Scaife ATLAS

CTS Library / Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων

Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων (266-270)

urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2:266-270
Refs {'start': {'reference': '266', 'human_reference': 'Jebb_Page 266'}, 'end': {'reference': '270', 'human_reference': 'Jebb_Page 270'}}
Ancestors []
Children []
prev
plain textXML
next

διείλεκται, κατηγορηκότος μὲν Αἰσχίνου ὡς ἀνάξιος εἴη τοῦ στεφάνου, παρεξετάσαντος δὲ αὐτὸν πρὸς τοὺς πρότερον καὶ μόνον οὐκ ἀνάγκην προσθέντος ὥστʼ ἐξαχθῆναι καὶ παρὰ γνώμην εἰπεῖν, καὶ φιλονεικῆσαι πρὸς τοὺς ἄνδρας ἕνεκα τῆς ἐκείνου βλασφημίας; δέ πως μάλα πρᾴως καὶ σωφρόνως καὶ ἀξίως ἑαυτοῦ τὴν μὲν δεινότητα εἰς τὸν Αἰσχίνην ἔτρεψε, τοῖς δʼ ἀνδράσι τὴν εὐφημίαν

ἐτήρησε. λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ εἶτα τῶν πρότερον γεγενημένων ἀνδρῶν ἀγαθῶν μέμνησαι· καὶ καλῶς ποιεῖς. πρῶτον μὲν δὴ τοῦτο τὸ μικρὸν τὸ τῆς προσθήκης πῶς οὐ φιλάνθρωπον ἅμα καὶ γενναῖον, τὸ καὶ καλῶς ποιεῖς; οὐχ ὥσπερ Πλάτων φησὶν ὅτι οὐ καλῶς ποιεῖς, Καλλίκλεις, μεμνημένος τῶν ἀνδρῶν τούτων ὡς ἀγαθῶν· οὐ γὰρ ἦσαν τοιοῦτοι. ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης ἐκείνοις δόξης ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχε, φάσκων ταὐτὰ βουλομένην εἶναι. λέγει γὰρ οὕτως, ὅσον ἐγὼ μέμνημαι καὶ μὴν εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἐάν τις ὀρθῶς σκοπῇ, ταῖς τῶν τότε ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, δὲ σὴ ταῖς τῶν τότε τοὺς τοιούτους συκοφαντούντων. καίτοι τρία γʼ εἰς ὑπερβολὴν ὑπῆρχεν εἰπεῖν αὐτῷ τὰ μέγισθʼ ὑπὲρ τῆς αὑτοῦ πολιτείας· πρῶτον μὲν ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν οὔτε τοῖς Ἀθηναίοις οὔτε τοῖς ἄλλοις Ἕλλησι τότε καὶ καθʼ αὑτὸν, ἀλλʼ οἱ μὲν ἐν εὐθενοῦσι τοῖς πράγμασι τὴν αὑτῶν ἀρετὴν ἔδειξαν, οὗτος δὲ νοσούντων καὶ μόνον οὐκ ἀπολωλότων ἤδη πάντων ἐπὶ τὴν προστασίαν τῶν κοινῶν παρῆλθεν. ἔπειθʼ ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς καὶ συγκεκροτημένους καὶ τούτους ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν

πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους, αὐτός θʼ ἑαυτὸν ἔταξεν ἀγωνίζεσθαι καὶ τὴν πόλιν ἠξίου καὶ μηδὲ τοῖς μάντεσιν ἦν προϊδέσθαι μηδὲ προειπεῖν, ταῦθʼ ὁμοῦ προλέγειν καὶ διακωλύειν ἠναγκάζετο. τρίτον δʼ ἐπὶ τούτοις ὅτι καὶ μόνος ὡς ἔπος εἰπεῖν ἀντετάξατο τῇ κατὰ τῶν Ἑλλήνων τύχῃ, τῶν μὲν ταὐτὰ προῃρημένων καὶ συνεργούντων πολλῆς τινος ἐνδείας οὔσης, τῶν δʼ ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων ἀφθονίας θαυμαστῆς, ὧν κρατῆσαι πολὺ μεῖζον ἦν τῶν ἔξω καὶ φανερῶν πολεμίων. ἀλλʼ ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἐλαττωμάτων κατάλογόν τινα ποιεῖται συμμάχων καὶ πόρων καὶ δυνάμεων, ὧν συνήγαγεν αὐτοῖς ἐκ τοῦ δικαιοτάτου, ἰδίᾳ που τοῦ λόγου λέγων ταῦτα καὶ πρὶν τῶν ἀνδρῶν τούτων μνησθῆναι. μνησθεὶς δὲ τούτων οὐδὲν ἔτι τοιοῦτον, ἀλλʼ ἔχων ἃς εἶπον ὑπερβολὰς οὐκ ἐλύπησεν, ἀλλʼ ἀποχρῆν ἡγήσατο ὁμοίαν τὴν ἑαυτοῦ πολιτείαν τῇ ἐκείνων προσειπεῖν· καὶ πρός γʼ ἔτι τὴν ὑπερβολὴν ἐκείνοις ἀπέδωκεν εἰπὼν οὑτωσὶ κἀκεῖνο λογίζου καὶ σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι; κἀνταῦθα μὲν οὕτως· ἑτέρωθι δʼ αὖ πολλοῖς πρότερον χρόνοις δημηγορῶν ἐν τοῖς Ἀθηναίοις καὶ παρρησιαζόμενος, πείθων αὐτοὺς τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων αἱρεῖσθαι, ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως, ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνησκε καὶ ἄλλων ὡδὶ λέγων ἀλλὰ δικαίου πολίτου κρίνω τὴν

τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον τὸν ἐμαυτοῦ, τὸν Περικλέα. δύο τοίνυν ταῦτʼ ἄν τις τῶν λόγων τούτων

ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατʼ ἀνάγκην, ἀλλʼ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν Πλάτων. μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, δʼ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας, οὐ γὰρ ἄγεσθαι μᾶλλον ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλʼ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν Δημοσθένης.

φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλʼ γʼ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο

τὸ μέρος, πότερʼ ὅστις αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ῥητορικὴ φαίνεται. καίτοι ἔγωγʼ ᾤμην οὐ πάνυ ταῦτʼ ἀλλήλων κεχωρίσθαι, ἀλλʼ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ

βαδίζειν, οὐ μὴν τοῖς βαδίζουσιν ἅπασι τὸ θεῖν οἷόν τε, οὕτω καὶ τοὺς ῥητορικοὺς πρὸς τοὺς διαλεκτικοὺς ἔχειν. Πλάτωνα δὲ ἐξαιρῶ τοῦ λόγου, ἱκανὸς γὰρ καὶ ἀμφότερα. ἀλλʼ οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται, ἐπεὶ ὅτι γε οὐκ ἀλόγως οὐδʼ ἀπεικότως συνήγαγον τὰς δυνάμεις Πλάτων ἐστὶ σύμψηφος, οὐδὲ γὰρ τοῦτʼ ἴσως ἔξω τοῦ πράγματος. ὅταν γὰρ περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγόμενος τοὺς ἥρωας ῥήτορας εἶναι λέγῃ, καὶ πάλιν διαλεκτικοὺς, τότʼ ἄμφω δή που μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐ κολάκων ἔργον, ἀλλʼ ἡρώων τινῶν εἶναι· ὥστε μὴ τοῖς μαγείροις γε προσήκειν ἀπεικάζειν τοὺς ἐπιτηδεύοντας αὐτὴν, ἀλλὰ τοῖς ἥρωσι μᾶλλον, καὶ τὴν διαλεκτικὴν αὖ τῇ ῥητορικῇ προσήκειν. ὅταν γὰρ διὰ μέσου τοῦ τῶν ῥητόρων ὀνόματος τοὺς διαλεκτικοὺς τοῖς ἥρωσι συνάπτῃ, πῶς οὐχ λέγω μαρτυρεῖ; ἀλλʼ ὑπὲρ μὲν τούτων οὐ διαφέρομαι· ὅτι δʼ οὐ μόνον ἐξ ὧν Δημοσθένης καὶ Θουκυδίδης καὶ Αἰσχίνης μαρτυροῦσιν, ἀλλὰ καὶ ἀφʼ ὧν αὐτὸς Πλάτων ὡμολόγησεν ἐν αὐτοῖς τούτοις τοῖς διαλόγοις, καὶ νὴ Δίʼ ἐν αὐτῷ γε τούτῳ τῷ μέρει τῶν λόγων ἐν περὶ τῶν ἀνδρῶν

διείλεκται, καὶ μάτην ἅπαντα εἰρῆσθαι καὶ ψευδεῖς εἶναι τὰς βλασφημίας συμβαίνει, τοῦτʼ ἤδη βούλομαι δεῖξαι, εἰ μή τῳ δοκῶ πολυπραγμονεῖν λίαν ἀκριβῶς ἅπαντʼ ἐξετάζων. ὅμως δὲ τοσοῦτον προειπεῖν βούλομαι· εἰ γὰρ ἁλοίην ψευδόμενος, δίδωμι καὶ πάντʼ ἐξαλεῖψαι τῷ βουλομένῳ, καὶ χάριν προσείσομαι· εἰ δʼ ἀλήθειαν λέγων οὐχ ἥδιστα ἐρῶ πᾶσιν, ἄλλος ἂν εἴη λόγος. τὴν γοῦν ἀλήθειαν, ὡς χρὴ τιμᾶν πολλοὶ μὲν εἰρήκασιν, οὐ μὴν ἔσθʼ ὅστις πλείονος ἄξιος Πλάτων. πάρεστι δʼ λέγω σκοπεῖν ἤδη. ὡρμήθη μὲν γὰρ ἅπας αὐτῷ δήπουθεν περὶ τῶν ἀνδρῶν λόγος ἐκ τούτου, δύο τούτων παρασκευῶν οὐσῶν, τῆς μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τῆς δὲ πρὸς τὸ βέλτιστον, τοὺς ῥήτορας εἶναι τούτων ἄρα τῶν πρὸς τὸ χαρίζεσθαι βλεπόντων, καὶ δημηγορεῖν οὕτω τοῦ

ἰδίου ἕνεκα τοῦ ἑαυτῶν, ἄλλο δὲ μηδὲν βλέπειν. μνησθεὶς δὲ καὶ τούτων τῶν ἀνδρῶν, διὰ τὸ τὸν Καλλικλέα δὴ τούτους γε ὑπεξελέσθαι, βουλόμενος δεῖξαι παραπλησίως τοῖς ἄλλοις ἔχοντας καὶ οὐδὲν βελτίους ὄντας, ἀλλὰ καὶ αὐτοὺς διακόνους καὶ τοιούτους οἵους τὰς ἐπιθυμίας ἐμπιμπλάναι, κατηγορήσας ἐβούλετο καὶ τὰς συμφορὰς ὀνειδίσας αὐτοῖς, εἶθʼ ὥσπερ τῶν πρώτων ἐπιλαθόμενος, μᾶλλον δὲ καὶ τῆς ὑποθέσεως ὅλης, ἐπέθηκεν ἐπὶ τελευτῆς ὥστʼ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπεσον, οὔτε τῇ κολακικῇ. ἔχε δὴ πρὸς θεῶν. πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς αὑτῷ, ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες καὶ τοῦτʼ ἀγωνιζόμενος, εἶτʼ αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ, πάλιν δʼ ὧν ἀφῆκεν αὐτοὺς, ταῦτα κατηγορεῖ, καὶ διʼ ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη, διὰ δʼ ὧν ἀφῆκεν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ, καὶ ἅμα μέν φησιν ἐξ ἴσου τοῖς ἄλλοις εἶναι τούτους, ἅμα δʼ οὐ χρήσασθαι τῇ κολακείᾳ, τοῖς ἄλλοις

κολακείαν ἐγκαλῶν. καὶ μὴν εἰ μὲν τῆς τῶν διακόνων καὶ τῆς τῶν κολάκων ἐπωνυμίας εἰσὶ δίκαιοι τυγχάνειν, τί τοῦτο λέγεις, ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ δʼ αὖ μηδὲν μετῆν αὐτοῖς τῆς κολακικῆς, πῶς μετὰ τῶν κολάκων αὐτοὺς τίθης; ὅρα μὴ οὐχ ὁμολογῇ ταῦτα ἀλλήλοις, ἀλλʼ ὡς ἀληθῶς ἔχῃ τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν Καλλικλῆς, ὅτι ἄρα οὐ συμφωνεῖ Πλάτων αὐτὸς αὑτῷ κατὰ ταῦτά γε. καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι, πότερον τοῖς αἰτιωμένοις τοὺς ἄνδρας καὶ διαβάλλουσιν, τοῖς ἀφιεῖσιν; ἤρξατο μὲν γὰρ ὡς κατήγορος, ἔληξε δὲ ὡς ἄν τις μάρτυς ἥκων αὐτοῖς. καὶ μὴν εἰ μὲν ἔμελλε, τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον, κόλακας τρόπον τινʼ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχʼ ἂν εἰ καὶ τὰ μὴ ὄντα

Tokens

διείλεκται 1 w 10
κατηγορηκότος 1 w 24
μὲν 1 w 27
Αἰσχίνου 1 w 35
ὡς 1 w 37
ἀνάξιος 1 w 44
εἴη 1 w 47
τοῦ 1 w 50
στεφάνου 1 w 58
παρεξετάσαντος 1 w 73
δὲ 1 w 75
αὐτὸν 1 w 80
πρὸς 1 w 84
τοὺς 1 w 88
πρότερον 1 w 96
καὶ 1 w 99
μόνον 1 w 104
οὐκ 1 w 107
ἀνάγκην 1 w 114
προσθέντος 1 w 124
ὥστʼ 1 w 128
ἐξαχθῆναι 1 w 137
καὶ 2 w 140
παρὰ 1 w 144
γνώμην 1 w 150
εἰπεῖν 1 w 156
καὶ 3 w 160
φιλονεικῆσαι 1 w 172
πρὸς 2 w 176
τοὺς 2 w 180
ἄνδρας 1 w 186
ἕνεκα 1 w 191
τῆς 1 w 194
ἐκείνου 1 w 201
βλασφημίας 1 w 211
1 w 213
δέ 1 w 215
πως 1 w 218
μάλα 1 w 222
πρᾴως 1 w 227
καὶ 4 w 230
σωφρόνως 1 w 238
καὶ 5 w 241
ἀξίως 1 w 246
ἑαυτοῦ 1 w 252
τὴν 1 w 255
μὲν 2 w 258
δεινότητα 1 w 267
εἰς 1 w 270
τὸν 2 w 273
Αἰσχίνην 1 w 281
ἔτρεψε 1 w 287
τοῖς 1 w 292
δʼ 1 w 294
ἀνδράσι 1 w 301
τὴν 2 w 304
εὐφημίαν 1 w 312
ἐτήρησε 1 w 319
λέγει 1 w 325
γὰρ 1 w 328
ὡς 2 w 331
ἐγᾦμαι 1 w 337
ταυτὶ 1 w 343
εἶτα 1 w 347
τῶν 1 w 350
πρότερον 2 w 358
γεγενημένων 1 w 369
ἀνδρῶν 1 w 375
ἀγαθῶν 1 w 381
μέμνησαι 1 w 389
καὶ 6 w 393
καλῶς 1 w 398
ποιεῖς 1 w 404
πρῶτον 1 w 411
μὲν 3 w 414
δὴ 1 w 416
τοῦτο 1 w 421
τὸ 3 w 423
μικρὸν 1 w 429
τὸ 4 w 431
τῆς 2 w 434
προσθήκης 1 w 443
πῶς 1 w 446
οὐ 2 w 448
φιλάνθρωπον 1 w 459
ἅμα 1 w 462
καὶ 7 w 465
γενναῖον 1 w 473
τὸ 5 w 476
καὶ 8 w 479
καλῶς 2 w 484
ποιεῖς 2 w 490
οὐχ 1 w 494
ὥσπερ 1 w 499
Πλάτων 1 w 505
φησὶν 1 w 510
ὅτι 1 w 513
οὐ 4 w 515
καλῶς 3 w 520
ποιεῖς 3 w 526
Καλλίκλεις 1 w 537
μεμνημένος 1 w 548
τῶν 2 w 551
ἀνδρῶν 2 w 557
τούτων 1 w 563
ὡς 3 w 565
ἀγαθῶν 2 w 571
οὐ 5 w 574
γὰρ 2 w 577
ἦσαν 1 w 581
τοιοῦτοι 1 w 589
ἔπειτα 1 w 596
τοσούτου 1 w 604
ἐδέησε 1 w 610
τῆς 3 w 613
ὑπαρχούσης 1 w 623
ἐκείνοις 1 w 631
δόξης 1 w 636
ἀφελεῖν 1 w 643
ἐπιχειρεῖν 1 w 653
ἵνα 1 w 657
δὴ 2 w 659
μείζων 1 w 665
αὐτὸς 1 w 670
φανείη 1 w 676
ὥστε 1 w 681
τὴν 3 w 684
αὑτοῦ 1 w 689
πολιτείαν 1 w 698
εἰς 2 w 701
τὴν 4 w 704
ἐκείνων 1 w 711
ἀνενήνοχε 1 w 720
φάσκων 1 w 727
ταὐτὰ 1 w 732
βουλομένην 1 w 742
εἶναι 1 w 747
λέγει 2 w 753
γὰρ 3 w 756
οὕτως 1 w 761
ὅσον 1 w 766
ἐγὼ 1 w 769
μέμνημαι 1 w 777
καὶ 9 w 780
μὴν 1 w 783
εἰ 4 w 785
καὶ 10 w 788
τοῦτʼ 1 w 793
ἄρα 1 w 796
εἰπεῖν 2 w 802
δεῖ 1 w 805
1 w 807
μὲν 4 w 810
ἐμὴ 1 w 813
πολιτεία 2 w 821
καὶ 11 w 824
προαίρεσις 1 w 834
ἐάν 1 w 838
τις 1 w 841
ὀρθῶς 1 w 846
σκοπῇ 1 w 851
ταῖς 1 w 856
τῶν 3 w 859
τότε 1 w 863
ἐπαινουμένων 1 w 875
ἀνδρῶν 3 w 881
ὁμοία 1 w 886
καὶ 12 w 889
ταὐτὰ 2 w 894
βουλομένη 2 w 903
φανήσεται 1 w 912
2 w 914
δὲ 2 w 916
σὴ 1 w 918
ταῖς 2 w 922
τῶν 4 w 925
τότε 2 w 929
τοὺς 3 w 933
τοιούτους 1 w 942
συκοφαντούντων 1 w 956
καίτοι 1 w 963
τρία 1 w 967
γʼ 1 w 969
εἰς 3 w 972
ὑπερβολὴν 1 w 981
ὑπῆρχεν 1 w 988
εἰπεῖν 3 w 994
αὐτῷ 1 w 998
τὰ 3 w 1000
μέγισθʼ 1 w 1007
ὑπὲρ 1 w 1011
τῆς 4 w 1014
αὑτοῦ 2 w 1019
πολιτείας 1 w 1028
πρῶτον 2 w 1035
μὲν 5 w 1038
ὅτι 2 w 1041
οὐχ 2 w 1044
ὁμοίως 1 w 1050
εἶχε 1 w 1054
τὰ 4 w 1056
τῶν 5 w 1059
καιρῶν 1 w 1065
οὔτε 1 w 1069
τοῖς 2 w 1073
Ἀθηναίοις 1 w 1082
οὔτε 2 w 1086
τοῖς 3 w 1090
ἄλλοις 1 w 1096
Ἕλλησι 1 w 1102
τότε 3 w 1106
καὶ 13 w 1109
καθʼ 1 w 1113
αὑτὸν 1 w 1118
ἀλλʼ 1 w 1123
οἱ 1 w 1125
μὲν 6 w 1128
ἐν 1 w 1130
εὐθενοῦσι 1 w 1139
τοῖς 4 w 1143
πράγμασι 1 w 1151
τὴν 5 w 1154
αὑτῶν 1 w 1159
ἀρετὴν 1 w 1165
ἔδειξαν 1 w 1172
οὗτος 1 w 1178
δὲ 3 w 1180
νοσούντων 1 w 1189
καὶ 14 w 1192
μόνον 2 w 1197
οὐκ 2 w 1200
ἀπολωλότων 1 w 1210
ἤδη 1 w 1213
πάντων 1 w 1219
ἐπὶ 1 w 1222
τὴν 7 w 1225
προστασίαν 1 w 1235
τῶν 7 w 1238
κοινῶν 1 w 1244
παρῆλθεν 1 w 1252
ἔπειθʼ 1 w 1259
ὅτι 3 w 1262
οὐδὲ 1 w 1266
τὰ 5 w 1268
τῶν 8 w 1271
ἀντιπάλων 1 w 1280
παραπλήσια 1 w 1290
ἀλλὰ 1 w 1295
πρὸς 3 w 1299
ἄνδρας 2 w 1305
ὀξεῖς 1 w 1310
καὶ 15 w 1313
δεινοὺς 1 w 1320
καὶ 16 w 1323
συγκεκροτημένους 1 w 1339
καὶ 17 w 1342
τούτους 1 w 1349
ὁμόρους 1 w 1356
καὶ 18 w 1359
προσοικοῦντας 1 w 1372
καὶ 19 w 1376
ἅμα 2 w 1379
τῷ 2 w 1381
κηρυκείῳ 1 w 1389
καὶ 20 w 1392
τῷ 3 w 1394
σιδήρῳ 1 w 1400
χρωμένους 1 w 1409
καὶ 21 w 1413
τὰ 6 w 1415
πλεῖστα 1 w 1422
τῶν 9 w 1425
πραγμάτων 1 w 1434
ἐξ 2 w 1436
ἀφανοῦς 1 w 1443
ἀφαιρουμένους 1 w 1456
αὐτός 1 w 1462
θʼ 4 w 1464
ἑαυτὸν 1 w 1470
ἔταξεν 1 w 1476
ἀγωνίζεσθαι 1 w 1487
καὶ 22 w 1490
τὴν 8 w 1493
πόλιν 1 w 1498
ἠξίου 1 w 1503
καὶ 23 w 1506
1 w 1507
μηδὲ 1 w 1511
τοῖς 5 w 1515
μάντεσιν 1 w 1523
ἦν 1 w 1525
προϊδέσθαι 1 w 1535
μηδὲ 2 w 1539
προειπεῖν 1 w 1548
ταῦθʼ 1 w 1554
ὁμοῦ 1 w 1558
προλέγειν 1 w 1567
καὶ 24 w 1570
διακωλύειν 1 w 1580
ἠναγκάζετο 1 w 1590
τρίτον 1 w 1597
δʼ 2 w 1599
ἐπὶ 2 w 1602
τούτοις 1 w 1609
ὅτι 4 w 1612
καὶ 25 w 1615
μόνος 1 w 1620
ὡς 4 w 1622
ἔπος 1 w 1626
εἰπεῖν 4 w 1632
ἀντετάξατο 1 w 1642
τῇ 1 w 1644
κατὰ 1 w 1648
τῶν 10 w 1651
Ἑλλήνων 1 w 1658
τύχῃ 1 w 1662
τῶν 11 w 1666
μὲν 7 w 1669
ταὐτὰ 3 w 1674
προῃρημένων 1 w 1685
καὶ 26 w 1688
συνεργούντων 1 w 1700
πολλῆς 1 w 1706
τινος 1 w 1711
ἐνδείας 1 w 1718
οὔσης 1 w 1723
τῶν 12 w 1727
δʼ 3 w 1729
ὑπὲρ 2 w 1733
τῶν 13 w 1736
ἐναντίων 1 w 1744
λεγόντων 1 w 1752
καὶ 27 w 1755
πραττόντων 1 w 1765
ἀφθονίας 1 w 1773
θαυμαστῆς 1 w 1782
ὧν 1 w 1785
κρατῆσαι 1 w 1793
πολὺ 1 w 1797
μεῖζον 1 w 1803
ἦν 2 w 1805
1 w 1806
τῶν 14 w 1809
ἔξω 1 w 1812
καὶ 28 w 1815
φανερῶν 1 w 1822
πολεμίων 1 w 1830
ἀλλʼ 2 w 1835
ὅμως 1 w 1839
ἐκ 4 w 1841
τοσούτων 1 w 1849
καὶ 29 w 1852
τοιούτων 1 w 1860
ἐλαττωμάτων 1 w 1871
κατάλογόν 1 w 1880
τινα 1 w 1884
ποιεῖται 1 w 1892
συμμάχων 1 w 1900
καὶ 30 w 1903
πόρων 1 w 1908
καὶ 31 w 1911
δυνάμεων 1 w 1919
ὧν 2 w 1922
συνήγαγεν 1 w 1931
αὐτοῖς 1 w 1937
ἐκ 5 w 1939
τοῦ 7 w 1942
δικαιοτάτου 1 w 1953
ἰδίᾳ 1 w 1958
που 1 w 1961
τοῦ 8 w 1964
λόγου 1 w 1969
λέγων 1 w 1974
ταῦτα 1 w 1979
καὶ 32 w 1982
πρὶν 1 w 1986
τῶν 15 w 1989
ἀνδρῶν 4 w 1995
τούτων 2 w 2001
μνησθῆναι 1 w 2010
μνησθεὶς 1 w 2019
δὲ 7 w 2021
τούτων 3 w 2027
οὐδὲν 1 w 2032
ἔτι 1 w 2035
τοιοῦτον 1 w 2043
ἀλλʼ 3 w 2048
ἔχων 1 w 2052
ἃς 1 w 2054
εἶπον 1 w 2059
ὑπερβολὰς 1 w 2068
οὐκ 3 w 2071
ἐλύπησεν 1 w 2079
ἀλλʼ 4 w 2084
ἀποχρῆν 1 w 2091
ἡγήσατο 1 w 2098
ὁμοίαν 1 w 2104
τὴν 9 w 2107
ἑαυτοῦ 2 w 2113
πολιτείαν 2 w 2122
τῇ 2 w 2124
ἐκείνων 2 w 2131
προσειπεῖν 1 w 2141
καὶ 33 w 2145
πρός 1 w 2149
γʼ 2 w 2151
ἔτι 2 w 2154
τὴν 10 w 2157
ὑπερβολὴν 2 w 2166
ἐκείνοις 2 w 2174
ἀπέδωκεν 1 w 2182
εἰπὼν 1 w 2187
οὑτωσὶ 1 w 2193
κἀκεῖνο 1 w 2200
λογίζου 1 w 2207
καὶ 34 w 2210
σκόπει 1 w 2216
πότερον 1 w 2224
κάλλιον 1 w 2231
καὶ 35 w 2234
ἄμεινον 1 w 2241
τῇ 3 w 2243
πόλει 1 w 2248
διὰ 1 w 2251
τὰς 1 w 2254
τῶν 16 w 2257
προτέρων 1 w 2265
εὐεργεσίας 1 w 2275
οὔσας 1 w 2280
ὑπερμεγέθεις 1 w 2292
οὐ 11 w 2295
μὲν 8 w 2298
οὖν 1 w 2301
εἴποι 1 w 2306
τις 2 w 2309
ἂν 1 w 2311
ἡλίκας 1 w 2317
τὰς 2 w 2321
ἐπὶ 3 w 2324
τὸν 5 w 2327
παρόντα 1 w 2334
βίον 1 w 2338
γιγνομένας 1 w 2348
εἰς 4 w 2351
ἀχαριστίαν 1 w 2361
καὶ 36 w 2364
προπηλακισμὸν 1 w 2377
ἄγειν 1 w 2382
2 w 2384
πᾶσιν 1 w 2389
ὅσοι 1 w 2393
τι 12 w 2395
μετʼ 1 w 2399
εὐνοίας 1 w 2406
πράττουσι 1 w 2415
τῆς 6 w 2418
παρὰ 2 w 2422
τούτων 4 w 2428
τιμῆς 1 w 2433
καὶ 37 w 2436
φιλανθρωπίας 1 w 2448
μετεῖναι 1 w 2456
κἀνταῦθα 1 w 2465
μὲν 9 w 2468
οὕτως 2 w 2473
ἑτέρωθι 1 w 2481
δʼ 4 w 2483
αὖ 1 w 2485
πολλοῖς 1 w 2492
πρότερον 3 w 2500
χρόνοις 1 w 2507
δημηγορῶν 1 w 2516
ἐν 4 w 2518
τοῖς 7 w 2522
Ἀθηναίοις 2 w 2531
καὶ 38 w 2534
παρρησιαζόμενος 1 w 2549
πείθων 1 w 2556
αὐτοὺς 1 w 2562
τὰ 11 w 2564
βέλτιστʼ 1 w 2572
ἀντὶ 1 w 2576
τῶν 17 w 2579
ἡδέων 1 w 2584
αἱρεῖσθαι 1 w 2593
ἐξὸν 1 w 2598
αὐτῷ 2 w 2602
καὶ 39 w 2605
χωρὶς 1 w 2610
τοῦ 10 w 2613
μνησθῆναι 2 w 2622
τῶν 18 w 2625
ἄνω 1 w 2628
ῥητόρων 1 w 2635
περαίνειν 1 w 2644
τὰ 12 w 2646
τῆς 7 w 2649
ὑποθέσεως 1 w 2658
ὥσπερ 2 w 2664
ἐπεισόδιον 1 w 2674
χρηστὸν 1 w 2681
ἐπεισήγαγε 1 w 2691
καὶ 40 w 2695
τοῦ 11 w 2698
τε 19 w 2700
Περικλέους 1 w 2710
αὐτοὺς 2 w 2716
ὑπεμίμνησκε 1 w 2727
καὶ 41 w 2730
ἄλλων 1 w 2735
ὡδὶ 1 w 2738
λέγων 2 w 2743
ἀλλὰ 2 w 2747
δικαίου 1 w 2754
πολίτου 1 w 2761
κρίνω 1 w 2766
τὴν 11 w 2769
τῶν 19 w 2772
πραγμάτων 2 w 2781
σωτηρίαν 1 w 2789
ἀντὶ 2 w 2793
τῆς 8 w 2796
ἐν 5 w 2798
τῷ 5 w 2800
λέγειν 2 w 2806
χάριτος 1 w 2813
αἱρεῖσθαι 2 w 2822
καὶ 42 w 2826
γὰρ 4 w 2829
τοὺς 6 w 2833
ἐπὶ 4 w 2836
τῶν 20 w 2839
προγόνων 1 w 2847
ἡμῶν 1 w 2851
λέγοντας 1 w 2859
ἀκούω 1 w 2864
ὥσπερ 3 w 2870
ἴσως 1 w 2874
καὶ 43 w 2877
ὑμεῖς 1 w 2882
οὓς 1 w 2886
ἐπαινοῦσι 1 w 2895
μὲν 10 w 2898
οἱ 2 w 2900
παριόντες 1 w 2909
ἅπαντες 1 w 2916
μιμοῦνται 1 w 2926
δʼ 5 w 2928
οὐ 12 w 2930
πάνυ 1 w 2934
τούτῳ 1 w 2940
τῷ 6 w 2942
ἔθει 1 w 2946
καὶ 44 w 2949
τῷ 7 w 2951
τρόπῳ 1 w 2956
τῆς 9 w 2959
πολιτείας 2 w 2968
χρῆσθαι 1 w 2975
τὸν 7 w 2979
Ἀριστείδην 1 w 2989
ἐκεῖνον 1 w 2996
τὸν 8 w 3000
Νικίαν 1 w 3006
τὸν 9 w 3010
ὁμώνυμον 1 w 3018
τὸν 10 w 3021
ἐμαυτοῦ 1 w 3028
τὸν 11 w 3032
Περικλέα 1 w 3040
δύο 1 w 3044
τοίνυν 1 w 3050
ταῦτʼ 1 w 3055
ἄν 4 w 3057
τις 3 w 3060
τῶν 21 w 3063
λόγων 1 w 3068
τούτων 5 w 3074
ἐπισημαίνοιτο 1 w 3087
ἓν 1 w 3090
μὲν 11 w 3093
ὅτι 5 w 3096
οὐ 13 w 3098
κατʼ 1 w 3102
ἀνάγκην 2 w 3109
ἀλλʼ 5 w 3114
ἐκ 9 w 3116
περιουσίας 1 w 3126
καὶ 45 w 3129
γνώμης 1 w 3135
ἐπιεικείᾳ 1 w 3144
τὴν 12 w 3147
μνήμην 1 w 3153
τῶν 22 w 3156
ἀνδρῶν 5 w 3162
καὶ 46 w 3165
τὸν 12 w 3168
ἔπαινον 1 w 3175
τούτων 6 w 3181
ἐποιήσατο 1 w 3190
ἕτερον 1 w 3197
δὲ 9 w 3199
ὅτι 6 w 3202
καὶ 47 w 3205
αὐτὰ 4 w 3209
τὰ 14 w 3211
ἐναντιώτατα 1 w 3222
αὐτοῖς 2 w 3228
ἀπέδωκεν 2 w 3236
ὧν 3 w 3238
κατηγόρηκεν 1 w 3249
8 w 3250
Πλάτων 2 w 3256
9 w 3258
μὲν 12 w 3261
γὰρ 5 w 3264
κολακείας 1 w 3273
καὶ 48 w 3276
δουλείας 1 w 3284
καὶ 49 w 3287
τῆς 10 w 3290
ἡδονῆς 1 w 3296
θεραπευτὰς 1 w 3306
καὶ 50 w 3310
μηδὲν 1 w 3315
πλέον 1 w 3320
τούτου 2 w 3326
σκοπεῖν 1 w 3333
αὐτοὺς 3 w 3339
10 w 3341
δʼ 6 w 3343
ὡς 5 w 3345
παρρησίᾳ 1 w 3353
τῇ 4 w 3355
δικαιοτάτῃ 1 w 3365
χρωμένους 2 w 3374
καὶ 51 w 3377
τὸ 17 w 3379
χαρίζεσθαι 1 w 3389
μηδαμοῦ 1 w 3396
τιθέντας 1 w 3404
πρὸς 4 w 3408
τὸ 18 w 3410
βέλτιστον 1 w 3419
οὕτως 3 w 3425
ἐπαινῶν 1 w 3432
φαίνεται 1 w 3440
τὴν 13 w 3444
αὐτὴν 1 w 3449
τῷ 8 w 3451
Θουκυδίδῃ 1 w 3460
φωνὴν 1 w 3465
ἀφιεὶς 1 w 3471
ἐπεὶ 1 w 3476
κἀκεῖνος 1 w 3484
ὥσπερ 4 w 3490
ἐν 7 w 3492
τοῖς 9 w 3496
ἄνω 2 w 3499
λόγοις 1 w 3505
ἐπεδείκνυμεν 1 w 3517
θαυμαστὸν 1 w 3527
ὅσον 2 w 3531
φησὶ 2 w 3535
περιεῖναι 1 w 3544
τῷ 9 w 3546
Περικλεῖ 1 w 3554
τῆς 11 w 3557
ἐλευθερίας 1 w 3567
καὶ 52 w 3570
παρρησίας 1 w 3579
οὐ 14 w 3582
γὰρ 6 w 3585
ἄγεσθαι 1 w 3592
μᾶλλον 1 w 3598
3 w 3599
ἄγειν 2 w 3604
τὸν 14 w 3607
δῆμον 1 w 3612
καὶ 53 w 3616
μὴ 3 w 3618
τί 3 w 3620
λέγων 3 w 3625
χαριεῖται 1 w 3634
σκοπεῖν 2 w 3641
ἀλλʼ 6 w 3646
11 w 3647
τι 21 w 3649
βέλτιστον 2 w 3658
αὐτοῖς 3 w 3664
ἡγοῖτο 1 w 3670
τοῦτο 2 w 3676
συμβουλεύειν 1 w 3688
ἐπαινεῖ 1 w 3696
δέ 5 w 3698
που 2 w 3701
καὶ 54 w 3704
τὸν 15 w 3707
Νικίαν 2 w 3713
διὰ 2 w 3716
τὸ 22 w 3718
πᾶσαν 1 w 3723
ἀρετὴν 2 w 3729
ἐπιτηδεύειν 1 w 3740
οὕτω 4 w 3745
καὶ 55 w 3748
ἔντιμα 1 w 3754
καὶ 56 w 3757
ὁμολογούμενα 1 w 3769
ὑπὲρ 3 w 3773
τῶν 23 w 3776
ἀνδρῶν 6 w 3782
εἴρηκεν 1 w 3789
12 w 3790
Δημοσθένης 1 w 3800
φέρε 1 w 3805
δὴ 3 w 3807
σκεψώμεθα 1 w 3816
τἀπὶ 1 w 3820
τούτοις 2 w 3827
μετὰ 1 w 3831
πάσης 1 w 3836
εὐμενείας 1 w 3845
ὥσπερ 5 w 3851
ἐν 8 w 3853
κοινῷ 1 w 3858
τινι 1 w 3862
τῶν 24 w 3865
Ἑλλήνων 2 w 3872
συλλόγῳ 1 w 3879
πάντως 1 w 3886
δὲ 11 w 3888
ἄκρω 1 w 3892
μὲν 13 w 3895
ἀμφοτέρω 1 w 3903
τὼ 1 w 3905
ἄνδρε 1 w 3910
ὑπὲρ 4 w 3915
μεγάλων 1 w 3922
δὲ 12 w 3924
καὶ 57 w 3927
οἱ 3 w 3929
λόγοι 2 w 3934
ἀλλὰ 3 w 3939
μὴν 2 w 3942
τό 7 w 3944
γε 14 w 3946
τοῦ 14 w 3949
λέγοντος 1 w 3957
αὐτοῦ 1 w 3962
ὅπως 1 w 3966
τις 4 w 3969
βούλεται 1 w 3977
τιθέναι 1 w 3984
οὕτως 4 w 3990
ἐχέτω 1 w 3995
τὰ 17 w 3997
νῦν 1 w 4000
ἀλλʼ 7 w 4005
13 w 4006
γʼ 3 w 4008
ἐβουλόμην 1 w 4017
εἰπεῖν 5 w 4023
πότερος 1 w 4031
καὶ 58 w 4034
τὴν 16 w 4037
ὅλην 1 w 4041
γνώμην 2 w 4047
φιλανθρωπότερος 1 w 4062
καὶ 59 w 4065
περὶ 1 w 4069
αὐτοὺς 4 w 4075
τοὺς 9 w 4079
λόγους 1 w 4085
δεξιώτερος 1 w 4095
κατὰ 2 w 4099
τοῦτο 3 w 4104
τὸ 23 w 4106
μέρος 1 w 4111
πότερʼ 1 w 4118
ὅστις 1 w 4123
αὐτῷ 3 w 4127
μηδεμιᾶς 1 w 4135
ἀνάγκης 1 w 4142
ὑπαρχούσης 2 w 4152
κακῶς 1 w 4157
λέγειν 3 w 4163
εἵλετο 1 w 4169
τοὺς 10 w 4173
ἄνδρας 3 w 4179
4 w 4181
ὅστις 2 w 4186
ὄντος 1 w 4191
μὲν 14 w 4194
τοῦ 17 w 4197
παροξύνοντος 1 w 4209
οὐ 15 w 4211
προήχθη 1 w 4218
οὐδʼ 1 w 4222
ἠξίωσεν 1 w 4229
αὑτὸν 2 w 4234
σεμνύνειν 1 w 4243
ἐν 9 w 4246
οἷς 1 w 4249
ἑτέρους 1 w 4256
ἔμελλε 1 w 4262
κακῶς 2 w 4267
ἐρεῖν 1 w 4272
πάλιν 1 w 4278
δὲ 13 w 4280
μηδεμιᾶς 2 w 4288
ἀνάγκης 2 w 4295
ὑπαρχούσης 3 w 4305
ἐπὶ 5 w 4308
τοῖς 11 w 4312
βελτίστοις 1 w 4322
αὐτῶν 1 w 4327
ἐμνημόνευσεν 1 w 4339
ἐξεπίτηδες 1 w 4349
εἰ 12 w 4352
μή 1 w 4354
τῳ 2 w 4356
φαυλοτέρα 1 w 4365
τῆς 12 w 4368
διαλεκτικῆς 1 w 4379
9 w 4380
ῥητορικὴ 1 w 4388
φαίνεται 2 w 4396
καίτοι 2 w 4403
ἔγωγʼ 1 w 4408
ᾤμην 1 w 4412
οὐ 17 w 4414
πάνυ 2 w 4418
ταῦτʼ 2 w 4423
ἀλλήλων 1 w 4430
κεχωρίσθαι 1 w 4440
ἀλλʼ 8 w 4445
εἶναι 2 w 4450
τὴν 17 w 4453
διαλεκτικὴν 1 w 4464
μέρος 2 w 4469
τι 31 w 4471
τῆς 13 w 4474
ῥητορικῆς 1 w 4483
ὥσπερ 6 w 4489
τὴν 18 w 4492
ἐρώτησιν 1 w 4500
τοῦ 18 w 4503
παντὸς 1 w 4509
λόγου 3 w 4514
καὶ 60 w 4518
τὸν 17 w 4521
αὐτὸν 2 w 4526
τρόπον 1 w 4532
ὅνπερ 1 w 4537
τοῖς 12 w 4541
δρομεῦσι 1 w 4549
μέτεστι 1 w 4556
τοῦ 19 w 4559
βαδίζειν 1 w 4567
οὐ 18 w 4570
μὴν 3 w 4573
τοῖς 13 w 4577
βαδίζουσιν 1 w 4587
ἅπασι 1 w 4592
τὸ 28 w 4594
θεῖν 1 w 4598
οἷόν 1 w 4602
τε 30 w 4604
οὕτω 6 w 4609
καὶ 61 w 4612
τοὺς 11 w 4616
ῥητορικοὺς 1 w 4626
πρὸς 5 w 4630
τοὺς 12 w 4634
διαλεκτικοὺς 1 w 4646
ἔχειν 1 w 4651
Πλάτωνα 1 w 4659
δὲ 14 w 4661
ἐξαιρῶ 1 w 4667
τοῦ 20 w 4670
λόγου 4 w 4675
ἱκανὸς 1 w 4682
γὰρ 7 w 4685
καὶ 62 w 4688
ἀμφότερα 1 w 4696
ἀλλʼ 9 w 4701
οὔ 5 w 4703
τί 5 w 4705
γε 16 w 4707
τοῖς 14 w 4711
περὶ 2 w 4715
τῶν 26 w 4718
ἀνδρῶν 7 w 4724
τούτων 7 w 4730
λόγοις 2 w 4736
ἄγων 1 w 4740
ἡμᾶς 1 w 4744
οἰχήσεται 1 w 4753
ἐπεὶ 2 w 4758
ὅτι 7 w 4761
γε 17 w 4763
οὐκ 4 w 4766
ἀλόγως 1 w 4772
οὐδʼ 2 w 4776
ἀπεικότως 1 w 4785
συνήγαγον 1 w 4794
τὰς 4 w 4797
δυνάμεις 1 w 4805
Πλάτων 4 w 4811
ἐστὶ 1 w 4815
σύμψηφος 1 w 4823
οὐδὲ 3 w 4828
γὰρ 8 w 4831
τοῦτʼ 2 w 4836
ἴσως 2 w 4840
ἔξω 2 w 4843
τοῦ 22 w 4846
πράγματος 1 w 4855
ὅταν 1 w 4860
γὰρ 9 w 4863
περὶ 3 w 4867
τῆς 14 w 4870
τῶν 27 w 4873
ὀνομάτων 1 w 4881
ὀρθότητος 1 w 4890
διαλεγόμενος 1 w 4902
τοὺς 13 w 4906
ἥρωας 1 w 4911
ῥήτορας 1 w 4918
εἶναι 3 w 4923
λέγῃ 1 w 4927
καὶ 63 w 4931
πάλιν 2 w 4936
διαλεκτικοὺς 2 w 4948
τότʼ 1 w 4953
ἄμφω 1 w 4957
δή 2 w 4959
που 3 w 4962
μαρτυρεῖ 1 w 4970
καὶ 64 w 4974
τὴν 19 w 4977
ῥητορικὴν 1 w 4986
οὐ 22 w 4988
κολάκων 1 w 4995
ἔργον 1 w 5000
ἀλλʼ 10 w 5005
ἡρώων 1 w 5010
τινῶν 1 w 5015
εἶναι 4 w 5020
ὥστε 2 w 5025
μὴ 6 w 5027
τοῖς 15 w 5031
μαγείροις 1 w 5040
γε 19 w 5042
προσήκειν 1 w 5051
ἀπεικάζειν 1 w 5061
τοὺς 14 w 5065
ἐπιτηδεύοντας 1 w 5078
αὐτὴν 2 w 5083
ἀλλὰ 4 w 5088
τοῖς 16 w 5092
ἥρωσι 1 w 5097
μᾶλλον 2 w 5103
καὶ 65 w 5107
τὴν 21 w 5110
διαλεκτικὴν 2 w 5121
αὖ 2 w 5123
τῇ 5 w 5125
ῥητορικῇ 1 w 5133
προσήκειν 2 w 5142
ὅταν 2 w 5147
γὰρ 10 w 5150
διὰ 3 w 5153
μέσου 1 w 5158
τοῦ 23 w 5161
τῶν 28 w 5164
ῥητόρων 2 w 5171
ὀνόματος 1 w 5179
τοὺς 15 w 5183
διαλεκτικοὺς 3 w 5195
τοῖς 17 w 5199
ἥρωσι 2 w 5204
συνάπτῃ 1 w 5211
πῶς 2 w 5215
οὐχ 3 w 5218
1 w 5219
λέγω 4 w 5223
μαρτυρεῖ 2 w 5231
ἀλλʼ 11 w 5236
ὑπὲρ 5 w 5240
μὲν 15 w 5243
τούτων 8 w 5249
οὐ 24 w 5251
διαφέρομαι 1 w 5261
ὅτι 8 w 5265
δʼ 9 w 5267
οὐ 25 w 5269
μόνον 3 w 5274
ἐξ 6 w 5276
ὧν 4 w 5278
Δημοσθένης 2 w 5288
καὶ 66 w 5291
Θουκυδίδης 1 w 5301
καὶ 67 w 5304
Αἰσχίνης 1 w 5312
μαρτυροῦσιν 1 w 5323
ἀλλὰ 5 w 5328
καὶ 68 w 5331
ἀφʼ 1 w 5334
ὧν 5 w 5336
αὐτὸς 2 w 5341
Πλάτων 5 w 5347
ὡμολόγησεν 1 w 5357
ἐν 10 w 5359
αὐτοῖς 4 w 5365
τούτοις 3 w 5372
τοῖς 19 w 5376
διαλόγοις 1 w 5385
καὶ 69 w 5389
νὴ 2 w 5391
Δίʼ 1 w 5394
ἐν 11 w 5396
αὐτῷ 4 w 5400
γε 20 w 5402
τούτῳ 2 w 5407
τῷ 12 w 5409
μέρει 1 w 5414
τῶν 29 w 5417
λόγων 2 w 5422
ἐν 12 w 5424
1 w 5425
περὶ 4 w 5429
τῶν 30 w 5432
ἀνδρῶν 8 w 5438
διείλεκται 2 w 5448
καὶ 70 w 5452
μάτην 1 w 5457
ἅπαντα 1 w 5463
εἰρῆσθαι 1 w 5471
καὶ 71 w 5474
ψευδεῖς 1 w 5481
εἶναι 5 w 5486
τὰς 5 w 5489
βλασφημίας 2 w 5499
συμβαίνει 1 w 5508
τοῦτʼ 3 w 5514
ἤδη 2 w 5517
βούλομαι 1 w 5525
δεῖξαι 1 w 5531
εἰ 14 w 5534
μή 2 w 5536
τῳ 4 w 5538
δοκῶ 1 w 5542
πολυπραγμονεῖν 1 w 5556
λίαν 1 w 5560
ἀκριβῶς 1 w 5567
ἅπαντʼ 1 w 5573
ἐξετάζων 1 w 5581
ὅμως 2 w 5586
δὲ 16 w 5588
τοσοῦτον 1 w 5596
προειπεῖν 2 w 5605
βούλομαι 2 w 5613
εἰ 15 w 5616
γὰρ 11 w 5619
ἁλοίην 1 w 5625
ψευδόμενος 1 w 5635
δίδωμι 1 w 5642
καὶ 72 w 5645
πάντʼ 1 w 5650
ἐξαλεῖψαι 1 w 5659
τῷ 13 w 5661
βουλομένῳ 1 w 5670
καὶ 73 w 5674
χάριν 1 w 5679
προσείσομαι 1 w 5690
εἰ 16 w 5693
δʼ 10 w 5695
ἀλήθειαν 1 w 5703
λέγων 4 w 5708
οὐχ 4 w 5711
ἥδιστα 1 w 5717
ἐρῶ 1 w 5720
πᾶσιν 2 w 5725
ἄλλος 1 w 5731
ἂν 2 w 5733
εἴη 2 w 5736
λόγος 1 w 5741
τὴν 22 w 5745
γοῦν 1 w 5749
ἀλήθειαν 2 w 5757
ὡς 6 w 5760
χρὴ 1 w 5763
τιμᾶν 1 w 5768
πολλοὶ 1 w 5774
μὲν 16 w 5777
εἰρήκασιν 1 w 5786
οὐ 27 w 5789
μὴν 4 w 5792
ἔσθʼ 1 w 5796
ὅστις 3 w 5801
πλείονος 1 w 5809
ἄξιος 1 w 5814
5 w 5815
Πλάτων 6 w 5821
πάρεστι 1 w 5829
δʼ 11 w 5831
2 w 5832
λέγω 6 w 5836
σκοπεῖν 3 w 5843
ἤδη 3 w 5846
ὡρμήθη 1 w 5853
μὲν 17 w 5856
γὰρ 12 w 5859
ἅπας 1 w 5863
αὐτῷ 5 w 5867
δήπουθεν 1 w 5875
13 w 5876
περὶ 5 w 5880
τῶν 31 w 5883
ἀνδρῶν 9 w 5889
λόγος 2 w 5894
ἐκ 10 w 5896
τούτου 3 w 5902
δύο 2 w 5906
τούτων 9 w 5912
παρασκευῶν 1 w 5922
οὐσῶν 1 w 5927
τῆς 15 w 5931
μὲν 18 w 5934
πρὸς 6 w 5938
ἡδονὴν 1 w 5944
ὁμιλεῖν 1 w 5951
τῆς 16 w 5955
δὲ 17 w 5957
πρὸς 7 w 5961
τὸ 30 w 5963
βέλτιστον 3 w 5972
τοὺς 16 w 5977
ῥήτορας 2 w 5984
εἶναι 6 w 5989
τούτων 10 w 5995
ἄρα 2 w 5998
τῶν 32 w 6001
πρὸς 8 w 6005
τὸ 31 w 6007
χαρίζεσθαι 2 w 6017
βλεπόντων 1 w 6026
καὶ 74 w 6030
δημηγορεῖν 1 w 6040
οὕτω 7 w 6044
τοῦ 25 w 6047
ἰδίου 1 w 6052
ἕνεκα 2 w 6057
τοῦ 26 w 6060
ἑαυτῶν 1 w 6066
ἄλλο 3 w 6071
δὲ 18 w 6073
μηδὲν 2 w 6078
βλέπειν 1 w 6085
μνησθεὶς 2 w 6094
δὲ 20 w 6096
καὶ 75 w 6099
τούτων 11 w 6105
τῶν 34 w 6108
ἀνδρῶν 10 w 6114
διὰ 4 w 6118
τὸ 32 w 6120
τὸν 19 w 6123
Καλλικλέα 1 w 6132
δὴ 4 w 6134
τούτους 2 w 6141
γε 21 w 6143
ὑπεξελέσθαι 1 w 6154
βουλόμενος 1 w 6165
δεῖξαι 2 w 6171
παραπλησίως 1 w 6182
τοῖς 20 w 6186
ἄλλοις 2 w 6192
ἔχοντας 1 w 6199
καὶ 76 w 6202
οὐδὲν 2 w 6207
βελτίους 1 w 6215
ὄντας 1 w 6220
ἀλλὰ 6 w 6225
καὶ 77 w 6228
αὐτοὺς 5 w 6234
διακόνους 1 w 6243
καὶ 78 w 6246
τοιούτους 2 w 6255
οἵους 1 w 6260
τὰς 6 w 6263
ἐπιθυμίας 1 w 6272
ἐμπιμπλάναι 1 w 6283
κατηγορήσας 1 w 6295
3 w 6296
ἐβούλετο 1 w 6304
καὶ 79 w 6307
τὰς 7 w 6310
συμφορὰς 1 w 6318
ὀνειδίσας 1 w 6327
αὐτοῖς 5 w 6333
εἶθʼ 1 w 6338
ὥσπερ 7 w 6343
τῶν 35 w 6346
πρώτων 1 w 6352
ἐπιλαθόμενος 1 w 6364
μᾶλλον 3 w 6371
δὲ 22 w 6373
καὶ 80 w 6376
τῆς 17 w 6379
ὑποθέσεως 2 w 6388
ὅλης 1 w 6392
ἐπέθηκεν 1 w 6401
ἐπὶ 6 w 6404
τελευτῆς 1 w 6412
ὥστʼ 2 w 6416
εἰ 18 w 6418
τοιοῦτοι 2 w 6426
ῥήτορες 1 w 6433
ἦσαν 2 w 6437
οὔτε 3 w 6442
τῇ 6 w 6444
ἀληθινῇ 1 w 6451
ῥητορικῇ 2 w 6459
ἐχρῶντο 1 w 6466
οὐ 30 w 6469
γὰρ 13 w 6472
ἂν 3 w 6474
ἐξέπεσον 1 w 6482
οὔτε 4 w 6487
τῇ 7 w 6489
κολακικῇ 1 w 6497
ἔχε 2 w 6501
δὴ 5 w 6503
πρὸς 9 w 6507
θεῶν 1 w 6511
πῶς 3 w 6515
ἄν 8 w 6517
τις 8 w 6520
μᾶλλον 4 w 6526
ἁλοίη 2 w 6531
τἀναντία 1 w 6539
λέγων 5 w 6544
αὐτὸς 3 w 6549
αὑτῷ 1 w 6553
ὅστις 4 w 6559
λέγων 6 w 6564
μὲν 19 w 6567
ὡς 7 w 6569
ἦσαν 3 w 6573
κόλακες 1 w 6580
καὶ 81 w 6583
τοῦτʼ 4 w 6588
ἀγωνιζόμενος 1 w 6600
εἶτʼ 1 w 6605
αὐτὸς 4 w 6610
αὖ 3 w 6612
φησιν 1 w 6617
ὡς 8 w 6619
οὐκ 5 w 6622
ἐχρῶντο 2 w 6629
τῇ 8 w 6631
κολακικῇ 2 w 6639
πάλιν 3 w 6645
δʼ 12 w 6647
ὧν 6 w 6649
ἀφῆκεν 1 w 6655
αὐτοὺς 6 w 6661
ταῦτα 2 w 6667
κατηγορεῖ 1 w 6676
καὶ 82 w 6680
διʼ 1 w 6683
ὧν 7 w 6685
μὲν 20 w 6688
ἐλέγχειν 1 w 6696
προὐθυμεῖτο 1 w 6707
διὰ 5 w 6711
τούτων 12 w 6717
ἀφεῖναι 1 w 6724
ἠναγκάσθη 1 w 6733
διὰ 6 w 6737
δʼ 13 w 6739
ὧν 8 w 6741
ἀφῆκεν 2 w 6747
οὓς 2 w 6750
ᾐτιάσατο 1 w 6758
τῆς 19 w 6761
κολακείας 2 w 6770
διὰ 7 w 6774
τούτων 13 w 6780
ῥητορικὴν 2 w 6789
ὡς 9 w 6791
κολακείαν 1 w 6800
ἐλέγχειν 2 w 6808
ἀξιοῖ 1 w 6813
καὶ 83 w 6817
ἅμα 3 w 6820
μέν 13 w 6823
φησιν 2 w 6828
ἐξ 10 w 6830
ἴσου 1 w 6834
τοῖς 22 w 6838
ἄλλοις 3 w 6844
εἶναι 7 w 6849
τούτους 3 w 6856
ἅμα 4 w 6860
δʼ 14 w 6862
οὐ 33 w 6864
χρήσασθαι 1 w 6873
τῇ 9 w 6875
κολακείᾳ 1 w 6883
τοῖς 23 w 6888
ἄλλοις 4 w 6894
κολακείαν 2 w 6903
ἐγκαλῶν 1 w 6910
καὶ 84 w 6914
μὴν 5 w 6917
εἰ 19 w 6919
μὲν 21 w 6922
τῆς 20 w 6925
τῶν 36 w 6928
διακόνων 1 w 6936
καὶ 85 w 6939
τῆς 21 w 6942
τῶν 37 w 6945
κολάκων 2 w 6952
ἐπωνυμίας 1 w 6961
εἰσὶ 1 w 6965
δίκαιοι 1 w 6972
τυγχάνειν 1 w 6981
τί 8 w 6984
τοῦτο 4 w 6989
λέγεις 1 w 6995
ὡς 10 w 6998
οὐκ 6 w 7001
ἐχρῶντο 3 w 7008
τῇ 10 w 7010
κολακικῇ 3 w 7018
εἰ 21 w 7021
δʼ 15 w 7023
αὖ 4 w 7025
μηδὲν 3 w 7030
μετῆν 1 w 7035
αὐτοῖς 6 w 7041
τῆς 22 w 7044
κολακικῆς 1 w 7053
πῶς 4 w 7057
μετὰ 2 w 7061
τῶν 38 w 7064
κολάκων 3 w 7071
αὐτοὺς 7 w 7077
τίθης 1 w 7082
ὅρα 1 w 7086
μὴ 9 w 7088
οὐχ 5 w 7091
ὁμολογῇ 1 w 7098
ταῦτα 3 w 7103
ἀλλήλοις 1 w 7111
ἀλλʼ 12 w 7116
ὡς 11 w 7118
ἀληθῶς 1 w 7124
ἔχῃ 1 w 7127
τὴν 23 w 7130
τοῦ 29 w 7133
Ἀμφίονος 1 w 7141
ἀνταποδοῦναι 1 w 7153
ῥῆσιν 1 w 7158
16 w 7159
Καλλικλῆς 1 w 7168
ὅτι 9 w 7172
ἄρα 3 w 7175
οὐ 36 w 7177
συμφωνεῖ 1 w 7185
Πλάτων 7 w 7191
αὐτὸς 5 w 7196
αὑτῷ 2 w 7200
κατὰ 3 w 7204
ταῦτά 1 w 7209
γε 23 w 7211
καίτοι 3 w 7218
ποτέροις 1 w 7226
τῶν 39 w 7229
λόγων 3 w 7234
χρὴ 2 w 7237
πιστεῦσαι 1 w 7246
πότερον 2 w 7254
τοῖς 25 w 7258
αἰτιωμένοις 1 w 7269
τοὺς 20 w 7273
ἄνδρας 4 w 7279
καὶ 86 w 7282
διαβάλλουσιν 1 w 7294
6 w 7296
τοῖς 26 w 7300
ἀφιεῖσιν 1 w 7308
ἤρξατο 1 w 7315
μὲν 22 w 7318
γὰρ 14 w 7321
ὡς 12 w 7323
κατήγορος 1 w 7332
ἔληξε 1 w 7338
δὲ 24 w 7340
ὡς 13 w 7342
ἄν 10 w 7344
τις 10 w 7347
μάρτυς 1 w 7353
ἥκων 1 w 7357
αὐτοῖς 7 w 7363
καὶ 87 w 7367
μὴν 6 w 7370
εἰ 22 w 7372
μὲν 23 w 7375
ἔμελλε 2 w 7381
τοῦτο 5 w 7387
γάρ 1 w 7390
ἐστιν 1 w 7395
ἤδη 4 w 7398
τὸ 37 w 7400
ἰσχυρότατον 1 w 7411
κόλακας 1 w 7419
τρόπον 2 w 7425
τινʼ 1 w 7429
αὐτοὺς 8 w 7435
ἐκ 11 w 7437
τῶν 40 w 7440
αἰτιῶν 1 w 7446
δόξειν 1 w 7452
ἀποφαίνειν 1 w 7462
κἀνταῦθα 2 w 7471
στήσεσθαι 1 w 7480
τοῦ 31 w 7483
λόγου 5 w 7488
τάχʼ 1 w 7493
ἂν 4 w 7495
εἰ 23 w 7497
καὶ 88 w 7500
τὰ 25 w 7502
μὴ 11 w 7504
ὄντα 2 w 7508