Scaife ATLAS

CTS Library / De diaeta acutorum (spurium)

De diaeta acutorum (spurium) (6-10)

urn:cts:greekLit:tlg0627.tlg005.1st1K-grc1:6-10
Refs {'start': {'reference': '6', 'human_reference': 'Chapter 6'}, 'end': {'reference': '10', 'human_reference': 'Chapter 10'}}
Ancestors []
Children []
prev
plain textXML
next

6. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα
πολυὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἐαρινὴν ἐς
τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῥεῦμα πλεῖον

410
διὰ τὴν εὐρύτητα ἐπισπάσωνται· ὁκόταν δὲ ψυχρόν τε ἐὸν
καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ
αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ
ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν.
Διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης
καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ
τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἢν δὴ
κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη. Ὁκόταν οὖν
412
πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται
ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ
βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλκτείης μὲν
στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς
δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι,
ἢν μή τις ὀξέως βοηθῇ. Φλεβοτομίην τε
ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν
φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ
ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα
κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν,
καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα,
πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά·
414
χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη
. Ὁκόταν ἐν θερινῇ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν
τὸ ῥεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες , ἅτε ὑπὸ τῆς
ὥρης δριμὸ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ
ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται
καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται,
καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται,
καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ φωνὴ
ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἐντίσπασις τοῦ
416
πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. Οἱ τοιοίδε
τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ
δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι. Τοῖσι τοιουτέοισι
δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου έκουσίῃ ἀποφέρηται,
δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην,
καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων.

7. Ἢν πυρετὸς λάβῃ παλαιῆς κόπρου ὑπεούσης, νεοβρῶτι

418
ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ, ἤν τε μὴ, ἡσυχίην
ἄγεινιμέχρις οὗ καταβῇ τὰ σιτία πρῶτόν ἐς τὴν κάτω κοιλίην·
πόματι δὲ χρεέσθω ὀξυμέλιτι· ὁκόταν δὲ ἐς τὴν
ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ, καθᾶραι
φαρμάκῳ· ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ
πόματι μελικρήτῳ· ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι
καὶ οἴνῳ ὑδαρεῖ, ἐς νύκτα ὀλίγῳ· ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον.
Ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως βαλάνῳ
κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ
ἐς τὴν κάτω κοιλίην, εἶθ οὕτω κλυσμῷ ὑπαγαγεῖν. Ἢν
δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν
ἐπιτηδείως ἔχειν, ἔσω τριῶν ἡμερέων μὴ φαρμακεύειν,
ἀλλ τεταρταῖον. Ὁκόταν δὲ φαρμακεύσῃς,
420
τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν
πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι
τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς
ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. Ποδῶν δὲ ψυχρῶν ἐόντων,
μήτε ποτὸν μήτε ῥόφημα μήτ ἄλλο μηδὲν δίδου τοιόνδε,
ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν
διάθερμοι σφόδρα γένωνται· εἶθ οὕτω τὸ ξυμφέρον
πρόσφερε. Ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι
τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δ ἐν τοιούτῳ καιρῷ
προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νούσημα
αὐξήσεις οὐ σμικρῶς. Ὁκόταν δὲ πυρετὸς λήγῃ,
τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος·
αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος,
ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· ξυνδεδραμηκότος
δὲ ἅλες τοῦ θερμοῦ ἅπκντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς
422
τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίγνονται, ἄσαρκες καὶ
νευρώδεες φύσει ἐόντες· ἔτι δὲ πουλὺ ἀπέχοντες τῶν θερμοτάτων
τόπων ψύχονται, ξυναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν
θώρηκα· καὶ πάλιν ἀνάλογον, λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου,
ἐς τοὺς πόδας καταβαίνει· κατὰ δὲ τὸν
χρόνον τοῦτον κεφαλὴ καὶ θώρηξ κατέψυκται. Τοῦ δεἵνεκα
προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν
ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποχόνδριον
424
ἐντεταμένον, καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν
ἔνδον ταραχὴν, καὶ μετεωρισμὸν γνώμης, καὶ ἀλγήματα·
καὶ ἕλκεται, καὶ ἐμέειν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται·
θέρμης δὲ καταβάσης ἐς τοὺς πόδας, καὶ οὔρου διελθόντος,
κἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ· κατὰ τόνδε οὖν τὸν
καιρὸν δεῖ τὸ ῥόφημα διδόναι τότε δὲ ὄλεθρος.

8. Ὁκόσοισι δὲ διὰ τέλεος κοιλίη ἐν τοῖσι
πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων,
καὶ περιστέλλων κηρώμασι, καὶ ταινιδίοισι περιελίσσων
πρόσεχε, ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου
σώματος· θερμοῖσι δὲ ἐοῦσι θέρμασμα μηδὲν πρόσφερε,
ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόμκτι δὲ
χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ μελικρήτῳ.
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη

426
τεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας
ἀφαιρέουσι, καὶ τὰς ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ
μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ ἑωυτῶν οὐδὲν
λέγουσι κατηρτημένον· δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ
εἶναι· ἢν δὲ τοιῶνδε ἐόντων κοιλίη ὑγρὴ καὶ
ξυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα
προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα
καὶ στυπτικώτερα. Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί
τε ἀπ ἀρχῆς καὶ σφυγμοὶ κἑφαλῆς εἰσι καὶ οὖρα λεπτὰ,
τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον
τὸν πυρετόν· οὐ θαυμάσαιμι δ ἂν οὐδ εἰ παραφρονήσειαν.
Οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς
428
τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ· ὁκόσοισι
δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους,
ἀλλ ἢν δοκέῃ, κλύσαι· τούτους ξυμφέρει οὕτω
θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε
καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ,
καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην· κοιλίην
δὲ ὕπαγε κατ ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε
430
τούτοισιν· ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ
πεπαίνεται, ἀλλ ἄνιδρός τε καὶ ἄκριτος πυρετὸς ἐπὶ
πολὺν χρόνον ἔσται. Τὰ δὲ ῥοφήματα, ὁκόταν ἐγγὸς τῶν
κρισίων , μὴ δίδου, ἢν θορυβῆται, ἢν δ ἀνῇ καὶ ἐπιδιδῷ
ἐπὶ τὸ βέλτιον· φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν
τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον
τὸν καιρόν. Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι,
432
καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ,
περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ , ἄλλας ἴσχειν
μεταβολάς· ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν, καὶ αἱ κοιλίαι
τοῖσι τοιουτέοισιν ἐκταράσσονται· ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές
εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται
ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης
ἐπιμελείης καὶ φυλακῆς δέονται· διάγειν δὲ τούτοισι προσφέροντας
μηδὲν ἄλλο ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε,
434
ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ· κατακλίνειν δέ
ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι
στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα,
καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς
τοιούτους ὠφελέει. Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα
ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος·
ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ.
Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ
παχύτερα καὶ ὠχρότερα , βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα,
πονηρότερα· ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε
σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω
καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. Τοὺς δὲ ἀκαταστάτους
τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν,
ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν
θεωρέων.

9. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων· διὸ προσεκτέον τῷ

436
ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων, μήτε
τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον περισσὸν
δεῖ φανῆναι· μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν
εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι
τοὺς κάμνοντας. Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην
ἡμέρην, ἦρκται ἀσθενέειν κάμνων, ἰδόντα τὴν
ἀρχὴν ἐξ ὅτου καὶ διότι· ἡγέεται γὰρ τοῦτο πρῶτον
εἰδῆσαι. Ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα
438
πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει, εἰ ἀνάλγητος
καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ
πλευρὰ, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν
ἐστιν ἐπηρμένον ἔχει τινὰ σκολιότητα
κόρον, πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι
βηχίον, στρόφος πόνος κοιλίης· ὅταν δέ τι τούτέων
παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην
κλυσμοῖσιν· πινέτω δὲ. μελίκρητον θερμὸν ἀφηψημένον.
Καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει,
καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε
τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς
χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα,
καὶ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος·
440
κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ
τριταίους, πρὸς ταάτην ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ
ἢν τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν
αὐτῶν τουτέων, κινδυνώδης κάμνων γίγνεται. Τὰ δὲ σημεῖα·
μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, δὲ
ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας
φαίνηται, σωτήριον· ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ,
ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν
θρόνον αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα
ὁκόταν προσῇ τῷ κάμνοντι τῇ καμνούσῃ κατ ἀρχὰς,
παραφροσύνην οἴου ἐσομένην. Προσέχειν δὲ χρὴ καὶ τῇσι
442
χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε
ἀπόσταξιν αἵματος ἐκ ῥινῶν ἐσομένην· ὁρῇν δὲ χρὴ καὶ
τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι ἀμφοτέρων
ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει
γίγνεσθαι σπασμός· ἢν δὲ σπκσμὸς γένηται τῷ
τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν.

10. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ γλῶσσα τρηχείη
γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις
εἶναι τοῦ πυρετοῦ ἀλλ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ
καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει· καὶ χυλοῖσι
παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν,
ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν·
ὁκόταν δὲ ταῦτα συνειδῇς, οὅτω προλέγειν, ἤν

444
σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα. Ὁκόταν δὲ πυρετοῖσε
φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, κοιλίη ἐξαίφνης
ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται,
ἀφωνίη ἐπιλάβῃ, σπασμώδης γένηται λυγμώδης, ἐπὶ
τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ
μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ
ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες.
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα,
καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν
πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι,
ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ
446
σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κἄν
μὲν πουλὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ,
μακρήν· ὁκόσῳ δ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες·
ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε
ἐς πόδας ἀλγήματα· ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ
ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ
μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα
καὶ ἐς κληἴδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ
τοῦτο δεήσει φυματῶδες γενέσθαι· σβεννυμένων δὲ τουτέων,
ἢν αἱ χεῖρες ἐφέλκωνται τρομεραὶ γένωνται, σπασμὸς τὸν
τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια
ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ
ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ
448
κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὀφθαλμὸς, καὶ
παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον
σημαίνουσιν αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. Τὰ
δὲ σημεῖα μάλιστα γίγνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν
ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται,
ὄλεθροι ἐπιγίγνονται. Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς
φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ
κοιλίη· εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ,
καὶ τὰ ὑποχωρήματα χολώδεα , σκαμμωνίῳ ὑποκάθαιρε
μετρίως· τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα
προσφέρειν πόματα καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ,
ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. Ὁκόταν
πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται,
οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ ἀπαλλαγὴ
τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει·
ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον
ξυμπίπτει. Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ γλῶσσα
450
ἐκτεταραγμένα διαλέγηται, καὶ κοιλίη χολώδεα ὑποχωρέῃ
ὑγρὰ, φιλέει παραληρέειν τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν
παρεπόμενον τοῖσιν ἀποβαίνουσιν. Θερινῆς καὶ μετοπωρινῆς
ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης
ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ,
καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν
ἀκμάζῃ τῇ ἡλικίῃ, καὶ τὸ σῶμα ἐκ γυμνασίων εὐσαρκώσιος
ἔχῃ, μελαγχολικὸς , ἐκ πόσιος χεῖρες τρομεραὶ,
καλῶς ἔχει παραφροσύνην προειπεῖν σπασμόν· κἢν μὲν ἐν
ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον·
ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται,
452
τῆς πλεονεξίης κατὰ ῥῖνας, κατὰ ἕδρην ἐμπλησθείσης,
ἀπόστασιν, πόνους ἐν ὑποχονδρίῳ, ἐς ὄρχιας,
454
ἐς σκέλεα· λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται
πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν. Πυρετῷ λυγγώδει,
ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου,
καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν
456
πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν· ἄφυκτος δὲ τοιοῦτος,
ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται,
καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἐς ἀπόστασιν
στηρίξῃ· κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ
τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες
ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.

Tokens

6 1 w 1
Σύναγχος 1 w 10
δὲ 1 w 12
γίνεται 1 w 19
ὁκόταν 1 w 26
ἐκ 1 w 28
τῆς 1 w 31
κεφαλῆς 1 w 38
ῥεῦμα 1 w 43
πολυὺ 1 w 48
καὶ 1 w 51
κολλῶδες 1 w 59
ὥρην 1 w 63
χειμερινὴν 1 w 73
1 w 74
ἐαρινὴν 1 w 81
ἐς 1 w 83
τὰς 1 w 86
σφαγίτιδας 1 w 96
φλέβας 1 w 102
ἐπιῤῥυῇ 1 w 109
καὶ 2 w 113
τὸ 1 w 115
ῥεῦμα 2 w 120
πλεῖον 1 w 126
διὰ 1 w 129
τὴν 1 w 132
εὐρύτητα 1 w 140
ἐπισπάσωνται 1 w 152
ὁκόταν 2 w 159
δὲ 2 w 161
ψυχρόν 1 w 167
τε 1 w 169
ἐὸν 1 w 172
καὶ 3 w 175
κολλῶδες 2 w 183
ἐμφράξηται 1 w 193
τοῦ 1 w 197
πνεύματος 1 w 206
τὰς 2 w 209
διεξόδους 1 w 218
καὶ 4 w 221
τοῦ 2 w 224
αἵματος 1 w 231
ἀποφράσσον 1 w 241
πήγνυσι 1 w 249
τὰ 3 w 251
ξύνεγγυς 1 w 259
τοῦ 3 w 262
αἵματος 2 w 269
καὶ 5 w 273
ἀκίνητον 1 w 281
καὶ 6 w 284
στάσιμον 1 w 292
ποιέει 1 w 298
φύσει 1 w 304
ψυχρὸν 1 w 310
ἐὸν 2 w 313
καὶ 7 w 316
ἐμφρακτικόν 1 w 327
Διὰ 1 w 331
τοῦτο 1 w 336
πνίγονται 1 w 345
τῆς 2 w 349
γλώσσης 1 w 356
ἀποπελιουμένης 1 w 370
καὶ 8 w 373
στρογγυλουμένης 1 w 388
καὶ 9 w 391
ἀνακαμπτομένης 1 w 405
διὰ 2 w 408
τὰς 3 w 411
φλέβας 2 w 417
τὰς 4 w 420
ὑπὸ 1 w 423
τὴν 2 w 426
γλῶσσαν 1 w 433
τῆς 3 w 437
γὰρ 1 w 440
ὑποταμνομένης 1 w 453
σταφυλῆς 1 w 461
ἢν 1 w 464
δὴ 1 w 466
κιονίδα 1 w 473
καλεῦσιν 1 w 481
ἑκατέρωθεν 1 w 492
φλὲψ 1 w 496
παχείη 1 w 502
Ὁκόταν 1 w 509
οὖν 1 w 512
πλήρεες 1 w 519
αὗται 1 w 524
ἐοῦσαι 1 w 530
ἐς 2 w 532
τὴν 3 w 535
γλῶσσαν 2 w 542
ἐναποστηρίζωνται 1 w 558
ἀραιὴν 1 w 564
ἐοῦσαν 1 w 570
καὶ 10 w 573
σπογγοειδέα 1 w 584
διὰ 3 w 588
τὴν 4 w 591
ξηρασίην 1 w 599
ὑπὸ 2 w 602
βίης 1 w 606
τὸ 2 w 608
ἐκ 2 w 610
τῶν 1 w 613
φλεβῶν 1 w 619
δεχομένη 1 w 627
ὑγρὸν 1 w 632
ἐκ 3 w 635
πλκτείης 1 w 643
μὲν 1 w 646
στρογγύλη 1 w 655
γίνεται 2 w 662
ἐξ 1 w 665
εὐχρόου 1 w 672
δὲ 3 w 674
πελιδνὴ 1 w 681
ἐκ 4 w 684
μαλθακῆς 1 w 692
δὲ 4 w 694
σκληρὴ 1 w 700
ἐξ 2 w 703
εὐκάμπτου 1 w 712
δὲ 5 w 714
ἄκαμπτος 1 w 722
ὥστε 1 w 727
ταχέως 1 w 733
ἀποπνίγεσθαι 1 w 745
ἢν 2 w 748
μή 1 w 750
τις 1 w 753
ὀξέως 1 w 758
βοηθῇ 1 w 763
Φλεβοτομίην 1 w 775
τε 4 w 777
ποιεύμενος 1 w 787
ἀπὸ 1 w 790
βραχιόνων 1 w 799
καὶ 11 w 803
τὰς 5 w 806
ὑπὸ 3 w 809
τὴν 5 w 812
γλῶσσαν 3 w 819
φλέβας 3 w 825
ὑποτάμνων 1 w 834
καὶ 12 w 838
φαρμακεύων 1 w 848
τοῖσιν 1 w 854
ἐκλεικτοῖσι 1 w 865
καὶ 13 w 869
ἀναγαργαρίζων 1 w 882
θερμοῖσι 1 w 890
καὶ 14 w 894
κεφαλὴν 1 w 901
ὑποξυρῶν 1 w 909
καὶ 15 w 913
κήρωμα 1 w 919
κεφαλῇ 1 w 925
καὶ 16 w 928
τραχήλῳ 1 w 935
περιτιθέναι 1 w 946
καὶ 17 w 950
εἰρίοισι 1 w 958
περιελίσσειν 1 w 970
καὶ 18 w 974
σπόγγοισι 1 w 983
μαλθακοῖσιν 1 w 994
ἐν 2 w 997
ὕδατι 1 w 1002
θερμῷ 1 w 1007
ἐκπιεζεῦντα 1 w 1018
πυριῇν 1 w 1025
πίνειν 1 w 1032
τε 5 w 1034
ὕδωρ 1 w 1038
καὶ 19 w 1041
μελίκρητον 1 w 1051
μὴ 1 w 1053
ψυχρά 1 w 1058
χυλὸν 1 w 1064
δε 4 w 1066
προσφέρειν 1 w 1076
ὁκόταν 3 w 1083
ἐκ 7 w 1085
κρίσιος 1 w 1092
ἐν 3 w 1094
ἀσφαλείῃ 1 w 1102
ἤδη 1 w 1105
1 w 1106
Ὁκόταν 2 w 1113
ἐν 4 w 1115
θερινῇ 1 w 1121
4 w 1122
μετοπωρινῇ 1 w 1132
ὥρῃ 1 w 1135
ἐκ 8 w 1137
κεφαλῆς 2 w 1144
θερμὸν 1 w 1150
τὸ 3 w 1152
ῥεῦμα 3 w 1157
καταῤῥυῇ 1 w 1165
καὶ 20 w 1169
νιτρῶδες 1 w 1177
2 w 1178
ἅτε 1 w 1182
ὑπὸ 4 w 1185
τῆς 4 w 1188
ὥρης 1 w 1192
δριμὸ 1 w 1197
καὶ 21 w 1200
θερμὸν 2 w 1206
γεγενημένον 1 w 1217
δάκνει 1 w 1224
τοιόνδε 1 w 1231
ἐὸν 3 w 1234
καὶ 22 w 1238
ἑλκοῖ 1 w 1243
καὶ 23 w 1247
πνεύματος 2 w 1256
ἐμπίπλησι 1 w 1265
καὶ 24 w 1269
ὀρθοπνοίη 1 w 1278
παραγίγνεται 1 w 1290
καὶ 25 w 1293
ξηρασίη 2 w 1300
πολλὴ 1 w 1305
καὶ 26 w 1309
τὰ 7 w 1311
θεωρεύμενα 1 w 1321
ἰσχνὰ 1 w 1326
φαίνεται 1 w 1334
καὶ 27 w 1338
τοὺς 1 w 1342
ὄπισθεν 1 w 1349
τένοντας 1 w 1357
ἐν 5 w 1359
τῷ 1 w 1361
τραχήλῳ 2 w 1368
ξυντείνεται 1 w 1379
καὶ 28 w 1383
δοκέει 1 w 1389
οἱ 1 w 1391
τέτανος 1 w 1398
ἐντετάσθαι 1 w 1408
καὶ 29 w 1412
1 w 1413
φωνὴ 1 w 1417
ἀπέῤῥωγε 1 w 1425
καὶ 30 w 1429
τὸ 4 w 1431
πνεῦμα 1 w 1437
σμικρὸν 1 w 1444
καὶ 31 w 1448
2 w 1449
ἐντίσπασις 1 w 1459
τοῦ 5 w 1462
πνεύματος 3 w 1471
πυκνὴ 1 w 1476
καὶ 32 w 1479
βιαίη 1 w 1484
παραγίγνεται 2 w 1496
Οἱ 1 w 1499
τοιοίδε 1 w 1506
τὴν 6 w 1509
ἀρτηρίην 1 w 1517
ἑλκοῦνται 1 w 1526
καὶ 33 w 1530
τὸν 1 w 1533
πλεύμονα 1 w 1541
πίμπρανται 1 w 1551
οὐ 1 w 1554
δυνάμενοι 1 w 1563
τὸ 6 w 1565
ἔξωθεν 1 w 1571
πνεῦμα 2 w 1577
ἐπάγεσθαι 1 w 1586
Τοῖσι 1 w 1592
τοιουτέοισι 1 w 1603
δὲ 6 w 1605
ἢν 3 w 1607
μὴ 2 w 1609
ἐς 3 w 1611
τὰ 8 w 1613
ἔξω 2 w 1616
μέρεα 1 w 1621
τοῦ 6 w 1624
τραχήλου 1 w 1632
έκουσίῃ 1 w 1639
ἀποφέρηται 1 w 1649
δεινότερα 1 w 1659
καὶ 34 w 1662
ἀφυκτότερα 1 w 1672
ἐστὶ 1 w 1676
καὶ 35 w 1680
διὰ 4 w 1683
τὴν 7 w 1686
ὥρην 2 w 1690
καὶ 36 w 1694
ὅτι 1 w 1697
ἀπὸ 2 w 1700
θερμῶν 1 w 1706
καὶ 37 w 1709
δριμέων 1 w 1716
7 1 w 1718
Ἢν 1 w 1721
πυρετὸς 1 w 1728
λάβῃ 1 w 1732
παλαιῆς 1 w 1739
κόπρου 1 w 1745
ὑπεούσης 1 w 1753
νεοβρῶτι 1 w 1762
ἐόντι 1 w 1767
ἤν 1 w 1770
τε 11 w 1772
ξὺν 1 w 1775
ὀδύνῃ 1 w 1780
πλευροῦ 1 w 1787
ἤν 2 w 1790
τε 12 w 1792
μὴ 3 w 1794
ἡσυχίην 1 w 1802
ἄγεινιμέχρις 1 w 1814
οὗ 1 w 1816
καταβῇ 1 w 1822
τὰ 9 w 1824
σιτία 1 w 1829
πρῶτόν 1 w 1835
ἐς 4 w 1837
τὴν 8 w 1840
κάτω 1 w 1844
κοιλίην 1 w 1851
πόματι 1 w 1858
δὲ 7 w 1860
χρεέσθω 1 w 1867
ὀξυμέλιτι 1 w 1876
ὁκόταν 4 w 1883
δὲ 8 w 1885
ἐς 5 w 1887
τὴν 9 w 1890
ὀσφὺν 1 w 1895
βάρος 1 w 1900
ἥκῃ 1 w 1903
κάτω 2 w 1908
κλύσαι 1 w 1914
κλυσμῷ 1 w 1920
6 w 1922
καθᾶραι 1 w 1929
φαρμάκῳ 1 w 1936
ὁκόταν 5 w 1943
δὲ 9 w 1945
καθαρθῇ 1 w 1952
διαιτᾷν 1 w 1960
ῥοφήματι 1 w 1968
πρῶτον 1 w 1974
καὶ 38 w 1977
πόματι 2 w 1983
μελικρήτῳ 1 w 1992
ἔπειτα 1 w 1999
σιτίοισι 1 w 2007
καὶ 39 w 2010
ἰχθύσιν 1 w 2017
ἑφθοῖσι 1 w 2024
καὶ 40 w 2027
οἴνῳ 1 w 2031
ὑδαρεῖ 1 w 2037
ἐς 6 w 2040
νύκτα 1 w 2045
ὀλίγῳ 1 w 2050
ἡμέρῃ 1 w 2056
δὲ 10 w 2058
ὑδαρὲς 1 w 2064
μελίκρητον 2 w 2074
Ὁκόταν 3 w 2081
δὲ 11 w 2083
αἱ 1 w 2085
φῦσαι 1 w 2090
δυσώδεες 1 w 2098
ἔωσιν 1 w 2103
οὕτως 1 w 2109
7 w 2110
βαλάνῳ 1 w 2116
8 w 2117
κλυσμῷ 2 w 2123
εἰ 2 w 2126
δὲ 12 w 2128
μὴ 4 w 2130
ἐπισχεῖν 1 w 2139
ὀξύμελι 1 w 2146
πίνοντα 1 w 2153
ἕως 1 w 2157
ἂν 1 w 2159
καταβῇ 2 w 2165
ἐς 7 w 2167
τὴν 10 w 2170
κάτω 3 w 2174
κοιλίην 2 w 2181
εἶθ 1 w 2185
οὕτω 2 w 2189
κλυσμῷ 3 w 2195
ὑπαγαγεῖν 1 w 2204
Ἢν 2 w 2207
δὲ 13 w 2209
λαπαρῷ 1 w 2215
ἐόντι 2 w 2220
καῦσος 1 w 2226
ἐπιγένηται 1 w 2236
ἤν 3 w 2239
σοι 1 w 2242
δοκέῃ 1 w 2247
φαρμακεύειν 1 w 2258
ἐπιτηδείως 1 w 2268
ἔχειν 1 w 2273
ἔσω 1 w 2277
τριῶν 1 w 2282
ἡμερέων 1 w 2289
μὴ 5 w 2291
φαρμακεύειν 2 w 2302
ἀλλ 1 w 2306
9 w 2307
τεταρταῖον 1 w 2317
Ὁκόταν 4 w 2324
δὲ 14 w 2326
φαρμακεύσῃς 1 w 2337
τοῖσι 3 w 2343
ῥοφήμασι 1 w 2351
χρῶ 1 w 2354
διαφυλάσσων 1 w 2366
τοὺς 2 w 2370
παροξυσμοὺς 1 w 2381
τῶν 2 w 2384
πυρετῶν 1 w 2391
ὅκως 1 w 2396
μηδέποτε 1 w 2404
προσοίσεις 1 w 2414
μελλόντων 1 w 2423
ἔσεσθαι 1 w 2430
τῶν 4 w 2433
πυρετῶν 2 w 2440
ἀλλὰ 1 w 2445
ληγόντων 1 w 2453
ἀλλὰ 2 w 2458
παυσαμένων 1 w 2468
καὶ 41 w 2472
ὡς 1 w 2474
ποῤῥωτάτω 1 w 2483
ἀπὸ 3 w 2486
τῆς 5 w 2489
ἀρχῆς 1 w 2494
Ποδῶν 1 w 2500
δὲ 15 w 2502
ψυχρῶν 1 w 2508
ἐόντων 1 w 2514
μήτε 1 w 2519
ποτὸν 1 w 2524
μήτε 2 w 2528
ῥόφημα 1 w 2534
μήτ 3 w 2537
ἄλλο 1 w 2541
μηδὲν 1 w 2546
δίδου 1 w 2551
τοιόνδε 2 w 2558
ἀλλὰ 3 w 2563
μέγιστον 1 w 2571
ἡγοῖο 1 w 2576
τοῦτ 2 w 2580
εἶναι 1 w 2585
διαφυλάσσεσθαι 1 w 2599
ἕως 2 w 2603
ἂν 2 w 2605
διάθερμοι 1 w 2614
σφόδρα 1 w 2620
γένωνται 1 w 2628
εἶθ 2 w 2632
οὕτω 3 w 2636
τὸ 9 w 2638
ξυμφέρον 1 w 2646
πρόσφερε 1 w 2654
Ὡς 1 w 2657
γὰρ 2 w 2660
ἐπιτοπουλὺ 1 w 2670
σημεῖόν 1 w 2677
ἐστι 1 w 2681
μέλλοντος 1 w 2690
παροξύνεσθαι 1 w 2702
τοῦ 8 w 2705
πυρετοῦ 1 w 2712
ψύξις 1 w 2717
ποδῶν 1 w 2722
εἰ 3 w 2725
δ 62 w 2726
ἐν 8 w 2728
τοιούτῳ 1 w 2735
καιρῷ 1 w 2740
προσοίσεις 2 w 2750
ἅπαντα 1 w 2757
τὰ 10 w 2759
μέγιστα 1 w 2766
ἐξαμαρτήσεις 1 w 2778
τὸ 10 w 2781
γὰρ 3 w 2784
νούσημα 1 w 2791
αὐξήσεις 1 w 2799
οὐ 2 w 2801
σμικρῶς 1 w 2808
Ὁκόταν 5 w 2815
δὲ 17 w 2817
6 w 2818
πυρετὸς 2 w 2825
λήγῃ 1 w 2829
τοὐναντίον 1 w 2840
οἱ 2 w 2842
πόδες 1 w 2847
θερμότεροι 1 w 2857
γίγνονται 1 w 2866
τοῦ 10 w 2869
ἄλλου 1 w 2874
σώματος 1 w 2881
αὔξεται 1 w 2889
μὲν 2 w 2892
γὰρ 4 w 2895
ψύχων 1 w 2900
τοὺς 3 w 2904
πόδας 1 w 2909
ἐξαπτόμενος 1 w 2921
ἐκ 9 w 2923
τοῦ 11 w 2926
θώρηκος 1 w 2933
ἐς 8 w 2936
τὴν 11 w 2939
κεφαλὴν 2 w 2946
ἀναπέμπων 1 w 2955
τὴν 12 w 2958
φλόγα 1 w 2963
ξυνδεδραμηκότος 1 w 2979
δὲ 18 w 2981
ἅλες 1 w 2985
τοῦ 12 w 2988
θερμοῦ 1 w 2994
ἅπκντος 1 w 3001
ἄνω 1 w 3004
καὶ 42 w 3008
ἀναθυμιωμένου 1 w 3021
ἐς 9 w 3023
τὴν 13 w 3026
κεφαλὴν 3 w 3033
εἰκότως 1 w 3041
οἱ 3 w 3043
πόδες 2 w 3048
ψυχροὶ 1 w 3054
γίγνονται 2 w 3063
ἄσαρκες 1 w 3071
καὶ 43 w 3074
νευρώδεες 1 w 3083
φύσει 2 w 3088
ἐόντες 1 w 3094
ἔτι 1 w 3098
δὲ 19 w 3100
πουλὺ 2 w 3105
ἀπέχοντες 1 w 3114
τῶν 6 w 3117
θερμοτάτων 1 w 3127
τόπων 1 w 3132
ψύχονται 1 w 3140
ξυναθροιζομένου 1 w 3156
τοῦ 13 w 3159
θερμοῦ 2 w 3165
ἐς 10 w 3167
τὸν 3 w 3170
θώρηκα 1 w 3176
καὶ 44 w 3180
πάλιν 1 w 3185
ἀνάλογον 1 w 3193
λυομένου 1 w 3202
τοῦ 14 w 3205
πυρετοῦ 2 w 3212
καὶ 45 w 3215
κατακερματιζομένου 1 w 3233
ἐς 11 w 3236
τοὺς 4 w 3240
πόδας 2 w 3245
καταβαίνει 1 w 3255
κατὰ 1 w 3260
δὲ 20 w 3262
τὸν 4 w 3265
χρόνον 1 w 3271
τοῦτον 1 w 3277
7 w 3278
κεφαλὴ 4 w 3284
καὶ 46 w 3287
7 w 3288
θώρηξ 1 w 3293
κατέψυκται 1 w 3303
Τοῦ 1 w 3307
δ 74 w 3308
εἵνεκα 1 w 3314
προσεκτέον 1 w 3324
ὅτι 2 w 3328
ὁκόταν 6 w 3335
οἱ 4 w 3337
πόδες 3 w 3342
ψυχροὶ 2 w 3348
ἔωσι 2 w 3352
θερμὴν 1 w 3359
ἀνάγκη 1 w 3365
τὴν 14 w 3368
κοιλίην 3 w 3375
εἶναι 2 w 3380
καὶ 47 w 3383
πολλῆς 1 w 3389
ἄσης 1 w 3393
μεστὴν 1 w 3399
καὶ 48 w 3403
ὑποχόνδριον 1 w 3414
ἐντεταμένον 1 w 3425
καὶ 49 w 3429
ῥιπτασμὸν 1 w 3438
τοῦ 17 w 3441
σώματος 2 w 3448
διὰ 5 w 3451
τὴν 16 w 3454
ἔνδον 1 w 3459
ταραχὴν 1 w 3466
καὶ 50 w 3470
μετεωρισμὸν 1 w 3481
γνώμης 1 w 3487
καὶ 51 w 3491
ἀλγήματα 1 w 3499
καὶ 52 w 3503
ἕλκεται 1 w 3510
καὶ 53 w 3514
ἐμέειν 1 w 3520
ἐθέλει 1 w 3526
καὶ 54 w 3530
ἢν 4 w 3532
πονηρὰ 1 w 3538
ἐμέῃ 1 w 3542
ὀδυνῆται 1 w 3551
θέρμης 1 w 3558
δὲ 21 w 3560
καταβάσης 1 w 3569
ἐς 12 w 3571
τοὺς 5 w 3575
πόδας 3 w 3580
καὶ 55 w 3584
οὔρου 1 w 3589
διελθόντος 1 w 3599
κἢν 1 w 3603
μὴ 7 w 3605
ἱδρώσῃ 1 w 3611
πάντα 1 w 3617
λωφᾷ 1 w 3621
κατὰ 2 w 3626
τόνδε 1 w 3631
οὖν 2 w 3634
τὸν 5 w 3637
καιρὸν 1 w 3643
δεῖ 1 w 3646
τὸ 15 w 3648
ῥόφημα 2 w 3654
διδόναι 1 w 3661
τότε 2 w 3665
δὲ 22 w 3667
ὄλεθρος 1 w 3674
8 1 w 3676
Ὁκόσοισι 1 w 3685
δὲ 23 w 3687
διὰ 6 w 3690
τέλεος 1 w 3696
8 w 3697
κοιλίη 4 w 3703
ἐν 10 w 3705
τοῖσι 4 w 3710
πυρετοῖσιν 1 w 3720
ὑγρὴ 1 w 3724
τουτέοισι 1 w 3734
διαφερόντως 1 w 3745
τοὺς 6 w 3749
πόδας 4 w 3754
θερμαίνων 1 w 3763
καὶ 56 w 3767
περιστέλλων 1 w 3778
κηρώμασι 1 w 3786
καὶ 57 w 3790
ταινιδίοισι 1 w 3801
περιελίσσων 1 w 3812
πρόσεχε 1 w 3819
ὅκως 2 w 3824
μὴ 8 w 3826
ἔσονται 1 w 3833
ψυχρότεροι 1 w 3843
τοῦ 18 w 3846
ἄλλου 2 w 3851
σώματος 3 w 3858
θερμοῖσι 2 w 3867
δὲ 24 w 3869
ἐοῦσι 1 w 3874
θέρμασμα 1 w 3882
μηδὲν 2 w 3887
πρόσφερε 2 w 3895
ἀλλὰ 4 w 3900
παρατήρει 1 w 3909
ὅκως 3 w 3913
μὴ 9 w 3915
ψυχθήσονται 1 w 3926
πόμκτι 1 w 3933
δὲ 26 w 3935
χρέεσθαι 1 w 3943
ὡς 2 w 3945
ἐλαχίστῳ 1 w 3953
ὕδατι 2 w 3958
ψυχρῷ 1 w 3963
12 w 3964
μελικρήτῳ 2 w 3973
Ὁκόσοισι 2 w 3982
δὲ 27 w 3984
ἐν 11 w 3986
πυρετοῖσι 2 w 3995
κοιλίη 5 w 4001
ὑγρὴ 2 w 4005
καὶ 58 w 4008
γνώμη 2 w 4013
τεταραγμένη 1 w 4024
οἱ 5 w 4027
πολλοὶ 1 w 4033
τῶν 7 w 4036
τοιουτέων 1 w 4045
τὰς 6 w 4048
κροκύδας 1 w 4056
ἀφαιρέουσι 1 w 4066
καὶ 59 w 4070
τὰς 7 w 4073
ῥῖνας 1 w 4078
σκάλλουσι 1 w 4087
καὶ 60 w 4091
κατὰ 3 w 4095
βραχὺ 1 w 4100
μὲν 3 w 4103
ἀποκρίνονται 1 w 4115
τὸ 16 w 4117
ἐρωτώμενον 1 w 4127
αὐτοὶ 1 w 4133
δὲ 28 w 4135
ἀφ 3 w 4137
ἑωυτῶν 1 w 4143
οὐδὲν 1 w 4148
λέγουσι 1 w 4155
κατηρτημένον 1 w 4167
δοκέει 2 w 4174
οὖν 3 w 4177
μοι 2 w 4180
τὰ 16 w 4182
τοιάδε 1 w 4188
μελαγχολικὰ 1 w 4199
εἶναι 3 w 4204
ἢν 6 w 4207
δὲ 30 w 4209
τοιῶνδε 1 w 4216
ἐόντων 2 w 4222
9 w 4223
κοιλίη 6 w 4229
ὑγρὴ 3 w 4233
3 w 4234
καὶ 61 w 4237
ξυντήκῃ 1 w 4244
δοκέει 3 w 4251
μοι 3 w 4254
τὰ 17 w 4256
ῥοφήματα 1 w 4264
ψυχρότερα 1 w 4273
καὶ 62 w 4276
παχύτερα 1 w 4284
προσφέρειν 2 w 4294
καὶ 63 w 4298
τὰ 18 w 4300
πόματα 1 w 4306
στατικὰ 1 w 4313
καὶ 64 w 4316
οἰνωδέστερα 1 w 4327
14 w 4328
καὶ 65 w 4331
στυπτικώτερα 1 w 4343
Ὁκόσοισι 3 w 4352
δὲ 31 w 4354
τῶν 9 w 4357
πυρετῶν 3 w 4364
δῖνοί 1 w 4369
τε 29 w 4371
ἀπ 11 w 4373
ἀρχῆς 2 w 4378
καὶ 66 w 4381
σφυγμοὶ 1 w 4388
κἑφαλῆς 1 w 4395
εἰσι 1 w 4399
καὶ 67 w 4402
οὖρα 1 w 4406
λεπτὰ 1 w 4411
τουτέοισι 2 w 4421
προσδέχεσθαι 1 w 4433
πρὸς 1 w 4437
τὰς 8 w 4440
κρίσιας 1 w 4447
παροξυνθησόμενον 1 w 4463
τὸν 6 w 4466
πυρετόν 1 w 4473
οὐ 5 w 4476
θαυμάσαιμι 1 w 4486
δ 111 w 4487
ἂν 3 w 4489
οὐδ 2 w 4492
εἰ 6 w 4494
παραφρονήσειαν 1 w 4508
Οἷσι 1 w 4513
δὲ 32 w 4515
ἐν 12 w 4517
ἀρχῇ 1 w 4521
τὰ 21 w 4523
οὖρα 2 w 4527
νεφελοειδέα 1 w 4538
καὶ 68 w 4541
παχέα 1 w 4546
τοὺς 7 w 4551
τοιούσδε 1 w 4559
ὑποκαθαίρειν 1 w 4571
ἢν 7 w 4574
καὶ 69 w 4577
τὰ 22 w 4579
ἄλλα 1 w 4583
ξυμφέρῃ 1 w 4590
ὁκόσοισι 1 w 4599
δὲ 33 w 4601
ἐν 13 w 4603
ἀρχῇ 2 w 4607
τὰ 23 w 4609
οὖρα 3 w 4613
λεπτὰ 2 w 4618
μὴ 10 w 4621
φαρμάκευε 1 w 4630
τοὺς 8 w 4634
τοιούτους 1 w 4643
ἀλλ 6 w 4647
ἢν 8 w 4649
δοκέῃ 2 w 4654
κλύσαι 2 w 4661
τούτους 1 w 4669
ξυμφέρει 1 w 4677
οὕτω 4 w 4681
θεραπεύεσθαι 1 w 4693
τῷ 2 w 4696
σώματι 1 w 4702
ἡσυχίην 2 w 4709
ἄγοντας 1 w 4716
ἀλείφοντά 1 w 4726
τε 30 w 4728
καὶ 70 w 4731
περιστέλλοντα 1 w 4744
ὁμαλῶς 1 w 4750
ποτῷ 1 w 4755
δὲ 34 w 4757
χρέεσθαι 2 w 4765
μελικρήτῳ 3 w 4774
ὑδαρεῖ 2 w 4780
καὶ 71 w 4784
ῥοφήματι 2 w 4792
χυλῷ 1 w 4796
πτισάνης 1 w 4804
ἐς 13 w 4806
ἑσπέρην 1 w 4813
κοιλίην 4 w 4821
δὲ 35 w 4823
ὕπαγε 1 w 4828
κατ 13 w 4831
ἀρχὰς 1 w 4836
κλυσμῷ 4 w 4842
φάρμακα 1 w 4850
δὲ 36 w 4852
μὴ 11 w 4854
πρόσαγε 1 w 4861
τούτοισιν 1 w 4870
ἢν 9 w 4873
γάρ 1 w 4876
τι 25 w 4878
κινήσῃς 1 w 4885
κατὰ 4 w 4889
κοιλίην 5 w 4896
τὸ 18 w 4899
οὖρον 1 w 4904
οὐ 7 w 4906
πεπαίνεται 1 w 4916
ἀλλ 7 w 4920
ἄνιδρός 1 w 4927
τε 31 w 4929
καὶ 72 w 4932
ἄκριτος 1 w 4939
11 w 4940
πυρετὸς 3 w 4947
ἐπὶ 1 w 4950
πολὺν 1 w 4955
χρόνον 2 w 4961
ἔσται 1 w 4966
Τὰ 1 w 4969
δὲ 37 w 4971
ῥοφήματα 2 w 4979
ὁκόταν 7 w 4986
ἐγγὸς 1 w 4991
τῶν 11 w 4994
κρισίων 1 w 5001
4 w 5002
μὴ 12 w 5005
δίδου 2 w 5010
ἢν 10 w 5013
θορυβῆται 1 w 5022
ἢν 11 w 5025
δ 126 w 5026
ἀνῇ 1 w 5029
καὶ 73 w 5032
ἐπιδιδῷ 1 w 5039
ἐπὶ 2 w 5042
τὸ 20 w 5044
βέλτιον 1 w 5051
φυλάσσεσθαι 2 w 5063
δὲ 38 w 5065
χρὴ 1 w 5068
καὶ 74 w 5071
τῶν 12 w 5074
ἄλλων 1 w 5079
πυρετῶν 4 w 5086
τὰς 9 w 5089
κρίσιας 2 w 5096
καὶ 75 w 5100
ἀφαιρέειν 1 w 5109
τὰ 27 w 5111
ῥοφήματα 3 w 5119
κατὰ 5 w 5123
τοῦτον 2 w 5129
τὸν 7 w 5132
καιρόν 1 w 5138
Μεμαθήκασι 1 w 5149
δὲ 39 w 5151
μακροὶ 1 w 5157
οἱ 6 w 5159
πυρετοὶ 1 w 5166
οἵδε 1 w 5170
γίγνεσθαι 1 w 5179
καὶ 76 w 5183
ἀποσκήμματα 1 w 5194
ἴσχειν 1 w 5200
ἢν 12 w 5203
μὲν 4 w 5206
τὰ 29 w 5208
κάτω 4 w 5212
ψυχρὰ 1 w 5217
5 w 5218
περὶ 1 w 5223
ὦτα 1 w 5226
καὶ 77 w 5229
τράχηλον 1 w 5237
ἢν 13 w 5240
δὲ 40 w 5242
μὴ 13 w 5244
ψυχρὰ 2 w 5249
6 w 5250
ἄλλας 1 w 5256
ἴσχειν 2 w 5262
μεταβολάς 1 w 5271
ῥέει 1 w 5276
δὲ 41 w 5278
καὶ 78 w 5281
αἷμα 1 w 5285
ἐκ 10 w 5287
ῥινῶν 1 w 5292
καὶ 79 w 5296
αἱ 2 w 5298
κοιλίαι 1 w 5305
τοῖσι 7 w 5310
τοιουτέοισιν 1 w 5322
ἐκταράσσονται 1 w 5335
ὁκόσοισι 2 w 5344
δὲ 42 w 5346
πυρετοὶ 2 w 5353
ἀσώδεές 1 w 5360
εἰσι 2 w 5364
καὶ 80 w 5368
ὑποχόνδρια 1 w 5378
ξυντείνουσι 1 w 5389
καὶ 81 w 5393
κεκλιμένοι 1 w 5403
οὐκ 1 w 5406
ἀνέχονται 1 w 5415
ἐν 14 w 5417
τῷ 4 w 5419
αὐτέῳ 1 w 5424
καὶ 82 w 5428
τὰ 30 w 5430
ἄκρεα 1 w 5435
ψύχονται 2 w 5443
πάντα 2 w 5448
πλείστης 1 w 5457
ἐπιμελείης 1 w 5467
καὶ 83 w 5470
φυλακῆς 1 w 5477
δέονται 1 w 5484
διάγειν 1 w 5492
δὲ 43 w 5494
τούτοισι 2 w 5502
προσφέροντας 1 w 5514
μηδὲν 3 w 5519
ἄλλο 4 w 5523
22 w 5524
ὀξύμελι 2 w 5531
ὑδαρές 1 w 5537
ῥόφημα 3 w 5544
δὲ 45 w 5546
μὴ 14 w 5548
πρόσφερε 3 w 5556
ἕως 3 w 5560
ἂν 4 w 5562
λήξῃ 1 w 5566
καὶ 84 w 5570
τὸ 22 w 5572
οὖρον 2 w 5577
πεπανθῇ 1 w 5584
κατακλίνειν 1 w 5596
δέ 7 w 5598
ἐς 14 w 5600
ζοφερὰ 1 w 5606
οἰκήματα 1 w 5614
καὶ 85 w 5618
κατακεκλίσθαι 1 w 5631
ὡς 3 w 5633
ἐπὶ 3 w 5636
μαλθακωτάτοισι 1 w 5650
στρώμασι 1 w 5658
πολὺν 2 w 5664
χρόνον 3 w 5670
ἐπὶ 4 w 5673
τὰ 31 w 5675
αὐτὰ 1 w 5679
καρτερέοντα 1 w 5690
καὶ 86 w 5694
ὡς 4 w 5696
ἥκιστα 1 w 5702
ῥιπτάζειν 1 w 5711
μάλιστα 1 w 5719
γὰρ 5 w 5722
τοῦτο 4 w 5727
τοὺς 9 w 5731
τοιούτους 2 w 5740
ὠφελέει 1 w 5747
Ἐπὶ 1 w 5751
δὲ 46 w 5753
τὸ 23 w 5755
ὑποχόνδριον 2 w 5766
λίνου 1 w 5771
σπέρμα 1 w 5777
ἐγχρίων 1 w 5784
ἐπιτίθει 1 w 5792
φυλασσόμενος 1 w 5805
ὅκως 4 w 5809
μὴ 15 w 5811
φρίξῃ 1 w 5816
προστιθέμενος 1 w 5829
ἔστω 1 w 5834
δὲ 47 w 5836
ἀκροχλίαρον 1 w 5847
ἑφθὸν 1 w 5853
ἐν 15 w 5855
ὕδατι 3 w 5860
καὶ 87 w 5863
ἐλαίῳ 1 w 5868
Τεκμαίρεσθαι 1 w 5881
δὲ 48 w 5883
ἐκ 12 w 5885
τῶν 14 w 5888
οὔρων 1 w 5893
τὸ 24 w 5895
μέλλον 2 w 5901
ἔσεσθαι 2 w 5908
ἢν 14 w 5911
μὲν 5 w 5914
γὰρ 6 w 5917
παχύτερα 2 w 5925
καὶ 88 w 5928
ὠχρότερα 1 w 5936
7 w 5937
βελτίω 1 w 5944
ἢν 15 w 5947
δὲ 49 w 5949
λεπτότερα 1 w 5958
καὶ 89 w 5961
μελάντερα 1 w 5970
πονηρότερα 1 w 5981
ἢν 16 w 5984
δὲ 50 w 5986
μεταβολὰς 1 w 5995
ἔχῃ 1 w 5998
χρόνον 4 w 6005
τε 39 w 6007
σημαίνει 1 w 6015
καὶ 90 w 6019
ἀνάγκη 2 w 6025
τῷ 5 w 6027
νοσέοντι 1 w 6035
μεταβάλλειν 1 w 6046
καὶ 91 w 6049
ἐπὶ 5 w 6052
τὰ 33 w 6054
χείρω 1 w 6059
καὶ 92 w 6062
ἐπὶ 6 w 6065
τὰ 34 w 6067
βελτίω 2 w 6073
τὴν 17 w 6076
ἀνωμαλίην 1 w 6085
Τοὺς 1 w 6090
δὲ 51 w 6092
ἀκαταστάτους 1 w 6104
τῶν 15 w 6107
πυρετῶν 5 w 6114
ἐᾷν 1 w 6117
μέχρις 2 w 6124
ἂν 5 w 6126
στῶσιν 1 w 6132
ὁκόταν 8 w 6139
δὲ 52 w 6141
στῶσιν 2 w 6147
ἀπαντῆσαι 1 w 6157
διαίτῃ 1 w 6163
καὶ 93 w 6166
θεραπείῃ 1 w 6174
τῇ 1 w 6176
προσηκούσῃ 1 w 6186
κατὰ 6 w 6191
φύσιν 1 w 6196
θεωρέων 1 w 6203
9 1 w 6205
Εἰσὶ 1 w 6210
δὲ 53 w 6212
ὄψιες 1 w 6217
πολλαὶ 1 w 6223
τῶν 17 w 6226
καμνόντων 1 w 6235
διὸ 1 w 6239
προσεκτέον 2 w 6249
τῷ 6 w 6251
ἰωμένῳ 1 w 6257
ὅκως 5 w 6262
μὴ 16 w 6264
διαλήσεται 1 w 6274
τῶν 18 w 6277
προφασίων 1 w 6286
μήτε 3 w 6291
τῶν 19 w 6294
κατὰ 7 w 6298
λογισμὸν 1 w 6306
μήτε 4 w 6311
ὁκόσα 1 w 6316
ἐς 15 w 6318
ἀριθμὸν 1 w 6325
ἄρτιον 1 w 6331
26 w 6332
περισσὸν 1 w 6340
δεῖ 2 w 6343
φανῆναι 1 w 6350
μάλιστα 2 w 6358
μὲν 6 w 6361
οὖν 4 w 6364
δεῖ 3 w 6367
τὸν 8 w 6370
περισσὸν 2 w 6378
ἀριθμὸν 2 w 6385
εὐλαβέεσθαι 1 w 6396
ὡς 5 w 6399
αὗται 2 w 6404
αἱ 3 w 6406
ἡμέραι 1 w 6412
ἑτεροῤῥοπέας 1 w 6424
ποιέουσι 1 w 6432
τοὺς 10 w 6436
κάμνοντας 1 w 6445
Φυλάσσεσθαι 1 w 6457
οὖν 5 w 6460
δεῖ 4 w 6463
τὴν 18 w 6466
πρώτην 1 w 6472
ἡμέρην 1 w 6478
1 w 6480
ἦρκται 1 w 6486
ἀσθενέειν 1 w 6495
16 w 6496
κάμνων 1 w 6502
ἰδόντα 1 w 6509
τὴν 19 w 6512
ἀρχὴν 1 w 6517
ἐξ 5 w 6519
ὅτου 1 w 6523
καὶ 94 w 6526
διότι 1 w 6531
ἡγέεται 1 w 6539
γὰρ 7 w 6542
τοῦτο 5 w 6547
πρῶτον 2 w 6553
εἰδῆσαι 1 w 6560
Ὁκόταν 6 w 6567
δὲ 54 w 6569
ἔρῃ 1 w 6572
αὐτὸν 1 w 6577
καὶ 95 w 6580
διασκέψῃ 1 w 6588
ταῦτα 1 w 6593
πάντα 3 w 6598
πρῶτον 3 w 6605
μὲν 7 w 6608
κεφαλὴν 4 w 6615
ὅκως 6 w 6619
ἔχει 2 w 6623
εἰ 9 w 6626
ἀνάλγητος 1 w 6635
καὶ 96 w 6638
μὴ 17 w 6640
βάρος 2 w 6645
ἔχει 3 w 6649
ἐν 16 w 6651
ἑωυτῇ 1 w 6656
ἔπειτα 2 w 6663
ὑποχόνδρια 2 w 6673
καὶ 97 w 6676
πλευρὰ 1 w 6682
εἰ 10 w 6685
ἀνάλγητα 1 w 6693
ὑποχόνδριον 3 w 6705
μὲν 8 w 6708
γὰρ 8 w 6711
εἰ 11 w 6714
ἐπίπονόν 1 w 6722
ἐστιν 1 w 6727
27 w 6728
ἐπηρμένον 1 w 6737
28 w 6738
ἔχει 4 w 6742
τινὰ 1 w 6746
σκολιότητα 1 w 6756
29 w 6757
κόρον 1 w 6762
30 w 6764
πλευροῦ 2 w 6771
ἀλγηδὼν 1 w 6778
ἐνείη 1 w 6783
καὶ 98 w 6787
ἅμα 1 w 6790
τῷ 7 w 6792
ἀλγήματι 1 w 6800
31 w 6801
βηχίον 1 w 6807
8 w 6809
στρόφος 1 w 6816
1 w 6817
πόνος 1 w 6822
κοιλίης 1 w 6829
ὅταν 1 w 6834
δέ 8 w 6836
τι 35 w 6838
τούτέων 1 w 6845
παρῇ 1 w 6849
ἐν 18 w 6852
ὑποχονδρίῳ 1 w 6862
μὲν 9 w 6865
μάλιστα 3 w 6872
λύειν 1 w 6878
τὴν 20 w 6881
κοιλίην 6 w 6888
κλυσμοῖσιν 1 w 6898
πινέτω 1 w 6905
δὲ 55 w 6907
μελίκρητον 3 w 6918
θερμὸν 3 w 6924
ἀφηψημένον 1 w 6934
Καταμανθάνειν 1 w 6948
δὲ 56 w 6950
καὶ 99 w 6953
ἐν 19 w 6955
τῇσιν 1 w 6960
ἐξαναστάσεσιν 1 w 6973
εἰ 12 w 6975
λειποθυμέει 1 w 6986
καὶ 100 w 6990
εἰ 13 w 6992
τοῦ 22 w 6995
πνεύματος 4 w 7004
εὐφορίη 1 w 7011
αὐτὸν 2 w 7016
ἔχει 5 w 7020
ἰδεῖν 1 w 7026
τε 43 w 7028
τὴν 21 w 7031
διαχώρησιν 1 w 7041
μή 7 w 7044
τι 36 w 7046
μέλαν 1 w 7051
διεχώρησεν 1 w 7061
ἰσχυρῶς 1 w 7068
χρῶμα 1 w 7073
καὶ 101 w 7077
εἰ 14 w 7079
καθαρὸν 1 w 7086
ὁκοῖα 1 w 7092
ὑγιαίνοντος 1 w 7103
ἂν 6 w 7105
εἴη 1 w 7108
διαχωρήματα 1 w 7119
καὶ 102 w 7123
18 w 7124
πυρετὸς 4 w 7131
ἐς 16 w 7133
τὴν 22 w 7136
τρίτην 1 w 7142
ἐπιπαροξυνόμενος 1 w 7158
κατιδὼν 1 w 7166
δὲ 57 w 7168
εὖ 1 w 7170
μάλα 1 w 7174
τοὺς 11 w 7178
τοιούσδε 2 w 7186
ἐν 20 w 7188
ταύτῃσι 1 w 7195
τῇσι 2 w 7199
νούσοιστ 1 w 7207
τριταίους 1 w 7216
πρὸς 2 w 7221
ταάτην 1 w 7227
ἤδη 2 w 7230
καὶ 103 w 7233
τὰ 37 w 7235
ἄλλα 3 w 7239
συνορῇν 1 w 7246
καὶ 104 w 7250
ἢν 17 w 7252
14 w 7253
τετάρτη 1 w 7260
τῇ 5 w 7262
τρίτῃ 1 w 7267
ἡμέρῃ 2 w 7272
ὅμοιον 1 w 7278
ἔχῃ 2 w 7281
τι 38 w 7283
τῶν 20 w 7286
αὐτῶν 1 w 7291
τουτέων 1 w 7298
κινδυνώδης 1 w 7309
19 w 7310
κάμνων 2 w 7316
γίγνεται 3 w 7324
Τὰ 2 w 7327
δὲ 58 w 7329
σημεῖα 1 w 7335
16 w 7337
μὲν 10 w 7340
μέλαινα 1 w 7347
διαχώρησις 1 w 7357
θάνατον 1 w 7364
σημαίνει 2 w 7372
17 w 7374
δὲ 59 w 7376
ὁμοίη 1 w 7381
τῷ 8 w 7383
ὑγιαίνοντι 1 w 7393
ὁκόταν 9 w 7399
πάσας 1 w 7404
τὰς 10 w 7407
ἡμέρας 1 w 7413
φαίνηται 1 w 7421
σωτήριον 1 w 7430
ὁκόταν 10 w 7437
δὲ 60 w 7439
μὴ 18 w 7441
ὑπακούῃ 1 w 7448
τῇ 6 w 7450
βαλάνῳ 2 w 7456
ἐνῇ 1 w 7460
δὲ 61 w 7462
τοῦ 23 w 7465
πνεύματος 5 w 7474
εὐφορίη 2 w 7481
διαναστὰς 1 w 7491
ἐπὶ 7 w 7494
τὸν 11 w 7497
θρόνον 1 w 7503
33 w 7504
αὐτοῦ 1 w 7509
ἐν 22 w 7511
τῇ 7 w 7513
κλίνῃ 1 w 7518
ἢν 18 w 7521
ἀψυχίη 1 w 7527
ἐγγένηται 1 w 7536
ταῦτα 2 w 7542
ὁκόταν 11 w 7548
προσῇ 1 w 7553
τῷ 9 w 7555
κάμνοντι 1 w 7563
35 w 7564
τῇ 8 w 7566
καμνούσῃ 1 w 7574
κατ 22 w 7577
ἀρχὰς 2 w 7582
παραφροσύνην 1 w 7595
οἴου 1 w 7599
ἐσομένην 1 w 7607
Προσέχειν 1 w 7617
δὲ 62 w 7619
χρὴ 2 w 7622
καὶ 105 w 7625
τῇσι 3 w 7629
χερσίν 1 w 7635
ἢν 19 w 7638
γὰρ 9 w 7641
τρομεραὶ 1 w 7649
ἔωσι 3 w 7653
προσδέχου 1 w 7663
τῷ 10 w 7665
τοιῷδε 1 w 7671
ἀπόσταξιν 1 w 7680
αἵματος 3 w 7687
ἐκ 13 w 7689
ῥινῶν 2 w 7694
ἐσομένην 2 w 7702
ὁρῇν 1 w 7707
δὲ 63 w 7709
χρὴ 3 w 7712
καὶ 106 w 7715
τοὺς 12 w 7719
μυκτῆρας 1 w 7727
ἢν 20 w 7730
ὁμοίως 1 w 7736
τὸ 30 w 7738
πνεῦμα 3 w 7744
δι 27 w 7746
ἀμφοτέρων 1 w 7755
ἕλκηται 1 w 7762
καὶ 107 w 7766
ἢν 21 w 7768
πουλὺ 3 w 7773
φέρηται 2 w 7780
ἐκ 14 w 7782
τῶν 22 w 7785
μυκτήρων 1 w 7793
φιλέει 1 w 7800
γίγνεσθαι 2 w 7809
σπασμός 1 w 7816
ἢν 22 w 7819
δὲ 64 w 7821
σπκσμὸς 1 w 7828
γένηται 3 w 7835
τῷ 11 w 7837
τοιῷδε 2 w 7843
θάνατος 1 w 7851
προσδόκιμος 1 w 7862
καὶ 108 w 7866
καλῶς 1 w 7871
ἔχει 6 w 7875
προλέγειν 1 w 7884
10 1 w 7887
Ἢν 3 w 7890
δὲ 65 w 7892
ἐν 23 w 7894
πυρετῷ 1 w 7900
χειμερινῷ 1 w 7909
19 w 7910
γλῶσσα 4 w 7916
τρηχείη 1 w 7923
γένηται 4 w 7930
καὶ 109 w 7933
ἀψυχίαι 1 w 7940
ἐνέωσι 1 w 7946
φιλέει 2 w 7953
τῷ 13 w 7955
τοιῷδε 3 w 7961
καὶ 110 w 7964
ἐπάνεσις 1 w 7972
εἶναι 4 w 7977
τοῦ 25 w 7980
πυρετοῦ 3 w 7987
ἀλλ 8 w 7990
ὅμως 1 w 7994
τὸν 12 w 7997
τοιόνδε 3 w 8004
παραφυλάσσειν 1 w 8017
τῇ 10 w 8019
λιμοκτονίῃ 1 w 8029
καὶ 111 w 8032
ὑδατοποσίῃ 1 w 8042
καὶ 112 w 8045
μελικρήτου 1 w 8055
πόσει 1 w 8060
καὶ 113 w 8064
χυλοῖσι 1 w 8071
παραφύλασσε 1 w 8082
μηδὲν 4 w 8088
πιστεύων 1 w 8096
τῇ 11 w 8098
ἀνέσει 1 w 8104
τῶν 23 w 8107
πυρετῶν 6 w 8114
ὡς 6 w 8117
οἱ 7 w 8119
τοιάδε 2 w 8125
ἔχοντες 1 w 8132
σημεῖα 2 w 8138
ἐπικίνδυνοί 1 w 8150
εἰσι 3 w 8154
θνήσκειν 1 w 8162
ὁκόταν 12 w 8169
δὲ 67 w 8171
ταῦτα 3 w 8176
συνειδῇς 1 w 8184
οὅτω 1 w 8189
προλέγειν 2 w 8198
ἤν 4 w 8201
σοι 8 w 8204
ἀρέσκῃ 1 w 8210
θεωρήσας 1 w 8219
εὖ 2 w 8221
μάλα 2 w 8225
Ὁκόταν 7 w 8232
δὲ 68 w 8234
πυρετοῖσε 1 w 8243
φοβερόν 1 w 8250
τι 41 w 8252
γένηται 5 w 8259
πεμπταίοισιν 1 w 8271
ἐοῦσιν 1 w 8277
20 w 8279
κοιλίη 11 w 8285
ἐξαίφνης 1 w 8293
ὑγρὰ 1 w 8297
διαχωρήσῃ 1 w 8306
καὶ 114 w 8310
ἀψυχίη 2 w 8316
γένηται 6 w 8323
40 w 8325
ἀφωνίη 1 w 8331
ἐπιλάβῃ 1 w 8338
41 w 8340
σπασμώδης 1 w 8349
γένηται 7 w 8356
42 w 8357
λυγμώδης 1 w 8365
ἐπὶ 8 w 8369
τούτοισιν 2 w 8378
ἀσώδεα 1 w 8384
φιλέει 3 w 8390
γίγνεσθαι 3 w 8399
καὶ 115 w 8403
περὶ 2 w 8407
ὑποῤῥίνιον 1 w 8417
καὶ 116 w 8420
μέτωπον 1 w 8427
ἱδρῶτες 1 w 8434
καὶ 117 w 8437
αὐχένα 1 w 8443
ὄπισθεν 2 w 8450
τῆς 6 w 8453
κεφαλῆς 3 w 8460
οἱ 8 w 8463
δὲ 69 w 8465
ταῦτα 4 w 8470
πάσχοντες 1 w 8479
θνήσκουσιν 1 w 8489
οὐκ 2 w 8492
ἐς 17 w 8494
μακρὸν 1 w 8500
πνευματωθέντες 1 w 8514
Ὁκόσοισι 4 w 8523
δὲ 70 w 8525
ἐν 25 w 8527
πυρετοῖσι 3 w 8536
τὰ 40 w 8538
σκέλεα 1 w 8544
γίγνεται 4 w 8552
φυματώδεα 1 w 8561
καὶ 118 w 8565
ἐγχρονιζόμενα 1 w 8578
μὴ 19 w 8580
ἐκπεπαίνεται 1 w 8592
ἔτι 2 w 8595
ἐόντων 3 w 8601
ἐν 26 w 8603
πυρετοῖσιν 2 w 8613
ἢν 23 w 8616
καὶ 119 w 8619
προσπέσῃ 1 w 8627
πνιγμὸς 1 w 8634
ἐν 27 w 8636
φάρυγγι 1 w 8643
ἰσχνων 1 w 8650
ἐόντων 4 w 8656
τῶν 25 w 8659
περὶ 3 w 8663
φάρυγγα 1 w 8670
καὶ 120 w 8674
μὴ 20 w 8676
πεπαίνηται 1 w 8686
ἀλλὰ 5 w 8691
σβεσθῇ 1 w 8697
φιλέει 4 w 8704
τῷ 14 w 8706
τοιῷδε 4 w 8712
αἷμα 2 w 8716
ἐκ 16 w 8718
τῶν 26 w 8721
ῥινῶν 3 w 8726
ῥέειν 1 w 8731
κἄν 1 w 8735
μὲν 11 w 8738
πουλὺ 4 w 8743
ῥυῇ 3 w 8746
λύσιν 1 w 8752
σημαίνει 3 w 8760
τῆς 7 w 8763
νούσου 1 w 8769
ἢν 24 w 8772
δὲ 71 w 8774
μὴ 21 w 8776
μακρήν 1 w 8783
ὁκόσῳ 1 w 8789
δ 216 w 8790
ἂν 7 w 8792
ἔλασσον 1 w 8799
ῥυῇ 4 w 8802
τοσῷδε 1 w 8809
χεῖρον 1 w 8815
καὶ 121 w 8818
ἐπίμηκες 1 w 8826
ἢν 25 w 8829
δὲ 72 w 8831
τἄλλα 1 w 8836
ῥήϊστα 1 w 8842
γένηται 8 w 8849
προσδέχεσθαι 2 w 8862
τῷ 15 w 8864
τοιῷδε 5 w 8870
ἐς 18 w 8872
πόδας 5 w 8877
ἀλγήματα 2 w 8885
ἢν 26 w 8888
δὲ 73 w 8890
ἅψηται 1 w 8896
τοῦ 27 w 8899
ποδὸς 1 w 8904
καὶ 122 w 8908
ἐπώδυνος 1 w 8916
γενόμενος 1 w 8925
παραμένῃ 1 w 8933
πυριφλεγὴς 1 w 8943
γενόμενος 2 w 8952
καὶ 123 w 8956
μὴ 22 w 8958
λυθῇ 1 w 8962
κατὰ 8 w 8967
σμικρὸν 2 w 8974
ἥξει 1 w 8978
καὶ 124 w 8981
ἐς 19 w 8983
αὐχένα 2 w 8989
ἀλγήματα 3 w 8997
καὶ 125 w 9000
ἐς 20 w 9002
κληἴδα 1 w 9008
καὶ 126 w 9011
ἐς 21 w 9013
ὦμον 1 w 9017
καὶ 127 w 9020
ἐς 22 w 9022
στῆθος 1 w 9028
καὶ 128 w 9031
ἐς 23 w 9033
ἄρθρον 1 w 9039
καὶ 129 w 9043
τοῦτο 6 w 9048
δεήσει 1 w 9054
φυματῶδες 1 w 9063
γενέσθαι 1 w 9071
σβεννυμένων 1 w 9083
δὲ 74 w 9085
τουτέων 2 w 9092
ἢν 27 w 9095
αἱ 4 w 9097
χεῖρες 1 w 9103
ἐφέλκωνται 1 w 9113
48 w 9114
τρομεραὶ 2 w 9122
γένωνται 2 w 9130
σπασμὸς 1 w 9138
τὸν 13 w 9141
τοιόνδε 4 w 9148
ἐπιλαμβάνει 1 w 9159
καὶ 130 w 9162
παραφροσύνη 2 w 9173
ἀτὰρ 1 w 9178
καὶ 131 w 9181
φλυζάκια 1 w 9189
ἐπὶ 9 w 9192
τὴν 23 w 9195
ὀφρὺν 1 w 9200
καὶ 132 w 9204
ἐρυθήματα 1 w 9213
ἴσχει 3 w 9218
καὶ 133 w 9222
τὸ 33 w 9224
βλέφαρον 1 w 9232
τὸ 34 w 9234
ἕτερον 1 w 9240
παρὰ 1 w 9244
τὸ 35 w 9246
ἕτερον 2 w 9252
παραβλαστάνει 1 w 9265
καὶ 134 w 9269
σκληρὴ 2 w 9275
φλεγμονὴ 1 w 9283
κατέχει 1 w 9290
καὶ 135 w 9294
οἰδέει 1 w 9300
ἰσχυρῶς 2 w 9307
28 w 9308
ὀφθαλμὸς 1 w 9316
καὶ 136 w 9320
21 w 9321
παραφροσύνη 3 w 9332
μέγα 1 w 9336
ἐπιδιδοῖ 1 w 9344
αἱ 5 w 9347
δὲ 75 w 9349
νύκτες 1 w 9355
μᾶλλον 1 w 9361
σημαίνουσιν 1 w 9372
49 w 9373
αἱ 6 w 9375
ἡμέραι 2 w 9381
τὰ 43 w 9383
περὶ 4 w 9387
τὴν 24 w 9390
παραφροσύνην 2 w 9402
Τὰ 3 w 9405
δὲ 76 w 9407
σημεῖα 3 w 9413
μάλιστα 4 w 9420
γίγνεται 5 w 9428
πολλὰ 1 w 9433
ἐπὶ 10 w 9436
τὸν 14 w 9439
περισσὸν 3 w 9447
ἀριθμὸν 3 w 9454
50 w 9455
ἐπὶ 11 w 9458
τὸν 15 w 9461
ἄρτιον 2 w 9467
ὁκοτέρῳ 1 w 9475
δ 235 w 9476
ἂν 8 w 9478
τούτων 1 w 9484
τῶν 27 w 9487
ἀριθμῶν 1 w 9494
γίγνηται 1 w 9502
ὄλεθροι 1 w 9510
ἐπιγίγνονται 1 w 9522
Τοὺς 2 w 9527
τοιούτους 3 w 9536
δὲ 77 w 9538
ἢν 28 w 9540
μὲν 12 w 9543
ἐξ 8 w 9545
ἀρχῆς 3 w 9550
φαρμακεύειν 3 w 9561
προαιρῇ 1 w 9568
πρὸ 3 w 9572
τῆς 8 w 9575
πέμπτης 1 w 9582
ἢν 29 w 9585
βορβορύζῃ 1 w 9594
23 w 9595
κοιλίη 12 w 9601
εἰ 16 w 9604
δὲ 78 w 9606
μὴ 23 w 9608
ἐᾷν 2 w 9612
ἀφαρμακεύτους 1 w 9625
εἶναι 5 w 9630
ἢν 30 w 9633
δὲ 79 w 9635
διαβορβορύζῃ 1 w 9647
καὶ 137 w 9651
τὰ 44 w 9653
ὑποχωρήματα 1 w 9664
χολώδεα 1 w 9671
9 w 9672
σκαμμωνίῳ 1 w 9682
ὑποκάθαιρε 1 w 9692
μετρίως 1 w 9699
τῇ 12 w 9702
δὲ 80 w 9704
ἄλλῃ 1 w 9708
θεραπείῃ 2 w 9716
ὡς 7 w 9719
ἐλάχιστα 1 w 9727
προσφέρειν 3 w 9737
πόματα 2 w 9743
καὶ 138 w 9746
ῥοφήματα 4 w 9754
ἵνα 1 w 9758
βελτιόνως 1 w 9767
ἔχῃ 3 w 9770
ἢν 31 w 9773
μὴ 24 w 9775
ὑπερβῶσι 1 w 9783
τὴν 25 w 9786
τεσσαρεσκαιδεκάτην 1 w 9804
ἐπανέντες 1 w 9813
Ὁκόταν 8 w 9820
πυρέσσοντι 1 w 9830
τεσσαρεσκαιδεκαταίῳ 1 w 9849
ἐόντι 3 w 9854
ἀφωνίη 2 w 9860
προσγένηται 1 w 9871
οὐ 10 w 9874
φιλέει 5 w 9880
ἥκειν 1 w 9885
λύσις 1 w 9890
ταχείη 1 w 9896
οὐδ 3 w 9900
ἀπαλλαγὴ 1 w 9908
τοῦ 29 w 9911
νουσήματος 1 w 9921
γίγνεσθαι 4 w 9930
ἀλλὰ 6 w 9935
χρόνον 5 w 9941
τῷ 16 w 9943
τοιῷδε 6 w 9949
σημαίνει 4 w 9957
ὁκόταν 13 w 9964
δὲ 81 w 9966
φανῇ 1 w 9970
ἐπὶ 12 w 9973
τῇ 13 w 9975
ἡμέρῃ 3 w 9980
ταύτῃ 2 w 9985
μακρότερον 1 w 9996
ξυμπίπτει 1 w 10005
Ὁκόταν 9 w 10012
δὲ 82 w 10014
πυρέσσοντι 2 w 10024
τεταρταίῳ 1 w 10033
25 w 10034
γλῶσσα 5 w 10040
ἐκτεταραγμένα 1 w 10053
διαλέγηται 1 w 10063
καὶ 139 w 10067
26 w 10068
κοιλίη 13 w 10074
χολώδεα 2 w 10081
ὑποχωρέῃ 1 w 10089
ὑγρὰ 2 w 10093
φιλέει 6 w 10100
παραληρέειν 1 w 10111
31 w 10112
τοιόσδε 1 w 10119
ἀλλὰ 7 w 10124
χρὴ 4 w 10127
παραφυλάσσειν 2 w 10140
παρεπόμενον 1 w 10151
τοῖσιν 4 w 10157
ἀποβαίνουσιν 1 w 10169
Θερινῆς 1 w 10177
καὶ 140 w 10180
μετοπωρινῆς 1 w 10191
ὥρης 2 w 10195
ἐπὶ 13 w 10198
τῶν 28 w 10201
ὀξέων 1 w 10206
αἵματος 4 w 10213
ἀπόσταξις 1 w 10222
ἐξαπίνης 1 w 10230
ξυντονίην 1 w 10239
καὶ 141 w 10242
πολλὴν 1 w 10248
θεραπείην 1 w 10257
κατὰ 9 w 10261
τὰς 12 w 10264
φλέβας 4 w 10270
δηλοῖ 1 w 10275
καὶ 142 w 10279
ἐς 24 w 10281
τὴν 26 w 10284
ὑστεραίην 1 w 10293
λεπτῶν 1 w 10299
οὔρων 2 w 10304
ἐπιφάσιας 1 w 10313
καὶ 143 w 10317
ἢν 32 w 10319
ἀκμάζῃ 1 w 10325
τῇ 14 w 10327
ἡλικίῃ 1 w 10333
καὶ 144 w 10337
τὸ 38 w 10339
σῶμα 1 w 10343
ἐκ 18 w 10345
γυμνασίων 1 w 10354
56 w 10355
εὐσαρκώσιος 1 w 10366
ἔχῃ 4 w 10369
57 w 10371
μελαγχολικὸς 1 w 10383
10 w 10384
58 w 10386
ἐκ 19 w 10388
πόσιος 1 w 10394
χεῖρες 2 w 10400
τρομεραὶ 3 w 10408
καλῶς 2 w 10414
ἔχει 7 w 10418
παραφροσύνην 3 w 10430
προειπεῖν 1 w 10439
59 w 10440
σπασμόν 1 w 10447
κἢν 2 w 10451
μὲν 13 w 10454
ἐν 28 w 10456
ἀρτίῃσιν 1 w 10464
ἐπιγένηται 2 w 10474
βέλτιον 2 w 10482
ἐν 29 w 10485
κρισίμῃσι 1 w 10494
δὲ 83 w 10496
ὀλέθριον 1 w 10504
ἢν 34 w 10507
μὲν 14 w 10510
πουλὺ 5 w 10515
ἀλὲς 1 w 10519
ἀποσυθὲν 1 w 10527
αἷμα 3 w 10531
ἐξόδους 1 w 10538
ποιήσηται 1 w 10547
τῆς 9 w 10551
πλεονεξίης 1 w 10561
κατὰ 10 w 10565
ῥῖνας 2 w 10570
62 w 10572
κατὰ 11 w 10576
ἕδρην 1 w 10581
ἐμπλησθείσης 1 w 10593
ἀπόστασιν 1 w 10603
63 w 10605
πόνους 1 w 10611
ἐν 30 w 10613
ὑποχονδρίῳ 2 w 10623
64 w 10625
ἐς 25 w 10627
ὄρχιας 1 w 10633
65 w 10635
ἐς 26 w 10637
σκέλεα 2 w 10643
λυθέντων 1 w 10652
δὲ 84 w 10654
τουτέων 3 w 10661
ἔξοδοι 1 w 10668
γίγνονται 4 w 10677
πτυσμῶν 1 w 10684
παχέων 1 w 10690
οὔρων 3 w 10696
λείων 1 w 10701
λευκῶν 1 w 10708
Πυρετῷ 1 w 10715
λυγγώδει 1 w 10723
ὀπὸν 1 w 10728
σιλφίου 1 w 10735
ὀξύμελι 3 w 10743
δαῦκον 1 w 10750
τρίψας 1 w 10756
πιεῖν 1 w 10762
δίδου 3 w 10767
καὶ 145 w 10771
χαλβάνην 1 w 10779
ἐν 31 w 10781
μέλιτι 2 w 10787
καὶ 146 w 10791
κύμινον 1 w 10798
ἐκλεικτικὸν 1 w 10809
καὶ 147 w 10813
χυλὸν 2 w 10818
πτισάνης 2 w 10826
ἐπὶ 14 w 10829
τουτέοισι 3 w 10838
ῥοφέειν 1 w 10845
ἄφυκτος 1 w 10853
δὲ 85 w 10855
32 w 10856
τοιοῦτος 1 w 10864
ἢν 35 w 10867
μὴ 25 w 10869
ἱδρῶτες 2 w 10876
κριτικοὶ 1 w 10884
καὶ 148 w 10887
ὕπνοι 1 w 10892
ὁμαλοὶ 1 w 10898
ἐπιγένωνται 1 w 10909
καὶ 149 w 10913
οὖρα 4 w 10917
παχέα 2 w 10922
καὶ 150 w 10925
δριμέα 1 w 10931
καταδράμῃ 1 w 10940
67 w 10942
ἐς 27 w 10944
ἀπόστασιν 2 w 10953
στηρίξῃ 1 w 10960
κόκκαλος 1 w 10969
καὶ 151 w 10972
σμύρνα 1 w 10978
ἐκλεικτόν 1 w 10987
πίνειν 2 w 10994
δὲ 86 w 10996
τούτοισι 4 w 11004
διδόναι 2 w 11011
ὀξύμελι 4 w 11018
ὡς 8 w 11020
ἐλάχιστον 1 w 11029
ἢν 36 w 11032
δὲ 87 w 11034
διψώδεες 1 w 11042
ἔωσι 4 w 11046
σφόδρα 2 w 11052
τοῦ 30 w 11056
κριθίνου 1 w 11064
ὕδατος 1 w 11070