Scaife ATLAS

CTS Library / De aere, aquis, locis

De aere, aquis, locis (21-24)

urn:cts:greekLit:tlg0627.tlg002.1st1K-grc1:21-24
Refs {'start': {'reference': '21', 'human_reference': 'Chapter 21'}, 'end': {'reference': '24', 'human_reference': 'Chapter 24'}}
Ancestors []
Children []
prev
plain textXML
next

21. Πολύγονον δὲ οὐχ οἷόν τε εἶναι φύσιν τοιαύτην· οὔτε γὰρ τῷ
ἀνδρὶ ἐπιθυμίη τῆς μίξιος γίγνεται πολλὴ διὰ τὴν ὁγρότητα τῆς
φύσιος καὶ τῆς κοιλίης τὴν μαλθακότητά τε καὶ τὴν ψυχρότητα,
ἀπὸ τῶν ἥκιστα εἰκὸς εἶναι ἄνδρα οἷόν τε λαγνεύειν· καὶ ἔτι ὑπὸ

76
τῶν ἵππων αἰεὶ κοπτόμενοι, ἀσθενέες γίγνονται ἐς τὴν μίξιν. Τοῖσι
μὲν ἀνδράσιν αὗται αἱ προφάσιες γίγνονται· τῇσι δὲ γυναιξὶν τε
πιότης τῆς σαρκὸς καὶ ὑγρότης· οὐ γὰρ δύνανται ἔτι ξυναρπάζειν αἱ
μῆτραι τὸν γόνον· οὔτε γὰρ ἐπιμήνιος κάθαρσις αὐτέῃσι γίγνεται ὡς
χρεών ἐστιν, ἀλλ ὀλίγον καὶ διὰ χρόνου· τό τε στόμα τῶν μητρέων
ὑπὸ πιμελῆς ξυγκλείεται, καὶ οὐχ ὑποδέχεται τὸν γόνον· αὐταί τε
ἀταλαίπωροι καὶ πίεραι, καὶ αἱ κοιλίαι ψυχραὶ καὶ μαλακαί. Καὶ ὑπὸ
τουτέων τῶν ἀναγκέων οὐ πολύγονόν ἐστι τὸ γένος τὸ Σκυθικόν.
Μέγα δὲ τεκμήριον αἱ οἰκέτιδες ποιέουσιν· οὐ γὰρ φθάνουσι παρὰ
ἄνδρα ἀφικνεύμεναι, καὶ ἐν γαστρὶ ἴσχουσι διὰ τὴν ταλαιπωρίην
καὶ ἰσχνότητα τῆς σαρκός.

22. Ἔτι τε πρὸς τουτέοισιν εὐνουχίαι γίγνονται οἱ πλεῖστοι
ἐν Σκύθῃσι, καὶ γυναικεῖα ἐργάζονται, καὶ ὡς αἱ γυναῖκες διαλέγονται
ὁμοίως· καλεῦνταί τε οἱ τοιοῦτοι ἀνανδριεῖς. Οἱ μὲν ἐπιχώριοι
τὴν αἰτίην προστιθέασι θεῷ, καὶ σέβονται τουτέους τοὺς ἀνθρώπους
καὶ προσκυνέουσι, δεδοικότες περὶ ἑωυτέων ἕκαστοι. Ἐμοὶ
δὲ καὶ αὐτέῳ δοκέει ταῦτα τὰ πάθεα θεῖα εἶναι καὶ τἄλλα πάντα,
καὶ οὐδὲν ἕτερον ἑτέρου θειότερον οὐδὲ ἀνθρωπινώτερον, ἀλλὰ πάντα

78
ὅμοια καὶ πάντα θεῖα· ἕκαστον δὲ ἔχει φύσιν τῶν τοιουτέων,
καὶ οὐδὲν ἄνευ φύσιος γίγνεται. Καὶ τοῦτο τὸ πάθος, ὥς μοι δοκέει γίγνεσθαι,
φράσω· ὑπὸ τῆς ἱππασίης αὐτέους κέδματα λαμβάνει, ἅτε
αἰεὶ κρεμαμένων ἀπὸ τῶν ἵππων τοῖσι ποσίν· ἔπειτα ἀποχωλοῦνται
καὶ ἕλκονται τὰ ἰσχία οἳ ἂν σφόδρα νοσήσωσιν. Ἰῶνται δὲ σφᾶς
αὐτέους τρόπῳ τοιῷδε· ὁκόταν ἄρχηται νοῦσος, ὄπισθεν τοῦ ὠτὸς
ἑκατέρην φλέβα τάμνουσιν· ὅταν δὲ ἀποῤῥυῇ τὸ αἷμα, ὕπνος
ὑπολαμβάνει ὑπὸ ἀσθενείης, καὶ καθεύδουσιν· ἔπειτα ἀνεγείρονται,
οἱ μέν τινες ὑγιέες ἐόντες, οἱ δ οὔ. Ἐμοὶ μὲν οὖν δοκέει ἐν
ταύτῃ τῇ ἰήσει διαφθείρεσθαι γόνος· εἰσὶ γὰρ παρὰ τὰ ὦτα
φλέβες, ἃς ἐάν τις ἐπιτάμῃ, ἄγονοι γίγνονται οἱ ἐπιτμηθέντες·
ταύτας τοίνυν μοι δοκέουσι τὰς φλέβας ἐπιτάμνειν. Οἱ δὲ μετὰ
ταῦτα, ἐπειδὰν ἀφίκωνται παρὰ γυναῖκας, καὶ μὴ οἷοί τε ἔωσι
χρέεσθαι σφίσιν, τὸ πρῶτον οὐκ ἐνθυμεῦνται, ἀλλ ἡσυχίην ἔχουσιν·
ὁκόταν δὲ δὶς καὶ τρὶς καὶ πλεονάκις αὐτέοισι πειρωμένοισι
μηδὲν ἀλλοιότερον ἀποβαίνῃ, νομίσαντές τι ἡμαρτηκέναι τῷ θεῷ·
ὃν ἐπαιτιῶνται, ἐνδύονται στολὴν γυναικείην, καταγνόντες ἑωυτέων
ἀνανδρείην· γυναικίζουσί τε καὶ ἐργάζονται μετὰ τῶν γυναικῶν καὶ
ἐκεῖναι. Τοῦτο δὲ πάσχουσι Σκυθέων οἱ πλούσιοι, οὐχ οἱ κάκιστοι,
80
ἀλλ οἱ εὐγενέστατοι καὶ ἰσχὺν πλείστην κεκτημένοι, διὰ τὴν
ἱππασίην· οἱ δὲ πένητες ἧσσον· οὐ γὰρ ἱππάζονται. Καίτοι ἐχρῆν,
ἐπεὶ θειότερον τοῦτο τὸ νόσευμα τῶν λοιπῶν ἐστιν, οὐ τοῖσι γενναιοτάτοισι
τῶν Σκυθέων καὶ τοῖσι πλουσιωτάτοισι προσπίπτειν
μούνοισι, ἀλλὰ τοῖσιν ἅπασιν ὁμοίως, καὶ μᾶλλον τοῖσιν ὀλίγα κεκτημένοισιν,
οὐ τιμωμένοισιν ἤδη, εἰ χαίρουσιν οἱ θεοὶ καὶ θαυμαζόμενοι
ὑπ ἀνθρώπων, καὶ ἀντὶ τουτέων χάριτας ἀποδιδόασιν. Εἰκὸς
γὰρ τοὺς μὲν πλουσίους θύειν πολλὰ τοῖσι θεοῖσι, καὶ ἀνατιθέναι
ἀναθήματα, ἐόντων χρημάτων, καὶ τιμᾷν, τοὺς δὲ πένητας ἧσσον,
διὰ τὸ μὴ ἔχειν, ἔπειτα καὶ ἐπιμεμφομένους ὅτι οὐ διδόασι χρήματα
αὐτέοισιν· ὥστε τῶν τοιουτέων ἁμαρτιῶν τὰς ζημίας τοὺς
ὀλίγα κεκτημένους φέρειν μᾶλλον τοὺς πλουσίους. Ἀλλὰ γὰρ,
ὥσπερ καὶ πρότερον ἔλεξα, θεῖα μὲν καὶ ταῦτά ἐστιν ὁμοίως
τοῖσιν ἄλλοισιν· γίγνεται δὲ κατὰ φύσιν ἕκαστα· καὶ τοιαύτη
νοῦσος ἀπὸ τοιαύτης προφάσιος τοῖσι Σκύθῃσι γίγνεται οἵην
εἴρηκα. Ἔχει δὲ καὶ κατὰ τοὺς λοιποὺς ἀνθρώπους ὁμοίως. Ὅκου
γὰρ ἱππάζονται μάλιστα καὶ πυκνότατα, ἐκεῖ πλεῖστοι ὑπὸ κεδμάτων
καὶ ἰσχιάδων καὶ ποδαγριῶν ἁλίσκονται, καὶ λαγνεύειν
κάκιστοί εἰσιν. Ταῦτα δὲ τοῖσί τε Σκύθῃσι πρόσεστι, καὶ εὐνουχοειδέστατοί
εἰσιν ἀνθρώπων διὰ τὰς προειρημένας προφάσιας, καὶ
82
ὅτι ἀναξυρίδας ἔχουσιν αἰεὶ, καὶ εἰσὶν ἐπὶ τῶν ἵππων τὸ πλεῖστον τοῦ
χρόνου, ὥστε μήτε χειρὶ ἅπτεσθαι τοῦ αἰδοίου, ὑπό τε τοῦ ψύχεος
καὶ τοῦ κόπου ἐπιλαθέσθαι τοῦ ἱμέρου καὶ τῆς μίξιος, καὶ μηδὲν
παρακινέειν πρότερον ἀνανδρωθῆναι. Περὶ μὲν οὖν τῶν Σκυθέων
οὕτως ἔχει τοῦ γένεος.

23. Τὸ δὲ λοιπὸν γένος τὸ ἐν τῇ Εὐρώπῃ διάφορον αὐτὸ ἑωυτέῳ
ἐστι, καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὰς μορφὰς, διὰ τὰς μεταλλαγὰς
τῶν ὡρέων, ὅτι μεγάλαι γίγνονται καὶ πυκναὶ, καὶ θάλπεά τε
ἰσχυρὰ καὶ χειμῶνες καρτεροὶ, καὶ ὄμβροι πολλοὶ, καὶ αὖθις αὐχμοὶ
πολυχρόνιοι, καὶ πνεύματα, ἐξ ὧν μεταβολαὶ πολλαὶ καὶ παντοδαπαί.

84
Ἀπὸ τουτέων εἰκὸς αἰσθάνεσθαι καὶ τὴν γένεσιν ἐν τῇ ξυμπήξει
τοῦ γόνου ἄλλην καὶ μὴ τῷ αὐτέῳ τὴν αὐτέην γίγνεσθαι,
ἔν τε τῷ θέρει καὶ τῷ χειμῶνι, μηδὲ ἐν ἐπομβρίῃ καὶ αὐχμῷ·
διότι τὰ εἴδεα διηλλάχθαι νομίζω τῶν Εὐρωπαίων μᾶλλον τῶν
Ασιηνῶν· καὶ τὰ μεγέθεα διαφορώτατα αὐτὰ ἑωυτοῖσιν εἶναι
κατὰ πόλιν ἑκάστην· αἱ γὰρ φθοραὶ πλείονες ἐγγίγνονται τοῦ
γόνου ἐν τῇ ξυμπήξει ἐν τῇσι μεταλλαγῇσι τῶν ὡρέων πυκνῇσιν
ἐούσῃσιν ἐν τῇσι παραπλησίῃσι καὶ ὁμοίῃσιν. Περί τε τῶν
ἠθέων αὐτὸς λόγος· τό τε ἄγριον καὶ τὸ ἄμικτον καὶ τὸ θυμοειδὲς
ἐν τῇ τοιαύτῃ φύσει ἐγγίγνεται· αἱ γὰρ ἐκπλήξιες πυκναὶ
γιγνόμεναι τῆς γνώμης τὴν ἀγριότητα ἐντιθέασιν· τὸ δὲ ἥμερόν τε
καὶ ἤπιον ἀμαυροῦσιν· διότι εὐψυχοτέρους νομίζω τοὺς τὴν
Εὐρώπην οἰκέοντας εἶναι τοὺς τὴν Ἀσίην· ἐν μὲν γὰρ τῷ αἰεὶ
παραπλησίῳ αἱ ῥᾳθυμίαι ἔνεισιν, ἐν δὲ τῷ μεταβαλλομένῳ αἱ
ταλαιπωρίαι τῷ σώματι καὶ τῇ ψυχῇ· καὶ ἀπὸ μὲν ἡσυχίης καὶ
ῥᾳθυμίης δειλίη αὔξεται, ἀπὸ δὲ τῆς ταλαιπωρίης καὶ τῶν πόνων
αἱ ἀνδρεῖαι. Διὰ τοῦτό εἰσι μαχιμώτεροι οἱ τὴν Εὐρώπην οἰκέοντες,
καὶ διὰ τοὺς νόμους, ὅτι οὐ βασιλεύονται ὥσπερ οἱ Ἀσιηνοί·
ὅκου γὰρ βασιλεύονται, ἐκεῖ ἀνάγκη δειλοτάτους εἶναι· εἴρηται δέ
μοι καὶ πρότερον. Αἱ γὰρ ψυχαὶ δεδούλωνται καὶ, οὐ βούλονται παρακινδυνεύειν
86
ἑκόντες εἰκῆ ὑπὲρ ἀλλοτρίης δυνάμιος. Ὅσοι δὲ αὐτόνομοι,
ὑπὲρ ἑωυτέων γὰρ τοὺς κινδύνους αἱρεῦνται καὶ οὐκ ἄλλων,
προθυμεῦνται ἑκόντες καὶ ἐς τὸ δεινὸν ἔρχονται· τὰ γὰρ ἀριστεῖα
τῆς νίκης αὐτοὶ φέρονται· οὕτως οἱ νόμοι οὐχ ἥκιστα τὴν εὐψυχίην
ἐργάζονται. Τὸ μὲν οὖν ὅλον καὶ τὸ ἅπαν οὕτως ἔχει περί τε τῆς
Εὐρώπης καὶ τῆς Ἀσίης.

24. Ἔνεισι δὲ καὶ ἐν τῇ Εὐρώπῃ φῦλα διάφορα ἕτερα ἑτέροισι
καὶ τὰ μεγέθεα καὶ τὰς μορφὰς καὶ τὰς ἀνδρείας· τὰ δὲ διαλλάσσοντα
ταῦτά ἐστιν, καὶ ἐπὶ τῶν πρότερον εἴρηται· ἔτι δὲ σαφέστερον
φράσω. Ὁκόσοι μὲν χώρην ὀρεινήν τε οἰκέουσι καὶ τρηχείην
καὶ ὑψηλὴν καὶ ἔνυδρον, καὶ αἱ μεταβολαὶ αὐτέοισι γίγνονται
τῶν ὡρέων μέγα διάφοροι, ἐνταῦθα εἰκὸς εἴδεα μεγάλα εἶναι, καὶ
πρὸς τὸ ταλαίπωρον καὶ τὸ ἀνδρεῖον εὖ πεφυκότα· καὶ τό τε
ἄγριον καὶ τὸ θηριῶδες αἱ τοιαῦται φύσιες οὐχ ἥκιστα ἔχουσιν·
δκόσοι δὲ κοῖλα χωρία καὶ λειμακώδεα καὶ πνιγηρὰ, καὶ τῶν
θερμῶν πνευμάτων πλέον μέρος μετέχουσιν τῶν ψυχρῶν,

88
ὕδασί τε χρέονται θερμοῖσιν, οὗτοι μεγάλοι μὲν οὐκ ἂν εἴησαν
οὐδὲ κανονίαι· ἐς εὖρος δὲ πεφυκότες καὶ σαρκώδεες καὶ μελανότριχες·
καὶ αὐτοὶ μέλανες μᾶλλον λευκότεροι, φλεγματίαι τε
ἧσσον χολώδεες· τὸ δὲ ἀνδρεῖον καὶ τὸ ταλαίπωρον ἐν τῇ ψυχῇ,
φύσει μὲν οὐκ ἂν ὁμοίως ἐνείη, νόμος δὲ προσγενόμενος ἀπεργάσοιτ
ἄν. Καὶ εἰ μὲν ποταμοὶ ἐνείησαν ἐν τῇ χώρῃ, οἵτινες ἐκ τῆς
χώρης ἐξοχετεύουσι τό τε στάσιμον καὶ τὸ ὄμβριον, οὗτοι ἄν
ὑγιηροί τε εἴησαν καὶ λαμπροί· εἰ μέντοι ποταμοὶ μὲν μὴ εἴησαν,
τὰ δὲ ὕδατα κρηναῖά τε καὶ στάσιμα πίνοιεν καὶ ἑλώδεα,
ἀνάγκη τὰ τοιαῦτα εἴδεα προγαστρότερα εἶναι καὶ σπληνώδεα.
90
Ὁκόσοι δὲ ὑψηλὴν οἰκέουσι χώρην καὶ λείην καὶ ἀνεμώδεα
καὶ ἔνυδρον, εἶεν ἂν εἴδεα μεγάλοι καὶ ἑωυτέοισι παραπλήσιοι·
ἀνανδρότεραι δὲ καὶ ἡμερώτεραι τουτέων αἱ γνῶμαι· ὁκόσοι δὲ
λεπτά τε καὶ ἄνυδρα καὶ ψιλὰ, τῇσι δὲ μεταβολῇσι τῶν ὡρέων
οὐκ εὔκρητα, ἐν ταύτῃ τῇ χώρῃ τὰ εἴδεα εἰκὸς σκληρά
τε εἶναι καὶ ἔντονα, καὶ ξανθότερα μελάντερα, καὶ τὰ ἤθεα
καὶ τὰς ὀργὰς αὐθάδεάς τε καὶ ἰδιογνώμονας. Ὅκου γὰρ μεταβολαί
εἰσι πυκνόταται τῶν ὡρέων καὶ πλεῖστον διάφοροι αὐταὶ
ἑωυτέῃσιν, ἐκεῖ καὶ τὰ εἴδεα καὶ τὰ ἤθεα καὶ τὰς φύσιας εὑρήσεις
πλεῖστον διαφερούσας. Μέγισται μὲν οὖν εἰσιν αὗται τῆς φύσιος
αἱ διαλλαγαί· ἔπειτα δὲ καὶ χώρη ἐν ἄν τις τρέφηται, καὶ τὰ
ὕδατα· εὁρήσεις γὰρ ἐπὶ τὸ πλῆθος τῆς χώρης τῇ φύσει ἀκολουθέοντα
καὶ τὰ εἴδεα τῶν ἀνθρώπων καὶ τοὺς τρόπους. Ὅκου μὲν
γὰρ γῆ πίειρα καὶ μαλθακὴ καὶ ἔνυδρος, καὶ τὰ ὕδατα κάρτα
μετέωρα ἔχουσα, ὡστε θερμὰ εἶναι τοῦ θέρεος, καὶ τοῦ χειμῶνος
ψυχρὰ, καὶ τῶν ὡρέων καλῶς κέεται, ἐνταῦθα καὶ οἱ ἄνθρωποι σαρκώδεές
εἰσι καὶ ἄναρθροι καὶ ὑγροὶ, καὶ ἀταλαίπωροι, καὶ τὴν ψυχὴν κωκοὶ
92
ὡς ἐπὶ τὸ πουλύ· τό τε ῥᾴθυμον καὶ τὸ ὑπνηρόν ἐστιν ἐν
αὐτέοισιν ἰδεῖν· ἔς τε τὰς τέχνας παχέες καὶ οὐ λεπτοὶ οὐδ ὀξέες.
Ὅκου δ ἐστὶν χώρη ψιλή τε καὶ ἀνώχυρος καὶ τρηχείη, καὶ ὑπὸ
τοῦ χειμῶνος πιεζομένη, καὶ ὑπὸ τοῦ ἡλίου κεκαυμένη, ἐνταῦθα
δὲ σκληρούς τε καὶ ἰσχνοὺς καὶ διηρθρωμένους καὶ ἐντόνους
καὶ δασέας ἂν ἴδοις· τό τε ἐργατικὸν ὀξὺ ἐνεὸν ἐν τῇ
φύσει τῇ τοιαύτῃ καὶ τὸ ἄγρυπνον, τά τε ἤθεα καὶ τὰς ὀργὰς
αὐθάδεας καὶ ἰδιογνώμονας, τοῦ τε ἀγρίου μᾶλλον μετέχοντας
τοῦ ἡμέρου, ἔς τε τὰς τέχνας ὀξυτέρους τε καὶ ξυνετωτέρους καὶ
τὰ πολέμια ἀμείνους εὑρήσεις· καὶ τἄλλα τὰ ἐν τῇ γῇ φυόμενα
πάντα ἀκόλουθα ἐόντα τῇ γῇ. Αἱ μὲν ἐναντιώταται φύσιές τε
καὶ ἰδέαι ἔχουσιν οὕτως· ἀπὸ δὲ τουτέων τεκμαιρόμενος τὸ λοιπὰ
ἐνθυμέεσθαι, καὶ οὐχ ἁμαρτήσῃ.

21 1 w 2
Πολύγονον 1 w 12
δὲ 1 w 14
οὐχ 1 w 17
οἷόν 1 w 21
τε 1 w 23
εἶναι 1 w 28
φύσιν 1 w 33
τοιαύτην 1 w 41
οὔτε 1 w 46
γὰρ 1 w 49
τῷ 1 w 51
ἀνδρὶ 1 w 56
1 w 57
ἐπιθυμίη 1 w 65
τῆς 1 w 68
μίξιος 1 w 74
γίγνεται 1 w 82
πολλὴ 1 w 87
διὰ 1 w 90
τὴν 1 w 93
ὁγρότητα 1 w 101
τῆς 2 w 104
φύσιος 1 w 110
καὶ 1 w 113
τῆς 3 w 116
κοιλίης 1 w 123
τὴν 2 w 126
μαλθακότητά 1 w 137
τε 3 w 139
καὶ 2 w 142
τὴν 3 w 145
ψυχρότητα 1 w 154
ἀπὸ 1 w 158
τῶν 1 w 161
ἥκιστα 1 w 167
εἰκὸς 1 w 172
εἶναι 2 w 177
ἄνδρα 1 w 182
οἷόν 2 w 186
τε 4 w 188
λαγνεύειν 1 w 197
καὶ 3 w 201
ἔτι 1 w 204
ὑπὸ 1 w 207
τῶν 2 w 210
ἵππων 1 w 215
αἰεὶ 1 w 219
κοπτόμενοι 1 w 229
ἀσθενέες 1 w 238
γίγνονται 1 w 247
ἐς 1 w 249
τὴν 4 w 252
μίξιν 1 w 257
Τοῖσι 1 w 263
μὲν 1 w 266
ἀνδράσιν 1 w 274
αὗται 1 w 279
αἱ 1 w 281
προφάσιες 1 w 290
γίγνονται 2 w 299
τῇσι 1 w 304
δὲ 2 w 306
γυναιξὶν 1 w 314
2 w 315
τε 5 w 317
πιότης 1 w 323
τῆς 4 w 326
σαρκὸς 1 w 332
καὶ 4 w 335
ὑγρότης 1 w 342
οὐ 2 w 345
γὰρ 2 w 348
δύνανται 1 w 356
ἔτι 2 w 359
ξυναρπάζειν 1 w 370
αἱ 2 w 372
μῆτραι 1 w 378
τὸν 1 w 381
γόνον 1 w 386
οὔτε 2 w 391
γὰρ 3 w 394
ἐπιμήνιος 1 w 403
κάθαρσις 1 w 411
αὐτέῃσι 1 w 418
γίγνεται 2 w 426
ὡς 1 w 428
χρεών 1 w 433
ἐστιν 1 w 438
ἀλλ 1 w 442
ὀλίγον 1 w 448
καὶ 5 w 451
διὰ 2 w 454
χρόνου 1 w 460
τό 2 w 463
τε 7 w 465
στόμα 1 w 470
τῶν 3 w 473
μητρέων 1 w 480
ὑπὸ 2 w 483
πιμελῆς 1 w 490
ξυγκλείεται 1 w 501
καὶ 6 w 505
οὐχ 2 w 508
ὑποδέχεται 1 w 518
τὸν 2 w 521
γόνον 2 w 526
αὐταί 1 w 532
τε 8 w 534
ἀταλαίπωροι 1 w 545
καὶ 7 w 548
πίεραι 1 w 554
καὶ 8 w 558
αἱ 3 w 560
κοιλίαι 1 w 567
ψυχραὶ 1 w 573
καὶ 9 w 576
μαλακαί 1 w 583
Καὶ 1 w 587
ὑπὸ 3 w 590
τουτέων 1 w 597
τῶν 4 w 600
ἀναγκέων 1 w 608
οὐ 4 w 610
πολύγονόν 1 w 619
ἐστι 2 w 623
τὸ 3 w 625
γένος 1 w 630
τὸ 4 w 632
Σκυθικόν 1 w 640
Μέγα 1 w 645
δὲ 3 w 647
τεκμήριον 1 w 656
αἱ 4 w 658
οἰκέτιδες 1 w 667
ποιέουσιν 1 w 676
οὐ 5 w 679
γὰρ 4 w 682
φθάνουσι 1 w 690
παρὰ 1 w 694
ἄνδρα 2 w 699
ἀφικνεύμεναι 1 w 711
καὶ 10 w 715
ἐν 1 w 717
γαστρὶ 1 w 723
ἴσχουσι 1 w 730
διὰ 3 w 733
τὴν 5 w 736
ταλαιπωρίην 1 w 747
καὶ 11 w 750
ἰσχνότητα 1 w 759
τῆς 5 w 762
σαρκός 1 w 768
22 1 w 771
Ἔτι 1 w 775
τε 10 w 777
πρὸς 1 w 781
τουτέοισιν 1 w 791
εὐνουχίαι 1 w 800
γίγνονται 3 w 809
οἱ 1 w 811
πλεῖστοι 1 w 819
ἐν 2 w 821
Σκύθῃσι 1 w 828
καὶ 12 w 832
γυναικεῖα 1 w 841
ἐργάζονται 1 w 851
καὶ 13 w 855
ὡς 2 w 857
αἱ 5 w 859
γυναῖκες 1 w 867
διαλέγονται 1 w 878
ὁμοίως 1 w 884
καλεῦνταί 1 w 894
τε 11 w 896
οἱ 2 w 898
τοιοῦτοι 1 w 906
ἀνανδριεῖς 1 w 916
Οἱ 1 w 919
μὲν 2 w 922
ἐπιχώριοι 1 w 931
τὴν 6 w 934
αἰτίην 1 w 940
προστιθέασι 1 w 951
θεῷ 1 w 954
καὶ 14 w 958
σέβονται 1 w 966
τουτέους 1 w 974
τοὺς 1 w 978
ἀνθρώπους 1 w 987
καὶ 15 w 990
προσκυνέουσι 1 w 1002
δεδοικότες 1 w 1013
περὶ 1 w 1017
ἑωυτέων 1 w 1024
ἕκαστοι 1 w 1031
Ἐμοὶ 1 w 1036
δὲ 4 w 1038
καὶ 16 w 1041
αὐτέῳ 1 w 1046
δοκέει 1 w 1052
ταῦτα 1 w 1057
τὰ 1 w 1059
πάθεα 1 w 1064
θεῖα 1 w 1068
εἶναι 3 w 1073
καὶ 17 w 1076
τἄλλα 1 w 1081
πάντα 1 w 1086
καὶ 18 w 1090
οὐδὲν 1 w 1095
ἕτερον 1 w 1101
ἑτέρου 1 w 1107
θειότερον 1 w 1116
οὐδὲ 2 w 1120
ἀνθρωπινώτερον 1 w 1134
ἀλλὰ 1 w 1139
πάντα 2 w 1144
ὅμοια 1 w 1149
καὶ 19 w 1152
πάντα 3 w 1157
θεῖα 2 w 1161
ἕκαστον 1 w 1169
δὲ 7 w 1171
ἔχει 1 w 1175
φύσιν 2 w 1180
τῶν 5 w 1183
τοιουτέων 1 w 1192
καὶ 20 w 1196
οὐδὲν 2 w 1201
ἄνευ 1 w 1205
φύσιος 2 w 1211
γίγνεται 3 w 1219
Καὶ 2 w 1223
τοῦτο 1 w 1228
τὸ 5 w 1230
πάθος 1 w 1235
ὥς 1 w 1238
μοι 2 w 1241
δοκέει 2 w 1247
γίγνεσθαι 1 w 1256
φράσω 1 w 1262
ὑπὸ 4 w 1266
τῆς 6 w 1269
ἱππασίης 1 w 1277
αὐτέους 1 w 1284
κέδματα 1 w 1291
λαμβάνει 1 w 1299
ἅτε 1 w 1303
αἰεὶ 2 w 1307
κρεμαμένων 1 w 1317
ἀπὸ 2 w 1320
τῶν 6 w 1323
ἵππων 2 w 1328
τοῖσι 1 w 1333
ποσίν 1 w 1338
ἔπειτα 1 w 1345
ἀποχωλοῦνται 1 w 1357
καὶ 21 w 1360
ἕλκονται 1 w 1368
τὰ 2 w 1370
ἰσχία 1 w 1375
οἳ 1 w 1377
ἂν 1 w 1379
σφόδρα 1 w 1385
νοσήσωσιν 1 w 1394
Ἰῶνται 1 w 1401
δὲ 9 w 1403
σφᾶς 1 w 1407
αὐτέους 2 w 1414
τρόπῳ 1 w 1419
τοιῷδε 1 w 1425
ὁκόταν 1 w 1432
ἄρχηται 1 w 1439
2 w 1440
νοῦσος 1 w 1446
ὄπισθεν 1 w 1454
τοῦ 2 w 1457
ὠτὸς 1 w 1461
ἑκατέρην 1 w 1469
φλέβα 1 w 1474
τάμνουσιν 1 w 1483
ὅταν 1 w 1488
δὲ 10 w 1490
ἀποῤῥυῇ 1 w 1497
τὸ 7 w 1499
αἷμα 1 w 1503
ὕπνος 1 w 1509
ὑπολαμβάνει 1 w 1520
ὑπὸ 5 w 1523
ἀσθενείης 1 w 1532
καὶ 22 w 1536
καθεύδουσιν 1 w 1547
ἔπειτα 2 w 1554
ἀνεγείρονται 1 w 1566
οἱ 3 w 1569
μέν 2 w 1572
τινες 1 w 1577
ὑγιέες 1 w 1583
ἐόντες 1 w 1589
οἱ 4 w 1592
δ 31 w 1593
οὔ 3 w 1595
Ἐμοὶ 2 w 1600
μὲν 3 w 1603
οὖν 1 w 1606
δοκέει 3 w 1612
ἐν 3 w 1614
ταύτῃ 1 w 1619
τῇ 2 w 1621
ἰήσει 1 w 1626
διαφθείρεσθαι 1 w 1639
4 w 1640
γόνος 1 w 1645
εἰσὶ 1 w 1650
γὰρ 5 w 1653
παρὰ 2 w 1657
τὰ 3 w 1659
ὦτα 1 w 1662
φλέβες 1 w 1668
ἃς 1 w 1671
ἐάν 1 w 1674
τις 1 w 1677
ἐπιτάμῃ 1 w 1684
ἄγονοι 1 w 1691
γίγνονται 4 w 1700
οἱ 5 w 1702
ἐπιτμηθέντες 1 w 1714
ταύτας 1 w 1721
τοίνυν 1 w 1727
μοι 3 w 1730
δοκέουσι 1 w 1738
τὰς 1 w 1741
φλέβας 1 w 1747
ἐπιτάμνειν 1 w 1757
Οἱ 2 w 1760
δὲ 11 w 1762
μετὰ 1 w 1766
ταῦτα 2 w 1771
ἐπειδὰν 1 w 1779
ἀφίκωνται 1 w 1788
παρὰ 3 w 1792
γυναῖκας 1 w 1800
καὶ 23 w 1804
μὴ 1 w 1806
οἷοί 1 w 1810
τε 19 w 1812
ἔωσι 1 w 1816
χρέεσθαι 1 w 1824
σφίσιν 1 w 1830
τὸ 8 w 1833
πρῶτον 1 w 1839
οὐκ 1 w 1842
ἐνθυμεῦνται 1 w 1853
ἀλλ 3 w 1857
ἡσυχίην 1 w 1864
ἔχουσιν 1 w 1871
ὁκόταν 2 w 1878
δὲ 12 w 1880
δὶς 1 w 1883
καὶ 24 w 1886
τρὶς 1 w 1890
καὶ 25 w 1893
πλεονάκις 1 w 1902
αὐτέοισι 1 w 1910
πειρωμένοισι 1 w 1922
μηδὲν 1 w 1927
ἀλλοιότερον 1 w 1938
ἀποβαίνῃ 1 w 1946
νομίσαντές 1 w 1957
τι 10 w 1959
ἡμαρτηκέναι 1 w 1970
τῷ 2 w 1972
θεῷ 2 w 1975
ὃν 1 w 1978
ἐπαιτιῶνται 1 w 1989
ἐνδύονται 1 w 1999
στολὴν 1 w 2005
γυναικείην 1 w 2015
καταγνόντες 1 w 2027
ἑωυτέων 2 w 2034
ἀνανδρείην 1 w 2044
γυναικίζουσί 1 w 2057
τε 22 w 2059
καὶ 26 w 2062
ἐργάζονται 2 w 2072
μετὰ 2 w 2076
τῶν 7 w 2079
γυναικῶν 1 w 2087
2 w 2088
καὶ 27 w 2091
ἐκεῖναι 1 w 2098
Τοῦτο 1 w 2104
δὲ 14 w 2106
πάσχουσι 1 w 2114
Σκυθέων 1 w 2121
οἱ 6 w 2123
πλούσιοι 1 w 2131
οὐχ 3 w 2135
οἱ 7 w 2137
κάκιστοι 1 w 2145
ἀλλ 5 w 2149
οἱ 8 w 2151
εὐγενέστατοι 1 w 2163
καὶ 28 w 2166
ἰσχὺν 1 w 2171
πλείστην 1 w 2179
κεκτημένοι 1 w 2189
διὰ 4 w 2193
τὴν 7 w 2196
ἱππασίην 1 w 2204
οἱ 9 w 2207
δὲ 15 w 2209
πένητες 1 w 2216
ἧσσον 1 w 2221
οὐ 11 w 2224
γὰρ 6 w 2227
ἱππάζονται 1 w 2237
Καίτοι 1 w 2244
ἐχρῆν 1 w 2249
ἐπεὶ 1 w 2254
θειότερον 2 w 2263
τοῦτο 2 w 2268
τὸ 9 w 2270
νόσευμα 1 w 2277
τῶν 8 w 2280
λοιπῶν 1 w 2286
ἐστιν 2 w 2291
οὐ 12 w 2294
τοῖσι 2 w 2299
γενναιοτάτοισι 1 w 2313
τῶν 9 w 2316
Σκυθέων 2 w 2323
καὶ 29 w 2326
τοῖσι 3 w 2331
πλουσιωτάτοισι 1 w 2345
προσπίπτειν 1 w 2356
μούνοισι 1 w 2364
ἀλλὰ 2 w 2369
τοῖσιν 1 w 2375
ἅπασιν 1 w 2381
ὁμοίως 2 w 2387
καὶ 30 w 2391
μᾶλλον 1 w 2397
τοῖσιν 2 w 2403
ὀλίγα 1 w 2408
κεκτημένοισιν 1 w 2421
οὐ 13 w 2424
τιμωμένοισιν 1 w 2436
ἤδη 1 w 2439
εἰ 3 w 2442
χαίρουσιν 1 w 2451
οἱ 10 w 2453
θεοὶ 1 w 2457
καὶ 31 w 2460
θαυμαζόμενοι 1 w 2472
ὑπ 8 w 2474
ἀνθρώπων 1 w 2482
καὶ 32 w 2486
ἀντὶ 1 w 2490
τουτέων 2 w 2497
χάριτας 1 w 2504
ἀποδιδόασιν 1 w 2515
Εἰκὸς 1 w 2521
γὰρ 7 w 2524
τοὺς 2 w 2528
μὲν 4 w 2531
πλουσίους 1 w 2540
θύειν 1 w 2545
πολλὰ 1 w 2550
τοῖσι 6 w 2555
θεοῖσι 1 w 2561
καὶ 33 w 2565
ἀνατιθέναι 1 w 2575
ἀναθήματα 1 w 2584
ἐόντων 1 w 2591
χρημάτων 1 w 2599
καὶ 34 w 2603
τιμᾷν 1 w 2608
τοὺς 3 w 2613
δὲ 16 w 2615
πένητας 1 w 2622
ἧσσον 2 w 2627
διὰ 5 w 2631
τὸ 10 w 2633
μὴ 2 w 2635
ἔχειν 1 w 2640
ἔπειτα 3 w 2647
καὶ 35 w 2650
ἐπιμεμφομένους 1 w 2664
ὅτι 1 w 2667
οὐ 14 w 2669
διδόασι 2 w 2676
χρήματα 1 w 2683
αὐτέοισιν 1 w 2692
ὥστε 1 w 2697
τῶν 10 w 2700
τοιουτέων 2 w 2709
ἁμαρτιῶν 1 w 2717
τὰς 2 w 2720
ζημίας 1 w 2726
τοὺς 4 w 2730
ὀλίγα 2 w 2735
κεκτημένους 1 w 2746
φέρειν 1 w 2752
μᾶλλον 2 w 2758
1 w 2759
τοὺς 5 w 2763
πλουσίους 2 w 2772
Ἀλλὰ 1 w 2777
γὰρ 8 w 2780
ὥσπερ 1 w 2786
καὶ 36 w 2789
πρότερον 1 w 2797
ἔλεξα 1 w 2802
θεῖα 3 w 2807
μὲν 5 w 2810
καὶ 37 w 2813
ταῦτά 1 w 2818
ἐστιν 3 w 2823
ὁμοίως 3 w 2829
τοῖσιν 3 w 2835
ἄλλοισιν 1 w 2843
γίγνεται 4 w 2852
δὲ 17 w 2854
κατὰ 1 w 2858
φύσιν 3 w 2863
ἕκαστα 1 w 2869
καὶ 38 w 2873
5 w 2874
τοιαύτη 2 w 2881
νοῦσος 2 w 2887
ἀπὸ 3 w 2890
τοιαύτης 1 w 2898
προφάσιος 1 w 2907
τοῖσι 8 w 2912
Σκύθῃσι 2 w 2919
γίγνεται 5 w 2927
οἵην 1 w 2931
εἴρηκα 1 w 2937
Ἔχει 1 w 2942
δὲ 18 w 2944
καὶ 39 w 2947
κατὰ 2 w 2951
τοὺς 6 w 2955
λοιποὺς 1 w 2962
ἀνθρώπους 2 w 2971
ὁμοίως 4 w 2977
Ὅκου 1 w 2982
γὰρ 9 w 2985
ἱππάζονται 2 w 2995
μάλιστα 1 w 3002
καὶ 40 w 3005
πυκνότατα 1 w 3014
ἐκεῖ 2 w 3019
πλεῖστοι 2 w 3027
ὑπὸ 6 w 3030
κεδμάτων 1 w 3038
καὶ 41 w 3041
ἰσχιάδων 1 w 3049
καὶ 42 w 3052
ποδαγριῶν 1 w 3061
ἁλίσκονται 1 w 3071
καὶ 43 w 3075
λαγνεύειν 2 w 3084
κάκιστοί 1 w 3092
εἰσιν 1 w 3097
Ταῦτα 1 w 3103
δὲ 19 w 3105
τοῖσί 1 w 3110
τε 28 w 3112
Σκύθῃσι 3 w 3119
πρόσεστι 1 w 3127
καὶ 44 w 3131
εὐνουχοειδέστατοί 1 w 3148
εἰσιν 2 w 3153
ἀνθρώπων 2 w 3161
διὰ 6 w 3164
τὰς 3 w 3167
προειρημένας 1 w 3179
προφάσιας 1 w 3188
καὶ 45 w 3192
ὅτι 2 w 3195
ἀναξυρίδας 1 w 3205
ἔχουσιν 2 w 3212
αἰεὶ 3 w 3216
καὶ 46 w 3220
εἰσὶν 1 w 3225
ἐπὶ 1 w 3228
τῶν 11 w 3231
ἵππων 3 w 3236
τὸ 11 w 3238
πλεῖστον 1 w 3246
τοῦ 4 w 3249
χρόνου 2 w 3255
ὥστε 2 w 3260
μήτε 1 w 3264
χειρὶ 1 w 3269
ἅπτεσθαι 1 w 3277
τοῦ 5 w 3280
αἰδοίου 1 w 3287
ὑπό 1 w 3291
τε 32 w 3293
τοῦ 6 w 3296
ψύχεος 1 w 3302
καὶ 47 w 3305
τοῦ 7 w 3308
κόπου 1 w 3313
ἐπιλαθέσθαι 1 w 3324
τοῦ 8 w 3327
ἱμέρου 1 w 3333
καὶ 48 w 3336
τῆς 7 w 3339
μίξιος 2 w 3345
καὶ 49 w 3349
μηδὲν 2 w 3354
παρακινέειν 1 w 3365
πρότερον 2 w 3373
2 w 3374
ἀνανδρωθῆναι 1 w 3386
Περὶ 1 w 3391
μὲν 6 w 3394
οὖν 2 w 3397
τῶν 12 w 3400
Σκυθέων 3 w 3407
οὕτως 1 w 3412
ἔχει 3 w 3416
τοῦ 9 w 3419
γένεος 1 w 3425
23 1 w 3428
Τὸ 1 w 3431
δὲ 21 w 3433
λοιπὸν 1 w 3439
γένος 2 w 3444
τὸ 12 w 3446
ἐν 6 w 3448
τῇ 3 w 3450
Εὐρώπῃ 1 w 3456
διάφορον 1 w 3464
αὐτὸ 1 w 3468
ἑωυτέῳ 1 w 3474
ἐστι 5 w 3478
καὶ 50 w 3482
κατὰ 3 w 3486
τὸ 14 w 3488
μέγεθος 1 w 3495
καὶ 51 w 3498
κατὰ 4 w 3502
τὰς 4 w 3505
μορφὰς 1 w 3511
διὰ 7 w 3515
τὰς 5 w 3518
μεταλλαγὰς 1 w 3528
τῶν 13 w 3531
ὡρέων 1 w 3536
ὅτι 3 w 3540
μεγάλαι 1 w 3547
γίγνονται 5 w 3556
καὶ 52 w 3559
πυκναὶ 1 w 3565
καὶ 53 w 3569
θάλπεά 1 w 3575
τε 34 w 3577
ἰσχυρὰ 1 w 3583
καὶ 54 w 3586
χειμῶνες 1 w 3594
καρτεροὶ 1 w 3602
καὶ 55 w 3606
ὄμβροι 1 w 3612
πολλοὶ 1 w 3618
καὶ 56 w 3622
αὖθις 1 w 3627
αὐχμοὶ 1 w 3633
πολυχρόνιοι 1 w 3644
καὶ 57 w 3648
πνεύματα 1 w 3656
ἐξ 1 w 3659
ὧν 1 w 3661
μεταβολαὶ 1 w 3670
πολλαὶ 1 w 3676
καὶ 58 w 3679
παντοδαπαί 1 w 3689
Ἀπὸ 1 w 3693
τουτέων 3 w 3700
εἰκὸς 2 w 3705
αἰσθάνεσθαι 1 w 3716
καὶ 59 w 3719
τὴν 8 w 3722
γένεσιν 1 w 3729
ἐν 7 w 3731
τῇ 4 w 3733
ξυμπήξει 1 w 3741
τοῦ 10 w 3744
γόνου 1 w 3749
ἄλλην 1 w 3754
καὶ 60 w 3757
μὴ 3 w 3759
τῷ 3 w 3761
αὐτέῳ 2 w 3766
τὴν 9 w 3769
αὐτέην 1 w 3775
γίγνεσθαι 2 w 3784
ἔν 1 w 3787
τε 36 w 3789
τῷ 4 w 3791
θέρει 1 w 3796
καὶ 61 w 3799
τῷ 5 w 3801
χειμῶνι 1 w 3808
μηδὲ 3 w 3813
ἐν 8 w 3815
ἐπομβρίῃ 1 w 3823
καὶ 62 w 3826
αὐχμῷ 1 w 3831
διότι 1 w 3837
τὰ 15 w 3839
εἴδεα 1 w 3844
διηλλάχθαι 1 w 3854
νομίζω 1 w 3860
τῶν 14 w 3863
Εὐρωπαίων 1 w 3872
μᾶλλον 3 w 3878
3 w 3879
τῶν 15 w 3882
Ασιηνῶν 1 w 3889
καὶ 63 w 3893
τὰ 16 w 3895
μεγέθεα 1 w 3902
διαφορώτατα 1 w 3913
αὐτὰ 1 w 3917
ἑωυτοῖσιν 1 w 3926
εἶναι 4 w 3931
κατὰ 5 w 3935
πόλιν 1 w 3940
ἑκάστην 1 w 3947
αἱ 6 w 3950
γὰρ 10 w 3953
φθοραὶ 1 w 3959
πλείονες 1 w 3967
ἐγγίγνονται 1 w 3978
τοῦ 11 w 3981
γόνου 2 w 3986
ἐν 9 w 3988
τῇ 5 w 3990
ξυμπήξει 2 w 3998
ἐν 10 w 4000
τῇσι 2 w 4004
μεταλλαγῇσι 1 w 4015
τῶν 16 w 4018
ὡρέων 2 w 4023
πυκνῇσιν 1 w 4031
ἐούσῃσιν 1 w 4039
4 w 4040
ἐν 11 w 4042
τῇσι 3 w 4046
παραπλησίῃσι 1 w 4058
καὶ 64 w 4061
ὁμοίῃσιν 1 w 4069
Περί 1 w 4074
τε 37 w 4076
τῶν 17 w 4079
ἠθέων 1 w 4084
10 w 4085
αὐτὸς 1 w 4090
λόγος 1 w 4095
τό 4 w 4098
τε 38 w 4100
ἄγριον 1 w 4106
καὶ 65 w 4109
τὸ 16 w 4111
ἄμικτον 1 w 4118
καὶ 66 w 4121
τὸ 17 w 4123
θυμοειδὲς 1 w 4132
ἐν 12 w 4134
τῇ 8 w 4136
τοιαύτῃ 1 w 4143
φύσει 1 w 4148
ἐγγίγνεται 1 w 4158
αἱ 7 w 4161
γὰρ 11 w 4164
ἐκπλήξιες 1 w 4173
πυκναὶ 2 w 4179
γιγνόμεναι 1 w 4189
τῆς 8 w 4192
γνώμης 1 w 4198
τὴν 10 w 4201
ἀγριότητα 1 w 4210
ἐντιθέασιν 1 w 4220
τὸ 18 w 4223
δὲ 24 w 4225
ἥμερόν 1 w 4231
τε 39 w 4233
καὶ 67 w 4236
ἤπιον 1 w 4241
ἀμαυροῦσιν 1 w 4251
διότι 2 w 4257
εὐψυχοτέρους 1 w 4269
νομίζω 2 w 4275
τοὺς 7 w 4279
τὴν 11 w 4282
Εὐρώπην 1 w 4289
οἰκέοντας 1 w 4298
εἶναι 5 w 4303
5 w 4304
τοὺς 8 w 4308
τὴν 12 w 4311
Ἀσίην 1 w 4316
ἐν 14 w 4319
μὲν 7 w 4322
γὰρ 12 w 4325
τῷ 6 w 4327
αἰεὶ 4 w 4331
παραπλησίῳ 1 w 4341
αἱ 8 w 4343
ῥᾳθυμίαι 1 w 4351
ἔνεισιν 1 w 4358
ἐν 15 w 4361
δὲ 25 w 4363
τῷ 7 w 4365
μεταβαλλομένῳ 1 w 4378
αἱ 9 w 4380
ταλαιπωρίαι 1 w 4391
τῷ 8 w 4393
σώματι 1 w 4399
καὶ 68 w 4402
τῇ 9 w 4404
ψυχῇ 1 w 4408
καὶ 69 w 4412
ἀπὸ 4 w 4415
μὲν 8 w 4418
ἡσυχίης 1 w 4425
καὶ 70 w 4428
ῥᾳθυμίης 1 w 4436
7 w 4437
δειλίη 1 w 4443
αὔξεται 1 w 4450
ἀπὸ 5 w 4454
δὲ 26 w 4456
τῆς 9 w 4459
ταλαιπωρίης 1 w 4470
καὶ 71 w 4473
τῶν 18 w 4476
πόνων 1 w 4481
αἱ 10 w 4483
ἀνδρεῖαι 1 w 4491
Διὰ 1 w 4495
τοῦτό 1 w 4500
εἰσι 3 w 4504
μαχιμώτεροι 1 w 4515
οἱ 11 w 4517
τὴν 13 w 4520
Εὐρώπην 2 w 4527
οἰκέοντες 1 w 4536
καὶ 72 w 4540
διὰ 8 w 4543
τοὺς 9 w 4547
νόμους 1 w 4553
ὅτι 4 w 4557
οὐ 15 w 4559
βασιλεύονται 1 w 4571
ὥσπερ 2 w 4576
οἱ 12 w 4578
Ἀσιηνοί 1 w 4585
ὅκου 1 w 4590
γὰρ 13 w 4593
βασιλεύονται 2 w 4605
ἐκεῖ 3 w 4610
ἀνάγκη 1 w 4616
δειλοτάτους 1 w 4627
εἶναι 6 w 4632
εἴρηται 1 w 4640
δέ 3 w 4642
μοι 4 w 4645
καὶ 73 w 4648
πρότερον 3 w 4656
Αἱ 1 w 4659
γὰρ 14 w 4662
ψυχαὶ 1 w 4667
δεδούλωνται 1 w 4678
καὶ 74 w 4681
οὐ 16 w 4684
βούλονται 1 w 4693
παρακινδυνεύειν 1 w 4708
ἑκόντες 1 w 4715
εἰκῆ 1 w 4719
ὑπὲρ 1 w 4723
ἀλλοτρίης 1 w 4732
δυνάμιος 1 w 4740
Ὅσοι 1 w 4745
δὲ 27 w 4747
αὐτόνομοι 1 w 4756
ὑπὲρ 2 w 4761
ἑωυτέων 3 w 4768
γὰρ 15 w 4771
τοὺς 10 w 4775
κινδύνους 1 w 4784
αἱρεῦνται 1 w 4793
καὶ 75 w 4796
οὐκ 2 w 4799
ἄλλων 1 w 4804
προθυμεῦνται 1 w 4817
ἑκόντες 2 w 4824
καὶ 76 w 4827
ἐς 2 w 4829
τὸ 19 w 4831
δεινὸν 1 w 4837
ἔρχονται 1 w 4845
τὰ 19 w 4848
γὰρ 16 w 4851
ἀριστεῖα 1 w 4859
τῆς 10 w 4862
νίκης 1 w 4867
αὐτοὶ 1 w 4872
φέρονται 1 w 4880
οὕτως 2 w 4886
οἱ 13 w 4888
νόμοι 1 w 4893
οὐχ 4 w 4896
ἥκιστα 2 w 4902
τὴν 14 w 4905
εὐψυχίην 1 w 4913
ἐργάζονται 3 w 4923
Τὸ 2 w 4926
μὲν 9 w 4929
οὖν 3 w 4932
ὅλον 1 w 4936
καὶ 77 w 4939
τὸ 20 w 4941
ἅπαν 1 w 4945
οὕτως 3 w 4950
ἔχει 4 w 4954
περί 1 w 4958
τε 46 w 4960
τῆς 11 w 4963
Εὐρώπης 1 w 4970
καὶ 78 w 4973
τῆς 12 w 4976
Ἀσίης 1 w 4981
24 1 w 4984
Ἔνεισι 1 w 4991
δὲ 28 w 4993
καὶ 79 w 4996
ἐν 16 w 4998
τῇ 10 w 5000
Εὐρώπῃ 2 w 5006
φῦλα 1 w 5010
διάφορα 1 w 5017
ἕτερα 1 w 5022
ἑτέροισι 1 w 5030
καὶ 80 w 5033
τὰ 20 w 5035
μεγέθεα 2 w 5042
καὶ 81 w 5045
τὰς 6 w 5048
μορφὰς 2 w 5054
καὶ 82 w 5057
τὰς 7 w 5060
ἀνδρείας 1 w 5068
τὰ 23 w 5071
δὲ 29 w 5073
διαλλάσσοντα 1 w 5085
ταῦτά 2 w 5090
ἐστιν 4 w 5095
3 w 5097
καὶ 83 w 5100
ἐπὶ 2 w 5103
τῶν 19 w 5106
πρότερον 4 w 5114
εἴρηται 2 w 5121
ἔτι 3 w 5125
δὲ 30 w 5127
σαφέστερον 1 w 5137
φράσω 2 w 5142
Ὁκόσοι 1 w 5149
μὲν 10 w 5152
χώρην 1 w 5157
ὀρεινήν 1 w 5164
τε 50 w 5166
οἰκέουσι 1 w 5174
καὶ 84 w 5177
τρηχείην 1 w 5185
καὶ 85 w 5188
ὑψηλὴν 1 w 5194
καὶ 86 w 5197
ἔνυδρον 1 w 5204
καὶ 87 w 5208
αἱ 12 w 5210
μεταβολαὶ 2 w 5219
αὐτέοισι 3 w 5227
γίγνονται 7 w 5236
τῶν 20 w 5239
ὡρέων 3 w 5244
μέγα 1 w 5248
διάφοροι 1 w 5256
ἐνταῦθα 1 w 5264
εἰκὸς 3 w 5269
εἴδεα 2 w 5274
μεγάλα 2 w 5280
εἶναι 7 w 5285
καὶ 88 w 5289
πρὸς 2 w 5293
τὸ 21 w 5295
ταλαίπωρον 1 w 5305
καὶ 89 w 5308
τὸ 22 w 5310
ἀνδρεῖον 1 w 5318
εὖ 1 w 5320
πεφυκότα 1 w 5328
καὶ 90 w 5332
τό 7 w 5334
τε 51 w 5336
ἄγριον 2 w 5342
καὶ 91 w 5345
τὸ 23 w 5347
θηριῶδες 1 w 5355
αἱ 13 w 5357
τοιαῦται 1 w 5365
φύσιες 1 w 5371
οὐχ 5 w 5374
ἥκιστα 3 w 5380
ἔχουσιν 3 w 5387
δκόσοι 1 w 5394
δὲ 31 w 5396
κοῖλα 1 w 5401
χωρία 1 w 5406
καὶ 92 w 5409
λειμακώδεα 1 w 5419
καὶ 93 w 5422
πνιγηρὰ 1 w 5429
καὶ 94 w 5433
τῶν 21 w 5436
θερμῶν 1 w 5442
πνευμάτων 1 w 5451
πλέον 1 w 5456
μέρος 1 w 5461
μετέχουσιν 1 w 5471
6 w 5472
τῶν 22 w 5475
ψυχρῶν 1 w 5481
ὕδασί 1 w 5487
τε 52 w 5489
χρέονται 1 w 5497
θερμοῖσιν 1 w 5506
οὗτοι 1 w 5512
μεγάλοι 1 w 5519
μὲν 11 w 5522
οὐκ 3 w 5525
ἂν 2 w 5527
εἴησαν 1 w 5533
οὐδὲ 4 w 5537
κανονίαι 1 w 5545
ἐς 3 w 5548
εὖρος 1 w 5553
δὲ 33 w 5555
πεφυκότες 1 w 5564
καὶ 95 w 5567
σαρκώδεες 1 w 5576
καὶ 96 w 5579
μελανότριχες 1 w 5591
καὶ 97 w 5595
αὐτοὶ 2 w 5600
μέλανες 1 w 5607
μᾶλλον 4 w 5613
7 w 5614
λευκότεροι 1 w 5624
φλεγματίαι 1 w 5635
τε 55 w 5637
ἧσσον 3 w 5642
8 w 5643
χολώδεες 1 w 5651
τὸ 24 w 5654
δὲ 34 w 5656
ἀνδρεῖον 2 w 5664
καὶ 98 w 5667
τὸ 25 w 5669
ταλαίπωρον 2 w 5679
ἐν 18 w 5681
τῇ 11 w 5683
ψυχῇ 2 w 5687
φύσει 2 w 5693
μὲν 12 w 5696
οὐκ 4 w 5699
ἂν 3 w 5701
ὁμοίως 5 w 5707
ἐνείη 1 w 5712
νόμος 1 w 5718
δὲ 35 w 5720
προσγενόμενος 1 w 5733
ἀπεργάσοιτ 1 w 5743
ἄν 4 w 5745
Καὶ 3 w 5749
εἰ 11 w 5751
μὲν 13 w 5754
ποταμοὶ 1 w 5761
ἐνείησαν 1 w 5769
ἐν 21 w 5771
τῇ 12 w 5773
χώρῃ 1 w 5777
οἵτινες 1 w 5785
ἐκ 5 w 5787
τῆς 13 w 5790
χώρης 1 w 5795
ἐξοχετεύουσι 1 w 5807
τό 8 w 5809
τε 57 w 5811
στάσιμον 1 w 5819
καὶ 99 w 5822
τὸ 26 w 5824
ὄμβριον 1 w 5831
οὗτοι 2 w 5837
ἄν 5 w 5839
ὑγιηροί 1 w 5846
τε 58 w 5848
εἴησαν 2 w 5854
καὶ 100 w 5857
λαμπροί 1 w 5864
εἰ 12 w 5867
μέντοι 1 w 5873
ποταμοὶ 2 w 5880
μὲν 14 w 5883
μὴ 4 w 5885
εἴησαν 3 w 5891
τὰ 24 w 5894
δὲ 36 w 5896
ὕδατα 1 w 5901
κρηναῖά 1 w 5908
τε 59 w 5910
καὶ 101 w 5913
στάσιμα 1 w 5920
πίνοιεν 1 w 5927
καὶ 102 w 5930
ἑλώδεα 1 w 5936
ἀνάγκη 2 w 5943
τὰ 25 w 5945
τοιαῦτα 2 w 5952
εἴδεα 3 w 5957
προγαστρότερα 1 w 5970
εἶναι 8 w 5975
καὶ 103 w 5978
σπληνώδεα 1 w 5987
Ὁκόσοι 2 w 5994
δὲ 37 w 5996
ὑψηλὴν 2 w 6002
οἰκέουσι 2 w 6010
χώρην 2 w 6015
καὶ 104 w 6018
λείην 1 w 6023
καὶ 105 w 6026
ἀνεμώδεα 1 w 6034
καὶ 106 w 6037
ἔνυδρον 2 w 6044
εἶεν 1 w 6049
ἂν 4 w 6051
εἴδεα 4 w 6056
μεγάλοι 2 w 6063
καὶ 107 w 6066
ἑωυτέοισι 1 w 6075
παραπλήσιοι 1 w 6086
ἀνανδρότεραι 1 w 6099
δὲ 38 w 6101
καὶ 108 w 6104
ἡμερώτεραι 1 w 6114
τουτέων 4 w 6121
αἱ 14 w 6123
γνῶμαι 1 w 6129
ὁκόσοι 1 w 6136
δὲ 39 w 6138
λεπτά 1 w 6143
τε 63 w 6145
καὶ 109 w 6148
ἄνυδρα 1 w 6154
καὶ 110 w 6157
ψιλὰ 1 w 6161
τῇσι 4 w 6166
δὲ 40 w 6168
μεταβολῇσι 1 w 6178
τῶν 23 w 6181
ὡρέων 4 w 6186
οὐκ 5 w 6189
εὔκρητα 1 w 6196
ἐν 22 w 6199
ταύτῃ 2 w 6204
τῇ 14 w 6206
χώρῃ 2 w 6210
τὰ 26 w 6212
εἴδεα 5 w 6217
εἰκὸς 4 w 6222
σκληρά 1 w 6228
τε 64 w 6230
εἶναι 9 w 6235
καὶ 111 w 6238
ἔντονα 1 w 6244
καὶ 112 w 6248
ξανθότερα 1 w 6257
9 w 6258
μελάντερα 1 w 6267
καὶ 113 w 6271
τὰ 27 w 6273
ἤθεα 1 w 6277
καὶ 114 w 6280
τὰς 8 w 6283
ὀργὰς 1 w 6288
αὐθάδεάς 1 w 6296
τε 67 w 6298
καὶ 115 w 6301
ἰδιογνώμονας 1 w 6313
Ὅκου 2 w 6318
γὰρ 17 w 6321
μεταβολαί 1 w 6330
εἰσι 4 w 6334
πυκνόταται 1 w 6344
τῶν 24 w 6347
ὡρέων 5 w 6352
καὶ 116 w 6355
πλεῖστον 2 w 6363
διάφοροι 2 w 6371
αὐταὶ 1 w 6376
ἑωυτέῃσιν 1 w 6385
ἐκεῖ 4 w 6390
καὶ 117 w 6393
τὰ 29 w 6395
εἴδεα 6 w 6400
καὶ 118 w 6403
τὰ 30 w 6405
ἤθεα 2 w 6409
καὶ 119 w 6412
τὰς 9 w 6415
φύσιας 1 w 6421
εὑρήσεις 1 w 6429
πλεῖστον 3 w 6437
διαφερούσας 1 w 6448
Μέγισται 1 w 6457
μὲν 15 w 6460
οὖν 4 w 6463
εἰσιν 3 w 6468
αὗται 2 w 6473
τῆς 14 w 6476
φύσιος 3 w 6482
αἱ 15 w 6484
διαλλαγαί 1 w 6493
ἔπειτα 4 w 6500
δὲ 41 w 6502
καὶ 120 w 6505
9 w 6506
χώρη 4 w 6510
ἐν 23 w 6512
1 w 6513
ἄν 7 w 6515
τις 2 w 6518
τρέφηται 1 w 6526
καὶ 121 w 6530
τὰ 32 w 6532
ὕδατα 2 w 6537
εὁρήσεις 1 w 6546
γὰρ 18 w 6549
ἐπὶ 3 w 6552
τὸ 27 w 6554
πλῆθος 1 w 6560
τῆς 15 w 6563
χώρης 2 w 6568
τῇ 15 w 6570
φύσει 3 w 6575
ἀκολουθέοντα 1 w 6587
καὶ 122 w 6590
τὰ 33 w 6592
εἴδεα 7 w 6597
τῶν 25 w 6600
ἀνθρώπων 3 w 6608
καὶ 123 w 6611
τοὺς 11 w 6615
τρόπους 1 w 6622
Ὅκου 3 w 6627
μὲν 16 w 6630
γὰρ 19 w 6633
10 w 6634
γῆ 1 w 6636
πίειρα 1 w 6642
καὶ 124 w 6645
μαλθακὴ 1 w 6652
καὶ 125 w 6655
ἔνυδρος 1 w 6662
καὶ 126 w 6666
τὰ 34 w 6668
ὕδατα 3 w 6673
κάρτα 1 w 6678
μετέωρα 1 w 6685
ἔχουσα 1 w 6691
ὡστε 1 w 6696
θερμὰ 1 w 6701
εἶναι 10 w 6706
τοῦ 13 w 6709
θέρεος 1 w 6715
καὶ 127 w 6719
τοῦ 14 w 6722
χειμῶνος 1 w 6730
ψυχρὰ 1 w 6735
καὶ 128 w 6739
τῶν 26 w 6742
ὡρέων 6 w 6747
καλῶς 1 w 6752
κέεται 1 w 6758
ἐνταῦθα 2 w 6766
καὶ 129 w 6769
οἱ 14 w 6771
ἄνθρωποι 1 w 6779
σαρκώδεές 1 w 6788
εἰσι 6 w 6792
καὶ 130 w 6795
ἄναρθροι 1 w 6803
καὶ 131 w 6806
ὑγροὶ 1 w 6811
καὶ 132 w 6815
ἀταλαίπωροι 2 w 6826
καὶ 133 w 6830
τὴν 15 w 6833
ψυχὴν 1 w 6838
κωκοὶ 1 w 6843
ὡς 3 w 6845
ἐπὶ 4 w 6848
τὸ 28 w 6850
πουλύ 1 w 6855
τό 9 w 6858
τε 69 w 6860
ῥᾴθυμον 1 w 6867
καὶ 134 w 6870
τὸ 29 w 6872
ὑπνηρόν 1 w 6879
ἐστιν 5 w 6884
ἐν 25 w 6886
αὐτέοισιν 2 w 6895
ἰδεῖν 1 w 6900
ἔς 1 w 6903
τε 70 w 6905
τὰς 10 w 6908
τέχνας 1 w 6914
παχέες 1 w 6920
καὶ 135 w 6923
οὐ 24 w 6925
λεπτοὶ 1 w 6931
οὐδ 5 w 6934
ὀξέες 1 w 6939
Ὅκου 4 w 6944
δ 141 w 6945
ἐστὶν 1 w 6950
11 w 6951
χώρη 6 w 6955
ψιλή 1 w 6959
τε 71 w 6961
καὶ 136 w 6964
ἀνώχυρος 1 w 6972
καὶ 137 w 6975
τρηχείη 2 w 6982
καὶ 138 w 6986
ὑπὸ 7 w 6989
τοῦ 15 w 6992
χειμῶνος 2 w 7000
πιεζομένη 1 w 7009
καὶ 139 w 7013
ὑπὸ 8 w 7016
τοῦ 16 w 7019
ἡλίου 1 w 7024
κεκαυμένη 1 w 7033
ἐνταῦθα 3 w 7041
δὲ 42 w 7043
σκληρούς 1 w 7051
τε 72 w 7053
καὶ 140 w 7056
ἰσχνοὺς 1 w 7063
καὶ 141 w 7066
διηρθρωμένους 1 w 7079
καὶ 142 w 7082
ἐντόνους 1 w 7090
καὶ 143 w 7093
δασέας 1 w 7099
ἂν 5 w 7101
ἴδοις 1 w 7106
τό 11 w 7109
τε 73 w 7111
ἐργατικὸν 1 w 7120
ὀξὺ 1 w 7123
ἐνεὸν 1 w 7128
ἐν 29 w 7130
τῇ 16 w 7132
φύσει 4 w 7137
τῇ 17 w 7139
τοιαύτῃ 2 w 7146
καὶ 144 w 7149
τὸ 30 w 7151
ἄγρυπνον 1 w 7159
τά 13 w 7162
τε 74 w 7164
ἤθεα 3 w 7168
καὶ 145 w 7171
τὰς 11 w 7174
ὀργὰς 2 w 7179
αὐθάδεας 1 w 7187
καὶ 146 w 7190
ἰδιογνώμονας 2 w 7202
τοῦ 17 w 7206
τε 75 w 7208
ἀγρίου 1 w 7214
μᾶλλον 5 w 7220
μετέχοντας 1 w 7230
10 w 7231
τοῦ 18 w 7234
ἡμέρου 1 w 7240
ἔς 2 w 7243
τε 76 w 7245
τὰς 12 w 7248
τέχνας 2 w 7254
ὀξυτέρους 1 w 7263
τε 77 w 7265
καὶ 147 w 7268
ξυνετωτέρους 1 w 7280
καὶ 148 w 7283
τὰ 38 w 7285
πολέμια 1 w 7292
ἀμείνους 1 w 7300
εὑρήσεις 2 w 7308
καὶ 149 w 7312
τἄλλα 2 w 7317
τὰ 39 w 7319
ἐν 30 w 7321
τῇ 18 w 7323
γῇ 2 w 7325
φυόμενα 1 w 7332
πάντα 4 w 7337
ἀκόλουθα 1 w 7345
ἐόντα 1 w 7350
τῇ 19 w 7352
γῇ 3 w 7354
Αἱ 2 w 7357
μὲν 17 w 7360
ἐναντιώταται 1 w 7372
φύσιές 1 w 7378
τε 78 w 7380
καὶ 150 w 7383
ἰδέαι 1 w 7388
ἔχουσιν 4 w 7395
οὕτως 4 w 7400
ἀπὸ 6 w 7404
δὲ 43 w 7406
τουτέων 5 w 7413
τεκμαιρόμενος 1 w 7426
τὸ 31 w 7428
λοιπὰ 1 w 7433
ἐνθυμέεσθαι 1 w 7444
καὶ 151 w 7448
οὐχ 6 w 7451
ἁμαρτήσῃ 1 w 7459