<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="385"><p> βούλει, Λυσίου τὸν λόγον εἶναι, τίθει δʼ Ἰφικράτους, εἰ τοῦτο αἱρεῖ. ἔστι τοίνυν οὐδὲν οὕτω τοῦ παντὸς ἀγῶνος ἐπιφανὲς ὡς τὸ φρόνημα, ὃ δὴ καὶ ποιεῖ κρείττω Λυσίου τῶν πολλῶν εἶναι τὸν λόγον. λέγει γὰρ ἄλλα τε δὴ τοῖς Ἀθηναίοις, οὐ τῆς σῆς ψυχῆς, καὶ εἰ, φησὶν, ἑπτὰ ὑμῖν ἦσαν τοιοῦτοι στρατηγοὶ οἷος ἐγὼ, ἀοίκητος ἂν ἦν ἡ Λακεδαίμων. καὶ μνησθεὶς Ἁρμοδίου καὶ Ἀριστογείτονος, οὓς Ἀθηναῖοι πρώπους ἁπάντων τῶν εὐεργετῶν ἦγον, ἢ παραλαβεῖν ἂν αὐτούς φησιν, ἢ ὑπʼ ἐκείνων παρακληθῆναι, εἰ κατʼ ἐκείνους ἐγένετο. καὶ ὑμεῖς μὲν, φησὶν, οἴεσθε, ὦ ἄνδρες Ἀθηναῖοι, παρʼ ὑμῶν ταῦτά μοι γράμματα καὶ τὴν στήλην εἶναί τι σεμνὸν, ἐμοὶ δὲ στήλη οὐρανομήκης ἕστηκεν ἐν τῇ Πελοποννήσῳ μαρτυροῦσα τὴν ἀρετήν. εἰς τοσοῦτον δὲ ἀφικνεῖται τῆς παρρησίας ὥστʼ ἀμφοτέροις ἑαυτὸν ἀντεξετάζει τοῖς στρατηγοῖς, καὶ τοῖς τῶν πολιτῶν καὶ τοῖς τῶν πολεμίων. καίτοι πρὸς θεῶν εἴ σε σύμβουλον τότε ὁ Ἰφικράτης παρεκαθίσατο μέλλων ἀπολογήσεσθαι, πότερον αὐτῷ συνεβούλευσας τοῦτον ἀπολογεῖσθαι τὸν τρόπον, ἢ πεσόντα εἰς γόνυ ἱκετεύειν τοὺς δικαστάς; ἆρʼ οὖν περὶ μὲν τῆς δωρεᾶς ἀπολογούμενος παρρησίᾳ τινὶ χρώμενος φαίνεται, κινδυνεύων δʼ ὑπὲρ τῆς ψυχῆς ὑπʼ Ἀριστοφῶντος μετέθετο; ἀλλὰ κἀκεῖ τὴν φύσιν διεσώσατο. ἐρόμενος γὰρ τὸν Ἀριστοφῶντα, ὥς φασι, σὺ δʼ αὐτὸς εἰ κύριος ἦσθα τῶν νεῶν, πότερον προὔδωκας ἂν, ἢ οὔ; ἐπειδὴ ἀπέφησεν ὁ Ἀριστοφῶν, εἶτα σὺ μὲν οὐκ ἂν προὔδωκας ὢν Ἀριστοφῶν, Ἰφικράτης δὲ προὔδωκεν; ἔτι τοίνυν ἑνὸς ῥήματος τῶν ἐκείνου μνησθεὶς ἐπʼ ἄλλο τι τρέψομαι. λέγεται γὰρ ἐν Αἰγύπτῳ παρατάττων καὶ μελλούσης ἔσεσθαι τῆς μάχης φάναι πρὸς τοὺς παρόντας ὅτι αὑτῷ τὰ μὲν ἄλλα ἐπιεικῶς ὑπάρχοι πάντα, ἓν δὲ ἀπείη τὸ μέγιστον. <pb xml:id="v.2.p.520"/> ἐρομένου δέ τινος τί τοῦτο λέγοι, Ὅτι, ἔφη, τὸ τοῦ Ἰφικράτους ὄνομα οὐκ ἴσασιν οἱ πολέμιοι, ὃ πρὸς τοὺς ἐν τῇ Ἑλλάδι κινδύνους μέγιστον εἶναι φάρμακον αὑτῷ. ἀκούω δὲ καὶ τὴν Ἐπαμεινώνδα πρὸς Θηβαίους ἀπολογίαν ἔτι ὑπὲρ τὴν τοῦ Ἰφικράτους γενέσθαι· καὶ τί ταῦτα θαυμάζοι τις ἄν;</p><p rend="align(indent)">ἀλλʼ ἐμὲ πρώην ἀνὴρ ἑταῖρος, ὃς οὑτωσὶ καθῆστο </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="386"><p> μάλα πλησίον, ζωγράφου τι ἐπίγραμμα ἐξεδίδασκε τοιοῦτον <quote rend="blockquote">εἰ καὶ ἄπιστα κλύουσι λέγω τάδε, φημὶ γὰρ ἤδη <l/> τέχνης εὑρῆσθαι τέρματα τῆσδε σαφῆ <l/> χειρὸς ὑφʼ ἡμετέρης, ἀνυπέρβλητος δὲ πέπηγεν <l/> οὖρος. ἀμώμητον δʼ οὐδὲν ἔγεντο βροτοῖς.</quote> εἴτʼ ὦ πρὸς τοῦ Διὸς τὸν μὲν δεῖνα τὸν γραφέα ἠξίους τοσαύτας ὑπερβολὰς περὶ αὑτοῦ λέγειν καὶ παρρησιάζεσθαι, ᾧ καὶ σιγῇ τὸ αὑτοῦ περαίνειν ἐκ τῆς τέχνης ἦν, ἄνθρωπον δὲ ἐν ὀλίγοις ἐξεταζόμενον, οὐδὲν γὰρ ἄλλο λέγω τὰ <pb xml:id="v.2.p.521"/> νῦν περὶ τῶν ἐμαυτοῦ λόγων, καὶ ὁσονοῦν παραφθέγξασθαι θαυμαστόν τί σοι καὶ δεινὸν κατεφάνη; ἄκουε δὴ καὶ ἑτέρου ζωγράφου, ὡς μὲν σὺ φαίης ἂν, ἀλαζονευομένου, ὡς δὲ οἱ ταῦτα δεινοὶ λέγουσιν, οὐ μεῖζον ἢ προσῆκον φρονήσαντος. λέγει δὲ τί; <quote rend="blockquote">Ἡράκλεια πατρίς· Ζεῦξις δʼ ὄνομʼ· εἰ δέ τις ἀνδρῶν <l/> ἡμετέρης τέχνης πείρατά φησιν ἔχειν, <l/> δείξας νικάτω·</quote> δοκῶ δὲ, φησὶν, ἡμᾶς οὐχὶ τὰ δεύτερʼ ἔχειν. καὶ τοῦτο τὸ ἐπίγραμμα οὔτʼ ἐκεῖνος ἀπώκνησεν ὡς θρασὺ οὔτε τις αὐτῷ τῶν ἑταίρων ἀπαλεῖψαι συνεβούλευσεν, ἐπειδή γε ἐποίησεν. οἷον δʼ αὖ καὶ τόδε ἔρεξε καὶ ἔτλη ὁ ὑβριστὴς ἐκεῖνος ἐγγράψαι. ποιήσας γὰρ αὖ τὴν τῆς Ἑλένης εἰκόνα προσπαρέγραψε τὰ τοῦ Ὁμήρου ἔπη <quote rend="blockquote">οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς <l/> τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν,</quote> ὥσπερ τὸ αὐτὸ ποιοῦν εἰκόνα τε Ἑλένης ποιῆσαι καὶ τὸν Δία Ἑλένην αὐτὴν γεννῆσαι.</p><p rend="align(indent)">καὶ δή σοι τοὺς μὲν ζωγράφους ἐῶ χαίρειν· ἀλλʼ ἔγωγε κωμῳδιοποιοῦ τινος ἤκουσα σεμνολογουμένου θαυμαστὰ οἷα. καίτοι ἐάν τις ἔρηται τοὺς τῆς κωμῳδίας ποιητὰς ἐφʼ ὅτῳ μέγα φρονοῦσι, φαῖεν ἂν, οἶμαι, ὅτι γέλωτα κινοῦσιν, ὥσπερ καὶ αὐτῶν τις ὡμολόγηκεν οὐδενὸς ἐρωτῶντος. ἀλλʼ ὅμως καὶ οὗτοι χωρὶς ἀξιοῦσιν εἶναι τά τε τῶν ἀστείων σκώμματα καὶ τὰ τῶν πολλῶν· καί τις αὐτῶν ἐν ἀρχῇ τοῦ δράματος μεγαλαυχούμενος ὡς προφήτης προαγορεύει τοιάδε <quote rend="blockquote">Ἀφυπνίζεσθαι χρὴ πάντα θεατὴν, <pb xml:id="v.2.p.522"/> <l/> ἀπὸ μὲν βλεφάρων αὐθημερινῶν ποιητῶν λῆρον ἀφέντα,</quote> </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="387"><p> ὥσπερ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μέλλων ἅπαντας σοφούς τε καὶ σπουδαίους ποιήσειν. διδάξας δὲ τοὺς Χείρωνας προσπαραγράφει πάλιν αὖ μάλα ὑπερηφάνως ἐπὶ τελευτῆς <q>ταῦτα δυοῖν ἐν ἐτοῖν ἡμῖν μόλις ἐξεπονήθη</q>, τοῖς δʼ ἄλλοις ἐν ἅπαντι βίῳ προτιθέναι φησὶ ποιηταῖς μιμεῖσθαι, δηλονότι ὡς οὐδένα ἐφιξόμενον. ἕτερος δʼ αὐτῶν Ἡρακλέους ὀργήν τινʼ ἔχων φησὶ μεγίστοις ἐπιχειρεῖν· καὶ πάλιν προελθὼν ἀκόλουθον τούτῳ ῥῆμα ἐπιτίθησι <quote rend="blockquote">τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν.</quote> οὔκουν δεινὸν, ὦ γῆ καὶ θεοὶ, Ἀριστοφάνη μὲν τὰ ἑαυτοῦ σκώμματα τοῖς Ἡρακλέους ἔργοις ἐπιχειρεῖν ἀπεικάζειν, τοὺς δὲ τῶν σπουδαίων, ὃ κἂν αὐτὸς ἐκεῖνος δοίη, λόγων ποιητὰς τοὺς ἑαυτῶν λόγους τοῖς ἑτέρων ἀξιοῦν παραβαλεῖν ὑβριστικόν τι δοκεῖν εἶναι σοὶ κριτῇ; κἀκεῖνος μὲν κωμῳδίαν τινὰ τῶν αὑτοῦ σεμνύνων ἑτέρωθι, <quote rend="blockquote">σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον <l/> μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.</quote> σὺ δὲ τὸν τῇ θεῷ καὶ σὺν τῇ θεῷ λόγον ποιηθέντα οὐδʼ ἀνωμότως συνεχώρησας ἐπαινέσαι, καὶ ταῦτα ἀπὸ στόματος μόνον. καὶ σιωπῶ τοὺς ἑτέρους· ἀλλʼ ἵνʼ ἐπʼ αὐτοφώρῳ λάβῃς σεαυτὸν ὑβριστὴν ὄντα καὶ συκοφάντην καὶ περίεργον, ἐξέτασον τίς ἦν ὁ τὸν αὑτοῦ λόγον οὕτως ἐπαινέσας ὥστε ἄντικρυς ἐν αὐτῷ ἐκείνῳ περὶ αὑτοῦ <pb xml:id="v.2.p.523"/> διαλέγεσθαι, ὥσπερ ὁ τῆς κωμῳδίας ποιητὴς περὶ τοῦ δράματος, τοῦτο μὲν ἀρχόμενος τοῦ προοιμίου ὑπισχνούμενος ἀξίως ἐρεῖν καὶ τοῦ πράγματος καὶ τοῦ χρόνου τοῦ διατριφθέντος αὐτῷ περὶ τὸν λόγον, καὶ πρός γʼ ἔτι προστιθεὶς ὅτι καὶ παντὸς ὃν τυγχάνει βεβιωκώς· τοῦτο δʼ ἐν τοῖς τελευταίοις ὥσπερ εἰς ἀγῶνα καὶ ἅμιλλαν ἅπαντας προκαλούμενος, ὡς οὐδένα ἂν οὐδʼ ἐγγὺς ἐλθόντα. καίτοι τί φήσεις; πότερα ἐκείνῳ μεῖζον ἐπὶ τοῖς αὑτοῦ προσῆκον φρονεῖν, ἢ ʼκείνῳ μὲν ἐξεῖναι καὶ μεῖζον τοῦ δέοντος, ἐμοὶ δὲ μηδʼ ὅσον ἄξιον; κἀκείνῳ μὲν εἰς αὐτοὺς τοὺς λόγους ἐγγράφειν ἃ φρονεῖ περὶ αὐτῶν, ἐμοὶ δὲ μηδʼ ὅσον λόγου ἔξω παραφθέγξασθαι; καὶ κωμῳδοῖς μὲν καὶ τραγῳδοῖς </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="388"><p> καὶ τοῖς ἀναγκαίοις τούτοις ἀγωνισταῖς ἴδοι τις ἂν καὶ τοὺς ἀγωνοθέτας καὶ τοὺς θεατὰς ἐπιχωροῦντας μικρόν τι περὶ αὑτῶν παραβῆναι, καὶ πολλάκις ἀφελόντες τὸ προσωπεῖον μεταξὺ τῆς Μούσης ἣν ὑποκρίνονται δημηγοροῦσι σεμνῶς· σὺ δʼ ἡμῖν οὐδὲ τοσοῦτον μετέδωκας ἀναπνεῦσαι, καὶ ταῦτα ὢν οὐδεὶς, ἀλλʼ ἀγαπᾶν σοι προσῆκον, εἰ καὶ ἐν οἰκέτου τάξει παρῆσθα τοῖς γιγνομένοις.</p><p rend="align(indent)">τί καὶ φήσεις πρὸς θεῶν εἴ τις ἔροιτό σε; ἐπαχθῆ νὴ Δίʼ αὐτὰ εἶναι καὶ φορτικά; οὐκοῦν εἰ μὲν τοῖς πολλοῖς, τί οὐχ οὗτοι δυσχεραίνουσιν; εἰ δὲ σοὶ, τί καταφεύγεις ἐπὶ τοὺς πολλούς; οἱ γὰρ πολλοὶ οὗτοι σχεδόν τι εἷς τις ἀναφαίνεται, βάσκανος καὶ οὗτος, εἰ δὲ μὴ, ψυχρός γε. καὶ μὴν εἰ μὲν καὶ αὐτὸς ἐπῄνεις τὸν λόγον, κατὰ νοῦν ἦν σοι τὰ λεχθέντα. οὐ γὰρ δή που σαυτῷ μὲν ἠξίους μετεῖναι τῆς ἐπὶ τοῖς ἐμοῖς ἡδονῆς, ἐμὲ δʼ αὐτὸν ὁρῶν γανύμενον συμφορὰν ἐποιοῦ. εἰ δὲ παρῄει σε τὸ τοῦ <pb xml:id="v.2.p.524"/> λόγου κάλλος, εἰκότως ὑφʼ ἡμῶν ταῦτα ἐλέγετο. ἐπʼ αὐτοῖς τοίνυν οἷς παρεφθεγξάμην ποτέρως διετέθης; εἰ μὲν γὰρ καὶ αὐτὸς ἐδυσχέρανας, διὰ τοῦτο ἐλέγοντο, ἵνα ἀχθεσθῇς. οὐ γὰρ δή που σὺ μὲν ζημίαν ποιεῖ ἐμοῦ τοῖς ἐμαυτοῦ χαίροντος, ἐγὼ δʼ οὐ ποιήσομαι κέρδος, ἂν σὺ λυπῇ διὰ ταῦτα. ἀλλὰ μὴν εἴ γε ἀπεδέξω τὰ λεχθέντα, πῶς αἰτιᾷ νῦν περὶ ὧν τότʼ ἦσθα σύμψηφος, ἢ ποτέρου κατηγορεῖς ὅταν οὕτως ἔχῃς; φαίνει γὰρ οὐχ ἧττον σεαυτοῦ. οὐ τοίνυν μόνον κατʼ ἄνδρας ὅλως καὶ πρὸς τὴν ἀξίαν εὑρεθήσεται τὰ τοιαῦτα κρινόμενα, ἀλλὰ καὶ πρὸς τοὺς καιροὺς καὶ πρὸς τὴν τῆς προφάσεως ἀεὶ προσθήκην. οἷον εἴ τις ὕβρει καὶ ὑπερηφανίᾳ τοὺς τοιούτους λόγους προαιρεῖται, ἢ τοὺς πολλοὺς ἐξεπίτηδες ἀτιμάζων καὶ τοῦ μηδενὸς ἀξίους ἡγούμενος, ἢ καὶ ὅπερ ἀρτίως εἶπον, ἕνεκʼ οἰκείου τινὸς, οἵους ἐγώ τινας εἶδον ἤδη τὰς ὀφρῦς ἀνεσπακότας καὶ βαδίζοντας ὥσπερ δεσπότας τῶν ἐντυγχανόντων, καὶ καταπεπλασμένους οὕτω τὸν βίον ὥστε πλήττειν εὐθέως τοὺς ἀπαντῶντας, τοῖς μὲν τοιούτοις δίκαιον οἶμαι νεμεσᾶν καὶ νομίζειν τῆς Γοργείας κεφαλῆς ἀπογόνους τινὰς εἶναι καὶ οὐ τὰ κάλλιστα ἀπολελαυκέναι τῶν λόγων οὓς προΐστανται. ὅστις δὲ τὸν μὲν ἄλλον βίον οὕτω </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg049.perseus-grc2" n="389"><p> μέτριον καὶ κοινὸν ᾕρηται, ὥστʼ ἀπʼ αὐτοῦ τούτου μάλιστα γιγνώσκεσθαι καὶ τοῦτʼ εἶναι σύμβολον αὐτοῦ, εἰ μὴ καὶ νῦν ἔλαθόν τι μεῖζον εἰπὼν, καὶ δεῖ παραιτήσασθαι, ἡνίκʼ ἂν δὲ ὁ θεὸς κινήσῃ, τότε καὶ περὶ αὑτοῦ τι φθέγγεται, καὶ ταῦτα ἅττα ποτέ ἐστι, καὶ φθεγξάμενος παρʼ αὐτὸν τὸν ἀγῶνα καὶ τὸν καιρὸν, ἡνίκʼ οὐδενὸς ἄλλου μεμνῆσθαι πλὴν τῶν λόγων εἰκός ἐστιν, εἶτʼ ἀπηλλάγη, τί τούτῳ ταῦτʼ ὀνειδίξοι τις ἄν; σὺ δʼ ὦ πρὸς Διὸς τοσαύτην εἰπέ μοι σχολὴν ἦγες, ὥστʼ ἀφεὶς ἐκεῖνα τὰ φάσματα μικρὰ καὶ τοῦ μηδενὸς ἄξια ὥσπερ οἱ ὄρνιθες παρεξέλεγες, ἵνα ἀπίῃς ὥσπερ ἕρμαιον ἔχων ὃ κακῶς ἐρεῖς; <pb xml:id="v.2.p.525"/> φάθι δή με καὶ τοῦτο φιλανθρωπίᾳ πεποιηκέναι, ἵνα μὴ παντάπασιν ἀθυμήσῃς, ἀλλʼ ἔχῃς ἐφʼ ὅτῳ βουλήσει ζῆν. ἦν γὰρ, ὡς ἔοικε, σοί τι πυθόχρηστον, ὅταν πάντας ἐπαινέσῃς ἀπολωλέναι. ὥστʼ ἄποινα ὀφείλεις μοι, καὶ εἰ τοῦτʼ αἰτιᾷ, δικαίως αἰτιᾷ. ἢ καὶ τὴν Πυθίαν αὐτὴν καὶ τοὺς χρησμολόγους, ὅταν αὐτοματίζωσιν, ἀκριβῶς ἐξετάζεις ἐπιτηρῶν καὶ σχῆμα καὶ βλέμμα, καὶ εἴ τί σοι δόξουσι λέγειν θρασύτερον, εἶτʼ αὐτοῖς ὕστερον ἐγκαλεῖς; ἄθλιε καὶ πόρρω θεῶν, ἅπαντα ταῦτα ἦν τοῦ καιροῦ;</p><p rend="align(indent)">ἀναμνήσω δέ σε καὶ Ξενοφῶντος, ὃς περὶ τοῦ Κύρου τοῦ μεγάλου διαλεγόμενος τὸν μὲν ἄλλον χρόνον εὐσταλῆ φησι καὶ κόσμιον αὐτὸν εἶναι καὶ ἥκιστα ἀλαζόνα, ἡνίκα δʼ εἰς τοὺς ἀγῶνας ἴοι καὶ ὑποθερμαίνοιτο, οὐδὲν μικρὸν λέγειν οὐδʼ ὑποστέλλεσθαι, ἀλλὰ καὶ αὑτὸν καὶ τοὺς στρατιώτας ἐξαίρειν. εἰκότως· ἐὰν γὰρ, ὦ τᾶν, ἐξέλῃς τὸ κέντρον ἐκ τῆς ψυχῆς, ἀνῄρηκας τὸ τῆς ἀνδρείας ἐφόδιον. κἀμὲ οὕτως ἐξέταζε, καὶ ἔτι μεῖζον προστίθει· εἰ μὴ μέλλων ἀγωνιεῖσθαι, ἀλλʼ ἐμβεβηκὼς, ἀγωνιζόμενος, εἰ παρʼ αὐτὴν τὴν χρείαν, εἰ τοῦ κρείττονος ὢν, εἰ ζέοντος τοῦ λόγου, εἰ πρῶτος μὲν αὐτὸς ἐλαυνόμενος, εἶτα τοὺς πολλοὺς τῷ αὐτῷ κέντρῳ κινῶν, ταῦτα παρεφθεγξάμην ἐπιστροφῆς ἕνεκα καὶ κοινῆς ὠφελείας τῶν ἀκουόντων, ὃ καὶ τῶν προοιμίων ἐπαινοῦμεν καὶ προσδεῖν αὐτοῖς φαμέν. κἂν εὑρίσκῃς ἃ λέγω προσόντα, τόλμησον εἰπεῖν, οὐχ ὅδʼ </p></div></div></body></text></TEI>