6. Σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πολυὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἢ ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιῤῥυῇ, καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται· ὁκόταν δὲ ψυχρόν τε ἐὸν καὶ κολλῶδες ἐμφράξηται, τοῦ πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος, καὶ ἀκίνητον καὶ στάσιμον ποιέει, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν. Διὰ τοῦτο πνίγονται, τῆς γλώσσης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν· τῆς γὰρ ὑποταμνομένης σταφυλῆς, ἢν δὴ κιονίδα καλεῦσιν, ἑκατέρωθεν φλὲψ παχείη. Ὁκόταν οὖν πλήρεες αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζωνται ἀραιὴν ἐοῦσαν καὶ σπογγοειδέα, διὰ τὴν ξηρασίην ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν, ἐκ πλκτείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ὀξέως βοηθῇ. Φλεβοτομίην τε ποιεύμενος ἀπὸ βραχιόνων, καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτάμνων, καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι, καὶ ἀναγαργαρίζων θερμοῖσι, καὶ κεφαλὴν ὑποξυρῶν, καὶ κήρωμα κεφαλῇ καὶ τραχήλῳ περιτιθέναι, καὶ εἰρίοισι περιελίσσειν, καὶ σπόγγοισι μαλθακοῖσιν, ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα, πυριῇν· πίνειν τε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά· χυλὸν δε προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη ᾖ. Ὁκόταν ἐν θερινῇ ἢ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταῤῥυῇ, καὶ νιτρῶδες ᾖ, ἅτε ὑπὸ τῆς ὥρης δριμὸ καὶ θερμὸν γεγενημένον, δάκνει τοιόνδε ἐὸν, καὶ ἑλκοῖ, καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθοπνοίη παραγίγνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἱ τέτανος ἐντετάσθαι, καὶ ἡ φωνὴ ἀπέῤῥωγε, καὶ τὸ πνεῦμα σμικρὸν, καὶ ἡ ἐντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίγνεται. Οἱ τοιοίδε τὴν ἀρτηρίην ἑλκοῦνται, καὶ τὸν πλεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι. Τοῖσι τοιουτέοισι δὲ ἢν μὴ ἐς τὰ ἔξω μέρεα τοῦ τραχήλου έκουσίῃ ἀποφέρηται, δεινότερα καὶ ἀφυκτότερα ἐστὶ, καὶ διὰ τὴν ὥρην, καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. 7. Ἢν πυρετὸς λάβῃ παλαιῆς κόπρου ὑπεούσης, νεοβρῶτι ἐόντι, ἤν τε ξὺν ὀδύνῃ πλευροῦ, ἤν τε μὴ, ἡσυχίην ἄγεινιμέχρις οὗ καταβῇ τὰ σιτία πρῶτόν ἐς τὴν κάτω κοιλίην· πόματι δὲ χρεέσθω ὀξυμέλιτι· ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ, ἢ καθᾶραι φαρμάκῳ· ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ· ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ, ἐς νύκτα ὀλίγῳ· ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον. Ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν, οὕτως ἢ βαλάνῳ ἢ κλυσμῷ· εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίην, εἶθ᾿ οὕτω κλυσμῷ ὑπαγαγεῖν. Ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, ἔσω τριῶν ἡμερέων μὴ φαρμακεύειν, ἀλλ᾿ ἢ τεταρταῖον. Ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσεις μελλόντων ἔσεσθαι τῶν πυρετῶν, ἀλλὰ ληγόντων, ἀλλὰ παυσαμένων, καὶ ὡς ποῤῥωτάτω ἀπὸ τῆς ἀρχῆς. Ποδῶν δὲ ψυχρῶν ἐόντων, μήτε ποτὸν μήτε ῥόφημα μήτ᾿ ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ᾿ εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διάθερμοι σφόδρα γένωνται· εἶθ᾿ οὕτω τὸ ξυμφέρον πρόσφερε. Ὡς γὰρ ἐπιτοπουλὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν· εἰ δ᾿ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις· τὸ γὰρ νούσημα αὐξήσεις οὐ σμικρῶς. Ὁκόταν δὲ ὁ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίγνονται τοῦ ἄλλου σώματος· αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας, ἐξαπτόμενος ἐκ τοῦ θώρηκος, ἐς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα· ξυνδεδραμηκότος δὲ ἅλες τοῦ θερμοῦ ἅπκντος ἄνω, καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίγνονται, ἄσαρκες καὶ νευρώδεες φύσει ἐόντες· ἔτι δὲ πουλὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, ξυναθροιζομένου τοῦ θερμοῦ ἐς τὸν θώρηκα· καὶ πάλιν ἀνάλογον, λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει· κατὰ δὲ τὸν χρόνον τοῦτον ἡ κεφαλὴ καὶ ὁ θώρηξ κατέψυκται. Τοῦ δ᾿εἵνεκα προσεκτέον, ὅτι, ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν, καὶ ὑποχόνδριον ἐντεταμένον, καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν, καὶ μετεωρισμὸν γνώμης, καὶ ἀλγήματα· καὶ ἕλκεται, καὶ ἐμέειν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται· θέρμης δὲ καταβάσης ἐς τοὺς πόδας, καὶ οὔρου διελθόντος, κἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ· κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι τότε δὲ ὄλεθρος. 8. Ὁκόσοισι δὲ διὰ τέλεος ἡ κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων, καὶ περιστέλλων κηρώμασι, καὶ ταινιδίοισι περιελίσσων πρόσεχε, ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος· θερμοῖσι δὲ ἐοῦσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται· πόμκτι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ ὕδατι ψυχρῷ ἢ μελικρήτῳ. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη, οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκύδας ἀφαιρέουσι, καὶ τὰς ῥῖνας σκάλλουσι, καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ᾿ ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον· δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι· ἢν δὲ τοιῶνδε ἐόντων ἡ κοιλίη ὑγρὴ ᾖ καὶ ξυντήκῃ, δοκέει μοι τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν, καὶ τὰ πόματα στατικὰ καὶ οἰνωδέστερα ἢ καὶ στυπτικώτερα. Ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοί τε ἀπ᾿ ἀρχῆς καὶ σφυγμοὶ κἑφαλῆς εἰσι καὶ οὖρα λεπτὰ, τουτέοισι προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνθησόμενον τὸν πυρετόν· οὐ θαυμάσαιμι δ᾿ ἂν οὐδ᾿ εἰ παραφρονήσειαν. Οἷσι δὲ ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τὰ ἄλλα ξυμφέρῃ· ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούτους, ἀλλ᾿ ἢν δοκέῃ, κλύσαι· τούτους ξυμφέρει οὕτω θεραπεύεσθαι, τῷ σώματι ἡσυχίην ἄγοντας, ἀλείφοντά τε καὶ περιστέλλοντα ὁμαλῶς· ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ, καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέρην· κοιλίην δὲ ὕπαγε κατ᾿ ἀρχὰς κλυσμῷ· φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν· ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ᾿ ἄνιδρός τε καὶ ἄκριτος ὁ πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται. Τὰ δὲ ῥοφήματα, ὁκόταν ἐγγὸς τῶν κρισίων ᾖ, μὴ δίδου, ἢν θορυβῆται, ἢν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον· φυλάσσεσθαι δὲ χρὴ καὶ τῶν ἄλλων πυρετῶν τὰς κρίσιας, καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν. Μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι, καὶ ἀποσκήμματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ ᾖ, περὶ ὦτα καὶ τράχηλον· ἢν δὲ μὴ ψυχρὰ ᾖ, ἄλλας ἴσχειν μεταβολάς· ῥέει δὲ καὶ αἷμα ἐκ ῥινῶν, καὶ αἱ κοιλίαι τοῖσι τοιουτέοισιν ἐκταράσσονται· ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι, καὶ ὑποχόνδρια ξυντείνουσι, καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ, καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται· διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ἢ ὀξύμελι ὑδαρές· ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ, καὶ τὸ οὖρον πεπανθῇ· κατακλίνειν δέ ἐς ζοφερὰ οἰκήματα, καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα, καὶ ὡς ἥκιστα ῥιπτάζειν· μάλιστα γὰρ τοῦτο τοὺς τοιούτους ὠφελέει. Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει, φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενος· ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ἐν ὕδατι καὶ ἐλαίῳ. Τεκμαίρεσθαι δὲ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα· ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει, καὶ ἀνάγκη τῷ νοσέοντι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. Τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν, μέχρις ἂν στῶσιν, ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων. 9. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων· διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεται τῶν προφασίων, μήτε τῶν κατὰ λογισμὸν, μήτε ὁκόσα ἐς ἀριθμὸν ἄρτιον ἢ περισσὸν δεῖ φανῆναι· μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥοπέας ποιέουσι τοὺς κάμνοντας. Φυλάσσεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέρην, ᾗ ἦρκται ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ διότι· ἡγέεται γὰρ τοῦτο πρῶτον εἰδῆσαι. Ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ ταῦτα πάντα, πρῶτον μὲν κεφαλὴν ὅκως ἔχει, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχει ἐν ἑωυτῇ· ἔπειτα ὑποχόνδρια καὶ πλευρὰ, εἰ ἀνάλγητα· ὑποχόνδριον μὲν γὰρ, εἰ ἐπίπονόν ἐστιν ἢ ἐπηρμένον ἢ ἔχει τινὰ σκολιότητα ἢ κόρον, ἢ πλευροῦ ἀλγηδὼν ἐνείη, καὶ ἅμα τῷ ἀλγήματι ἢ βηχίον, ᾖ στρόφος ἠ πόνος κοιλίης· ὅταν δέ τι τούτέων παρῇ, ἐν ὑποχονδρίῳ μὲν μάλιστα, λύειν τὴν κοιλίην κλυσμοῖσιν· πινέτω δὲ. μελίκρητον θερμὸν ἀφηψημένον. Καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν εἰ λειποθυμέει, καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει, ἰδεῖν τε τὴν διαχώρησιν, μή τι μέλαν διεχώρησεν ἰσχυρῶς χρῶμα, καὶ εἰ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα, καὶ ὁ πυρετὸς ἐς τὴν τρίτην ἐπιπαροξυνόμενος· κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοιστ τριταίους, πρὸς ταάτην ἤδη καὶ τὰ ἄλλα συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρῃ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τουτέων, κινδυνώδης ὁ κάμνων γίγνεται. Τὰ δὲ σημεῖα· ἡ μὲν μέλαινα διαχώρησις θάνατον σημαίνει, ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι ὁκόταν πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον· ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ, ἢν ἀψυχίη ἐγγένηται, ταῦτα ὁκόταν προσῇ τῷ κάμνοντι ἢ τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην οἴου ἐσομένην. Προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν· ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος ἐκ ῥινῶν ἐσομένην· ὁρῇν δὲ χρὴ καὶ τοὺς μυκτῆρας· ἢν ὁμοίως τὸ πνεῦμα δι᾿ ἀμφοτέρων ἕλκηται, καὶ ἢν πουλὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίγνεσθαι σπασμός· ἢν δὲ σπκσμὸς γένηται τῷ τοιῷδε, θάνατος προσδόκιμος, καὶ καλῶς ἔχει προλέγειν. 10. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τρηχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει· καὶ χυλοῖσι παραφύλασσε, μηδὲν πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τοιάδε ἔχοντες σημεῖα, ἐπικίνδυνοί εἰσι θνήσκειν· ὁκόταν δὲ ταῦτα συνειδῇς, οὅτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα. Ὁκόταν δὲ πυρετοῖσε φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, ἡ κοιλίη ἐξαίφνης ὑγρὰ διαχωρήσῃ, καὶ ἀψυχίη γένηται, ἢ ἀφωνίη ἐπιλάβῃ, ἢ σπασμώδης γένηται ἢ λυγμώδης, ἐπὶ τούτοισιν ἀσώδεα φιλέει γίγνεσθαι, καὶ περὶ ὑποῤῥίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσιν οὐκ ἐς μακρὸν πνευματωθέντες. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα, καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν, ἢν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνων ἐόντων τῶν περὶ φάρυγγα, καὶ μὴ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κἄν μὲν πουλὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿ ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ ἐπίμηκες· ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα· ἢν δὲ ἅψηται τοῦ ποδὸς, καὶ ἐπώδυνος γενόμενος παραμένῃ πυριφλεγὴς γενόμενος, καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληἴδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον, καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι· σβεννυμένων δὲ τουτέων, ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν, καὶ ἐρυθήματα ἴσχει, καὶ τὸ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει, καὶ σκληρὴ φλεγμονὴ κατέχει, καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς, καὶ ἡ παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον σημαίνουσιν ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. Τὰ δὲ σημεῖα μάλιστα γίγνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν γίγνηται, ὄλεθροι ἐπιγίγνονται. Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης, ἢν βορβορύζῃ ἡ κοιλίη· εἰ δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ, καὶ τὰ ὑποχωρήματα χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε μετρίως· τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν πόματα καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει ἥκειν λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νουσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει. Ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ ἡ γλῶσσα ἐκτεταραγμένα διαλέγηται, καὶ ἡ κοιλίη χολώδεα ὑποχωρέῃ ὑγρὰ, φιλέει παραληρέειν ὁ τοιόσδε· ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσιν. Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης ξυντονίην καὶ πολλὴν θεραπείην κατὰ τὰς φλέβας δηλοῖ, καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ, καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ, ἢ μελαγχολικὸς ᾖ, ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ σπασμόν· κἢν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον, ἐν κρισίμῃσι δὲ ὀλέθριον· ἢν μὲν πουλὺ ἀλὲς ἀποσυθὲν αἷμα ἐξόδους ποιήσηται, τῆς πλεονεξίης κατὰ ῥῖνας, ἢ κατὰ ἕδρην ἐμπλησθείσης, ἀπόστασιν, ἢ πόνους ἐν ὑποχονδρίῳ, ἢ ἐς ὄρχιας, ἢ ἐς σκέλεα· λυθέντων δὲ τουτέων, ἔξοδοι γίγνονται πτυσμῶν παχέων, οὔρων λείων, λευκῶν. Πυρετῷ λυγγώδει, ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου, καὶ χαλβάνην ἐν μέλιτι, καὶ κύμινον ἐκλεικτικὸν, καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν· ἄφυκτος δὲ ὁ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται, καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ, ἢ ἐς ἀπόστασιν στηρίξῃ· κόκκαλος καὶ σμύρνα ἐκλεικτόν· πίνειν δὲ τούτοισι διδόναι ὀξύμελι ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος.