11. Φέρε δέ, τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον, ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰσχροῤῥημοσύναις καὶ ἀῤῥητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον· καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὅμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας, ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων ποιητὴν γεγενημένον. Ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει· Ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις , ἔσσετ’ ἐν ἀνθρώποις. Ὁ δὲ παῖς ἦν Ἀρχίλοχος. Ἔσται σοι κοῦρος Μνησαρχίδῃ, ὅντινα πάντες ἄνθρωποι τίσουσι, καὶ ἐς κλέος ἐσθλὸν ὀρούσει, καὶ στεφέων ἱερῶν γλυκερὴν χάριν ἀμφιβαλεῖται. Ὁ δὲ κοῦρος ἦν Εὐριπίδης. Ὅμηρος δέ, Σοὶ ζωὴ δοιὰς μοίρας λάχεν, ἡ μὲν ἀμαυρῶν ἠελίων δισσῶν , ἡ δ’ ἀθανάτοις ἰσόμοιρος , ζῶν καὶ ἀποφθίμενος. Καὶ διὰ ταῦτα ἤκουεν, Ὄλβιε καὶ δύσδαιμον , ἔφυς γὰρ ἐπ’ ἀμφοτέροισι. Λέγει δὲ οὐκ ἄνθρωπος, ἀλλά τις διατεινάμενός ποτε, ὅτι αὐτὸν οὐ χρὴ Ἀνθρώπων θεὸν ὄντα δυηπαθέων ἀλεγίζειν. Ἄγε οὖν, ὦ θεέ, μὴ περιΐδῃς μηδ’ ἡμᾶς. Ἐπιθυμοῦμεν γάρ, εἰ μή τι ἀδικοῦμεν, οἱ μὲν κλέους ἐσθλοῦ, οἱ δὲ στεφάνων ἱερῶν, οἱ δὲ πρὸς θεοὺς ἰσομοιρίας, οἱ δὲ αὐτῆς ἀθανασίας. Τί ποτ’ οὖν ἦν τοῦτο, δι’ ὅ σοι Ἀρχίλοχος ἔδοξεν ἄξιος εἶναι τοῦ οὐρανοῦ; Μὴ φθονήσῃς, ὦ φιλανθρωπότατε θεῶν, μηδ’ ἄλλοις ἀνθρώποις τῆς ἄνω ὁδοῦ. Τί πράττειν κελεύεις ἡμᾶς; Ἡ δηλαδὴ τὰ Ἀρχιλόχου, εἰ μέλλοιμεν ἄξιοι φανεῖσθαι τῆς ὑμετέρας ἑστίας; Λοιδορῆσαι μὲν πικρῶς τὰς οὐκ ἐθελούσας ἡμῖν γαμεῖσθαι, ἅψασθαι δὲ καὶ τῶν κιναίδων, ἐπειδὴ τῶν ἄλλων πονηρῶν πολὺ πονηρότεροί εἰσι· οὐχὶ δίχα μέτρου, αὕτη γὰρ διάλεκτος καὶ θεῶν, ὥσπερ οὖν καὶ θείων ἀνδρῶν, ὥσπερ Ἀρχιλόχου. Καὶ οὐδὲν ἴσως θαυμαστόν. Διὰ γὰρ τὴν ἐν τούτοις ὑπεροχήν, εὖ μὲν οἶκος οἰκεῖται, εὖ δὲ ἰδιώτης βίος, πόλεις δὲ ὁμοφρόνως, καὶ ἔθνη εὐνόμως συνεστᾶσιν. Οὐκ ἀπεικότως ἄρα σοι καὶ Μουσῶν θεράπων ἔδοξεν εἶναι, καὶ ὁ φονεὺς αὐτοῦ οὐκ ἄξιος εἶναι τῆς πρὸς ὑμᾶς τοὺς θεοὺς εἰσόδου, οὐδὲ τῆς παρ’ ὑμῶν φωνῆς, ἄνδρα φωνάεντα ἀποκτείνας. Οὔκουν ἄδικος ἡ πρὸς τὸν Ἀρχίαν ἀπειλή, οὐδ’ ἄκαιρος ἡ Πυθία τιμωροῦσα Ἀρχιλόχῳ τῷ πάλαι νεκρῷ, καὶ κελεύουσα ἐξιέναι τοῦ ναοῦ τὸν ἐναγῇ· Μουσάων γὰρ ἀπέκτεινε θεράποντα. Οὔκουν ἔμοιγ’ ἐφάνης, ἐπαμύνων τῷ ποιητῇ, ἀπρεπὴς εἶναι· ἐμεμνήμην γὰρ καὶ τοῦ ἑτέρου ποιητοῦ, καὶ τῶν ἱερῶν τοῦ Εὐριπίδου στεφάνων· καίτοι ἀπορῶν, καὶ ἀκοῦσαι ἐπιθυμῶν, οὐχ ὅτι ἐστεφανοῦντο, ἀλλὰ πῶς ἦν τὰ στέφη ταῦτα ἱερά· οὐδ’ ὅτι αὐτὸς εἰς κλέος ὄρουσεν , ἀλλὰ πῶς ἐσθλὸν ἦν τοῦτο. Ἐκροταλίζετο μὲν γὰρ ἐν τοῖς ὄχλοις, οἶδα· καὶ τυράννοις ἤρεσκε, καὶ τοῦτο οἶδα· καὶ ἔργον ἐπετήβευεν, ἐφ’ ὧ οὐχ ὅπως αὐτὸς ἐθαυμάζετο ὁ ἐραστής, ἀλλ’ ἤδη καὶ ἡ τῶν Ἀθηναίων πόλις, ὅτι μόνη τραγῳδοὺς ἤνεγκεν. Εἰ μὲν οὖν ὁ κρότος ἱκανὸς κριτὴς καὶ ἡ ἐν ἀκροπολει τράπεζα, οὐδὲν ἔτι λέγω, βλέπων ἐν ἀκροπόλει δειπνοῦντα τὸν Εὐριπίδην, καὶ τὸν Ἀθηναίων ἅμα καὶ τὸν Μακεδόνων δῆμον ἐπιψοφοῦντα· εἰ δὲ καὶ δίχα τούτων ἐστί τις καὶ θεῶν ψῆφος, καὶ αὕτη πιστή, καὶ οὐχ ἥττων τῆς τῶν τυράννων οὐδὲ τῆς τῶν ὄχλοιν φέρε, φράσον ἡμῖν, ἐπὶ τίνι τῶν καλῶν ἠνέγκατε ὑμεῖς οἱ θεοὶ τὴν ὑπὲρ τοῦ Εὐριπίδου ψῆφον, ἵνα σπεύσωμεν καὶ διώξωμεν τὸν οὐρανὸν κατὰ πόδας τῶν ὑμετέρων ἐπαίνων. Οὐ γὰρ δὴ οὔκ εἰσι καὶ νῦν ἔτοιμοι κωμωδεῖσθαι καὶ Σαβαῖοι καὶ Λυκάμβαι, πρὸς δέ γε τὸ τραγῳδεῖσθαι οὐκ ἂν οὐδὲ νῦν ἐνσταίη οὔτε ὁ Θυέστης, οὔτε ὁ Οἰδίπους, οὔτε ὁ Φινεὺς ἐκεῖνος· οὐδ’ ἄν, οἶμαι, φθονήσαιεν οὐδενὶ ἐπιθυμοῦντι φιλίας τῆς τῶν θεῶν· ἀλλὰ καὶ αὐτοὶ ἄν μοι δοκοῦσιν ἐκεῖνοι, εἰ ᾔσθοντο ὅτι ἔσοιτό τις Εὐριπίδης, ἀνὴρ ἐπὶ τῷ διασκευάσαι αὐτοὺς γενόμενος θεοφιλής, ἀμελῆσαι ἂν τῶν κακῶν ἐκείνων, καὶ οὐκ ἐπὶ τὸ κρείττονα φρονεῖν, ἀλλ’ ἐπὶ τὸ μετροποιεῖν τραπέσθαι· καὶ τῶν ἔμπροσθεν ἀνθρώπων εἰ τὰ ὀνόματα ὄγκου πλήρη ἤκουον, χρῆσθαι τούτοις εἰς τὴν πρὸς τὸν οὐρανὸν ὁδοιπορίαν, ἵν’ ἐλθόντες καθέζοιντο ἐν τῷ Ὀλύμπῳ μετὰ τῶν ποιηπῶν , ἐν τῇ τοῦ Διὸς αὐλῇ. Ταῦτα γὰρ λέγει ὁ ἐν Δελφοῖς ποιητής. Φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦ που γάρ τις οὐρανία ἦν, καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥφδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε· Πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι · Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδόν, οὔτ’ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων (μὴ) γνῶς (ἐπακούσας) ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον (ὕμνον). Δεινὸν γάρ, ὦ σοφώτατε ἀνδρῶν, μᾶλλον δὲ θεῶν, εἰ μήτε ὅπου τῆς γῆς ἐξέθορε τῆς μητρὸς εἰδείη ὄλβιος, μήτε ὅπου καταμύσας κείσεται. Ἐγὼ δὲ καὶ ὤμην ἴσον εἶναι, Ὅμηρόν τε ὄντα περὶ τούτων προσιέναι τῷ θεῷ, καὶ ἕνα τῶν κανθάρων, καὶ τὸν θεὸν μὴ μᾶλλον ἂν Ὁμήρῳ ἀφηγήσασθαι περὶ τοιούτων ἀγνοημάτων ἢ κανθάρῳ. Οἷον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσεν οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν, καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα, ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν. 12. Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν, εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥήμασιν· Ὦ εἰδὼς ψάμμου τ’ ἀριθμόν, καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιείς, καὶ μὴ λαλέοντος ἀκούων. Εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἵν’ ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους, ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως· Ὕστατος Ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Διὰ τί γάρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητά, ὥς σε καλεῖ Πλάτων , ἐθέωσας τὸν ἄνδρα τοῦτον; Ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ, καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον, ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισί, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; Ἆρ’, ὦ θεοποιέ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν; Ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας, ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον, καὶ τὸ πῶμα ἐπαγόμενος, ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι; Ὦ Κλεόμηδες, ἆρα ἥρως οὐκ ἔτι θνητός; οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. ᾜσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας, καὶ ἀνηρείψαντό σε· ὥσπερ οἱ τοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ, καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ. Εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην, ἀντ’ αὐτῶν ἐξέμαθες, ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτική, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες, καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ’ ἀποθανόντι ὀνάγρῳ μᾶλλον, ἢ ἐπὶ τῷ σῷ πύκτῃ, Ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκ ἔτι θνητὸν ἐόντα. Μὴ γὰρ δὴ θαυμάσῃς, εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι ἀλλ’ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρςν, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοί, καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο. Πιστεύομεν δὲ καὶ περὶ τούτου ουκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. Ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα, ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτική, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει· ἵν’ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μέν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί. Οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικατενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν. Ἀλλ’ οἱ ἄφρονες Θάσιοι, καὶ θείων ἄπειροι πραγμάτων, ἠγανάκτησαν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν. Οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ’ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ’ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τι φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας, οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι. Εἶναι λέγων, Εἰς πάτρην φυγάδας κατάγων Δήμητραν ἀμήσεις. Ἀλλ’ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. Τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων, ὅσονπερ ἀνδριάντων. Ἀμέλει οὐδὲν ἂν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. Καὶ ἦν οὕτως. Ἅμα γὰρ ἀνεστάθη, καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν. Πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; Καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοί, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως· Ἐν τιμῇ τὸν ἄτιμον ἔχων, τότε γαῖαν ἆρώσις. Οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότερον, ἤ σε αὐτοῖς τούτου πρόξενον γενέσθαι. Ἀλλ’ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτήν, αἰτιασάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἱ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γιγνομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· καὶ ὑπὸ τοῦ λιμοῦ διώλοντο ἄν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια, λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους, οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἧττον, ἢ οὓς οἱ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν· οὐχ ἧττον ἴσως ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως, ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι, ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα. Ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν’ ἦν ὥσπερ χρηστήριον Δελφικόν, οὕτω καὶ γυμναστήριον. Καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.