Scaife ATLAS

CTS Library / Dioptra

Dioptra (34-35)

urn:cts:greekLit:tlg0559.tlg007.1st1K-grc1:34-35
Refs {'start': {'reference': '34', 'human_reference': 'Chapter 34'}, 'end': {'reference': '35', 'human_reference': 'Chapter 35'}}
Ancestors []
Children []
prev
plain textXML
next
[*]

λδ. Ἀκόλουθον δὲ εἶναι νομίζομεν τῇ διοπτρικῇ πραγματείᾳ καὶ διὰ τοῦ καλουμένου ὁδομέτρου τὰ ἐπὶ τῆς γῆς μετρεῖν διαστήματα, ὥστε μὴ διʼ ἀλύσεως μετροῦντα σχοινίου κακοπαθῶς καὶ βραδέως ἐκμετρεῖν, ἀλλʼ ἐπʼ ὀχήματος πορευόμενον, διὰ τῆς
τῶν τροχῶν ἐκκυλίσεως ἐπίστασθαι τὰ προειρημένα διαστήματα. οἱ μὲν οὖν πρὸ ἡμῶν ἐξέθεντό τινας μεθόδους, διʼ ὧν τοῦτο γίνεται, ἐξέσται δὲ κρίνειν τό τε ὑπὸ ἡμῶν γραφόμενον ὄργανον καὶ τὰ ὑπὸ τῶν προτέρων. γεγονέτω οὖν πῆγμα, καθάπερ κιβώτιον,
ἐν πᾶσα ἔσται μέλλουσα λέγεσθαι κατασκευή· ἐν δὲ τῷ πυθμένι τοῦ κιβωταρίου τὸ ΑΒΓ [*] [*] [*]

294
[*] χάλκεον, συμφυῆ ἔχον τὰ εἰρημένα σκυτάλια· διʼ ὧν ἀνατομὴ γεγονέτω ἐν τῷ πυθμένι τοῦ κιβωταρίου, διʼ ἧς περόνη συμφυὴς γενηθεῖσα τῇ χοινικίδι ἑνὸς τῶν τοῦ ὀχήματος τροχῶν, κατὰ μίαν στροφὴν παρεμβαίνουσα εἰς τὴν ἀνατομὴν τὴν ἐν τῷ τοῦ κιβωταρίου
πυθμένι, παράξει ἓν τῶν σκυταλίων, ὥστε τὸ ἑξῆς σκυτάλιον τὴν αὐτὴν πάλιν θέσιν ἔχειν τῷ πρότερον, καὶ τοῦτο ἐπʼ ἄπειρον. συμβήσεται οὖν τοῦ τροχοῦ ὀκτὼ στροφὰς ποιησαμένου τὸ σκυταλωτὸν τύμπανον μίαν ἀποκατάστασιν εἰληφέναι. τῷ οὖν εἰρημένῳ σκυταλωτῷ
τυμπάνῳ συμφυὴς ἔστω κοχλίας, ἀπὸ τοῦ κέντρου πρὸς ὀρθὰς αὐτῷ πεπηγὼς, τὸ δὲ ἕτερον ἄκρον ἔχων ἐν διαπήγματι πεπηγότι εἰς τοὺς τοῦ κιβωταρίου τοίχους. τῷ δὲ εἰρημένῳ κοχλίᾳ παρακείσθω τύμπανον ὠδοντωμένον, τοὺς ὀδόντας ἁρμοστοὺς ἔχον τῇ
ἕλικι τοῦ κοχλίου, δηλονότι πρὸς ὀρθὰς τῷ πυθμένι κείμενον, καὶ ἔχον ὁμοίως συμφυῆ ἄξονα, οὗ τὰ ἄκρα πολείσθω εἰς τοὺς τοῦ κιβωταρίου τοίχους. ἐκ δὲ τοῦ ἑνὸς μέρους ἄξων πάλιν ἐγγεγλυμμένην ἐχέτω ἕλικα, ὥστε εἶναι αὐτὸν κοχλίαν. καὶ πάλιν τούτῳ τῷ κοχλίᾳ
παρακείσθω ὀδοντωτὸν τυμπάνιον, δηλονότι παράλληλον τῷ πυθμένι κείμενον, ἔχον συμφυῆ ἄξονα· οὗ τὸ μὲν ἕτερον ἄκρον πολείσθω ἐν τῷ τοῦ κιβωταρίου [*] πυθμένι, τὸ δὲ λοιπὸν ἐν διατοναίῳ πεπηγότι ἐν τοῖς τοῦ κιβωταρίου τοίχοις· καὶ οὗτος οὖν ἄξων ἐκ τοῦ
ἑνὸς μέρους ἐχέτω ἕλικα πάλιν ἁρμόζουσαν εἰς ἑτέρου [*] [*] [*] [*]
296
τυμπάνου ὀδόντας, δηλονότι τοῦ τυμπάνου ὀρθοῦ πρὸς τὸν πυθμένα κειμένου. καὶ τοῦτο γινέσθω ἐφʼ ὅσον ἂν βουλώμεθα τόπος τοῦ κιβωταρίου χώραν [*] ἔχῃ· ὅσῳ γὰρ πλείονα γίνεται τά τε τύμπανα καὶ οἱ κοχλίαι, τοσούτῳ καὶ ὁδὸς ἐπὶ πλεῖον μετρουμένη
εὑρεθήσεται. ἕκαστος γὰρ κοχλίας ἅπαξ στραφεὶς τοῦ παρακειμένου αὐτῷ τυμπανίου ἕνα ὀδόντα κινήσει· ὥστε τὸν μὲν συμφυῆ τῷ σκυταλωτῷ τυμπανίῳ ἅπαξ στραφέντα, ὀκτὼ μὲν περιμέτρους τοῦ τροχοῦ σημαίνειν, τοῦ δὲ παρακειμένου αὑτῷ τυμπανίου ἕνα ὀδόντα
κεκινηκέναι. εἰ τύχοι οὖν, τὸ παρακείμενον τύμπανον, ἐὰν ὀδόντας ἔχῃ τριάκοντα, ἅπαξ στραφὲν ὑπὸ τοῦ κοχλίου στροφὰς δηλώσει τοῦ τροχοῦ σμ. καὶ πάλιν τοῦ εἰρημένου ὀδοντωτοῦ τυμπανίου ἅπαξ στραφέντος μὲν συμφυὴς αὐτῷ κοχλίας ἅπαξ στραφήσεται, τοῦ
δὲ παρακειμένου τῷ κοχλίᾳ τυμπανίου εἷς ὁδοὺς κινηθήσεται. ἐὰν ἄρα καὶ τοῦτο τὸ τύμπανον ἔχῃ ὀδόντας λ, ὅπερ εἶναι εἰκὸς καὶ πλείονας γίνεσθαι, ἅπαξ στραφέντος αὐτοῦ, στροφαὶ τοῦ τροχοῦ δηλωθήσονται ζσ· ἂν δὲ ἄρα τροχὸς ἔχῃ τὴν περίμετρον πηχῶν ι,
ἔσονται πήχεις μ β. ἔστιν στάδια ρπ. καὶ ταῦτα μὲν ἐπὶ τοῦ β τυμπανίου εὕρηται· πλειόνων δὲ ὄντων καὶ τῶν ὀδόντων κατὰ τὸ πλῆθος αὐξομένων πολλοστὸν τῆς ὁδοῦ μέγεθος εὑρεθήσεται μετρούμενον. δεῖ δὲ τοιαύτῃ χρήσασθαι κατασκευῇ, ὥστε μὴ πολλῷ πλείονα
ὁδὸν δύνασθαι σημαίνειν τὸ ὄργανον τὴν ἐν μιᾷ [*] [*] [*] [*]
298
ἡμέρᾳ δυναμένην ἐξανύεσθαι ὑπὸ τοῦ ὀχήματος· δυνατὸν γὰρ καθʼ ἑκάστην ἡμέραν ἐκμετροῦντα τὴν τῆς ἡμέρας ὁδὸν εἰς τὴν ἑξῆς πάλιν ἀρχὴν ποιεῖσθαι τῆς ἑξῆς ὁδοῦ. ἀλλʼ ἐπεὶ ἑκάστου κοχλίου στροφὴ οὐκ ἀκριβῶς οὐδὲ μεμετρημένως τοὺς παρακειμένους ὀδόντας
στρέφει, ἡμεῖς τῇ πείρᾳ ἐπιστρέφομεν τὸν πρῶτον κοχλίαν, ἕως οὗ τὸ παρακείμενον αὐτῷ ὀδοντωτὸν [*] τύμπανον μίαν ἀποκατάστασιν λάβῃ, μετροῦντες ὁσάκις [*] αὐτὸς ἐπιστρέφεται. καὶ, εἰ τύχοι, εἰληφέτω στροφὰς κ, ἐν τὸ παρακείμενον αὑτῷ τύμπανυν μίαν ἀποκατάστασιν
λαμβάνει· τοῦτο δὲ εἶχεν ὀδόντας λ· αἱ ἄρα κ στροφαὶ τοῦ σκυταλωτοῦ τυμπάνου λ ὀδόντας ἐκίνησαν τοῦ παρακειμένου τῷ κοχλίᾳ τυμπάνου· αἱ δὲ κ στροφαὶ σκυτάλια ἐπιστρέφουσιν ρξ· τοσαῦται δὲ καὶ τοῦ τροχοῦ εἰσὶ στροφαί· γίνονται ἄρα πήχεις αχ. εἰ δὲ οἱ λ
ὀδόντες μηνύουσιν πήχεις αχ, ἄρα α ὀδοὺς τοῦ εἰρημένου τυμπανίου σημαίνει τῆς ὁδοῦ πήχεις νγ γ. ὅταν ἄρα ἀρξάμενον τὸ ὀδοντωτὸν κινεῖσθαι τύμπανον εὑρεθῇ κεκινημένον ὀδόντας ιε, σημαίνει ὁδὸν πηχῶν ω, τουτέστι στάδια δύο. ἐπιγράψομεν οὖν ἐν μέσῳ τῷ
εἰρημένῳ ὀδοντωτῷ τυμπάνῳ πήχεις νγ γ· τὰ δὲ αὐτὰ ἐπιλογισάμενοι καὶ ἐπὶ τῶν λοιπῶν ὀδοντωτῶν τυμπανίων ἐπιγράψομεν τοὺς ἀριθμούς· ὥστε ἑκάστου αὐτῶν παραχθέντων τινῶν ὀδόντων ἐπιγνῶναι τὴν ἐξανυσθεῖσαν ὁδόν. ἵνα δὲ μὴ, ὅταν βουλώμεθα ἐπισκέψασθαι
τὸ μῆκος τῆς ὁδοῦ, ἀνοίγοντες τὸ κιβωτάριον ἐπισκοπῶμεν τοὺς ἑκάστου τυμπάνου ὀδόντας, δείξομεν ὡς δυνατὸν διὰ τῆς ἑκάστου κιβωταρίου [*] [*]
300
ἐπιφανείας, γνωμονίων τινῶν περιαγομένων, εὑρίσκειν τὸ τῆς ὁδοῦ μῆκος. τὰ μὲν γὰρ εἰρημένα ὠδοντωμένα τυμπάνια κείσεται μὴ ψαύοντα τῶν πλευρῶν τοῦ κιβωταρίου, οἱ δὲ ἄξονες αὐτῶν εἰς τὸ ἐκτὸς μέρος ὑπερεχέτωσαν τῶν τοίχων· αἱ δʼ ὑπεροχαὶ τετράγωνοι
ἔστωσαν, ὡς ἂν προσειληφυῖαι μοιρογνωμόνια ἐν τετραγώνοις τρήμασιν· ὥστε στρεφομένου τοῦ τυμπάνου σὺν τῷ ἄξονι συστρέφεσθαι καὶ τὸ μοιρογνωμόνιον· οὗ δὴ περιαγόμενον τὸ ἄκρον κύκλον γράψει ἐν τῇ ἑτέρᾳ πλευρᾷ τοῦ αὐτοῦ τοίχου, ὃν διελοῦμεν
εἰς τὸ αὐτὸ πλῆθος τῶν ὀδόντων τοῦ ἐντὸς τυμπανίου. [*] τὸ δὲ μοιρογνωμόνιον μεγέθει ἔστω τηλικοῦτο, ὥστε μείζονα γράφειν κύκλον, πρὸς τὸ τὴν διαίρεσιν τῶν ὀδόντων ἐν μείζοσι διαστήμασιν εἶναι· ἕξει δὲ γραφόμενος κύκλος τὴν αὐτὴν ἐπιγραφὴν τῷ ἐντὸς τυμπάνῳ·
καὶ οὕτως διὰ τῆς ἐκτὸς ἐπιφανείας ἐπιθεωρήσομεν τὸ μῆκος τῆς ἀνυσθείσης ὁδοῦ. ἐὰν δὲ μὴ δυνατὸν πάντα τὰ τυμπάνια μὴ ψαύειν τῶν τοίχων τοῦ κιβωταρίου, διὰ τὸ ἐμποδίζεσθαι ὑπὸ ἀλλήλων, [*] διὰ τοὺς παρακειμένους κοχλίας, διʼ ἕτερόν τι,
ἀποστήσομεν ἕκαστον αὐτῶν τοσοῦτον, ὥστε μηδὲν ἐμποδὼν εἶναι.

Ἐπεὶ οὖν τῶν ὀδοντωτῶν τυμπάνων μὲν παράλληλα τῷ πυθμένι ἐστὶν, δʼ ὀρθά, καὶ τῶν γραφομένων ἄρα κύκλων ὑπὸ τῶν μοιρογνωμονίων οἳ μὲν
ἐν τοῖς ὀρθοὶς τοίχοις ἔσονται τοῦ κιβωταρίου, οἳ δ ἐν τῷ ἐπιπώματι. δεήσει ἄρα διὰ τοῦτο, ἕνα τῶν [*]

302
ὀρθῶν τοίχων τῶν μὴ ἐχόντων τοὺς κύκλους πῶμα γενέσθαι, ἵνα τὸ ὡσανεὶ πῶμα τοῖχος .

[*]

λε. Ὅσοι μὲν οὖν τόποι βαδίζεσθαι δύνανται, τούτων [*] τὰ μήκη διὰ τῆς κατασκευασθείσης διόπτρας τοῦ ῥηθέντος ὁδομέτρου εὑρίσκεται· ἐπεὶ δὲ εὔχρηστον
ὑπάρχει καὶ τὴν μεταξὺ δύο κλιμάτων ὁδὸν ἡλίκη ἐστὶν ἐπίστασθαι, ἐμπιπτόντων εἰς αὐτὴν νήσων τε καὶ πελαγῶν καὶ, εἰ τύχοι, ἀβάτων τινῶν τόπων, ἀναγκαῖόν ἐστι καὶ πρὸς τοῦτο μέθοδόν τινα ὑπάρχειν, ὅπως παντελῶς εἴη ἡμῖν ἐκδεδομένη πραγματεία. δέον δὲ ἔστω, εἰ
τύχοι, τὴν μεταξὺ Ἀλεξανδρείας καὶ Ῥώμης ὁδὸν ἐκμετρῆσαι τὴν ἐπʼ εὐθείας, τήν γε ἐπὶ κύκλου περιφερείας μεγίστου τοῦ ἐν τῇ γῇ, προσομολογουμένου τοῦ ὅτι περίμετρος τῆς γῆς σταδίων ἐστὶ καὶ ἔτι β, ὡς μάλιστα τῶν ἄλλων ἀκριβέστερον πεπραγματευμένος
Ἐρατοσθένης δείκνυσιν ἐν τῷ ἐπιγραφομένῳ περὶ τῆς ἀναμετρήσεως τῆς γῆς. τετηρήσθω οὖν ἔν τε Ἀλεξανδρείᾳ καὶ Ῥώμῃ αὐτὴ ἔκλειψις τῆς σελήνης· εἰ μὲν γὰρ ἐν ταῖς ἀναγραφείσαις εὑρίσκεται, ταύτῃ χρησόμεθα· εἰ δὲ οὔ, δυνατὸν ἔσται ἡμᾶς αὐτοὺς
[*] τηρήσαντας εἰπεῖν διὰ τὸ τὰς τῆς σελήνης ἐκλείψεις [*] διὰ πενταμήνων καὶ ἑξαμήνων γίνεσθαι. ἔστω οὖν εὑρημένη ἐν τοῖς εἰρημένοις κλίμασιν αὕτη ἔκλειψις, ἐν Ἀλεξανδρείᾳ μὲν νυκτὸς ὥρας ε, ἐν Ῥώμῃ δὲ αὐτὴ νυκτὸς ὥρας γ, δηλονότι τῇ αὐτῇ νυκτί. ἔστω
δὲ καὶ νύξ, τουτέστιν ἡμερήσιος κύκλος, καθʼ οὗ φέρεται ἥλιος ἐν τῇ εἰρημένῃ νυκτί, ἀπέχων ἀπὸ ἰσημερίας ἐαρινῆς, ὡς ἐπὶ τροπὰς χειμερινὰς, ἡμέρας [*]

304
δέκα· καὶ καταγεγράφθω ἡμισφαίριον τὸ διὰ τῶν τροπικῶν, εἰ μὲν ἐν Ἀλεξανδρείᾳ ἐσμὲν, πρὸς τὸ ἐν Ἀλεξανδρείᾳ, εἰ δὲ ἐν Ῥώμῃ, πρὸς τὸ ἐν Ῥώμῃ κλίμα. ἔστω δὴ ἡμᾶς εἶναι ἐν Ἀλεξανδρείᾳ· καὶ ἐγκείσθω κοῖλον ἡμισφαίριόν τιηδιὰ τῶν τροπικῶν καταγράφειν
πρὸς τὸ ἐν Ἀλεξανδρείᾳ κλίμα. καὶ ἔστω αὐτοῦ περὶ τὸ χεῖλος κύκλος ΑΒΓ μεσημβρινὸς δὲ ἐν αὐτῷ ἔστω ΒΕΖΗ ἰσημερινὸς δὲ ΑΗΓ· πόλος δὲ τῶν παραλλήλων Ε· τοῦ δὲ περὶ τὸ χεῖλος τοῦ ἡμισφαιρίου πόλος Ζ. καὶ ἐντετάχθω ὁμοταγὴς
τῷ κύκλῳ τῷ καθʼ ὃν φέρεται ἐν τῇ εἰρημένῃ νυκτὶ ἥλιος ὥρας πέμπτης, τότε μὲν ἀπέχων ἀπὸ ἰσημερίας ἐαρινῆς καὶ ἐπὶ τροπὰς χειμερινὰς ἡμέρας ι, καὶ ἔστω ΘΚΛ· καὶ διῃρήσθω ΘΚ περιφέρεια εἰς τὰς ιβ· καὶ ἔστω τούτων πέμπτη ΘΜ, ἐπειδήπερ πέμπτης
ὥρας ἔκλειψις ἐτηρήθη ἐν Ἀλεξανδρείᾳ· ἔσται ἄρα τὸ Μ ὁμοταγὲς τῷ πρὸς ἦν ἥλιος τῆς ἐκλείψεως γενομένης. καὶ γεγράφθω δὲ καὶ τὸ διὰ Ῥώμης ἀνάλημμα, ἐν ἐγγεγράφθω καὶ ἡμερήσιος κύκλος ὁμοταγὴς τῷ ΘΚΛ. καὶ ὁρίζοντος μὲν διάμετρος
ΝΞ· γνώμων δὲ ΟΠ· δὲ τοῦ ἡμερησίου διάμετρος [*] ΡΣ· δίορον δὲ ΤΥ. καὶ οἵων ἐστὶν ΓΦΣ περιφέρεια ἡμερησίων ὡρῶν ϛ, τοιούτων ὡρῶν ΥΦ γ, ἐπειδήπερ τήρησις ἐν Ῥώμῃ γεγένηται ὥρας γ καὶ τῇ ΥΦ περιφερείᾳ ὁμοία κείσθω ΜΧ.
τὸ ἄρα Χ σημεῖον πρὸς τῷ ὁρίζοντι τῷ διὰ Ῥώμης. ἔστω δὲ καὶ ἄξων ἐν τῷ ἀναλήμματι ΨΩ, καὶ τῇ ΥΦΣ περιφερείᾳ ὁμοία κείσθω ΧΚϛ· ἔσται δὴ τὸ [*]
306
ϛ ἐπὶ τοῦ μεσημβρινοῦ τοῦ διὰ Ῥώμης· ἀλλὰ καὶ τὸ Ε πόλος τῶν παραλλήλων· γεγράφθω διὰ τῶν Ε, ϛ μέγιστος κύκλος Εϛ· τοῦτο δὴ ἔσται εἰρημένος διὰ Ῥώμης μεσημβρινός. καὶ τῇ ΞΩ περιφερείᾳ ὁμοία κείσθω Α Β, ἀπὸ δὲ τοῦ ϛ Α τετραγώνου κείσθω
ΑΒΖ· τὸ ἄρα Β σημεῖον ἔσται τοῦ διὰ Ῥώμης ὁρίζοντος πόλος, ἀλλὰ καὶ τὸ Ζ τοῦ διʼ Ἀλεξανδρείας. γεγράφθω οὖν διὰ τῶν Β, Ζ, μεγίστου κύκλου περιφέρεια Β Ζ, καὶ ἐξητάσθω πόσων γίνεται μοιρῶν πρὸς τὸν ΑΒΓ κύκλον· εὑρήσθω, εἰ τύχοι, μοιρῶν
[*] κ. ἔσται οὖν ἀπολαμβανομένη ἐν τῇ γῇ μεταξὺ Ῥώμης καὶ Ἀλεξανδρείας μοιρῶν κ, οἵων ἐστὶν καὶ μέγας κύκλος μοιρῶν τξ. ἔχει δὲ μία μοῖρα τῶν ἐν τῇ γῇ σταδίους ψ, εἴ γε ὅλη περίμετρός ἐστι μ καὶ β. αἱ ἄρα κ μοῖραι γίνονται εἰς μ δ. τοσούτους δὴ σταδίους
ἀποφανούμεθα καὶ τὸ τῆς εἰρημένης ὁδοῦ μῆκος. ἐὰν δὲ τὸ Α σημεῖον ὑπερπίπτῃ τοῦ τῆς ὑπερπιπτούσης περιφερείας ἣν θήσομεν τὴν Γ, καὶ ἔσται τὸ Β τε διάμετρον τῷ ὑπερπίπτοντι σημείῳ. πάλιν οὖν τετραγώνου θέντες τὴν ΣΒ ἕξομεν τὸ Β
σημεῖον.

Tokens

p 1 w 1
306 1 w 5
λδ 1 w 7
Ἀκόλουθον 1 w 17
δὲ 1 w 19
εἶναι 1 w 24
νομίζομεν 1 w 33
τῇ 1 w 35
διοπτρικῇ 1 w 44
πραγματείᾳ 1 w 54
καὶ 1 w 57
διὰ 1 w 60
τοῦ 1 w 63
καλουμένου 1 w 73
ὁδομέτρου 1 w 82
τὰ 1 w 84
ἐπὶ 1 w 87
τῆς 1 w 90
γῆς 1 w 93
μετρεῖν 1 w 100
διαστήματα 1 w 110
ὥστε 1 w 115
μὴ 1 w 117
διʼ 1 w 120
ἀλύσεως 1 w 127
μετροῦντα 1 w 136
1 w 137
σχοινίου 1 w 145
κακοπαθῶς 1 w 154
καὶ 2 w 157
βραδέως 1 w 164
ἐκμετρεῖν 1 w 173
ἀλλʼ 1 w 178
ἐπʼ 1 w 181
ὀχήματος 1 w 189
πορευόμενον 1 w 200
διὰ 2 w 204
τῆς 2 w 207
τῶν 1 w 210
τροχῶν 1 w 216
ἐκκυλίσεως 1 w 226
ἐπίστασθαι 1 w 236
τὰ 2 w 238
προειρημένα 1 w 249
διαστήματα 2 w 259
οἱ 1 w 262
μὲν 1 w 265
οὖν 1 w 268
πρὸ 1 w 271
ἡμῶν 1 w 275
ἐξέθεντό 1 w 283
τινας 1 w 288
μεθόδους 1 w 296
διʼ 2 w 300
ὧν 1 w 302
τοῦτο 1 w 307
γίνεται 1 w 314
ἐξέσται 1 w 322
δὲ 2 w 324
κρίνειν 1 w 331
τό 2 w 333
τε 3 w 335
ὑπὸ 1 w 338
ἡμῶν 2 w 342
γραφόμενον 1 w 352
ὄργανον 1 w 359
καὶ 3 w 362
τὰ 3 w 364
ὑπὸ 2 w 367
τῶν 2 w 370
προτέρων 1 w 378
γεγονέτω 1 w 387
οὖν 2 w 390
πῆγμα 1 w 395
καθάπερ 1 w 403
κιβώτιον 1 w 411
ἐν 1 w 414
1 w 415
πᾶσα 1 w 419
ἔσται 1 w 424
3 w 425
μέλλουσα 1 w 433
λέγεσθαι 1 w 441
κατασκευή 1 w 450
ἐν 2 w 453
δὲ 3 w 455
τῷ 1 w 457
πυθμένι 1 w 464
τοῦ 3 w 467
κιβωταρίου 1 w 477
τὸ 1 w 479
ΑΒΓ 1 w 482
2 1 w 483
ΑΜ 1 w 485
Η 1 w 486
7 1 w 487
ἀποστησώμεθα 1 w 499
corr 1 w 503
Vi 1 w 506
8 1 w 507
ραδους 1 w 513
sic 1 w 517
11 1 w 520
ΑΜ 2 w 522
Η 2 w 523
corr 2 w 528
Vi 2 w 531
12 1 w 533
f 1 w 534
καὶ 4 w 539
14 1 w 542
Η 3 w 543
ΚΞ 1 w 545
corr 3 w 550
Vi 3 w 553
17 1 w 555
πραγματία 1 w 564
25 1 w 566
κηβώτιον 1 w 574
27 1 w 576
post 1 w 580
κιβωταρίου 2 w 590
unum 1 w 594
ut 1 w 596
complures 1 w 605
versiculos 1 w 615
hiatu 1 w 620
absumptos 1 w 629
excidisse 1 w 638
Venturius 1 w 647
tuit 1 w 651
f 2 w 653
τῷ 2 w 656
ΑΒΓ 2 w 659
p 5 w 665
308 1 w 669
χάλκεον 1 w 676
συμφυῆ 1 w 683
ἔχον 1 w 687
τὰ 4 w 689
εἰρημένα 1 w 697
σκυτάλια 1 w 705
διʼ 3 w 709
ὧν 2 w 711
ἀνατομὴ 1 w 718
γεγονέτω 2 w 726
ἐν 3 w 728
τῷ 3 w 730
πυθμένι 2 w 737
τοῦ 4 w 740
κιβωταρίου 3 w 750
διʼ 4 w 754
ἧς 1 w 756
περόνη 1 w 762
συμφυὴς 1 w 769
γενηθεῖσα 1 w 778
τῇ 2 w 780
χοινικίδι 1 w 789
ἑνὸς 1 w 793
τῶν 3 w 796
τοῦ 5 w 799
ὀχήματος 2 w 807
τροχῶν 2 w 813
κατὰ 1 w 818
μίαν 1 w 822
στροφὴν 1 w 829
παρεμβαίνουσα 1 w 842
εἰς 1 w 845
τὴν 1 w 848
ἀνατομὴν 1 w 856
τὴν 2 w 859
ἐν 4 w 861
τῷ 4 w 863
τοῦ 6 w 866
κιβωταρίου 4 w 876
πυθμένι 3 w 883
παράξει 1 w 891
ἓν 1 w 893
τῶν 4 w 896
σκυταλίων 1 w 905
ὥστε 2 w 910
τὸ 2 w 912
ἑξῆς 1 w 916
σκυτάλιον 1 w 925
τὴν 3 w 928
αὐτὴν 1 w 933
πάλιν 1 w 938
θέσιν 1 w 943
ἔχειν 1 w 948
τῷ 5 w 950
πρότερον 1 w 958
καὶ 5 w 962
τοῦτο 2 w 967
ἐπʼ 2 w 970
ἄπειρον 1 w 977
συμβήσεται 1 w 988
οὖν 3 w 991
τοῦ 8 w 994
τροχοῦ 1 w 1000
ὀκτὼ 1 w 1004
στροφὰς 1 w 1011
ποιησαμένου 1 w 1022
τὸ 3 w 1024
σκυταλωτὸν 1 w 1034
τύμπανον 1 w 1042
μίαν 2 w 1046
ἀποκατάστασιν 1 w 1059
εἰληφέναι 1 w 1068
τῷ 6 w 1071
οὖν 4 w 1074
εἰρημένῳ 1 w 1082
σκυταλωτῷ 1 w 1091
τυμπάνῳ 1 w 1098
συμφυὴς 2 w 1105
ἔστω 1 w 1109
κοχλίας 1 w 1116
ἀπὸ 1 w 1120
τοῦ 9 w 1123
κέντρου 1 w 1130
πρὸς 1 w 1134
ὀρθὰς 1 w 1139
αὐτῷ 1 w 1143
πεπηγὼς 1 w 1150
τὸ 5 w 1153
δὲ 4 w 1155
ἕτερον 1 w 1161
ἄκρον 1 w 1166
ἔχων 1 w 1170
ἐν 5 w 1172
διαπήγματι 1 w 1182
πεπηγότι 1 w 1190
εἰς 2 w 1193
τοὺς 1 w 1197
τοῦ 10 w 1200
κιβωταρίου 5 w 1210
τοίχους 1 w 1217
τῷ 9 w 1220
δὲ 5 w 1222
εἰρημένῳ 2 w 1230
κοχλίᾳ 1 w 1236
παρακείσθω 1 w 1246
τύμπανον 2 w 1254
ὠδοντωμένον 1 w 1265
τοὺς 2 w 1270
ὀδόντας 1 w 1277
ἁρμοστοὺς 1 w 1286
ἔχον 2 w 1290
τῇ 3 w 1292
ἕλικι 1 w 1297
τοῦ 11 w 1300
κοχλίου 1 w 1307
δηλονότι 1 w 1316
πρὸς 2 w 1320
ὀρθὰς 2 w 1325
τῷ 10 w 1327
πυθμένι 4 w 1334
κείμενον 1 w 1342
καὶ 6 w 1346
ἔχον 3 w 1350
ὁμοίως 1 w 1356
συμφυῆ 2 w 1362
ἄξονα 1 w 1367
οὗ 1 w 1370
τὰ 6 w 1372
ἄκρα 1 w 1376
πολείσθω 1 w 1384
εἰς 3 w 1387
τοὺς 4 w 1391
τοῦ 12 w 1394
κιβωταρίου 6 w 1404
τοίχους 2 w 1411
ἐκ 3 w 1414
δὲ 6 w 1416
τοῦ 13 w 1419
ἑνὸς 2 w 1423
μέρους 1 w 1429
3 w 1430
ἄξων 1 w 1434
πάλιν 2 w 1439
ἐγγεγλυμμένην 1 w 1452
ἐχέτω 1 w 1457
ἕλικα 1 w 1462
ὥστε 3 w 1467
εἶναι 2 w 1472
αὐτὸν 1 w 1477
κοχλίαν 1 w 1484
καὶ 7 w 1488
πάλιν 3 w 1493
τούτῳ 1 w 1498
τῷ 11 w 1500
κοχλίᾳ 2 w 1506
παρακείσθω 2 w 1516
ὀδοντωτὸν 1 w 1525
τυμπάνιον 1 w 1534
δηλονότι 2 w 1543
παράλληλον 1 w 1553
τῷ 12 w 1555
πυθμένι 5 w 1562
κείμενον 2 w 1570
ἔχον 4 w 1575
συμφυῆ 3 w 1581
ἄξονα 2 w 1586
οὗ 2 w 1589
τὸ 8 w 1591
μὲν 2 w 1594
ἕτερον 2 w 1600
ἄκρον 2 w 1605
πολείσθω 2 w 1613
ἐν 6 w 1615
τῷ 13 w 1617
τοῦ 14 w 1620
κιβωταρίου 7 w 1630
fol 1 w 1633
78r 1 w 1637
πυθμένι 6 w 1644
τὸ 9 w 1647
δὲ 7 w 1649
λοιπὸν 1 w 1655
ἐν 7 w 1657
δι 12 w 1659
ατοναίῳ 1 w 1666
πεπηγότι 2 w 1674
ἐν 8 w 1676
τοῖς 1 w 1680
τοῦ 15 w 1683
κιβωταρίου 8 w 1693
τοίχοις 1 w 1700
καὶ 8 w 1704
οὗτος 1 w 1709
οὖν 5 w 1712
4 w 1713
ἄξων 2 w 1717
ἐκ 4 w 1719
τοῦ 16 w 1722
ἑνὸς 3 w 1726
μέρους 2 w 1732
ἐχέτω 2 w 1737
ἕλικα 2 w 1742
πάλιν 4 w 1747
ἁρμόζουσαν 1 w 1757
εἰς 4 w 1760
ἑτέρου 1 w 1766
1 6 w 1767
τὰ 7 w 1769
εἰρημένα 2 w 1777
τινα 2 w 1782
ἱδρυμένα 1 w 1790
Vi 4 w 1792
perperam 1 w 1800
exspectamus 1 w 1812
σκυτάλια 2 w 1820
ὀκτώ 1 w 1824
καὶ 9 w 1828
ἀνατομὴ 3 w 1835
7 5 w 1836
τὸ 10 w 1838
πρότερον 2 w 1846
9 1 w 1847
τι 10 w 1849
σκυταλω- 1 w 1857
τὸν 4 w 1860
10 1 w 1862
11 2 w 1865
τὸ 12 w 1867
οὖν 6 w 1870
εἰρημένον 1 w 1879
σκυταλίω 2 w 1887
τῶ 5 w 1889
τυμπανω 1 w 1896
corr 4 w 1901
Vi 5 w 1904
11 3 w 1906
12 2 w 1909
ἀπὸ 2 w 1912
τοῦ 17 w 1915
καυτου 1 w 1921
correxi 1 w 1929
ἄκρου 1 w 1935
Vi 6 w 1937
15 1 w 1939
ὀδοντωμένον 1 w 1950
17 2 w 1952
ἄξωνα 1 w 1957
18 1 w 1959
ἀπολειπέσθω 1 w 1970
corr 6 w 1975
Vi 7 w 1978
20 1 w 1980
εἶναι 3 w 1985
τὸν 5 w 1988
2 7 w 1989
ἀξωνα 1 w 1994
25 2 w 1996
οὕτως 1 w 2001
ὢν 1 w 2003
corr 7 w 2008
R 1 w 2009
Schoene 1 w 2017
τυμπάνου 1 w 2026
ὀδόντας 2 w 2033
δηλονότι 3 w 2042
τοῦ 18 w 2045
τυμπάνου 2 w 2053
ὀρθοῦ 1 w 2058
πρὸς 3 w 2062
τὸν 6 w 2065
πυθμένα 1 w 2072
κειμένου 1 w 2080
καὶ 10 w 2084
τοῦτο 3 w 2089
γινέσθω 1 w 2096
ἐφʼ 1 w 2099
ὅσον 1 w 2103
ἂν 1 w 2105
βουλώμεθα 1 w 2114
2 w 2115
5 w 2116
τόπος 1 w 2121
6 w 2122
τοῦ 20 w 2125
κιβωταρίου 9 w 2135
χώραν 1 w 2140
p 9 w 2141
310 1 w 2145
ἔχῃ 1 w 2148
ὅσῳ 1 w 2152
γὰρ 1 w 2155
πλείονα 1 w 2162
γίνεται 2 w 2169
τά 5 w 2171
τε 10 w 2173
τύμπανα 1 w 2180
καὶ 11 w 2183
οἱ 2 w 2185
κοχλίαι 1 w 2192
τοσούτῳ 1 w 2200
καὶ 12 w 2203
4 w 2204
ὁδὸς 1 w 2208
ἐπὶ 2 w 2211
πλεῖον 1 w 2217
μετρουμένη 1 w 2227
εὑρεθήσεται 1 w 2238
ἕκαστος 1 w 2246
γὰρ 2 w 2249
κοχλίας 2 w 2256
ἅπαξ 1 w 2260
στραφεὶς 1 w 2268
τοῦ 21 w 2271
παρακειμένου 1 w 2283
αὐτῷ 2 w 2287
τυμπανίου 1 w 2296
ἕνα 1 w 2299
ὀδόντα 3 w 2305
κινήσει 1 w 2312
ὥστε 4 w 2317
τὸν 7 w 2320
μὲν 3 w 2323
συμφυῆ 4 w 2329
τῷ 15 w 2331
σκυταλωτῷ 2 w 2340
τυμπανίῳ 1 w 2348
ἅπαξ 2 w 2352
στραφέντα 1 w 2361
ὀκτὼ 2 w 2366
μὲν 4 w 2369
περιμέτρους 1 w 2380
τοῦ 22 w 2383
τροχοῦ 2 w 2389
σημαίνειν 1 w 2398
τοῦ 23 w 2402
δὲ 8 w 2404
παρακειμένου 2 w 2416
αὑτῷ 1 w 2420
τυμπανίου 2 w 2429
ἕνα 2 w 2432
ὀδόντα 4 w 2438
κεκινηκέναι 1 w 2449
εἰ 11 w 2452
τύχοι 1 w 2457
οὖν 7 w 2460
τὸ 16 w 2463
παρακείμενον 1 w 2475
τύμπανον 3 w 2483
ἐὰν 1 w 2487
ὀδόντας 3 w 2494
ἔχῃ 2 w 2497
τριάκοντα 1 w 2506
ἅπαξ 3 w 2511
στραφὲν 1 w 2518
ὑπὸ 3 w 2521
τοῦ 24 w 2524
κοχλίου 2 w 2531
στροφὰς 2 w 2538
δηλώσει 1 w 2545
τοῦ 25 w 2548
τροχοῦ 3 w 2554
σμ 1 w 2556
καὶ 13 w 2560
πάλιν 5 w 2565
τοῦ 26 w 2568
εἰρημένου 1 w 2577
ὀδοντωτοῦ 1 w 2586
τυμπανίου 3 w 2595
ἅπαξ 4 w 2599
στραφέντος 1 w 2609
8 w 2610
μὲν 5 w 2613
συμφυὴς 3 w 2620
αὐτῷ 3 w 2624
κοχλίας 3 w 2631
ἅπαξ 5 w 2635
στραφήσεται 1 w 2646
τοῦ 28 w 2650
δὲ 9 w 2652
παρακειμένου 3 w 2664
τῷ 19 w 2666
κοχλίᾳ 3 w 2672
τυμπανίου 4 w 2681
εἷς 1 w 2684
ὁδοὺς 1 w 2689
κινηθήσεται 1 w 2700
ἐὰν 2 w 2704
ἄρα 1 w 2707
καὶ 14 w 2710
τοῦτο 4 w 2715
τὸ 17 w 2717
τύμπανον 4 w 2725
ἔχῃ 3 w 2728
ὀδόντας 4 w 2735
λ 55 w 2736
ὅπερ 1 w 2741
εἶναι 4 w 2746
εἰκὸς 1 w 2751
καὶ 15 w 2754
πλείονας 1 w 2762
γίνεσθαι 1 w 2770
ἅπαξ 6 w 2775
στραφέντος 2 w 2785
αὐτοῦ 1 w 2790
στροφαὶ 1 w 2798
τοῦ 31 w 2801
τροχοῦ 4 w 2807
δηλωθήσονται 1 w 2819
ζσ 1 w 2821
ἂν 2 w 2824
δὲ 10 w 2826
ἄρα 2 w 2829
10 w 2830
τροχὸς 1 w 2836
ἔχῃ 4 w 2839
τὴν 5 w 2842
περίμετρον 1 w 2852
πηχῶν 1 w 2857
ι 101 w 2858
ἔσονται 1 w 2866
πήχεις 1 w 2872
μ 97 w 2873
β 16 w 2874
ἔστιν 1 w 2880
στάδια 1 w 2886
ρπ 1 w 2888
καὶ 16 w 2892
ταῦτα 1 w 2897
μὲν 6 w 2900
ἐπὶ 3 w 2903
τοῦ 32 w 2906
β 17 w 2907
τυμπανίου 5 w 2916
εὕρηται 1 w 2923
πλειόνων 1 w 2932
δὲ 11 w 2934
ὄντων 1 w 2939
καὶ 17 w 2942
τῶν 5 w 2945
ὀδόντων 1 w 2952
κατὰ 2 w 2956
τὸ 18 w 2958
πλῆθος 1 w 2964
αὐξομένων 1 w 2973
πολλοστὸ 1 w 2981
ν 232 w 2982
τῆς 3 w 2985
ὁδοῦ 1 w 2989
μέγεθος 1 w 2996
εὑρεθ 2 w 3001
ήσεται 5 w 3007
μετρούμενον 1 w 3018
δεῖ 1 w 3022
δὲ 12 w 3024
τοιαύτῃ 1 w 3031
χρήσασθαι 1 w 3040
κατασκευῇ 1 w 3049
ὥστε 5 w 3054
μὴ 5 w 3056
πολλῷ 1 w 3061
πλείονα 3 w 3068
ὁδὸν 1 w 3072
δύνασθαι 1 w 3080
σημαίνειν 2 w 3089
τὸ 20 w 3091
ὄργανον 2 w 3098
3 w 3099
τὴν 6 w 3102
ἐν 9 w 3104
μιᾷ 1 w 3107
4 2 w 3108
ἔχει 2 w 3112
τοσοῦτο 1 w 3119
8 5 w 3120
σκυταλιω 1 w 3128
τω 13 w 3130
τυμπανιω 1 w 3138
15 2 w 3140
16 1 w 3143
τοῦ 33 w 3146
δὲ 13 w 3148
τοῦ 34 w 3151
sed 1 w 3155
alterum 1 w 3162
τοῦ 35 w 3165
del 1 w 3168
m 7 w 3170
1 19 w 3172
18 2 w 3174
f 4 w 3175
οὕσπερ 1 w 3182
ἐστιν 1 w 3187
εἰκὸς 2 w 3192
κτλ 1 w 3195
20 2 w 3198
πσ 1 w 3200
corr 8 w 3205
Vi 8 w 3208
δὲ 14 w 3211
delevi 1 w 3218
21 1 w 3220
ΜΒ 1 w 3222
εστιν 1 w 3227
σταδια 1 w 3233
22 1 w 3235
εἴρηται 1 w 3242
correxi 2 w 3250
23 1 w 3252
αὐξομένων 2 w 3261
ποδος 1 w 3266
τὸ 21 w 3268
correxi 3 w 3276
24 1 w 3278
ήσεται 6 w 3284
sic 3 w 3288
correxi 4 w 3297
26 1 w 3299
4 w 3301
add 1 w 3305
Vi 9 w 3308
ἡμέρᾳ 1 w 3313
δυναμένην 1 w 3322
ἐξανύεσθαι 1 w 3332
ὑπὸ 4 w 3335
τοῦ 36 w 3338
ὀχήματος 3 w 3346
δυνατὸν 1 w 3354
γὰρ 3 w 3357
καθʼ 1 w 3361
ἑκάστην 1 w 3368
ἡμέραν 1 w 3374
ἐκμετροῦντα 1 w 3385
τὴν 7 w 3388
τῆς 4 w 3391
ἡμέρας 1 w 3397
ὁδὸν 2 w 3401
εἰς 5 w 3404
τὴν 8 w 3407
ἑξῆς 2 w 3411
πάλιν 6 w 3416
ἀρχὴν 1 w 3421
ποιεῖσθαι 1 w 3430
τῆς 5 w 3433
ἑξῆς 3 w 3437
ὁδοῦ 2 w 3441
ἀλλʼ 2 w 3446
ἐπεὶ 1 w 3450
8 w 3451
ἑκάστου 1 w 3458
κοχλίου 3 w 3465
στροφὴ 2 w 3471
οὐκ 1 w 3474
ἀκριβῶς 1 w 3481
οὐδὲ 1 w 3485
μεμετρημένως 1 w 3497
τοὺς 5 w 3501
παρακειμένους 1 w 3514
ὀδόντας 5 w 3521
στρέφει 1 w 3528
ἡμεῖς 1 w 3534
τῇ 4 w 3536
πείρᾳ 1 w 3541
ἐπιστρέφομεν 1 w 3553
τὸν 9 w 3556
πρῶτον 1 w 3562
κοχλίαν 2 w 3569
ἕως 1 w 3573
οὗ 4 w 3575
τὸ 24 w 3577
παρακείμενον 2 w 3589
αὐτῷ 4 w 3593
ὀδοντωτὸν 2 w 3602
p 10 w 3603
312 1 w 3607
τύμπανον 5 w 3615
μίαν 3 w 3619
ἀποκατάστασιν 2 w 3632
λάβῃ 1 w 3636
μετροῦντες 1 w 3647
ὁσάκις 1 w 3653
fol 2 w 3656
78v 1 w 3660
αὐτὸς 1 w 3665
ἐπιστρέφεται 1 w 3677
καὶ 18 w 3681
εἰ 16 w 3684
τύχοι 2 w 3689
εἰληφέτω 1 w 3698
στροφὰς 3 w 3705
κ 114 w 3706
ἐν 10 w 3709
2 w 3710
τὸ 27 w 3712
παρακείμενον 3 w 3724
αὑτῷ 2 w 3728
τύμπανυν 1 w 3736
μίαν 4 w 3740
ἀποκατάστασιν 3 w 3753
λαμβάνει 1 w 3761
τοῦτο 5 w 3767
δὲ 16 w 3769
εἶχεν 1 w 3774
ὀδόντας 6 w 3781
λ 75 w 3782
αἱ 1 w 3785
ἄρα 3 w 3788
κ 117 w 3789
στροφαὶ 2 w 3796
τοῦ 38 w 3799
σκυταλωτοῦ 1 w 3809
τυμπάνου 3 w 3817
λ 77 w 3818
ὀδόντας 7 w 3825
ἐκίνησαν 1 w 3833
τοῦ 40 w 3836
παρακειμένου 5 w 3848
τῷ 22 w 3850
κοχλίᾳ 4 w 3856
τυμπάνου 4 w 3864
αἱ 2 w 3867
δὲ 17 w 3869
κ 122 w 3870
στροφαὶ 3 w 3877
σκυτάλια 3 w 3885
ἐπιστρέφουσιν 1 w 3898
ρξ 1 w 3900
τοσαῦται 1 w 3909
δὲ 18 w 3911
καὶ 19 w 3914
τοῦ 41 w 3917
τροχοῦ 5 w 3923
εἰσὶ 1 w 3927
στροφαί 1 w 3934
γίνονται 1 w 3943
ἄρα 4 w 3946
πήχεις 2 w 3952
αχ 1 w 3954
εἰ 19 w 3957
δὲ 19 w 3959
οἱ 3 w 3961
λ 80 w 3962
ὀδόντες 1 w 3969
μηνύουσιν 1 w 3978
πήχεις 3 w 3984
αχ 2 w 3986
16 w 3988
ἄρα 5 w 3991
α 263 w 3992
ὀδοὺς 1 w 3997
τοῦ 42 w 4000
εἰρημένου 2 w 4009
τυμπανίου 6 w 4018
σημαίνει 3 w 4026
τῆς 6 w 4029
ὁδοῦ 3 w 4033
πήχεις 4 w 4039
νγ 1 w 4041
γ 31 w 4042
ὅταν 1 w 4047
ἄρα 6 w 4050
ἀρξάμενον 1 w 4059
τὸ 28 w 4061
ὀδοντωτὸν 3 w 4070
κινεῖσθαι 1 w 4079
τύμπανον 6 w 4087
εὑρεθῇ 1 w 4093
κεκινημένον 1 w 4104
ὀδόντας 8 w 4111
ιε 2 w 4113
σημαίνει 4 w 4122
ὁδὸν 3 w 4126
πηχῶν 2 w 4131
ω 58 w 4132
τουτέστι 1 w 4141
στάδια 2 w 4147
δύο 1 w 4150
ἐπιγράψομεν 1 w 4162
οὖν 8 w 4165
ἐν 11 w 4167
μέσῳ 1 w 4171
τῷ 23 w 4173
εἰρημένῳ 3 w 4181
ὀδοντωτῷ 1 w 4189
τυμπάνῳ 2 w 4196
πήχεις 5 w 4202
νγ 2 w 4204
γ 34 w 4205
τὰ 9 w 4208
δὲ 20 w 4210
αὐτὰ 1 w 4214
ἐπιλογισάμενοι 1 w 4228
καὶ 20 w 4231
ἐπὶ 4 w 4234
τῶν 6 w 4237
λοιπῶν 1 w 4243
ὀδοντωτῶν 1 w 4252
τυμπανίων 1 w 4261
ἐπιγράψομεν 2 w 4272
τοὺς 6 w 4276
ἀριθμούς 1 w 4284
ὥστε 6 w 4289
ἑκάστου 2 w 4296
αὐτῶν 1 w 4301
παραχθέντων 1 w 4312
τινῶν 1 w 4317
ὀδόντων 2 w 4324
ἐπιγνῶναι 1 w 4333
τὴν 9 w 4336
ἐξανυσθεῖσαν 1 w 4348
ὁδόν 1 w 4352
ἵνα 1 w 4356
δὲ 21 w 4358
μὴ 6 w 4360
ὅταν 2 w 4365
βουλώμεθα 2 w 4374
ἐπισκέψασθαι 1 w 4386
τὸ 30 w 4388
μῆκος 1 w 4393
τῆς 7 w 4396
ὁδοῦ 4 w 4400
ἀνοίγοντες 1 w 4411
τὸ 31 w 4413
κιβωτάριον 1 w 4423
ἐπισκοπῶμεν 1 w 4434
τοὺς 7 w 4438
ἑκάστου 3 w 4445
τυμπάνου 5 w 4453
ὀδόντας 9 w 4460
δείξομεν 1 w 4469
ὡς 1 w 4471
δυνατὸν 2 w 4478
διὰ 3 w 4481
τῆς 8 w 4484
ἑκάστου 4 w 4491
κιβωταρίου 10 w 4501
9 2 w 4502
ἐπιτύχοι 1 w 4510
11 4 w 4512
λαμβάνει 2 w 4520
12 4 w 4522
ἐκείνης 1 w 4529
ἂν 3 w 4531
17 3 w 4533
ΝΓ 1 w 4535
Ε 1 w 4536
γε 7 w 4538
sed 2 w 4541
γε 8 w 4543
del 3 w 4546
m 8 w 4548
1 27 w 4550
18 3 w 4552
τὸν 13 w 4555
οδοντωτὸν 1 w 4564
20 3 w 4566
21 2 w 4569
τοῦ 43 w 4572
εἰρημένου 3 w 4581
21 3 w 4583
ΝΓ 2 w 4585
Ε 2 w 4586
22 2 w 4588
ἐπὶ 5 w 4591
τῶν 9 w 4594
λοιοδόντων 1 w 4604
ἐπιφανείας 1 w 4614
γνωμονίων 1 w 4624
τινῶν 2 w 4629
περιαγομένων 1 w 4641
εὑρίσκειν 1 w 4651
τὸ 35 w 4653
τῆς 9 w 4656
ὁδοῦ 5 w 4660
μῆκος 2 w 4665
τὰ 11 w 4668
μὲν 7 w 4671
γὰρ 4 w 4674
εἰρημένα 3 w 4682
ὠδοντωμένα 1 w 4692
τυμπάνια 1 w 4700
κείσεται 1 w 4708
μὴ 7 w 4710
ψαύοντα 1 w 4717
τῶν 10 w 4720
πλευρῶν 1 w 4727
τοῦ 44 w 4730
κιβωταρίου 11 w 4740
οἱ 4 w 4743
δὲ 22 w 4745
ἄξονες 1 w 4751
αὐτῶν 2 w 4756
εἰς 6 w 4759
τὸ 36 w 4761
ἐκτὸς 1 w 4766
μέρος 1 w 4771
ὑπερεχέτωσαν 1 w 4783
τῶν 12 w 4786
τοίχων 1 w 4792
αἱ 3 w 4795
δʼ 1 w 4797
ὑπεροχαὶ 1 w 4805
τετράγωνοι 1 w 4815
ἔστωσαν 1 w 4822
ὡς 2 w 4825
ἂν 4 w 4827
προσειληφυῖαι 1 w 4840
μοιρογνωμόνια 1 w 4853
ἐν 12 w 4855
τετραγώνοις 1 w 4866
τρήμασιν 1 w 4874
ὥστε 7 w 4879
στρεφομένου 1 w 4890
τοῦ 45 w 4893
τυμπάνου 6 w 4901
σὺν 1 w 4904
τῷ 25 w 4906
ἄξονι 1 w 4911
συστρέφεσθαι 1 w 4923
καὶ 21 w 4926
τὸ 38 w 4928
μοιρογνωμόνιον 1 w 4942
οὗ 5 w 4945
δὴ 1 w 4947
περιαγόμενον 1 w 4959
τὸ 39 w 4961
ἄκρον 3 w 4966
κύκλον 1 w 4972
γράψει 1 w 4978
ἐν 13 w 4980
τῇ 5 w 4982
ἑτέρᾳ 1 w 4987
πλευρᾷ 1 w 4993
τοῦ 46 w 4996
αὐτοῦ 2 w 5001
τοίχου 3 w 5007
ὃν 1 w 5010
διελοῦμεν 1 w 5019
εἰς 7 w 5022
τὸ 40 w 5024
αὐτὸ 3 w 5028
πλῆθος 2 w 5034
τῶν 13 w 5037
ὀδόντων 3 w 5044
τοῦ 48 w 5047
ἐντὸς 1 w 5052
τυμπανίου 7 w 5061
p 11 w 5063
314 1 w 5067
τὸ 43 w 5069
δὲ 23 w 5071
μοιρογνωμόνιον 2 w 5085
μεγέθει 1 w 5092
ἔστω 3 w 5096
τηλικοῦτο 1 w 5105
ὥστε 8 w 5110
μείζονα 1 w 5117
γράφειν 1 w 5124
κύκλον 2 w 5130
πρὸς 4 w 5135
τὸ 44 w 5137
τὴν 10 w 5140
διαίρεσιν 1 w 5149
τῶν 14 w 5152
ὀδόντων 4 w 5159
ἐν 15 w 5161
μείζοσι 1 w 5168
διαστήμασιν 1 w 5179
εἶναι 5 w 5184
ἕξει 1 w 5189
δὲ 24 w 5191
22 w 5192
γραφόμενος 1 w 5202
κύκλος 1 w 5208
τὴν 11 w 5211
αὐτὴν 2 w 5216
ἐπιγραφὴν 1 w 5225
τῷ 26 w 5227
ἐντὸς 2 w 5232
τυμπάνῳ 3 w 5239
καὶ 22 w 5243
οὕτως 2 w 5248
διὰ 4 w 5251
τῆς 10 w 5254
ἐκτὸς 2 w 5259
ἐπιφανείας 2 w 5269
ἐπιθεωρήσομεν 1 w 5282
τὸ 47 w 5284
μῆκος 3 w 5289
τῆς 11 w 5292
ἀνυσθείσης 1 w 5302
ὁδοῦ 6 w 5306
ἐὰν 3 w 5310
δὲ 25 w 5312
μὴ 8 w 5314
1 w 5315
δυνατὸν 3 w 5322
πάντα 1 w 5327
τὰ 12 w 5329
τυμπάνια 2 w 5337
μὴ 9 w 5339
ψαύειν 1 w 5345
τῶν 15 w 5348
τοίχων 2 w 5354
τοῦ 49 w 5357
κιβωταρίου 12 w 5367
διὰ 5 w 5371
τὸ 49 w 5373
ἐμποδίζεσθαι 1 w 5385
ὑπὸ 5 w 5388
ἀλλήλων 1 w 5395
5 w 5397
fol 3 w 5400
79r 1 w 5404
διὰ 6 w 5407
τοὺς 8 w 5411
παρακειμένους 2 w 5424
κοχλίας 4 w 5431
6 w 5433
διʼ 5 w 5436
ἕτερόν 1 w 5442
τι 18 w 5444
ἀπο 6 w 5448
σ 160 w 5449
τήσομεν 1 w 5456
ἕκαστον 1 w 5463
αὐτῶν 3 w 5468
τοσοῦτον 1 w 5476
ὥστε 9 w 5481
μηδὲν 1 w 5486
ἐμποδὼν 1 w 5493
εἶναι 6 w 5498
Ἐπεὶ 1 w 5503
οὖν 9 w 5506
τῶν 17 w 5509
ὀδοντωτῶν 2 w 5518
τυμπάνων 1 w 5526
1 w 5527
μὲν 8 w 5530
παράλληλα 1 w 5539
τῷ 27 w 5541
πυθμένι 7 w 5548
ἐστὶν 1 w 5553
2 w 5555
δʼ 2 w 5557
ὀρθά 1 w 5561
καὶ 23 w 5565
τῶν 19 w 5568
γραφομένων 1 w 5578
ἄρα 7 w 5581
κύκλων 1 w 5587
ὑπὸ 6 w 5590
τῶν 20 w 5593
μοιρογνωμονίων 1 w 5607
οἳ 1 w 5609
μὲν 9 w 5612
ἐν 17 w 5614
τοῖς 2 w 5618
ὀρθοὶς 1 w 5624
τοίχοις 2 w 5631
ἔσονται 2 w 5638
τοῦ 50 w 5641
κιβωταρίου 13 w 5651
οἳ 2 w 5654
δ 116 w 5655
ἐν 18 w 5657
τῷ 28 w 5659
ἐπιπώματι 1 w 5668
δεήσει 1 w 5675
ἄρα 8 w 5678
διὰ 7 w 5681
τοῦτο 6 w 5686
ἕνα 3 w 5690
τῶν 21 w 5693
2 23 w 5694
ὀδοντωμένα 1 w 5704
4 5 w 5705
ἀξωνες 1 w 5711
6 4 w 5712
μυρογνωμονιο 1 w 5724
7 10 w 5725
σχήμασιν 1 w 5733
correxi 5 w 5741
8 9 w 5742
ἄξωνι 1 w 5747
9 4 w 5748
2 w 5749
δὴ 2 w 5751
γράψοι 1 w 5757
12 5 w 5759
13 1 w 5762
ὥστε 10 w 5766
μίαν 5 w 5770
γράφειν 2 w 5777
15 3 w 5779
τὸ 50 w 5781
ἐντος 1 w 5786
16 2 w 5788
17 4 w 5791
ἐπιθεωρήσωμεν 1 w 5804
21 4 w 5806
ἀποτήσωμεν 1 w 5816
correxi 6 w 5824
23 2 w 5826
ὀδόντων 5 w 5833
τῶν 22 w 5836
25 3 w 5838
μοιρογνωμονίων 2 w 5852
sed 3 w 5856
ι 240 w 5857
de 4 w 5859
l 10 w 5861
m 9 w 5862
1 38 w 5864
26 2 w 5866
27 2 w 5869
ὀδοντω 10 w 5875
ενι 1 w 5878
πωματι 1 w 5884
correxi 7 w 5892
ὀρθῶν 1 w 5897
τοίχων 3 w 5903
τῶν 23 w 5906
μὴ 10 w 5908
ἐχόντων 1 w 5915
τοὺς 9 w 5919
κύκλους 1 w 5926
πῶμα 1 w 5930
γενέσθαι 1 w 5938
ἵνα 2 w 5942
τὸ 51 w 5944
ὡσανεὶ 1 w 5950
πῶμα 2 w 5954
τοῖχος 1 w 5960
2 w 5961
fol 4 w 5965
79r 2 w 5969
λε 11 w 5971
Ὅσοι 1 w 5976
μὲν 10 w 5979
οὖν 10 w 5982
τόποι 1 w 5987
βαδίζεσθαι 1 w 5997
δύνανται 1 w 6005
τούτων 1 w 6012
p 12 w 6013
320 1 w 6017
τὰ 13 w 6019
μήκη 1 w 6023
7 w 6024
διὰ 8 w 6027
τῆς 12 w 6030
κατασκευασθείσης 1 w 6046
διόπτρας 1 w 6054
8 w 6055
τοῦ 52 w 6058
ῥηθέντος 1 w 6066
ὁδομέτρου 2 w 6075
εὑρίσκεται 1 w 6085
ἐπεὶ 2 w 6090
δὲ 27 w 6092
εὔχρηστον 1 w 6101
ὑπάρχει 1 w 6108
καὶ 24 w 6111
τὴν 13 w 6114
μεταξὺ 1 w 6120
δύο 2 w 6123
κλιμάτων 1 w 6131
ὁδὸν 4 w 6135
ἡλίκη 1 w 6140
ἐστὶν 2 w 6145
ἐπίστασθαι 2 w 6155
ἐμπιπτόντων 1 w 6167
εἰς 8 w 6170
αὐτὴν 3 w 6175
νήσων 1 w 6180
τε 24 w 6182
καὶ 25 w 6185
πελαγῶν 1 w 6192
καὶ 26 w 6195
εἰ 27 w 6198
τύχοι 4 w 6203
ἀβάτων 1 w 6210
τινῶν 3 w 6215
τόπων 1 w 6220
ἀναγκαῖόν 1 w 6230
ἐστι 2 w 6234
καὶ 27 w 6237
πρὸς 5 w 6241
τοῦτο 7 w 6246
μέθοδόν 1 w 6253
τινα 3 w 6257
ὑπάρχειν 1 w 6265
ὅπως 1 w 6270
παντελῶς 1 w 6278
εἴη 1 w 6281
ἡμῖν 1 w 6285
12 w 6286
ἐκδεδομένη 1 w 6296
πραγματεία 1 w 6306
δέον 1 w 6311
δὲ 28 w 6313
ἔστω 4 w 6317
εἰ 28 w 6320
τύχοι 5 w 6325
τὴν 15 w 6329
μεταξὺ 2 w 6335
Ἀλεξανδρείας 1 w 6347
καὶ 28 w 6350
Ῥώμης 1 w 6355
ὁδὸν 5 w 6359
ἐκμετρῆσαι 1 w 6369
τὴν 16 w 6372
ἐπʼ 3 w 6375
εὐθείας 1 w 6382
τήν 1 w 6386
γε 10 w 6388
ἐπὶ 6 w 6391
κύκλου 2 w 6397
περιφερείας 1 w 6408
μεγίστου 1 w 6416
τοῦ 54 w 6419
ἐν 20 w 6421
τῇ 6 w 6423
γῇ 1 w 6425
προσομολογουμένου 1 w 6443
τοῦ 55 w 6446
ὅτι 1 w 6449
περίμετρος 1 w 6459
τῆς 13 w 6462
γῆς 2 w 6465
σταδίων 1 w 6472
ἐστὶ 3 w 6476
καὶ 29 w 6479
ἔτι 1 w 6482
β 30 w 6483
ὡς 3 w 6486
27 w 6487
μάλιστα 1 w 6494
τῶν 24 w 6497
ἄλλων 1 w 6502
ἀκριβέστερον 1 w 6514
πεπραγματευμένος 1 w 6530
Ἐρατοσθένης 1 w 6541
δείκνυσιν 1 w 6550
ἐν 21 w 6552
τῷ 29 w 6554
ἐπιγραφομένῳ 1 w 6566
περὶ 1 w 6570
τῆς 14 w 6573
ἀναμετρήσεως 1 w 6585
τῆς 15 w 6588
γῆς 3 w 6591
τετηρήσθω 1 w 6601
οὖν 11 w 6604
ἔν 1 w 6606
τε 30 w 6608
Ἀλεξανδρείᾳ 1 w 6619
καὶ 30 w 6622
Ῥώμῃ 1 w 6626
13 w 6627
αὐτὴ 4 w 6631
ἔκλειψις 1 w 6639
τῆς 16 w 6642
σελήνης 1 w 6649
εἰ 29 w 6652
μὲν 11 w 6655
γὰρ 5 w 6658
ἐν 22 w 6660
ταῖς 1 w 6664
ἀναγραφείσαις 1 w 6677
εὑρίσκεται 2 w 6687
ταύτῃ 1 w 6693
χρησόμεθα 1 w 6702
εἰ 30 w 6705
δὲ 29 w 6707
οὔ 1 w 6709
δυνατὸν 4 w 6717
ἔσται 2 w 6722
ἡμᾶς 1 w 6726
αὐτοὺς 1 w 6732
fol 5 w 6735
79v 1 w 6739
τηρήσαντας 1 w 6749
εἰπεῖν 1 w 6755
διὰ 9 w 6758
τὸ 53 w 6760
τὰς 1 w 6763
τῆς 17 w 6766
σελήνης 2 w 6773
ἐκλείψεις 1 w 6782
p 13 w 6783
322 1 w 6787
διὰ 10 w 6790
πενταμήνων 1 w 6800
καὶ 31 w 6803
ἑξαμήνων 1 w 6811
γίνεσθαι 2 w 6819
ἔστω 5 w 6824
οὖν 12 w 6827
εὑρημένη 1 w 6835
ἐν 23 w 6837
τοῖς 3 w 6841
εἰρημένοις 1 w 6851
κλίμασιν 1 w 6859
αὕτη 1 w 6863
15 w 6864
ἔκλειψις 2 w 6872
ἐν 24 w 6875
Ἀλεξανδρείᾳ 2 w 6886
μὲν 12 w 6889
νυκτὸς 1 w 6895
ὥρας 1 w 6899
ε 301 w 6900
ἐν 25 w 6903
Ῥώμῃ 2 w 6907
δὲ 30 w 6909
16 w 6910
αὐτὴ 5 w 6914
νυκτὸς 2 w 6920
ὥρας 2 w 6924
γ 76 w 6925
δηλονότι 4 w 6934
τῇ 7 w 6936
αὐτῇ 1 w 6940
νυκτί 1 w 6945
ἔστω 6 w 6950
δὲ 31 w 6952
καὶ 32 w 6955
17 w 6956
νύξ 1 w 6959
τουτέστιν 1 w 6969
28 w 6970
ἡμερήσιος 1 w 6979
κύκλος 2 w 6985
καθʼ 2 w 6990
οὗ 6 w 6992
φέρεται 1 w 6999
29 w 7000
ἥλιος 1 w 7005
ἐν 26 w 7007
τῇ 9 w 7009
εἰρημένῃ 1 w 7017
νυκτί 2 w 7022
ἀπέχων 1 w 7029
ἀπὸ 3 w 7032
ἰσημερίας 1 w 7041
ἐαρινῆς 1 w 7048
ὡς 4 w 7051
ἐπὶ 7 w 7054
τροπὰς 1 w 7060
χειμερινὰς 1 w 7070
ἡμέρας 2 w 7077
4 6 w 7078
τῶ 26 w 7080
μήκει 1 w 7085
9 7 w 7086
μέθον 1 w 7091
corr 15 w 7096
Vi 10 w 7099
f 9 w 7100
παντελὴς 1 w 7109
10 3 w 7111
δεδόσθω 1 w 7118
δὲ 32 w 7120
correxi 8 w 7128
12 6 w 7130
γην 1 w 7133
τε 32 w 7135
την 2 w 7138
επὶ 1 w 7141
13 2 w 7143
τούτου 1 w 7149
ὅτι 2 w 7152
Vi 11 w 7154
14 3 w 7156
ἐστι 3 w 7160
δέκα 1 w 7164
καὶ 33 w 7168
καταγεγράφθω 1 w 7180
ἡμισφαίριον 1 w 7191
τὸ 56 w 7193
διὰ 11 w 7196
τῶν 25 w 7199
τροπικῶν 1 w 7207
εἰ 34 w 7210
μὲν 13 w 7213
ἐν 27 w 7215
Ἀλεξανδρείᾳ 3 w 7226
ἐσμὲν 1 w 7231
πρὸς 6 w 7236
τὸ 57 w 7238
ἐν 28 w 7240
Ἀλεξανδρείᾳ 4 w 7251
εἰ 35 w 7254
δὲ 33 w 7256
ἐν 29 w 7258
Ῥώμῃ 3 w 7262
πρὸς 7 w 7267
τὸ 58 w 7269
ἐν 30 w 7271
Ῥώμῃ 4 w 7275
κλίμα 2 w 7280
ἔστω 7 w 7285
δὴ 3 w 7287
ἡμᾶς 2 w 7291
εἶναι 7 w 7296
ἐν 31 w 7298
Ἀλεξανδρείᾳ 5 w 7309
καὶ 34 w 7313
ἐγκείσθω 1 w 7321
κοῖλον 1 w 7327
ἡμισφαίριόν 1 w 7338
τι 30 w 7340
η 75 w 7341
διὰ 12 w 7344
τῶν 26 w 7347
τροπικῶν 2 w 7355
καταγράφειν 1 w 7366
πρὸς 8 w 7370
τὸ 59 w 7372
ἐν 32 w 7374
Ἀλεξανδρείᾳ 6 w 7385
κλίμα 3 w 7390
καὶ 35 w 7394
ἔστω 8 w 7398
αὐτοῦ 3 w 7403
30 w 7404
περὶ 2 w 7408
τὸ 60 w 7410
χεῖλος 1 w 7416
κύκλος 3 w 7422
31 w 7423
ΑΒΓ 3 w 7426
μεσημβρινὸς 1 w 7437
δὲ 34 w 7439
ἐν 33 w 7441
αὐτῷ 5 w 7445
ἔστω 9 w 7449
32 w 7450
ΒΕΖΗ 1 w 7454
ἰσημερινὸς 1 w 7464
δὲ 35 w 7466
33 w 7467
ΑΗΓ 1 w 7470
πόλος 1 w 7476
δὲ 36 w 7478
τῶν 27 w 7481
παραλλήλων 1 w 7491
34 w 7492
Ε 4 w 7493
τοῦ 57 w 7497
δὲ 37 w 7499
περὶ 3 w 7503
τὸ 61 w 7505
χεῖλος 2 w 7511
τοῦ 58 w 7514
ἡμισφαιρίου 1 w 7525
πόλος 2 w 7530
35 w 7531
Ζ 2 w 7532
καὶ 36 w 7536
ἐντετάχθω 1 w 7545
ὁμοταγὴς 1 w 7553
τῷ 31 w 7555
κύκλῳ 1 w 7560
τῷ 32 w 7562
καθʼ 3 w 7566
ὃν 2 w 7568
φέρεται 2 w 7575
ἐν 35 w 7577
τῇ 10 w 7579
εἰρημένῃ 2 w 7587
νυκτὶ 1 w 7592
37 w 7593
ἥλιος 2 w 7598
ὥρας 3 w 7602
πέμπτης 1 w 7609
τότε 1 w 7614
μὲν 15 w 7617
ἀπέχων 2 w 7623
ἀπὸ 4 w 7626
ἰσημερίας 2 w 7635
ἐαρινῆς 2 w 7642
καὶ 37 w 7645
ἐπὶ 8 w 7648
τροπὰς 2 w 7654
χειμερινὰς 2 w 7664
ἡμέρας 3 w 7670
ι 313 w 7671
καὶ 38 w 7675
ἔστω 10 w 7679
38 w 7680
ΘΚΛ 1 w 7683
καὶ 39 w 7687
διῃρήσθω 1 w 7695
25 w 7696
ΘΚ 2 w 7698
περιφέρεια 1 w 7708
εἰς 9 w 7711
τὰς 2 w 7714
ιβ 18 w 7716
καὶ 40 w 7720
ἔστω 11 w 7724
τούτων 2 w 7730
26 w 7731
πέμπτη 2 w 7737
27 w 7738
ΘΜ 1 w 7740
ἐπειδήπερ 1 w 7750
πέμπτης 2 w 7757
ὥρας 4 w 7761
28 w 7762
ἔκλειψις 3 w 7770
ἐτηρήθη 1 w 7777
ἐν 36 w 7779
Ἀλεξανδρείᾳ 7 w 7790
ἔσται 3 w 7796
ἄρα 9 w 7799
τὸ 62 w 7801
Μ 5 w 7802
ὁμοταγὲς 1 w 7810
τῷ 33 w 7812
πρὸς 9 w 7816
4 w 7817
ἦν 1 w 7819
40 w 7820
ἥλιος 3 w 7825
τῆς 18 w 7828
ἐκλείψεως 1 w 7837
γενομένης 1 w 7846
καὶ 41 w 7850
γεγράφθω 2 w 7858
δὲ 38 w 7860
καὶ 42 w 7863
τὸ 63 w 7865
διὰ 13 w 7868
Ῥώμης 2 w 7873
ἀνάλημμα 1 w 7881
ἐν 37 w 7884
3 w 7885
ἐγγεγράφθω 1 w 7895
καὶ 43 w 7898
41 w 7899
ἡμερήσιος 2 w 7908
κύκλος 4 w 7914
42 w 7915
ὁμοταγὴς 2 w 7923
τῷ 34 w 7925
ΘΚΛ 2 w 7928
καὶ 44 w 7932
ὁρίζοντος 1 w 7941
μὲν 16 w 7944
διάμετρος 1 w 7953
30 w 7954
ΝΞ 1 w 7956
γνώμων 1 w 7963
δὲ 39 w 7965
45 w 7966
ΟΠ 1 w 7968
31 w 7970
δὲ 40 w 7972
τοῦ 59 w 7975
ἡμερησίου 1 w 7984
διάμετρος 2 w 7993
p 14 w 7994
324 1 w 7998
33 w 7999
ΡΣ 1 w 8001
δίορον 1 w 8008
δὲ 41 w 8010
34 w 8011
ΤΥ 1 w 8013
καὶ 45 w 8017
οἵων 1 w 8021
ἐστὶν 3 w 8026
35 w 8027
ΓΦΣ 1 w 8030
περιφέρεια 2 w 8040
ἡμερησίων 1 w 8049
ὡρῶν 1 w 8053
ϛ 1 w 8054
τοιούτων 1 w 8063
ὡρῶν 2 w 8067
37 w 8068
ΥΦ 1 w 8070
γ 92 w 8071
ἐπειδήπερ 2 w 8081
38 w 8082
τήρησις 1 w 8089
ἐν 38 w 8091
Ῥώμῃ 5 w 8095
γεγένηται 1 w 8104
ὥρας 5 w 8108
γ 95 w 8109
καὶ 46 w 8112
τῇ 11 w 8114
ΥΦ 2 w 8116
περιφερείᾳ 1 w 8126
ὁμοία 1 w 8131
κείσθω 4 w 8137
39 w 8138
ΜΧ 1 w 8140
τὸ 64 w 8143
ἄρα 10 w 8146
Χ 2 w 8147
σημεῖον 1 w 8154
πρὸς 10 w 8158
τῷ 35 w 8160
ὁρίζοντι 1 w 8168
τῷ 36 w 8170
διὰ 14 w 8173
Ῥώμης 3 w 8178
ἔστω 12 w 8183
δὲ 42 w 8185
καὶ 47 w 8188
ἄξων 5 w 8192
ἐν 39 w 8194
τῷ 37 w 8196
ἀναλήμματι 1 w 8206
48 w 8207
ΨΩ 1 w 8209
καὶ 48 w 8213
τῇ 12 w 8215
ΥΦΣ 1 w 8218
περιφερείᾳ 2 w 8228
ὁμοία 2 w 8233
κείσθω 5 w 8239
40 w 8240
ΧΚϛ 1 w 8243
ἔσται 4 w 8249
δὴ 4 w 8251
τὸ 65 w 8253
4 9 w 8254
δὲ 43 w 8256
5 7 w 8257
κοινὸν 1 w 8263
τι 33 w 8265
η 94 w 8266
ὃς 1 w 8268
τῶν 28 w 8271
10 4 w 8273
πολος 1 w 8278
50 w 8279
ΟΖ 1 w 8281
sic 4 w 8285
ὁμοταγεὶς 1 w 8295
11 5 w 8297
καθω 1 w 8301
12 7 w 8303
τὸ 66 w 8305
μὲν 17 w 8308
ἀπέχειν 1 w 8315
14 4 w 8317
διειρησθω 1 w 8326
15 4 w 8328
τοιοῦτον 1 w 8336
41 w 8337
ΕΗΘΜ 1 w 8341
correxi 9 w 8349
17 5 w 8351
πρὸς 11 w 8355
ο 519 w 8356
μη 6 w 8358
ἡλιος 1 w 8363
20 5 w 8365
καὶ 49 w 8368
ο 521 w 8369
ϛ 3 w 8370
ἐπὶ 9 w 8373
τοῦ 60 w 8376
μεσημβρινοῦ 1 w 8387
τοῦ 61 w 8390
διὰ 15 w 8393
Ῥώμης 4 w 8398
ἀλλὰ 1 w 8403
καὶ 50 w 8406
τὸ 67 w 8408
Ε 6 w 8409
πόλος 3 w 8414
τῶν 29 w 8417
παραλλήλων 2 w 8427
γεγράφθω 4 w 8436
διὰ 16 w 8439
τῶν 30 w 8442
Ε 7 w 8443
ϛ 4 w 8445
μέγιστος 1 w 8453
κύκλος 5 w 8459
52 w 8460
Εϛ 1 w 8462
τοῦτο 8 w 8468
δὴ 5 w 8470
ἔσται 5 w 8475
53 w 8476
εἰρημένος 1 w 8485
διὰ 17 w 8488
Ῥώμης 5 w 8493
μεσημβρινός 1 w 8504
καὶ 51 w 8508
τῇ 13 w 8510
ΞΩ 1 w 8512
περιφερείᾳ 3 w 8522
ὁμοία 3 w 8527
κείσθω 6 w 8533
43 w 8534
Α 7 w 8535
Β 6 w 8536
ἀπὸ 5 w 8540
δὲ 44 w 8542
τοῦ 63 w 8545
ϛ 6 w 8546
Α 8 w 8547
τετραγώνου 1 w 8557
κείσθω 7 w 8563
44 w 8564
ΑΒΖ 1 w 8567
τὸ 68 w 8570
ἄρα 11 w 8573
Β 8 w 8574
σημεῖον 2 w 8581
ἔσται 6 w 8586
τοῦ 64 w 8589
διὰ 18 w 8592
Ῥώμης 6 w 8597
ὁρίζοντος 2 w 8606
πόλος 4 w 8611
ἀλλὰ 2 w 8616
καὶ 52 w 8619
τὸ 69 w 8621
Ζ 5 w 8622
τοῦ 65 w 8625
διʼ 6 w 8628
Ἀλεξανδρείας 2 w 8640
γεγράφθω 5 w 8649
οὖν 13 w 8652
διὰ 19 w 8655
τῶν 31 w 8658
Β 9 w 8659
Ζ 6 w 8661
μεγίστου 2 w 8670
κύκλου 3 w 8676
περιφέρεια 3 w 8686
45 w 8687
Β 10 w 8688
Ζ 7 w 8689
καὶ 53 w 8693
ἐξητάσθω 1 w 8701
πόσων 1 w 8706
γίνεται 3 w 8713
μοιρῶν 1 w 8719
πρὸς 12 w 8723
τὸν 17 w 8726
ΑΒΓ 4 w 8729
κύκλον 3 w 8735
εὑρήσθω 1 w 8743
εἰ 39 w 8746
τύχοι 6 w 8751
μοιρῶν 2 w 8758
fol 6 w 8761
80r 1 w 8765
κ 252 w 8766
ἔσται 7 w 8772
οὖν 14 w 8775
46 w 8776
ἀπολαμβανομένη 1 w 8790
ἐν 40 w 8792
τῇ 14 w 8794
γῇ 2 w 8796
μεταξὺ 3 w 8802
Ῥώμης 7 w 8807
καὶ 54 w 8810
Ἀλεξανδρείας 3 w 8822
μοιρῶν 3 w 8828
κ 254 w 8829
οἵων 2 w 8834
ἐσ 9 w 8836
τὶν 4 w 8839
καὶ 55 w 8842
56 w 8843
μέγας 1 w 8848
κύκλος 6 w 8854
μοιρῶν 4 w 8860
τξ 1 w 8862
ἔχει 3 w 8867
δὲ 45 w 8869
47 w 8870
μία 6 w 8873
μοῖρα 1 w 8878
τῶν 32 w 8881
ἐν 41 w 8883
τῇ 15 w 8885
γῇ 3 w 8887
σταδίους 1 w 8895
ψ 13 w 8896
εἴ 3 w 8899
γε 19 w 8901
ὅλη 1 w 8904
48 w 8905
περίμετρός 1 w 8915
ἐστι 4 w 8919
μ 323 w 8920
καὶ 56 w 8923
β 37 w 8924
αἱ 4 w 8927
ἄρα 12 w 8930
κ 259 w 8931
μοῖραι 1 w 8937
γίνονται 2 w 8945
εἰς 10 w 8948
μ 325 w 8949
δ 194 w 8950
τοσούτους 1 w 8960
δὴ 6 w 8962
σταδίους 2 w 8970
ἀποφανούμεθα 1 w 8982
καὶ 57 w 8985
τὸ 71 w 8987
τῆς 19 w 8990
εἰρημένης 1 w 8999
ὁδοῦ 7 w 9003
μῆκος 4 w 9008
ἐὰν 4 w 9012
δὲ 46 w 9014
τὸ 72 w 9016
Α 11 w 9017
σημεῖον 3 w 9024
ὑπερπίπτῃ 1 w 9033
τοῦ 66 w 9036
τῆς 20 w 9039
ὑπερπιπτούσης 1 w 9052
περιφερείας 2 w 9063
ἣν 1 w 9065
θήσομεν 1 w 9072
τὴν 17 w 9075
Γ 9 w 9076
καὶ 58 w 9080
ἔσται 8 w 9085
τὸ 73 w 9087
Β 12 w 9088
τε 36 w 9090
διάμετρον 1 w 9099
τῷ 38 w 9101
ὑπερπίπτοντι 1 w 9113
σημείῳ 1 w 9119
πάλιν 7 w 9125
οὖν 15 w 9128
τετραγώνου 2 w 9138
θέντες 1 w 9144
τὴν 18 w 9147
ΣΒ 1 w 9149
ἕξομεν 1 w 9155
τὸ 74 w 9157
Β 14 w 9158
σημεῖον 4 w 9165