
χεῖρα 1 w 4828
ἐλάβετο 1 w 4835
τοῦ 16 w 4838
πνεύμονος 1 w 4847
Ἄπολλον 1 w 4855
ἀξιοθέου 1 w 4864
ἔργου 1 w 4869
4 w 4871
οὐ 33 w 4873
μόνον 1 w 4878
ἀλλὰ 5 w 4883
καὶ 58 w 4886
ὅτι 8 w 4889
προστιμηθεὶς 1 w 4901
τεσσάρων 1 w 4909
ταλάντων 1 w 4917
ζημίαν 1 w 4923
ἐπὶ 8 w 4926
τούτῳ 1 w 4931
οὐχ 5 w 4934
ὑπέστη 1 w 4940
ἀλλ 10 w 4944
ὑπ 5 w 4947
ἀχθηδόνος 1 w 4957
καὶ 59 w 4960
βαρυθυμίας 1 w 4970
ἐνήρεισε 1 w 4978
τὸν 20 w 4981
θυμὸν 1 w 4986
τοῖς 4 w 4990
ἐν 17 w 4992
τῷ 8 w 4994
διδασκαλείῳ 1 w 5005
παισί 1 w 5010
τὸν 21 w 5014
κίονα 1 w 5019
ὑφελκύσας 1 w 5028
ὃς 2 w 5031
ἀνεῖχε 1 w 5037
τὴν 9 w 5040
στέγην 1 w 5046
Ἆρ 1 w 5049
6 w 5052
θεοποιέ 1 w 5059
διὰ 3 w 5063
ταῦθ 1 w 5067
ὑμῖν 1 w 5072
17 w 5073
Κλεομήδης 2 w 5082
τιμητέος 1 w 5090
ἐστίν 1 w 5095
2 w 5097
κἀκεῖνο 1 w 5104
προσθήσεις 1 w 5114
τὸ 27 w 5117
ἕτερον 1 w 5123
δεῖγμα 1 w 5129
τῆς 15 w 5132
ἐκείνου 1 w 5139
ἀνδρείας 1 w 5147
ἅμα 2 w 5150
καὶ 60 w 5153
θεοφιλίας 1 w 5162
ὅτι 9 w 5166
δὴ 4 w 5168
ἐμβὰς 1 w 5173
εἰς 4 w 5176
ἱερὸν 1 w 5181
κιβώτιον 1 w 5189
καὶ 61 w 5193
τὸ 28 w 5195
πῶμα 1 w 5199
ἐπαγόμενος 1 w 5209
ἄληπτος 1 w 5217
ἐγένετο 1 w 5224
τοῖς 5 w 5228
διώκουσι 1 w 5236
πειρωμένοις 1 w 5248
αὐτὸν 4 w 5253
ἐξελκύσαι 1 w 5262
2 w 5264
Κλεόμηδες 1 w 5273
ἆρα 1 w 5277
ἥρως 1 w 5281
οὐκ 8 w 5284
ἔτι 3 w 5287
θνητός 1 w 5293
οἷα 1 w 5297
τὰ 12 w 5299
μηχανήματα 1 w 5309
ὑπὲρ 2 w 5313
ἀθανασίας 2 w 5322
ἐξεῦρες 1 w 5329
ᾜσθοντο 1 w 5337
γοῦν 1 w 5341
εὐθέως 1 w 5347
οἱ 6 w 5349
θεοὶ 2 w 5353
τῆς 16 w 5356
ἀγαθουργίας 1 w 5367
καὶ 62 w 5371
ἀνηρείψαντό 1 w 5382
σε 12 w 5384
ὥσπερ 3 w 5390
οἱ 7 w 5392
τοῦ 17 w 5395
Ὁμήρου 2 w 5401
τὸν 23 w 5404
Γανυμήδην 1 w 5413
ἀλλὰ 6 w 5418
τὸν 24 w 5421
μὲν 11 w 5424
ἐπὶ 9 w 5427
τῷ 9 w 5429
κάλλει 1 w 5435
σὲ 1 w 5438
δὲ 26 w 5440
ἐπὶ 10 w 5443
τῇ 5 w 5445
ἰσχύϊ 1 w 5450
καὶ 63 w 5454
τῆς 17 w 5457
ἰσχύος 1 w 5463
τῇ 6 w 5465
χρήσει 1 w 5471
τῇ 7 w 5473
ἀγαθῇ 1 w 5478
Εἴθε 2 w 5483
οὖν 6 w 5486
7 w 5488
μάντι 1 w 5493
ὡς 3 w 5496
ἔφην 1 w 5500
ἐάσας 1 w 5506
τὴν 10 w 5509
ψάμμον 1 w 5515
καὶ 64 w 5518
τὴν 11 w 5521
ἅλμην 1 w 5526
ἀντ 2 w 5530
αὐτῶν 1 w 5536
ἐξέμαθες 1 w 5544
ὁπόσου 1 w 5551
ἄξιόν 1 w 5556
ἐστιν 1 w 5561
13 w 5562
πυκτική 1 w 5569
ἵνα 2 w 5573
καὶ 65 w 5576
τοὺς 5 w 5580
πύκτας 2 w 5586
ὄνους 2 w 5591
θεοὺς 3 w 5596
ἐνόμιζες 1 w 5604
καὶ 66 w 5608
τοὺς 6 w 5612
ὀνάγρους 1 w 5620
τῶν 19 w 5623
θεῶν 6 w 5627
τοὺς 7 w 5631
ἀρίστους 1 w 5639
καὶ 67 w 5643
ἦν 8 w 5645
ἄν 9 w 5647
τι 38 w 5649
οἰκεῖον 1 w 5656
λόγιον 1 w 5662
ἐπ 23 w 5664
ἀποθανόντι 1 w 5675
ὀνάγρῳ 1 w 5681
μᾶλλον 3 w 5687
5 w 5689
ἐπὶ 11 w 5692
τῷ 10 w 5694
σῷ 1 w 5696
πύκτῃ 1 w 5701
Ἔξοχος 1 w 5708
ἀθανάτων 1 w 5716
ὄνος 1 w 5720
ἄγριος 1 w 5726
οὐ 36 w 5729
Κλεομήδης 3 w 5738
ὃν 3 w 5741
θυσίαις 2 w 5748
τιμᾶθ 2 w 5753
ὡς 4 w 5756
οὐκ 9 w 5759
ἔτι 4 w 5762
θνητὸν 2 w 5768
ἐόντα 2 w 5773
Μὴ 2 w 5776
γὰρ 10 w 5779
δὴ 5 w 5781
θαυμάσῃς 1 w 5789
εἰ 21 w 5792
καὶ 68 w 5795
ὄναγρος 1 w 5802
ἐπιδικάσεται 1 w 5814
ἀθανασίας 3 w 5823
ἱκανῶς 1 w 5830
τὰ 13 w 5832
θεῖα 1 w 5836
παρεσκευασμένος 1 w 5851
καὶ 69 w 5855
ἀκούσας 1 w 5862
μὴ 5 w 5864
ἀνασχέσθαι 1 w 5874
ἀλλ 12 w 5877
ἀπειλῆσαι 1 w 5887
καὶ 70 w 5890
αὐτὸν 5 w 5895
τὸν 27 w 5898
Κλεομήδην 2 w 5907
πατάξας 2 w 5914
εἰς 5 w 5917
τὸ 35 w 5919
βάραθρον 1 w 5927
ἐμβαλεῖν 1 w 5935
καὶ 71 w 5939
οὐκ 10 w 5942
ἐπιτρέψειν 1 w 5952
αὐτῷ 2 w 5956
εἰς 6 w 5959
τὸν 28 w 5962
οὐρανὸν 3 w 5969
ἀναβῆναι 1 w 5977
Εἶναι 1 w 5983
οὐκ 11 w 5986
ἐπιτρέψειν 2 w 5996
αὐτῷ 3 w 6000
εἰς 7 w 6003
τὸν 29 w 6006
οὐρανὸν 4 w 6013
ἀναβῆναι 2 w 6021
Εἶναι 2 w 6027
γὰρ 11 w 6030
αὐτοῦ 3 w 6035
ἀξιώτερος 1 w 6044
αὐτῶν 2 w 6049
τῶν 21 w 6052
θείων 2 w 6057
δώρςν 1 w 6062
ἅτε 1 w 6066
μήτε 3 w 6070
αὐτῷ 4 w 6074
μόνῳ 1 w 6078
ἕτοιμος 1 w 6085
ὢν 1 w 6087
μάχεσθαι 1 w 6095
κἂν 1 w 6099
εἰ 25 w 6101
σιδηροῖς 1 w 6109
χρῷτο 1 w 6114
τοῖς 6 w 6118
ἱμᾶσιν 1 w 6124
ἀλλὰ 7 w 6129
καὶ 72 w 6132
τῷ 14 w 6134
Θασίῳ 1 w 6139
πύκτῃ 2 w 6144
ἅμα 3 w 6147
ἀμφοτέροις 1 w 6157
ὑπὲρ 3 w 6162
οὗ 1 w 6164
τοῦ 19 w 6167
ἀνδριάντος 1 w 6177
ἐχαλέπηναν 1 w 6187
οἱ 8 w 6189
θεοί 1 w 6193
καὶ 73 w 6197
τὴν 12 w 6200
Θασίων 1 w 6206
γῆν 2 w 6209
ἄφορον 1 w 6215
εἰργάσαντο 1 w 6225
Πιστεύομεν 1 w 6236
δὲ 27 w 6238
καὶ 74 w 6241
περὶ 4 w 6245
τούτου 1 w 6251
ουκ 1 w 6254
ἀνθρώπῳ 1 w 6261
ἀλλὰ 8 w 6266
θεῷ 2 w 6269
τῷ 15 w 6271
αὐτῷ 5 w 6275
Ἐξ 1 w 6278
ὧν 2 w 6280
ἐγὼ 1 w 6283
καὶ 75 w 6286
πάνυ 1 w 6290
κατενόησα 1 w 6299
ὅτι 10 w 6303
θεῖόν 1 w 6308
τι 43 w 6310
ἄρα 4 w 6313
ἦν 9 w 6315
ἐπιτήδευμα 1 w 6325
14 w 6326
πυκτική 2 w 6333
τοὺς 8 w 6338
δὲ 28 w 6340
πολλοὺς 1 w 6347
καὶ 76 w 6350
οἰομένους 1 w 6359
εἶναι 6 w 6364
σοφοὺς 1 w 6370
ἐλελήθει 1 w 6378
ἵν 5 w 6381
ἀφέμενοι 1 w 6390
τοῦ 20 w 6393
καλοὶ 1 w 6398
κἀγαθοὶ 1 w 6405
εἶναι 7 w 6410
ἤσκουν 1 w 6416
τὰ 14 w 6418
τοῦ 21 w 6421
Θασίου 1 w 6427
πύκτου 1 w 6433
1 w 6435
ἀθανασίαν 1 w 6444
μέν 9 w 6447
ὥσπερ 4 w 6453
Κλεομήδει 1 w 6462
οὐκ 12 w 6466
ἔδωκαν 1 w 6472
ἐφίλησαν 1 w 6481
δὲ 29 w 6483
μεγάλως 1 w 6490
οἱ 9 w 6492
θεοί 2 w 6496
Οὕτω 1 w 6501
καὶ 77 w 6504
19 w 6505
χάλκεος 1 w 6512
αὐτοῦ 4 w 6517
ἀνδριὰς 1 w 6524
ἔδειξέ 1 w 6530
τι 45 w 6532
ὑπὲρ 4 w 6536
τὰς 4 w 6539
τῶν 22 w 6542
ἄλλων 2 w 6547
ἀνθρώπων 2 w 6555
εἰκόνας 1 w 6562
ἐπικατενεχθεὶς 1 w 6577
τῷ 17 w 6579
μαστιγοῦντι 1 w 6590
ἐχθρῷ 2 w 6595
κατά 1 w 6600
τινα 3 w 6604
ὡς 5 w 6607
ἔοικε 1 w 6612
δαιμονίαν 1 w 6622
μέριμναν 1 w 6630
Ἀλλ 1 w 6634
οἱ 10 w 6637
ἄφρονες 1 w 6644
Θάσιοι 1 w 6650
καὶ 78 w 6654
θείων 3 w 6659
ἄπειροι 1 w 6666
πραγμάτων 1 w 6675
ἠγανάκτησαν 1 w 6687
τε 34 w 6689
καὶ 79 w 6692
ἄγος 1 w 6696
ἐπεκάλεσαν 1 w 6706
τῷ 18 w 6708
ἀνδριάντι 1 w 6717
καὶ 80 w 6721
δίκην 1 w 6726
εἰσεπράξαντο 1 w 6738
καὶ 81 w 6742
καταδῦσαι 1 w 6751
ἐτόλμησαν 1 w 6760
εἰς 8 w 6763
τὴν 13 w 6766
θάλασσαν 1 w 6774
Οὐ 3 w 6777
μὴν 1 w 6780
διέφυγόν 1 w 6788
γε 10 w 6790
οἱ 11 w 6792
Θάσιοι 2 w 6798
ἀλλ 15 w 6802
οἱ 12 w 6805
θεοὶ 3 w 6809
ἔδειξαν 1 w 6816
ἡλίκον 1 w 6822
κακὸν 1 w 6827
ὑπ 9 w 6829
αὐτῶν 3 w 6835
ἐτολμήθη 1 w 6843
λιμὸν 1 w 6849
ἐπιπέμψαντες 1 w 6861
τὸν 30 w 6864
τῆς 18 w 6867
θείας 1 w 6872
δίκης 1 w 6877
διάκονον 1 w 6885
ὃς 3 w 6888
ἐδίδαξε 1 w 6895
μόλις 1 w 6900
αὐτοὺς 2 w 6906
τὰ 16 w 6908
τῶν 24 w 6911
θεῶν 7 w 6915
βουλεύματα 1 w 6925
16 w 6927
τι 50 w 6929
φιλανθρωπότατος 1 w 6944
θεῶν 8 w 6948
σὺ 1 w 6950
τῷ 19 w 6952
οἰκείῳ 1 w 6958
τρόπῳ 1 w 6963
τὴν 14 w 6966
βοήθειαν 1 w 6974
αὐτοῖς 1 w 6980
ἔπεμψας 1 w 6987
οὐκ 13 w 6991
ἐπιτρέψειν 3 w 7001
αὐτῷ 6 w 7005
εἰς 9 w 7008
τὸν 31 w 7011
οὐρανὸν 5 w 7018
ἀναβῆναι 3 w 7026
Εἶναι 3 w 7032
λέγων 2 w 7037
Εἰς 1 w 7041
πάτρην 1 w 7047
φυγάδας 1 w 7054
κατάγων 1 w 7061
Δήμητραν 1 w 7069
ἀμήσεις 1 w 7076
Ἀλλ 2 w 7080
οἱ 13 w 7083
ἀβέλτεροι 1 w 7092
πάλιν 2 w 7097
τοὺς 10 w 7101
φεύγοντας 1 w 7110
ἀνθρώπους 1 w 7119
ᾤοντο 1 w 7124
ὅτι 11 w 7127
δεῖ 4 w 7130
αὐτοὺς 3 w 7136
κατακαλεῖν 1 w 7146
κακῶς 1 w 7152
εἰδότες 1 w 7159
Τί 3 w 7162
γὰρ 12 w 7165
δὴ 6 w 7167
καὶ 82 w 7170
μέλει 1 w 7175
τοῖς 8 w 7179
ἀφιλανθρωποτάτοις 1 w 7196
θεοῖς 1 w 7201
ἀνθρώπων 3 w 7209
κατακαλουμένων 1 w 7223
ὅσονπερ 1 w 7231
ἀνδριάντων 1 w 7241
Ἀμέλει 1 w 7248
οὐδὲν 5 w 7253
ἂν 7 w 7255
ἐπὶ 12 w 7258
τούτῳ 2 w 7263
ὠφελήθη 1 w 7270
16 w 7271
γῆ 6 w 7273
ὥστε 1 w 7277
παύσασθαι 1 w 7286
νοσοῦσα 1 w 7293
εἰ 32 w 7296
μὴ 7 w 7298
τῶν 25 w 7301
σοφῶν 1 w 7306
καὶ 83 w 7309
ἐπισταμένων 1 w 7320
τις 9 w 7323
τὸν 32 w 7326
θεῖον 1 w 7331
νοῦν 3 w 7335
συνῆκε 1 w 7341
φυγάδα 2 w 7347
εἶναι 8 w 7352
τὸν 33 w 7355
καταπεποντωμένον 1 w 7371
ἀνδριάντα 1 w 7380
Καὶ 3 w 7384
ἦν 10 w 7386
οὕτως 2 w 7391
Ἅμα 1 w 7395
γὰρ 13 w 7398
ἀνεστάθη 1 w 7406
καὶ 84 w 7410
εὐθὺς 1 w 7415
17 w 7416
μὲν 12 w 7419
γῆ 7 w 7421
ἀνέθαλλεν 1 w 7430
οἱ 14 w 7433
δὲ 31 w 7435
ἐκόμων 1 w 7441
Δήμητρι 1 w 7448
λοιπόν 1 w 7454
Πῶς 1 w 7458
οὖν 7 w 7461
οὐ 46 w 7463
τεκμήρια 1 w 7471
ταῦτά 1 w 7476
εἰσιν 1 w 7481
ἐναργῆ 1 w 7487
τῆς 19 w 7490
θεοπρεποῦς 1 w 7500
ἀθλητικῆς 1 w 7509
ὅτι 12 w 7513
ἐστὶ 2 w 7517
θεοτίμητος 1 w 7527
Καὶ 4 w 7531
γὰρ 14 w 7534
καὶ 85 w 7537
ἐπὶ 13 w 7540
πεντάθλου 1 w 7549
ἀνδριάντι 2 w 7558
ὑβρισμένῳ 1 w 7567
ἐμήνισαν 1 w 7575
οἱ 15 w 7577
θεοί 3 w 7581
καὶ 86 w 7585
Λοκροὶ 1 w 7591
ἐπείνησαν 1 w 7600
διὰ 4 w 7603
τοῦτο 5 w 7608
ὥσπερ 5 w 7614
Θάσιοι 3 w 7620
ἕως 1 w 7624
αὐτοὺς 4 w 7630
ἰάσατο 1 w 7636
λόγιον 2 w 7642
σὸν 1 w 7645
ἔχον 1 w 7649
οὕτως 3 w 7654
Ἐν 1 w 7657
τιμῇ 1 w 7661
τὸν 34 w 7664
ἄτιμον 1 w 7670
ἔχων 1 w 7674
τότε 1 w 7679
γαῖαν 1 w 7684
ἆρώσις 1 w 7690
Οὐδὲ 1 w 7695
γὰρ 15 w 7698
Λοκροὶ 2 w 7704
ᾔσθοντο 2 w 7711
θείας 2 w 7716
διανοίας 1 w 7724
πρότερον 1 w 7732
8 w 7734
σε 17 w 7736
αὐτοῖς 2 w 7742
τούτου 2 w 7748
πρόξενον 1 w 7756
γενέσθαι 1 w 7764
Ἀλλ 3 w 7768
Εὐθυκλέα 1 w 7777
τὸν 35 w 7780
πένταθλον 1 w 7789
ἐνέβαλον 1 w 7797
εἰς 10 w 7800
εἱρκτήν 1 w 7807
αἰτιασάμενοι 1 w 7820
αὐτὸν 6 w 7825
ἐπὶ 14 w 7828
τῇ 8 w 7830
πατρίδι 1 w 7837
εἰληφέναι 1 w 7846
δῶρα 1 w 7850
καὶ 87 w 7854
οὐ 47 w 7856
μόνον 2 w 7861
τοῦτο 6 w 7866
ἀλλὰ 9 w 7871
καὶ 88 w 7874
ἀποθανόντος 1 w 7885
καὶ 89 w 7888
οὗτοι 1 w 7893
εἰς 11 w 7896
τὰς 5 w 7899
εἰκόνας 2 w 7906
ἐξύβριζον 1 w 7915
ἕως 2 w 7919
οἱ 16 w 7921
θεοὶ 4 w 7925
οὐκ 14 w 7928
ἀνασχόμενοι 1 w 7939
τῶν 26 w 7942
γιγνομένων 1 w 7952
ἐπαφῆκαν 1 w 7960
αὐτοῖς 3 w 7966
τὸν 37 w 7969
κράτιστον 1 w 7978
λιμόν 1 w 7983
καὶ 90 w 7987
ὑπὸ 1 w 7990
τοῦ 25 w 7993
λιμοῦ 1 w 7998
διώλοντο 1 w 8006
ἄν 10 w 8008
εἰ 38 w 8011
μὴ 8 w 8013
18 w 8014
παρὰ 1 w 8018
σοῦ 2 w 8021
ἦλθε 1 w 8025
βοήθεια 2 w 8032
λέγουσα 1 w 8040
ὅτι 13 w 8043
δεῖ 5 w 8046
αὐτοὺς 5 w 8052
τιμᾶν 1 w 8057
ἄνδρας 1 w 8063
πεφατνευμένους 1 w 8077
οὓς 1 w 8081
οἱ 17 w 8083
θεοὶ 5 w 8087
φιλοῦσιν 1 w 8095
οὐχ 6 w 8098
ἧττον 1 w 8103
6 w 8105
οὓς 2 w 8108
οἱ 18 w 8110
ἀλφιτοποιοὶ 1 w 8121
πιαίνουσι 1 w 8130
βοῦς 1 w 8134
δι 26 w 8137
ὧν 3 w 8140
ὑμᾶς 2 w 8144
οἱ 19 w 8146
ἄνθρωποι 2 w 8154
ἐνίοτε 1 w 8160
θύοντες 1 w 8167
πείθουσιν 1 w 8176
οὐχ 7 w 8180
ἧττον 2 w 8185
ἴσως 2 w 8189
ἀλλὰ 10 w 8193
καὶ 91 w 8196
πολὺ 2 w 8200
μᾶλλον 4 w 8206
παχέων 1 w 8212
βοῶν 1 w 8216
οἱ 20 w 8218
παχεῖς 1 w 8224
ἄνθρωποι 3 w 8232
εὐφραίνουσιν 1 w 8244
ὑμᾶς 3 w 8248
οὕτως 4 w 8253
ὥστε 2 w 8258
ἐνίοτε 2 w 8264
ὅλῃ 1 w 8267
πόλει 3 w 8272
καὶ 92 w 8275
ὅλῳ 1 w 8278
ἔθνει 1 w 8283
ὀργίζεσθαι 1 w 8293
ἑνὸς 1 w 8298
7 w 8299
δυοῖν 1 w 8304
ἀδικούντων 1 w 8314
ταῦτα 4 w 8319
τὰ 18 w 8321
θρέμματα 1 w 8329
Ὡς 1 w 8332
δὴ 7 w 8334
ὤφελες 2 w 8340
8 w 8342
μάντι 2 w 8347
ἀλείπτης 1 w 8356
ἡμῖν 3 w 8360
ἀντὶ 1 w 8364
μάντεως 1 w 8371
γενέσθαι 2 w 8379
8 w 8381
καὶ 93 w 8384
μάντις 1 w 8390
ἅμα 4 w 8393
καὶ 94 w 8396
ἀλείπτης 2 w 8404
ἵν 6 w 8407
ἦν 11 w 8410
ὥσπερ 6 w 8415
χρηστήριον 1 w 8425
Δελφικόν 1 w 8433
οὕτω 6 w 8438
καὶ 95 w 8441
γυμναστήριον 1 w 8453
Καὶ 5 w 8457
γὰρ 16 w 8460
οὐδ 15 w 8463
ἀλλότριον 1 w 8473
ἦν 12 w 8475
ἀγῶνος 1 w 8481
Πυθικοῦ 1 w 8488
Πυθικὸν 1 w 8495
εἶναι 9 w 8500
καὶ 96 w 8503
τὸ 46 w 8505
γυμναστήριον 2 w 8517