Scaife ATLAS

CTS Library / Περὶ τοῦ παραφθέγματος

Περὶ τοῦ παραφθέγματος (385-389)

urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2:385-389
Refs {'start': {'reference': '385', 'human_reference': 'Jebb_Page 385'}, 'end': {'reference': '389', 'human_reference': 'Jebb_Page 389'}}
Ancestors []
Children []
prev
plain textXML
next

βούλει, Λυσίου τὸν λόγον εἶναι, τίθει δʼ Ἰφικράτους, εἰ τοῦτο αἱρεῖ. ἔστι τοίνυν οὐδὲν οὕτω τοῦ παντὸς ἀγῶνος ἐπιφανὲς ὡς τὸ φρόνημα, δὴ καὶ ποιεῖ κρείττω Λυσίου τῶν πολλῶν εἶναι τὸν λόγον. λέγει γὰρ ἄλλα τε δὴ τοῖς Ἀθηναίοις, οὐ τῆς σῆς ψυχῆς, καὶ εἰ, φησὶν, ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγὼ, ἀοίκητος ἂν ἦν Λακεδαίμων. καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώπους ἁπάντων τῶν εὐεργετῶν ἦγον, παραλαβεῖν ἂν αὐτούς φησιν, ὑπʼ ἐκείνων παρακληθῆναι, εἰ κατʼ ἐκείνους ἐγένετο. καὶ ὑμεῖς μὲν, φησὶν, οἴεσθε, ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνὸν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. εἰς τοσοῦτον δὲ ἀφικνεῖται τῆς παρρησίας ὥστʼ ἀμφοτέροις ἑαυτὸν ἀντεξετάζει τοῖς στρατηγοῖς, καὶ τοῖς τῶν πολιτῶν καὶ τοῖς τῶν πολεμίων. καίτοι πρὸς θεῶν εἴ σε σύμβουλον τότε Ἰφικράτης παρεκαθίσατο μέλλων ἀπολογήσεσθαι, πότερον αὐτῷ συνεβούλευσας τοῦτον ἀπολογεῖσθαι τὸν τρόπον, πεσόντα εἰς γόνυ ἱκετεύειν τοὺς δικαστάς; ἆρʼ οὖν περὶ μὲν τῆς δωρεᾶς ἀπολογούμενος παρρησίᾳ τινὶ χρώμενος φαίνεται, κινδυνεύων δʼ ὑπὲρ τῆς ψυχῆς ὑπʼ Ἀριστοφῶντος μετέθετο; ἀλλὰ κἀκεῖ τὴν φύσιν διεσώσατο. ἐρόμενος γὰρ τὸν Ἀριστοφῶντα, ὥς φασι, σὺ δʼ αὐτὸς εἰ κύριος ἦσθα τῶν νεῶν, πότερον προὔδωκας ἂν, οὔ; ἐπειδὴ ἀπέφησεν Ἀριστοφῶν, εἶτα σὺ μὲν οὐκ ἂν προὔδωκας ὢν Ἀριστοφῶν, Ἰφικράτης δὲ προὔδωκεν; ἔτι τοίνυν ἑνὸς ῥήματος τῶν ἐκείνου μνησθεὶς ἐπʼ ἄλλο τι τρέψομαι. λέγεται γὰρ ἐν Αἰγύπτῳ παρατάττων καὶ μελλούσης ἔσεσθαι τῆς μάχης φάναι πρὸς τοὺς παρόντας ὅτι αὑτῷ τὰ μὲν ἄλλα ἐπιεικῶς ὑπάρχοι πάντα, ἓν δὲ ἀπείη τὸ μέγιστον.

ἐρομένου δέ τινος τί τοῦτο λέγοι, Ὅτι, ἔφη, τὸ τοῦ Ἰφικράτους ὄνομα οὐκ ἴσασιν οἱ πολέμιοι, πρὸς τοὺς ἐν τῇ Ἑλλάδι κινδύνους μέγιστον εἶναι φάρμακον αὑτῷ. ἀκούω δὲ καὶ τὴν Ἐπαμεινώνδα πρὸς Θηβαίους ἀπολογίαν ἔτι ὑπὲρ τὴν τοῦ Ἰφικράτους γενέσθαι· καὶ τί ταῦτα θαυμάζοι τις ἄν;

ἀλλʼ ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο

μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον

εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη
τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ
χειρὸς ὑφʼ ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν
οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς.
εἴτʼ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ
νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη; ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον προσῆκον φρονήσαντος. λέγει δὲ τί;
Ἡράκλεια πατρίς· Ζεῦξις δʼ ὄνομʼ· εἰ δέ τις ἀνδρῶν
ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν,
δείξας νικάτω·
δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερʼ ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτʼ ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δʼ αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπη
οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς
τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν,
ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.

καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλʼ ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφʼ ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλʼ ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε

Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν,
ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,

ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη, τοῖς δʼ ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δʼ αὐτῶν Ἡρακλέους ὀργήν τινʼ ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι

τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν.
οὔκουν δεινὸν, γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ; κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι,
σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδʼ ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλʼ ἵνʼ ἐπʼ αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ
διαλέγεσθαι, ὥσπερ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γʼ ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δʼ ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδʼ ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ʼκείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδʼ ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδʼ ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖς

καὶ τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς ἴδοι τις ἂν καὶ τοὺς ἀγωνοθέτας καὶ τοὺς θεατὰς ἐπιχωροῦντας μικρόν τι περὶ αὑτῶν παραβῆναι, καὶ πολλάκις ἀφελόντες τὸ προσωπεῖον μεταξὺ τῆς Μούσης ἣν ὑποκρίνονται δημηγοροῦσι σεμνῶς· σὺ δʼ ἡμῖν οὐδὲ τοσοῦτον μετέδωκας ἀναπνεῦσαι, καὶ ταῦτα ὢν οὐδεὶς, ἀλλʼ ἀγαπᾶν σοι προσῆκον, εἰ καὶ ἐν οἰκέτου τάξει παρῆσθα τοῖς γιγνομένοις.

τί καὶ φήσεις πρὸς θεῶν εἴ τις ἔροιτό σε; ἐπαχθῆ νὴ Δίʼ αὐτὰ εἶναι καὶ φορτικά; οὐκοῦν εἰ μὲν τοῖς πολλοῖς, τί οὐχ οὗτοι δυσχεραίνουσιν; εἰ δὲ σοὶ, τί καταφεύγεις ἐπὶ τοὺς πολλούς; οἱ γὰρ πολλοὶ οὗτοι σχεδόν τι εἷς τις ἀναφαίνεται, βάσκανος καὶ οὗτος, εἰ δὲ μὴ, ψυχρός γε. καὶ μὴν εἰ μὲν καὶ αὐτὸς ἐπῄνεις τὸν λόγον, κατὰ νοῦν ἦν σοι τὰ λεχθέντα. οὐ γὰρ δή που σαυτῷ μὲν ἠξίους μετεῖναι τῆς ἐπὶ τοῖς ἐμοῖς ἡδονῆς, ἐμὲ δʼ αὐτὸν ὁρῶν γανύμενον συμφορὰν ἐποιοῦ. εἰ δὲ παρῄει σε τὸ τοῦ

λόγου κάλλος, εἰκότως ὑφʼ ἡμῶν ταῦτα ἐλέγετο. ἐπʼ αὐτοῖς τοίνυν οἷς παρεφθεγξάμην ποτέρως διετέθης; εἰ μὲν γὰρ καὶ αὐτὸς ἐδυσχέρανας, διὰ τοῦτο ἐλέγοντο, ἵνα ἀχθεσθῇς. οὐ γὰρ δή που σὺ μὲν ζημίαν ποιεῖ ἐμοῦ τοῖς ἐμαυτοῦ χαίροντος, ἐγὼ δʼ οὐ ποιήσομαι κέρδος, ἂν σὺ λυπῇ διὰ ταῦτα. ἀλλὰ μὴν εἴ γε ἀπεδέξω τὰ λεχθέντα, πῶς αἰτιᾷ νῦν περὶ ὧν τότʼ ἦσθα σύμψηφος, ποτέρου κατηγορεῖς ὅταν οὕτως ἔχῃς; φαίνει γὰρ οὐχ ἧττον σεαυτοῦ. οὐ τοίνυν μόνον κατʼ ἄνδρας ὅλως καὶ πρὸς τὴν ἀξίαν εὑρεθήσεται τὰ τοιαῦτα κρινόμενα, ἀλλὰ καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὴν τῆς προφάσεως ἀεὶ προσθήκην. οἷον εἴ τις ὕβρει καὶ ὑπερηφανίᾳ τοὺς τοιούτους λόγους προαιρεῖται, τοὺς πολλοὺς ἐξεπίτηδες ἀτιμάζων καὶ τοῦ μηδενὸς ἀξίους ἡγούμενος, καὶ ὅπερ ἀρτίως εἶπον, ἕνεκʼ οἰκείου τινὸς, οἵους ἐγώ τινας εἶδον ἤδη τὰς ὀφρῦς ἀνεσπακότας καὶ βαδίζοντας ὥσπερ δεσπότας τῶν ἐντυγχανόντων, καὶ καταπεπλασμένους οὕτω τὸν βίον ὥστε πλήττειν εὐθέως τοὺς ἀπαντῶντας, τοῖς μὲν τοιούτοις δίκαιον οἶμαι νεμεσᾶν καὶ νομίζειν τῆς Γοργείας κεφαλῆς ἀπογόνους τινὰς εἶναι καὶ οὐ τὰ κάλλιστα ἀπολελαυκέναι τῶν λόγων οὓς προΐστανται. ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτω

μέτριον καὶ κοινὸν ᾕρηται, ὥστʼ ἀπʼ αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτʼ εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκʼ ἂν δὲ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκʼ οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτʼ ἀπηλλάγη, τί τούτῳ ταῦτʼ ὀνειδίξοι τις ἄν; σὺ δʼ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστʼ ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων κακῶς ἐρεῖς;

φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλʼ ἔχῃς ἐφʼ ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστʼ ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτʼ αἰτιᾷ, δικαίως αἰτιᾷ. καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτʼ αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;

ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δʼ εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδʼ ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδʼ

Tokens

βούλει 1 w 6
Λυσίου 1 w 13
τὸν 1 w 16
λόγον 1 w 21
εἶναι 1 w 26
τίθει 1 w 32
δʼ 1 w 34
Ἰφικράτους 1 w 44
εἰ 1 w 47
τοῦτο 1 w 52
αἱρεῖ 1 w 57
ἔστι 1 w 62
τοίνυν 1 w 68
οὐδὲν 1 w 73
οὕτω 1 w 77
τοῦ 2 w 80
παντὸς 1 w 86
ἀγῶνος 1 w 92
ἐπιφανὲς 1 w 100
ὡς 1 w 102
τὸ 3 w 104
φρόνημα 1 w 111
1 w 113
δὴ 1 w 115
καὶ 1 w 118
ποιεῖ 1 w 123
κρείττω 1 w 130
Λυσίου 2 w 136
τῶν 1 w 139
πολλῶν 1 w 145
εἶναι 2 w 150
τὸν 2 w 153
λόγον 2 w 158
λέγει 1 w 164
γὰρ 1 w 167
ἄλλα 1 w 171
τε 1 w 173
δὴ 2 w 175
τοῖς 1 w 179
Ἀθηναίοις 1 w 188
οὐ 2 w 191
τῆς 1 w 194
σῆς 1 w 197
ψυχῆς 1 w 202
καὶ 2 w 206
εἰ 2 w 208
φησὶν 1 w 214
ἑπτὰ 1 w 219
ὑμῖν 1 w 223
ἦσαν 1 w 227
τοιοῦτοι 1 w 235
στρατηγοὶ 1 w 244
οἷος 1 w 248
ἐγὼ 1 w 251
ἀοίκητος 1 w 260
ἂν 1 w 262
ἦν 1 w 264
1 w 265
Λακεδαίμων 1 w 275
καὶ 3 w 279
μνησθεὶς 1 w 287
Ἁρμοδίου 1 w 295
καὶ 4 w 298
Ἀριστογείτονος 1 w 312
οὓς 1 w 316
Ἀθηναῖοι 1 w 324
πρώπους 1 w 331
ἁπάντων 1 w 338
τῶν 2 w 341
εὐεργετῶν 1 w 350
ἦγον 1 w 354
1 w 356
παραλαβεῖν 1 w 366
ἂν 2 w 368
αὐτούς 1 w 374
φησιν 1 w 379
2 w 381
ὑπʼ 1 w 384
ἐκείνων 1 w 391
παρακληθῆναι 1 w 403
εἰ 3 w 406
κατʼ 1 w 410
ἐκείνους 1 w 418
ἐγένετο 1 w 425
καὶ 5 w 429
ὑμεῖς 1 w 434
μὲν 1 w 437
φησὶν 2 w 443
οἴεσθε 1 w 450
1 w 452
ἄνδρες 1 w 458
Ἀθηναῖοι 2 w 466
παρʼ 1 w 471
ὑμῶν 1 w 475
ταῦτά 1 w 480
μοι 1 w 483
γράμματα 1 w 491
καὶ 6 w 494
τὴν 1 w 497
στήλην 1 w 503
εἶναί 1 w 508
τι 2 w 510
σεμνὸν 1 w 516
ἐμοὶ 1 w 521
δὲ 2 w 523
στήλη 2 w 528
οὐρανομήκης 1 w 539
ἕστηκεν 1 w 546
ἐν 1 w 548
τῇ 1 w 550
Πελοποννήσῳ 1 w 561
μαρτυροῦσα 1 w 571
τὴν 2 w 574
ἀρετήν 1 w 580
εἰς 1 w 584
τοσοῦτον 1 w 592
δὲ 3 w 594
ἀφικνεῖται 1 w 604
τῆς 2 w 607
παρρησίας 1 w 616
ὥστʼ 1 w 620
ἀμφοτέροις 1 w 630
ἑαυτὸν 1 w 636
ἀντεξετάζει 1 w 647
τοῖς 2 w 651
στρατηγοῖς 1 w 661
καὶ 7 w 665
τοῖς 3 w 669
τῶν 4 w 672
πολιτῶν 1 w 679
καὶ 8 w 682
τοῖς 4 w 686
τῶν 6 w 689
πολεμίων 1 w 697
καίτοι 1 w 704
πρὸς 1 w 708
θεῶν 1 w 712
εἴ 1 w 714
σε 2 w 716
σύμβουλον 1 w 725
τότε 1 w 729
1 w 730
Ἰφικράτης 1 w 739
παρεκαθίσατο 1 w 751
μέλλων 1 w 757
ἀπολογήσεσθαι 1 w 770
πότερον 1 w 778
αὐτῷ 1 w 782
συνεβούλευσας 1 w 795
τοῦτον 1 w 801
ἀπολογεῖσθαι 1 w 813
τὸν 4 w 816
τρόπον 1 w 822
3 w 824
πεσόντα 1 w 831
εἰς 2 w 834
γόνυ 1 w 838
ἱκετεύειν 1 w 847
τοὺς 1 w 851
δικαστάς 1 w 859
ἆρʼ 1 w 863
οὖν 1 w 866
περὶ 1 w 870
μὲν 2 w 873
τῆς 3 w 876
δωρεᾶς 1 w 882
ἀπολογούμενος 1 w 895
παρρησίᾳ 1 w 903
τινὶ 1 w 907
χρώμενος 1 w 915
φαίνεται 1 w 923
κινδυνεύων 1 w 934
δʼ 2 w 936
ὑπὲρ 1 w 940
τῆς 4 w 943
ψυχῆς 2 w 948
ὑπʼ 2 w 951
Ἀριστοφῶντος 1 w 963
μετέθετο 1 w 971
ἀλλὰ 1 w 976
κἀκεῖ 1 w 981
τὴν 3 w 984
φύσιν 1 w 989
διεσώσατο 1 w 998
ἐρόμενος 1 w 1007
γὰρ 2 w 1010
τὸν 5 w 1013
Ἀριστοφῶντα 1 w 1024
ὥς 1 w 1027
φασι 1 w 1031
σὺ 1 w 1034
δʼ 3 w 1036
αὐτὸς 1 w 1041
εἰ 6 w 1043
κύριος 1 w 1049
ἦσθα 1 w 1053
τῶν 7 w 1056
νεῶν 1 w 1060
πότερον 2 w 1068
προὔδωκας 1 w 1077
ἂν 3 w 1079
4 w 1081
οὔ 2 w 1083
ἐπειδὴ 1 w 1090
ἀπέφησεν 1 w 1098
2 w 1099
Ἀριστοφῶν 3 w 1108
εἶτα 1 w 1113
σὺ 2 w 1115
μὲν 3 w 1118
οὐκ 1 w 1121
ἂν 4 w 1123
προὔδωκας 2 w 1132
ὢν 1 w 1134
Ἀριστοφῶν 4 w 1143
Ἰφικράτης 2 w 1153
δὲ 4 w 1155
προὔδωκεν 1 w 1164
ἔτι 1 w 1168
τοίνυν 2 w 1174
ἑνὸς 1 w 1178
ῥήματος 1 w 1185
τῶν 8 w 1188
ἐκείνου 2 w 1195
μνησθεὶς 2 w 1203
ἐπʼ 1 w 1206
ἄλλο 1 w 1210
τι 5 w 1212
τρέψομαι 1 w 1220
λέγεται 1 w 1228
γὰρ 3 w 1231
ἐν 2 w 1233
Αἰγύπτῳ 1 w 1240
παρατάττων 1 w 1250
καὶ 9 w 1253
μελλούσης 1 w 1262
ἔσεσθαι 1 w 1269
τῆς 5 w 1272
μάχης 1 w 1277
φάναι 1 w 1282
πρὸς 2 w 1286
τοὺς 2 w 1290
παρόντας 1 w 1298
ὅτι 1 w 1301
αὑτῷ 1 w 1305
τὰ 2 w 1307
μὲν 4 w 1310
ἄλλα 2 w 1314
ἐπιεικῶς 1 w 1322
ὑπάρχοι 1 w 1329
πάντα 1 w 1334
ἓν 1 w 1337
δὲ 5 w 1339
ἀπείη 1 w 1344
τὸ 9 w 1346
μέγιστον 1 w 1354
ἐρομένου 1 w 1363
δέ 1 w 1365
τινος 1 w 1370
τί 2 w 1372
τοῦτο 3 w 1377
λέγοι 1 w 1382
Ὅτι 1 w 1386
ἔφη 1 w 1390
τὸ 10 w 1393
τοῦ 5 w 1396
Ἰφικράτους 2 w 1406
ὄνομα 1 w 1411
οὐκ 2 w 1414
ἴσασιν 1 w 1420
οἱ 1 w 1422
πολέμιοι 1 w 1430
2 w 1432
πρὸς 3 w 1436
τοὺς 3 w 1440
ἐν 3 w 1442
τῇ 2 w 1444
Ἑλλάδι 1 w 1450
κινδύνους 1 w 1459
μέγιστον 2 w 1467
εἶναι 3 w 1472
φάρμακον 1 w 1480
αὑτῷ 2 w 1484
ἀκούω 1 w 1490
δὲ 6 w 1492
καὶ 10 w 1495
τὴν 4 w 1498
Ἐπαμεινώνδα 1 w 1509
πρὸς 4 w 1513
Θηβαίους 1 w 1521
ἀπολογίαν 1 w 1530
ἔτι 2 w 1533
ὑπὲρ 2 w 1537
τὴν 5 w 1540
τοῦ 6 w 1543
Ἰφικράτους 3 w 1553
γενέσθαι 1 w 1561
καὶ 11 w 1565
τί 3 w 1567
ταῦτα 1 w 1572
θαυμάζοι 1 w 1580
τις 1 w 1583
ἄν 2 w 1585
ἀλλʼ 1 w 1590
ἐμὲ 1 w 1593
πρώην 1 w 1598
ἀνὴρ 1 w 1602
ἑταῖρος 1 w 1609
ὃς 1 w 1612
οὑτωσὶ 1 w 1618
καθῆστο 1 w 1625
μάλα 1 w 1629
πλησίον 1 w 1636
ζωγράφου 1 w 1645
τι 11 w 1647
ἐπίγραμμα 1 w 1656
ἐξεδίδασκε 1 w 1666
τοιοῦτον 1 w 1674
εἰ 7 w 1676
καὶ 12 w 1679
ἄπιστα 1 w 1685
κλύουσι 1 w 1692
λέγω 1 w 1696
τάδε 1 w 1700
φημὶ 1 w 1705
γὰρ 4 w 1708
ἤδη 1 w 1711
τέχνης 1 w 1717
εὑρῆσθαι 1 w 1725
τέρματα 1 w 1732
τῆσδε 1 w 1737
σαφῆ 1 w 1741
χειρὸς 1 w 1747
ὑφʼ 1 w 1750
ἡμετέρης 1 w 1758
ἀνυπέρβλητος 1 w 1771
δὲ 7 w 1773
πέπηγεν 1 w 1780
οὖρος 1 w 1785
ἀμώμητον 1 w 1794
δʼ 4 w 1796
οὐδὲν 2 w 1801
ἔγεντο 1 w 1807
βροτοῖς 1 w 1814
εἴτʼ 1 w 1819
2 w 1820
πρὸς 5 w 1824
τοῦ 7 w 1827
Διὸς 1 w 1831
τὸν 6 w 1834
μὲν 5 w 1837
δεῖνα 1 w 1842
τὸν 7 w 1845
γραφέα 1 w 1851
ἠξίους 1 w 1857
τοσαύτας 1 w 1865
ὑπερβολὰς 1 w 1874
περὶ 2 w 1878
αὑτοῦ 1 w 1883
λέγειν 1 w 1889
καὶ 13 w 1892
παρρησιάζεσθαι 1 w 1906
1 w 1908
καὶ 14 w 1911
σιγῇ 1 w 1915
τὸ 13 w 1917
αὑτοῦ 2 w 1922
περαίνειν 1 w 1931
ἐκ 4 w 1933
τῆς 6 w 1936
τέχνης 2 w 1942
ἦν 2 w 1944
ἄνθρωπον 1 w 1953
δὲ 9 w 1955
ἐν 4 w 1957
ὀλίγοις 1 w 1964
ἐξεταζόμενον 1 w 1976
οὐδὲν 3 w 1982
γὰρ 5 w 1985
ἄλλο 2 w 1989
λέγω 2 w 1993
τὰ 3 w 1995
νῦν 1 w 1998
περὶ 3 w 2002
τῶν 9 w 2005
ἐμαυτοῦ 1 w 2012
λόγων 1 w 2017
καὶ 15 w 2021
ὁσονοῦν 1 w 2028
παραφθέγξασθαι 1 w 2042
θαυμαστόν 1 w 2051
τί 4 w 2053
σοι 1 w 2056
καὶ 16 w 2059
δεινὸν 1 w 2065
κατεφάνη 1 w 2073
ἄκουε 1 w 2079
δὴ 4 w 2081
καὶ 17 w 2084
ἑτέρου 1 w 2090
ζωγράφου 2 w 2098
ὡς 2 w 2101
μὲν 6 w 2104
σὺ 3 w 2106
φαίης 1 w 2111
ἂν 5 w 2113
ἀλαζονευομένου 1 w 2128
ὡς 3 w 2131
δὲ 11 w 2133
οἱ 2 w 2135
ταῦτα 2 w 2140
δεινοὶ 1 w 2146
λέγουσιν 1 w 2154
οὐ 8 w 2157
μεῖζον 1 w 2163
5 w 2164
προσῆκον 1 w 2172
φρονήσαντος 1 w 2183
λέγει 3 w 2189
δὲ 12 w 2191
τί 5 w 2193
Ἡράκλεια 1 w 2202
πατρίς 1 w 2208
Ζεῦξις 1 w 2215
δʼ 5 w 2217
ὄνομʼ 1 w 2222
εἰ 8 w 2225
δέ 2 w 2227
τις 2 w 2230
ἀνδρῶν 1 w 2236
ἡμετέρης 2 w 2244
τέχνης 3 w 2250
πείρατά 1 w 2257
φησιν 2 w 2262
ἔχειν 1 w 2267
δείξας 1 w 2274
νικάτω 1 w 2280
δοκῶ 1 w 2285
δὲ 13 w 2287
φησὶν 3 w 2293
ἡμᾶς 1 w 2298
οὐχὶ 1 w 2302
τὰ 4 w 2304
δεύτερʼ 1 w 2311
ἔχειν 2 w 2316
καὶ 18 w 2320
τοῦτο 4 w 2325
τὸ 14 w 2327
ἐπίγραμμα 2 w 2336
οὔτʼ 1 w 2340
ἐκεῖνος 1 w 2347
ἀπώκνησεν 1 w 2356
ὡς 4 w 2358
θρασὺ 1 w 2363
οὔτε 1 w 2367
τις 3 w 2370
αὐτῷ 2 w 2374
τῶν 10 w 2377
ἑταίρων 1 w 2384
ἀπαλεῖψαι 1 w 2393
συνεβούλευσεν 1 w 2406
ἐπειδή 1 w 2413
γε 11 w 2415
ἐποίησεν 1 w 2423
οἷον 1 w 2428
δʼ 6 w 2430
αὖ 1 w 2432
καὶ 19 w 2435
τόδε 1 w 2439
ἔρεξε 1 w 2444
καὶ 20 w 2447
ἔτλη 1 w 2451
4 w 2452
ὑβριστὴς 1 w 2460
ἐκεῖνος 2 w 2467
ἐγγράψαι 1 w 2475
ποιήσας 1 w 2483
γὰρ 6 w 2486
αὖ 2 w 2488
τὴν 6 w 2491
τῆς 7 w 2494
Ἑλένης 1 w 2500
εἰκόνα 1 w 2506
προσπαρέγραψε 1 w 2519
τὰ 5 w 2521
τοῦ 12 w 2524
Ὁμήρου 1 w 2530
ἔπη 1 w 2533
οὐ 10 w 2535
νέμεσις 1 w 2542
Τρῶας 1 w 2547
καὶ 21 w 2550
ἐϋκνήμιδας 1 w 2560
Ἀχαιοὺς 1 w 2567
τοιῇδʼ 1 w 2573
ἀμφὶ 1 w 2577
γυναικὶ 1 w 2584
πολὺν 1 w 2589
χρόνον 1 w 2595
ἄλγεα 1 w 2600
πάσχειν 1 w 2607
ὥσπερ 1 w 2613
τὸ 15 w 2615
αὐτὸ 2 w 2619
ποιοῦν 1 w 2625
εἰκόνα 2 w 2631
τε 10 w 2633
Ἑλένης 2 w 2639
ποιῆσαι 1 w 2646
καὶ 22 w 2649
τὸν 8 w 2652
Δία 1 w 2655
Ἑλένην 1 w 2661
αὐτὴν 1 w 2666
γεννῆσαι 1 w 2674
καὶ 23 w 2678
δή 2 w 2680
σοι 2 w 2683
τοὺς 4 w 2687
μὲν 7 w 2690
ζωγράφους 1 w 2699
ἐῶ 1 w 2701
χαίρειν 1 w 2708
ἀλλʼ 2 w 2713
ἔγωγε 1 w 2718
κωμῳδιοποιοῦ 1 w 2730
τινος 2 w 2735
ἤκουσα 1 w 2741
σεμνολογουμένου 1 w 2756
θαυμαστὰ 1 w 2764
οἷα 1 w 2767
καίτοι 2 w 2774
ἐάν 1 w 2777
τις 4 w 2780
ἔρηται 1 w 2786
τοὺς 5 w 2790
τῆς 8 w 2793
κωμῳδίας 1 w 2801
ποιητὰς 1 w 2808
ἐφʼ 1 w 2811
ὅτῳ 1 w 2814
μέγα 1 w 2818
φρονοῦσι 1 w 2826
φαῖεν 1 w 2832
ἂν 6 w 2834
οἶμαι 1 w 2840
ὅτι 2 w 2844
γέλωτα 1 w 2850
κινοῦσιν 1 w 2858
ὥσπερ 2 w 2864
καὶ 24 w 2867
αὐτῶν 1 w 2872
τις 5 w 2875
ὡμολόγηκεν 1 w 2885
οὐδενὸς 1 w 2892
ἐρωτῶντος 1 w 2901
ἀλλʼ 3 w 2906
ὅμως 1 w 2910
καὶ 25 w 2913
οὗτοι 1 w 2918
χωρὶς 1 w 2923
ἀξιοῦσιν 1 w 2931
εἶναι 4 w 2936
τά 7 w 2938
τε 11 w 2940
τῶν 13 w 2943
ἀστείων 1 w 2950
σκώμματα 1 w 2958
καὶ 26 w 2961
τὰ 8 w 2963
τῶν 14 w 2966
πολλῶν 2 w 2972
καί 3 w 2976
τις 6 w 2979
αὐτῶν 2 w 2984
ἐν 5 w 2986
ἀρχῇ 1 w 2990
τοῦ 13 w 2993
δράματος 1 w 3001
μεγαλαυχούμενος 1 w 3016
ὡς 5 w 3018
προφήτης 1 w 3026
προαγορεύει 1 w 3037
τοιάδε 1 w 3043
Ἀφυπνίζεσθαι 1 w 3055
χρὴ 1 w 3058
πάντα 2 w 3063
θεατὴν 1 w 3069
ἀπὸ 1 w 3073
μὲν 8 w 3076
βλεφάρων 1 w 3084
αὐθημερινῶν 1 w 3095
ποιητῶν 1 w 3102
λῆρον 1 w 3107
ἀφέντα 1 w 3113
ὥσπερ 3 w 3119
ἐν 6 w 3121
ἐκείνῃ 1 w 3127
τῇ 3 w 3129
ἡμέρᾳ 1 w 3134
μέλλων 2 w 3140
ἅπαντας 1 w 3147
σοφούς 1 w 3153
τε 13 w 3155
καὶ 27 w 3158
σπουδαίους 1 w 3168
ποιήσειν 1 w 3176
διδάξας 1 w 3184
δὲ 14 w 3186
τοὺς 6 w 3190
Χείρωνας 1 w 3198
προσπαραγράφει 1 w 3212
πάλιν 1 w 3217
αὖ 3 w 3219
μάλα 2 w 3223
ὑπερηφάνως 1 w 3233
ἐπὶ 1 w 3236
τελευτῆς 1 w 3244
ταῦτα 3 w 3249
δυοῖν 1 w 3254
ἐν 7 w 3256
ἐτοῖν 1 w 3261
ἡμῖν 1 w 3265
μόλις 1 w 3270
ἐξεπονήθη 1 w 3279
τοῖς 6 w 3284
δʼ 8 w 3286
ἄλλοις 1 w 3292
ἐν 8 w 3294
ἅπαντι 1 w 3300
βίῳ 1 w 3303
προτιθέναι 1 w 3313
φησὶ 4 w 3317
ποιηταῖς 1 w 3325
μιμεῖσθαι 1 w 3334
δηλονότι 1 w 3343
ὡς 6 w 3345
οὐδένα 1 w 3351
ἐφιξόμενον 1 w 3361
ἕτερος 1 w 3368
δʼ 9 w 3370
αὐτῶν 3 w 3375
Ἡρακλέους 1 w 3384
ὀργήν 1 w 3389
τινʼ 1 w 3393
ἔχων 1 w 3397
φησὶ 5 w 3401
μεγίστοις 1 w 3410
ἐπιχειρεῖν 1 w 3420
καὶ 28 w 3424
πάλιν 2 w 3429
προελθὼν 1 w 3437
ἀκόλουθον 1 w 3446
τούτῳ 1 w 3451
ῥῆμα 1 w 3455
ἐπιτίθησι 1 w 3464
τοιόνδʼ 1 w 3471
εὑρόντες 1 w 3479
ἀλεξίκακον 1 w 3489
τῆς 10 w 3492
χώρας 1 w 3497
τῆσδε 2 w 3502
καθαρτήν 1 w 3510
οὔκουν 1 w 3517
δεινὸν 2 w 3523
3 w 3525
γῆ 1 w 3527
καὶ 29 w 3530
θεοὶ 1 w 3534
Ἀριστοφάνη 1 w 3545
μὲν 9 w 3548
τὰ 9 w 3550
ἑαυτοῦ 1 w 3556
σκώμματα 2 w 3564
τοῖς 7 w 3568
Ἡρακλέους 2 w 3577
ἔργοις 1 w 3583
ἐπιχειρεῖν 2 w 3593
ἀπεικάζειν 1 w 3603
τοὺς 7 w 3608
δὲ 15 w 3610
τῶν 18 w 3613
σπουδαίων 1 w 3622
4 w 3624
κἂν 1 w 3627
αὐτὸς 2 w 3632
ἐκεῖνος 3 w 3639
δοίη 1 w 3643
λόγων 2 w 3649
ποιητὰς 2 w 3656
τοὺς 8 w 3660
ἑαυτῶν 1 w 3666
λόγους 1 w 3672
τοῖς 8 w 3676
ἑτέρων 1 w 3682
ἀξιοῦν 1 w 3688
παραβαλεῖν 1 w 3698
ὑβριστικόν 1 w 3708
τι 24 w 3710
δοκεῖν 1 w 3716
εἶναι 5 w 3721
σοὶ 1 w 3724
κριτῇ 1 w 3729
κἀκεῖνος 1 w 3738
μὲν 10 w 3741
κωμῳδίαν 1 w 3749
τινὰ 1 w 3753
τῶν 20 w 3756
αὑτοῦ 3 w 3761
σεμνύνων 1 w 3769
ἑτέρωθι 1 w 3776
σπένδων 1 w 3784
πόλλʼ 1 w 3789
ἐπὶ 2 w 3792
πολλοῖς 1 w 3799
ὄμνυσιν 1 w 3806
τὸν 9 w 3809
Διόνυσον 1 w 3817
μὴ 1 w 3819
πώποτʼ 1 w 3825
ἀμείνονʼ 1 w 3833
ἔπη 2 w 3836
τούτων 1 w 3842
κωμῳδικὰ 1 w 3850
μηδένʼ 1 w 3856
ἀκοῦσαι 1 w 3863
σὺ 5 w 3866
δὲ 16 w 3868
τὸν 10 w 3871
τῇ 5 w 3873
θεῷ 1 w 3876
καὶ 30 w 3879
σὺν 1 w 3882
τῇ 6 w 3884
θεῷ 2 w 3887
λόγον 3 w 3892
ποιηθέντα 1 w 3901
οὐδʼ 1 w 3905
ἀνωμότως 1 w 3913
συνεχώρησας 1 w 3924
ἐπαινέσαι 1 w 3933
καὶ 31 w 3937
ταῦτα 4 w 3942
ἀπὸ 2 w 3945
στόματος 1 w 3953
μόνον 1 w 3958
καὶ 32 w 3962
σιωπῶ 1 w 3967
τοὺς 9 w 3971
ἑτέρους 1 w 3978
ἀλλʼ 4 w 3983
ἵνʼ 1 w 3986
ἐπʼ 2 w 3989
αὐτοφώρῳ 1 w 3997
λάβῃς 1 w 4002
σεαυτὸν 1 w 4009
ὑβριστὴν 1 w 4017
ὄντα 1 w 4021
καὶ 33 w 4024
συκοφάντην 1 w 4034
καὶ 34 w 4037
περίεργον 1 w 4046
ἐξέτασον 1 w 4055
τίς 1 w 4058
ἦν 3 w 4060
5 w 4061
τὸν 12 w 4064
αὑτοῦ 4 w 4069
λόγον 4 w 4074
οὕτως 1 w 4079
ἐπαινέσας 1 w 4088
ὥστε 1 w 4092
ἄντικρυς 1 w 4100
ἐν 9 w 4102
αὐτῷ 3 w 4106
ἐκείνῳ 1 w 4112
περὶ 4 w 4116
αὑτοῦ 5 w 4121
διαλέγεσθαι 1 w 4132
ὥσπερ 4 w 4138
6 w 4139
τῆς 11 w 4142
κωμῳδίας 2 w 4150
ποιητὴς 1 w 4157
περὶ 5 w 4161
τοῦ 18 w 4164
δράματος 2 w 4172
τοῦτο 5 w 4178
μὲν 11 w 4181
ἀρχόμενος 1 w 4190
τοῦ 20 w 4193
προοιμίου 1 w 4202
ὑπισχνούμενος 1 w 4215
ἀξίως 1 w 4220
ἐρεῖν 1 w 4225
καὶ 35 w 4228
τοῦ 21 w 4231
πράγματος 1 w 4240
καὶ 36 w 4243
τοῦ 22 w 4246
χρόνου 1 w 4252
τοῦ 23 w 4255
διατριφθέντος 1 w 4268
αὐτῷ 4 w 4272
περὶ 6 w 4276
τὸν 13 w 4279
λόγον 5 w 4284
καὶ 37 w 4288
πρός 1 w 4292
γʼ 1 w 4294
ἔτι 3 w 4297
προστιθεὶς 1 w 4307
ὅτι 3 w 4310
καὶ 38 w 4313
παντὸς 2 w 4319
ὃν 1 w 4321
τυγχάνει 1 w 4329
βεβιωκώς 1 w 4337
τοῦτο 6 w 4343
δʼ 12 w 4345
ἐν 10 w 4347
τοῖς 9 w 4351
τελευταίοις 1 w 4362
ὥσπερ 5 w 4367
εἰς 3 w 4370
ἀγῶνα 1 w 4375
καὶ 39 w 4378
ἅμιλλαν 1 w 4385
ἅπαντας 2 w 4392
προκαλούμενος 1 w 4405
ὡς 7 w 4408
οὐδένα 2 w 4414
ἂν 8 w 4416
οὐδʼ 2 w 4420
ἐγγὺς 1 w 4425
ἐλθόντα 1 w 4432
καίτοι 3 w 4439
τί 8 w 4441
φήσεις 1 w 4447
πότερα 1 w 4454
ἐκείνῳ 2 w 4460
μεῖζον 2 w 4466
ἐπὶ 3 w 4469
τοῖς 10 w 4473
αὑτοῦ 6 w 4478
προσῆκον 2 w 4486
φρονεῖν 1 w 4493
6 w 4495
ʼκείνῳ 1 w 4501
μὲν 12 w 4504
ἐξεῖναι 1 w 4511
καὶ 40 w 4514
μεῖζον 3 w 4520
τοῦ 26 w 4523
δέοντος 1 w 4530
ἐμοὶ 2 w 4535
δὲ 17 w 4537
μηδʼ 1 w 4541
ὅσον 1 w 4545
ἄξιον 1 w 4550
κἀκείνῳ 1 w 4558
μὲν 13 w 4561
εἰς 4 w 4564
αὐτοὺς 1 w 4570
τοὺς 11 w 4574
λόγους 2 w 4580
ἐγγράφειν 1 w 4589
1 w 4590
φρονεῖ 2 w 4596
περὶ 7 w 4600
αὐτῶν 4 w 4605
ἐμοὶ 3 w 4610
δὲ 18 w 4612
μηδʼ 2 w 4616
ὅσον 2 w 4620
λόγου 3 w 4625
ἔξω 1 w 4628
παραφθέγξασθαι 2 w 4642
καὶ 41 w 4646
κωμῳδοῖς 1 w 4654
μὲν 14 w 4657
καὶ 42 w 4660
τραγῳδοῖς 1 w 4669
καὶ 43 w 4672
τοῖς 11 w 4676
ἀναγκαίοις 1 w 4686
τούτοις 1 w 4693
ἀγωνισταῖς 1 w 4703
ἴδοι 1 w 4707
τις 7 w 4710
ἂν 9 w 4712
καὶ 44 w 4715
τοὺς 12 w 4719
ἀγωνοθέτας 1 w 4729
καὶ 45 w 4732
τοὺς 13 w 4736
θεατὰς 1 w 4742
ἐπιχωροῦντας 1 w 4754
μικρόν 1 w 4760
τι 31 w 4762
περὶ 8 w 4766
αὑτῶν 1 w 4771
παραβῆναι 1 w 4780
καὶ 46 w 4784
πολλάκις 1 w 4792
ἀφελόντες 1 w 4801
τὸ 25 w 4803
προσωπεῖον 1 w 4813
μεταξὺ 1 w 4819
τῆς 12 w 4822
Μούσης 1 w 4828
ἣν 1 w 4830
ὑποκρίνονται 1 w 4842
δημηγοροῦσι 1 w 4853
σεμνῶς 1 w 4859
σὺ 7 w 4862
δʼ 16 w 4864
ἡμῖν 2 w 4868
οὐδὲ 4 w 4872
τοσοῦτον 2 w 4880
μετέδωκας 1 w 4889
ἀναπνεῦσαι 1 w 4899
καὶ 47 w 4903
ταῦτα 5 w 4908
ὢν 2 w 4910
οὐδεὶς 1 w 4916
ἀλλʼ 5 w 4921
ἀγαπᾶν 1 w 4927
σοι 3 w 4930
προσῆκον 3 w 4938
εἰ 13 w 4941
καὶ 48 w 4944
ἐν 11 w 4946
οἰκέτου 1 w 4953
τάξει 1 w 4958
παρῆσθα 1 w 4965
τοῖς 12 w 4969
γιγνομένοις 1 w 4980
τί 9 w 4983
καὶ 49 w 4986
φήσεις 2 w 4992
πρὸς 6 w 4996
θεῶν 2 w 5000
εἴ 3 w 5002
τις 8 w 5005
ἔροιτό 1 w 5011
σε 16 w 5013
ἐπαχθῆ 1 w 5020
νὴ 2 w 5022
Δίʼ 1 w 5025
αὐτὰ 1 w 5029
εἶναι 6 w 5034
καὶ 50 w 5037
φορτικά 1 w 5044
οὐκοῦν 1 w 5051
εἰ 14 w 5053
μὲν 15 w 5056
τοῖς 13 w 5060
πολλοῖς 2 w 5067
τί 10 w 5070
οὐχ 2 w 5073
οὗτοι 2 w 5078
δυσχεραίνουσιν 1 w 5092
εἰ 15 w 5095
δὲ 20 w 5097
σοὶ 2 w 5100
τί 11 w 5103
καταφεύγεις 1 w 5114
ἐπὶ 4 w 5117
τοὺς 14 w 5121
πολλούς 1 w 5128
οἱ 3 w 5131
γὰρ 7 w 5134
πολλοὶ 1 w 5140
οὗτοι 3 w 5145
σχεδόν 1 w 5151
τι 34 w 5153
εἷς 1 w 5156
τις 9 w 5159
ἀναφαίνεται 1 w 5170
βάσκανος 1 w 5179
καὶ 51 w 5182
οὗτος 1 w 5187
εἰ 16 w 5190
δὲ 21 w 5192
μὴ 2 w 5194
ψυχρός 1 w 5201
γε 17 w 5203
καὶ 52 w 5207
μὴν 1 w 5210
εἰ 17 w 5212
μὲν 16 w 5215
καὶ 53 w 5218
αὐτὸς 3 w 5223
ἐπῄνεις 1 w 5230
τὸν 14 w 5233
λόγον 6 w 5238
κατὰ 1 w 5243
νοῦν 2 w 5247
ἦν 4 w 5249
σοι 4 w 5252
τὰ 14 w 5254
λεχθέντα 1 w 5262
οὐ 20 w 5265
γὰρ 8 w 5268
δή 3 w 5270
που 4 w 5273
σαυτῷ 1 w 5278
μὲν 17 w 5281
ἠξίους 2 w 5287
μετεῖναι 1 w 5295
τῆς 13 w 5298
ἐπὶ 5 w 5301
τοῖς 14 w 5305
ἐμοῖς 1 w 5310
ἡδονῆς 1 w 5316
ἐμὲ 2 w 5320
δʼ 17 w 5322
αὐτὸν 1 w 5327
ὁρῶν 1 w 5331
γανύμενον 1 w 5340
συμφορὰν 1 w 5348
ἐποιοῦ 1 w 5354
εἰ 18 w 5357
δὲ 22 w 5359
παρῄει 1 w 5365
σε 17 w 5367
τὸ 29 w 5369
τοῦ 27 w 5372
λόγου 4 w 5377
κάλλος 1 w 5383
εἰκότως 1 w 5391
ὑφʼ 2 w 5394
ἡμῶν 1 w 5398
ταῦτα 6 w 5403
ἐλέγετο 1 w 5410
ἐπʼ 3 w 5414
αὐτοῖς 1 w 5420
τοίνυν 3 w 5426
οἷς 1 w 5429
παρεφθεγξάμην 1 w 5442
ποτέρως 1 w 5449
διετέθης 1 w 5457
εἰ 20 w 5460
μὲν 18 w 5463
γὰρ 9 w 5466
καὶ 54 w 5469
αὐτὸς 4 w 5474
ἐδυσχέρανας 1 w 5485
διὰ 1 w 5489
τοῦτο 7 w 5494
ἐλέγοντο 1 w 5502
ἵνα 1 w 5506
ἀχθεσθῇς 1 w 5514
οὐ 21 w 5517
γὰρ 10 w 5520
δή 4 w 5522
που 5 w 5525
σὺ 8 w 5527
μὲν 19 w 5530
ζημίαν 1 w 5536
ποιεῖ 2 w 5541
ἐμοῦ 1 w 5545
τοῖς 16 w 5549
ἐμαυτοῦ 2 w 5556
χαίροντος 1 w 5565
ἐγὼ 2 w 5569
δʼ 18 w 5571
οὐ 22 w 5573
ποιήσομαι 1 w 5582
κέρδος 1 w 5588
ἂν 10 w 5591
σὺ 9 w 5593
λυπῇ 1 w 5597
διὰ 2 w 5600
ταῦτα 7 w 5605
ἀλλὰ 2 w 5610
μὴν 2 w 5613
εἴ 4 w 5615
γε 19 w 5617
ἀπεδέξω 1 w 5624
τὰ 15 w 5626
λεχθέντα 2 w 5634
πῶς 1 w 5638
αἰτιᾷ 1 w 5643
νῦν 2 w 5646
περὶ 9 w 5650
ὧν 1 w 5652
τότʼ 1 w 5656
ἦσθα 2 w 5660
σύμψηφος 1 w 5668
7 w 5670
ποτέρου 1 w 5677
κατηγορεῖς 1 w 5687
ὅταν 1 w 5691
οὕτως 2 w 5696
ἔχῃς 1 w 5700
φαίνει 1 w 5707
γὰρ 11 w 5710
οὐχ 3 w 5713
ἧττον 1 w 5718
σεαυτοῦ 1 w 5725
οὐ 24 w 5728
τοίνυν 4 w 5734
μόνον 2 w 5739
κατʼ 2 w 5743
ἄνδρας 1 w 5749
ὅλως 1 w 5753
καὶ 55 w 5756
πρὸς 7 w 5760
τὴν 10 w 5763
ἀξίαν 1 w 5768
εὑρεθήσεται 1 w 5779
τὰ 16 w 5781
τοιαῦτα 1 w 5788
κρινόμενα 1 w 5797
ἀλλὰ 3 w 5802
καὶ 56 w 5805
πρὸς 8 w 5809
τοὺς 15 w 5813
καιροὺς 1 w 5820
καὶ 57 w 5823
πρὸς 9 w 5827
τὴν 11 w 5830
τῆς 14 w 5833
προφάσεως 1 w 5842
ἀεὶ 1 w 5845
προσθήκην 1 w 5854
οἷον 2 w 5859
εἴ 5 w 5861
τις 10 w 5864
ὕβρει 1 w 5869
καὶ 58 w 5872
ὑπερηφανίᾳ 1 w 5882
τοὺς 16 w 5886
τοιούτους 1 w 5895
λόγους 3 w 5901
προαιρεῖται 1 w 5912
8 w 5914
τοὺς 17 w 5918
πολλοὺς 1 w 5925
ἐξεπίτηδες 1 w 5935
ἀτιμάζων 1 w 5943
καὶ 59 w 5946
τοῦ 31 w 5949
μηδενὸς 1 w 5956
ἀξίους 1 w 5962
ἡγούμενος 1 w 5971
9 w 5973
καὶ 60 w 5976
ὅπερ 1 w 5980
ἀρτίως 1 w 5986
εἶπον 1 w 5991
ἕνεκʼ 1 w 5997
οἰκείου 1 w 6004
τινὸς 1 w 6009
οἵους 1 w 6015
ἐγώ 1 w 6018
τινας 1 w 6023
εἶδον 1 w 6028
ἤδη 2 w 6031
τὰς 4 w 6034
ὀφρῦς 1 w 6039
ἀνεσπακότας 1 w 6050
καὶ 61 w 6053
βαδίζοντας 1 w 6063
ὥσπερ 6 w 6068
δεσπότας 1 w 6076
τῶν 23 w 6079
ἐντυγχανόντων 1 w 6092
καὶ 62 w 6096
καταπεπλασμένους 1 w 6112
οὕτω 4 w 6116
τὸν 16 w 6119
βίον 1 w 6123
ὥστε 2 w 6127
πλήττειν 1 w 6135
εὐθέως 1 w 6141
τοὺς 18 w 6145
ἀπαντῶντας 1 w 6155
τοῖς 17 w 6160
μὲν 20 w 6163
τοιούτοις 1 w 6172
δίκαιον 1 w 6179
οἶμαι 2 w 6184
νεμεσᾶν 1 w 6191
καὶ 63 w 6194
νομίζειν 1 w 6202
τῆς 15 w 6205
Γοργείας 1 w 6213
κεφαλῆς 1 w 6220
ἀπογόνους 1 w 6229
τινὰς 1 w 6234
εἶναι 7 w 6239
καὶ 64 w 6242
οὐ 25 w 6244
τὰ 18 w 6246
κάλλιστα 1 w 6254
ἀπολελαυκέναι 1 w 6267
τῶν 25 w 6270
λόγων 3 w 6275
οὓς 2 w 6278
προΐστανται 1 w 6289
ὅστις 1 w 6295
δὲ 23 w 6297
τὸν 17 w 6300
μὲν 21 w 6303
ἄλλον 1 w 6308
βίον 2 w 6312
οὕτω 5 w 6316
μέτριον 1 w 6323
καὶ 65 w 6326
κοινὸν 1 w 6332
ᾕρηται 1 w 6338
ὥστʼ 2 w 6343
ἀπʼ 1 w 6346
αὐτοῦ 1 w 6351
τούτου 1 w 6357
μάλιστα 1 w 6364
γιγνώσκεσθαι 1 w 6376
καὶ 66 w 6379
τοῦτʼ 1 w 6384
εἶναι 8 w 6389
σύμβολον 1 w 6397
αὐτοῦ 2 w 6402
εἰ 21 w 6405
μὴ 5 w 6407
καὶ 67 w 6410
νῦν 3 w 6413
ἔλαθόν 1 w 6419
τι 43 w 6421
μεῖζον 4 w 6427
εἰπὼν 1 w 6432
καὶ 68 w 6436
δεῖ 2 w 6439
παραιτήσασθαι 1 w 6452
ἡνίκʼ 1 w 6458
ἂν 11 w 6460
δὲ 24 w 6462
8 w 6463
θεὸς 1 w 6467
κινήσῃ 1 w 6473
τότε 2 w 6478
καὶ 69 w 6481
περὶ 10 w 6485
αὑτοῦ 7 w 6490
τι 44 w 6492
φθέγγεται 1 w 6501
καὶ 70 w 6505
ταῦτα 8 w 6510
ἅττα 1 w 6514
ποτέ 3 w 6518
ἐστι 1 w 6522
καὶ 71 w 6526
φθεγξάμενος 1 w 6537
παρʼ 2 w 6541
αὐτὸν 2 w 6546
τὸν 19 w 6549
ἀγῶνα 2 w 6554
καὶ 72 w 6557
τὸν 20 w 6560
καιρὸν 1 w 6566
ἡνίκʼ 2 w 6572
οὐδενὸς 2 w 6579
ἄλλου 1 w 6584
μεμνῆσθαι 1 w 6593
πλὴν 1 w 6597
τῶν 26 w 6600
λόγων 4 w 6605
εἰκός 1 w 6610
ἐστιν 1 w 6615
εἶτʼ 1 w 6620
ἀπηλλάγη 1 w 6628
τί 13 w 6631
τούτῳ 2 w 6636
ταῦτʼ 1 w 6641
ὀνειδίξοι 1 w 6650
τις 12 w 6653
ἄν 6 w 6655
σὺ 10 w 6658
δʼ 19 w 6660
4 w 6661
πρὸς 10 w 6665
Διὸς 2 w 6669
τοσαύτην 1 w 6677
εἰπέ 1 w 6681
μοι 2 w 6684
σχολὴν 1 w 6690
ἦγες 1 w 6694
ὥστʼ 3 w 6699
ἀφεὶς 1 w 6704
ἐκεῖνα 1 w 6710
τὰ 19 w 6712
φάσματα 1 w 6719
μικρὰ 1 w 6724
καὶ 73 w 6727
τοῦ 36 w 6730
μηδενὸς 2 w 6737
ἄξια 1 w 6741
ὥσπερ 7 w 6746
οἱ 4 w 6748
ὄρνιθες 1 w 6755
παρεξέλεγες 1 w 6766
ἵνα 2 w 6770
ἀπίῃς 1 w 6775
ὥσπερ 8 w 6780
ἕρμαιον 1 w 6787
ἔχων 2 w 6791
6 w 6792
κακῶς 1 w 6797
ἐρεῖς 1 w 6802
φάθι 1 w 6807
δή 5 w 6809
με 35 w 6811
καὶ 74 w 6814
τοῦτο 8 w 6819
φιλανθρωπίᾳ 1 w 6830
πεποιηκέναι 1 w 6841
ἵνα 3 w 6845
μὴ 6 w 6847
παντάπασιν 1 w 6857
ἀθυμήσῃς 1 w 6865
ἀλλʼ 6 w 6870
ἔχῃς 2 w 6874
ἐφʼ 2 w 6877
ὅτῳ 2 w 6880
βουλήσει 1 w 6888
ζῆν 1 w 6891
ἦν 5 w 6894
γὰρ 12 w 6897
ὡς 8 w 6900
ἔοικε 1 w 6905
σοί 1 w 6909
τι 48 w 6911
πυθόχρηστον 1 w 6922
ὅταν 2 w 6927
πάντας 1 w 6933
ἐπαινέσῃς 1 w 6942
ἀπολωλέναι 1 w 6952
ὥστʼ 4 w 6957
ἄποινα 1 w 6963
ὀφείλεις 1 w 6971
μοι 3 w 6974
καὶ 75 w 6978
εἰ 25 w 6980
τοῦτʼ 2 w 6985
αἰτιᾷ 2 w 6990
δικαίως 1 w 6998
αἰτιᾷ 3 w 7003
10 w 7005
καὶ 76 w 7008
τὴν 12 w 7011
Πυθίαν 1 w 7017
αὐτὴν 2 w 7022
καὶ 77 w 7025
τοὺς 19 w 7029
χρησμολόγους 1 w 7041
ὅταν 3 w 7046
αὐτοματίζωσιν 1 w 7059
ἀκριβῶς 1 w 7067
ἐξετάζεις 1 w 7076
ἐπιτηρῶν 1 w 7084
καὶ 78 w 7087
σχῆμα 1 w 7092
καὶ 79 w 7095
βλέμμα 1 w 7101
καὶ 80 w 7105
εἴ 6 w 7107
τί 15 w 7109
σοι 5 w 7112
δόξουσι 1 w 7119
λέγειν 2 w 7125
θρασύτερον 1 w 7135
εἶτʼ 2 w 7140
αὐτοῖς 2 w 7146
ὕστερον 1 w 7153
ἐγκαλεῖς 1 w 7161
ἄθλιε 1 w 7167
καὶ 81 w 7170
πόρρω 1 w 7175
θεῶν 3 w 7179
ἅπαντα 3 w 7186
ταῦτα 9 w 7191
ἦν 6 w 7193
τοῦ 39 w 7196
καιροῦ 1 w 7202
ἀναμνήσω 1 w 7211
δέ 8 w 7213
σε 22 w 7215
καὶ 82 w 7218
Ξενοφῶντος 1 w 7228
ὃς 2 w 7231
περὶ 11 w 7235
τοῦ 40 w 7238
Κύρου 1 w 7243
τοῦ 41 w 7246
μεγάλου 1 w 7253
διαλεγόμενος 1 w 7265
τὸν 21 w 7268
μὲν 22 w 7271
ἄλλον 2 w 7276
χρόνον 2 w 7282
εὐσταλῆ 1 w 7289
φησι 3 w 7293
καὶ 83 w 7296
κόσμιον 1 w 7303
αὐτὸν 3 w 7308
εἶναι 9 w 7313
καὶ 84 w 7316
ἥκιστα 1 w 7322
ἀλαζόνα 1 w 7329
ἡνίκα 1 w 7335
δʼ 20 w 7337
εἰς 5 w 7340
τοὺς 20 w 7344
ἀγῶνας 1 w 7350
ἴοι 1 w 7353
καὶ 85 w 7356
ὑποθερμαίνοιτο 1 w 7370
οὐδὲν 4 w 7376
μικρὸν 1 w 7382
λέγειν 3 w 7388
οὐδʼ 3 w 7392
ὑποστέλλεσθαι 1 w 7405
ἀλλὰ 4 w 7410
καὶ 86 w 7413
αὑτὸν 1 w 7418
καὶ 87 w 7421
τοὺς 21 w 7425
στρατιώτας 1 w 7435
ἐξαίρειν 1 w 7443
εἰκότως 2 w 7451
ἐὰν 1 w 7455
γὰρ 13 w 7458
5 w 7460
τᾶν 1 w 7463
ἐξέλῃς 1 w 7470
τὸ 39 w 7472
κέντρον 1 w 7479
ἐκ 12 w 7481
τῆς 16 w 7484
ψυχῆς 3 w 7489
ἀνῄρηκας 1 w 7498
τὸ 40 w 7500
τῆς 17 w 7503
ἀνδρείας 1 w 7511
ἐφόδιον 1 w 7518
κἀμὲ 1 w 7523
οὕτως 3 w 7528
ἐξέταζε 1 w 7535
καὶ 88 w 7539
ἔτι 4 w 7542
μεῖζον 5 w 7548
προστίθει 1 w 7557
εἰ 28 w 7560
μὴ 7 w 7562
μέλλων 3 w 7568
ἀγωνιεῖσθαι 1 w 7579
ἀλλʼ 7 w 7584
ἐμβεβηκὼς 1 w 7593
ἀγωνιζόμενος 1 w 7606
εἰ 29 w 7609
παρʼ 3 w 7613
αὐτὴν 3 w 7618
τὴν 15 w 7621
χρείαν 1 w 7627
εἰ 30 w 7630
τοῦ 42 w 7633
κρείττονος 1 w 7643
ὢν 3 w 7645
εἰ 31 w 7648
ζέοντος 1 w 7655
τοῦ 43 w 7658
λόγου 7 w 7663
εἰ 32 w 7666
πρῶτος 1 w 7672
μὲν 23 w 7675
αὐτὸς 5 w 7680
ἐλαυνόμενος 1 w 7691
εἶτα 2 w 7696
τοὺς 22 w 7700
πολλοὺς 2 w 7707
τῷ 8 w 7709
αὐτῷ 5 w 7713
κέντρῳ 1 w 7719
κινῶν 1 w 7724
ταῦτα 10 w 7730
παρεφθεγξάμην 2 w 7743
ἐπιστροφῆς 1 w 7753
ἕνεκα 1 w 7758
καὶ 89 w 7761
κοινῆς 1 w 7767
ὠφελείας 1 w 7775
τῶν 27 w 7778
ἀκουόντων 1 w 7787
8 w 7789
καὶ 90 w 7792
τῶν 28 w 7795
προοιμίων 1 w 7804
ἐπαινοῦμεν 1 w 7814
καὶ 91 w 7817
προσδεῖν 1 w 7825
αὐτοῖς 3 w 7831
φαμέν 1 w 7836
κἂν 2 w 7840
εὑρίσκῃς 1 w 7848
2 w 7849
λέγω 3 w 7853
προσόντα 1 w 7861
τόλμησον 1 w 7870
εἰπεῖν 1 w 7876
οὐχ 4 w 7880
ὅδʼ 1 w 7883