<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="266"><p> διείλεκται, κατηγορηκότος μὲν Αἰσχίνου ὡς ἀνάξιος εἴη τοῦ στεφάνου, παρεξετάσαντος δὲ αὐτὸν πρὸς τοὺς πρότερον καὶ μόνον οὐκ ἀνάγκην προσθέντος ὥστʼ ἐξαχθῆναι καὶ παρὰ γνώμην εἰπεῖν, καὶ φιλονεικῆσαι πρὸς τοὺς ἄνδρας ἕνεκα τῆς ἐκείνου βλασφημίας; ὁ δέ πως μάλα πρᾴως καὶ σωφρόνως καὶ ἀξίως ἑαυτοῦ τὴν μὲν δεινότητα εἰς τὸν Αἰσχίνην ἔτρεψε, τοῖς δʼ ἀνδράσι τὴν εὐφημίαν <pb xml:id="v.2.p.347"/> ἐτήρησε. λέγει γὰρ, ὡς ἐγᾦμαι, ταυτὶ <q>εἶτα τῶν πρότερον γεγενημένων ἀνδρῶν ἀγαθῶν μέμνησαι· καὶ καλῶς ποιεῖς.</q> πρῶτον μὲν δὴ τοῦτο τὸ μικρὸν τὸ τῆς προσθήκης πῶς οὐ φιλάνθρωπον ἅμα καὶ γενναῖον, τὸ <q>καὶ καλῶς ποιεῖς;</q> οὐχ ὥσπερ Πλάτων φησὶν ὅτι οὐ καλῶς ποιεῖς, Καλλίκλεις, μεμνημένος τῶν ἀνδρῶν τούτων ὡς ἀγαθῶν· οὐ γὰρ ἦσαν τοιοῦτοι. ἔπειτα τοσούτου ἐδέησε τῆς ὑπαρχούσης ἐκείνοις δόξης ἀφελεῖν ἐπιχειρεῖν, ἵνα δὴ μείζων αὐτὸς φανείη, ὥστε τὴν αὑτοῦ πολιτείαν εἰς τὴν ἐκείνων ἀνενήνοχε, φάσκων ταὐτὰ βουλομένην εἶναι. λέγει γὰρ οὕτως, ὅσον ἐγὼ μέμνημαι <q>καὶ μὴν εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, ἡ μὲν ἐμὴ πολιτεία καὶ προαίρεσις, ἐάν τις ὀρθῶς σκοπῇ, ταῖς τῶν τότε ἐπαινουμένων ἀνδρῶν ὁμοία καὶ ταὐτὰ βουλομένη φανήσεται, ἡ δὲ σὴ ταῖς τῶν τότε τοὺς τοιούτους συκοφαντούντων.</q> καίτοι τρία γʼ εἰς ὑπερβολὴν ὑπῆρχεν εἰπεῖν αὐτῷ τὰ μέγισθʼ ὑπὲρ τῆς αὑτοῦ πολιτείας· πρῶτον μὲν ὅτι οὐχ ὁμοίως εἶχε τὰ τῶν καιρῶν οὔτε τοῖς Ἀθηναίοις οὔτε τοῖς ἄλλοις Ἕλλησι τότε καὶ καθʼ αὑτὸν, ἀλλʼ οἱ μὲν ἐν εὐθενοῦσι τοῖς πράγμασι τὴν αὑτῶν ἀρετὴν ἔδειξαν, οὗτος δὲ νοσούντων καὶ μόνον οὐκ ἀπολωλότων ἤδη πάντων ἐπὶ τὴν προστασίαν τῶν κοινῶν παρῆλθεν. ἔπειθʼ ὅτι οὐδὲ τὰ τῶν ἀντιπάλων παραπλήσια, ἀλλὰ πρὸς ἄνδρας ὀξεῖς καὶ δεινοὺς καὶ συγκεκροτημένους καὶ τούτους ὁμόρους καὶ προσοικοῦντας, καὶ ἅμα τῷ κηρυκείῳ καὶ τῷ σιδήρῳ χρωμένους, καὶ τὰ πλεῖστα τῶν <pb xml:id="v.2.p.348"/>  </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="267"><p>πραγμάτων ἐξ ἀφανοῦς ἀφαιρουμένους, αὐτός θʼ ἑαυτὸν ἔταξεν ἀγωνίζεσθαι καὶ τὴν πόλιν ἠξίου καὶ ἃ μηδὲ τοῖς μάντεσιν ἦν προϊδέσθαι μηδὲ προειπεῖν, ταῦθʼ ὁμοῦ προλέγειν καὶ διακωλύειν ἠναγκάζετο. τρίτον δʼ ἐπὶ τούτοις ὅτι καὶ μόνος ὡς ἔπος εἰπεῖν ἀντετάξατο τῇ κατὰ τῶν Ἑλλήνων τύχῃ, τῶν μὲν ταὐτὰ προῃρημένων καὶ συνεργούντων πολλῆς τινος ἐνδείας οὔσης, τῶν δʼ ὑπὲρ τῶν ἐναντίων λεγόντων καὶ πραττόντων ἀφθονίας θαυμαστῆς, ὧν κρατῆσαι πολὺ μεῖζον ἦν ἢ τῶν ἔξω καὶ φανερῶν πολεμίων. ἀλλʼ ὅμως ἐκ τοσούτων καὶ τοιούτων ἐλαττωμάτων κατάλογόν τινα ποιεῖται συμμάχων καὶ πόρων καὶ δυνάμεων, ὧν συνήγαγεν αὐτοῖς ἐκ τοῦ δικαιοτάτου, ἰδίᾳ που τοῦ λόγου λέγων ταῦτα καὶ πρὶν τῶν ἀνδρῶν τούτων μνησθῆναι. μνησθεὶς δὲ τούτων οὐδὲν ἔτι τοιοῦτον, ἀλλʼ ἔχων ἃς εἶπον ὑπερβολὰς οὐκ ἐλύπησεν, ἀλλʼ ἀποχρῆν ἡγήσατο ὁμοίαν τὴν ἑαυτοῦ πολιτείαν τῇ ἐκείνων προσειπεῖν· καὶ πρός γʼ ἔτι τὴν ὑπερβολὴν ἐκείνοις ἀπέδωκεν εἰπὼν οὑτωσὶ <q>κἀκεῖνο λογίζου καὶ σκόπει. πότερον κάλλιον καὶ ἄμεινον τῇ πόλει διὰ τὰς τῶν προτέρων εὐεργεσίας οὔσας ὑπερμεγέθεις, οὐ μὲν οὖν εἴποι τις ἂν ἡλίκας, τὰς ἐπὶ τὸν παρόντα βίον γιγνομένας εἰς ἀχαριστίαν καὶ προπηλακισμὸν ἄγειν, ἢ πᾶσιν ὅσοι τι μετʼ εὐνοίας πράττουσι τῆς παρὰ τούτων τιμῆς καὶ φιλανθρωπίας μετεῖναι;</q> κἀνταῦθα μὲν οὕτως· ἑτέρωθι δʼ αὖ πολλοῖς πρότερον χρόνοις δημηγορῶν ἐν τοῖς Ἀθηναίοις καὶ παρρησιαζόμενος, πείθων αὐτοὺς τὰ βέλτιστʼ ἀντὶ τῶν ἡδέων αἱρεῖσθαι, ἐξὸν αὐτῷ καὶ χωρὶς τοῦ μνησθῆναι τῶν ἄνω ῥητόρων περαίνειν τὰ τῆς ὑποθέσεως, ὥσπερ ἐπεισόδιον χρηστὸν ἐπεισήγαγε, καὶ τοῦ τε Περικλέους αὐτοὺς ὑπεμίμνησκε καὶ ἄλλων ὡδὶ λέγων <q>ἀλλὰ δικαίου πολίτου κρίνω τὴν <pb xml:id="v.2.p.349"/>  τῶν πραγμάτων σωτηρίαν ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς, οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δʼ οὐ πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι, τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον τὸν ἐμαυτοῦ, τὸν Περικλέα.</q> δύο τοίνυν ταῦτʼ ἄν τις τῶν λόγων τούτων </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="268"><p> ἐπισημαίνοιτο· ἓν μὲν ὅτι οὐ κατʼ ἀνάγκην, ἀλλʼ ἐκ περιουσίας καὶ γνώμης ἐπιεικείᾳ τὴν μνήμην τῶν ἀνδρῶν καὶ τὸν ἔπαινον τούτων ἐποιήσατο, ἕτερον δὲ ὅτι καὶ αὐτὰ τὰ ἐναντιώτατα αὐτοῖς ἀπέδωκεν ὧν κατηγόρηκεν ὁ Πλάτων. ὁ μὲν γὰρ κολακείας καὶ δουλείας καὶ τῆς ἡδονῆς θεραπευτὰς, καὶ μηδὲν πλέον τούτου σκοπεῖν αὐτοὺς, ὁ δʼ ὡς παρρησίᾳ τῇ δικαιοτάτῃ χρωμένους καὶ τὸ χαρίζεσθαι μηδαμοῦ τιθέντας πρὸς τὸ βέλτιστον, οὕτως ἐπαινῶν φαίνεται, τὴν αὐτὴν τῷ Θουκυδίδῃ φωνὴν ἀφιεὶς, ἐπεὶ κἀκεῖνος, ὥσπερ ἐν τοῖς ἄνω λόγοις ἐπεδείκνυμεν, θαυμαστὸν ὅσον φησὶ περιεῖναι τῷ Περικλεῖ τῆς ἐλευθερίας καὶ παρρησίας, οὐ γὰρ ἄγεσθαι μᾶλλον ἢ ἄγειν τὸν δῆμον, καὶ μὴ τί λέγων χαριεῖται σκοπεῖν, ἀλλʼ ὅ τι βέλτιστον αὐτοῖς ἡγοῖτο, τοῦτο συμβουλεύειν. ἐπαινεῖ δέ που καὶ τὸν Νικίαν διὰ τὸ πᾶσαν ἀρετὴν ἐπιτηδεύειν. οὕτω καὶ ἔντιμα καὶ ὁμολογούμενα ὑπὲρ τῶν ἀνδρῶν εἴρηκεν ὁ Δημοσθένης.</p><p rend="align(indent)">φέρε δὴ σκεψώμεθα τἀπὶ τούτοις μετὰ πάσης εὐμενείας, ὥσπερ ἐν κοινῷ τινι τῶν Ἑλλήνων συλλόγῳ. πάντως δὲ ἄκρω μὲν ἀμφοτέρω τὼ ἄνδρε, ὑπὲρ μεγάλων δὲ καὶ οἱ λόγοι. ἀλλὰ μὴν τό γε τοῦ λέγοντος αὐτοῦ ὅπως τις βούλεται τιθέναι, οὕτως ἐχέτω τὰ νῦν. ἀλλʼ ὅ γʼ ἐβουλόμην εἰπεῖν, πότερος καὶ τὴν ὅλην γνώμην φιλανθρωπότερος καὶ περὶ αὐτοὺς τοὺς λόγους δεξιώτερος κατὰ τοῦτο <pb xml:id="v.2.p.350"/>  τὸ μέρος, πότερʼ ὅστις αὐτῷ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης κακῶς λέγειν εἵλετο τοὺς ἄνδρας, ἢ ὅστις ὄντος μὲν τοῦ παροξύνοντος οὐ προήχθη οὐδʼ ἠξίωσεν αὑτὸν σεμνύνειν, ἐν οἷς ἑτέρους ἔμελλε κακῶς ἐρεῖν, πάλιν δὲ μηδεμιᾶς ἀνάγκης ὑπαρχούσης ἐπὶ τοῖς βελτίστοις αὐτῶν ἐμνημόνευσεν ἐξεπίτηδες; εἰ μή τῳ φαυλοτέρα τῆς διαλεκτικῆς ἡ ῥητορικὴ φαίνεται. καίτοι ἔγωγʼ ᾤμην οὐ πάνυ ταῦτʼ ἀλλήλων κεχωρίσθαι, ἀλλʼ εἶναι τὴν διαλεκτικὴν μέρος τι τῆς ῥητορικῆς, ὥσπερ τὴν ἐρώτησιν τοῦ παντὸς λόγου, καὶ τὸν αὐτὸν τρόπον ὅνπερ τοῖς δρομεῦσι μέτεστι τοῦ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="269"><p>βαδίζειν, οὐ μὴν τοῖς βαδίζουσιν ἅπασι τὸ θεῖν οἷόν τε, οὕτω καὶ τοὺς ῥητορικοὺς πρὸς τοὺς διαλεκτικοὺς ἔχειν. Πλάτωνα δὲ ἐξαιρῶ τοῦ λόγου, ἱκανὸς γὰρ καὶ ἀμφότερα. ἀλλʼ οὔ τί γε τοῖς περὶ τῶν ἀνδρῶν τούτων λόγοις ἄγων ἡμᾶς οἰχήσεται, ἐπεὶ ὅτι γε οὐκ ἀλόγως οὐδʼ ἀπεικότως συνήγαγον τὰς δυνάμεις Πλάτων ἐστὶ σύμψηφος, οὐδὲ γὰρ τοῦτʼ ἴσως ἔξω τοῦ πράγματος. ὅταν γὰρ περὶ τῆς τῶν ὀνομάτων ὀρθότητος διαλεγόμενος τοὺς ἥρωας ῥήτορας εἶναι λέγῃ, καὶ πάλιν διαλεκτικοὺς, τότʼ ἄμφω δή που μαρτυρεῖ, καὶ τὴν ῥητορικὴν οὐ κολάκων ἔργον, ἀλλʼ ἡρώων τινῶν εἶναι· ὥστε μὴ τοῖς μαγείροις γε προσήκειν ἀπεικάζειν τοὺς ἐπιτηδεύοντας αὐτὴν, ἀλλὰ τοῖς ἥρωσι μᾶλλον, καὶ τὴν διαλεκτικὴν αὖ τῇ ῥητορικῇ προσήκειν. ὅταν γὰρ διὰ μέσου τοῦ τῶν ῥητόρων ὀνόματος τοὺς διαλεκτικοὺς τοῖς ἥρωσι συνάπτῃ, πῶς οὐχ ὃ λέγω μαρτυρεῖ; ἀλλʼ ὑπὲρ μὲν τούτων οὐ διαφέρομαι· ὅτι δʼ οὐ μόνον ἐξ ὧν Δημοσθένης καὶ Θουκυδίδης καὶ Αἰσχίνης μαρτυροῦσιν, ἀλλὰ καὶ ἀφʼ ὧν αὐτὸς Πλάτων ὡμολόγησεν ἐν αὐτοῖς τούτοις τοῖς διαλόγοις, καὶ νὴ Δίʼ ἐν αὐτῷ γε τούτῳ τῷ μέρει τῶν λόγων ἐν ᾧ περὶ τῶν ἀνδρῶν <pb xml:id="v.2.p.351"/> διείλεκται, καὶ μάτην ἅπαντα εἰρῆσθαι καὶ ψευδεῖς εἶναι τὰς βλασφημίας συμβαίνει, τοῦτʼ ἤδη βούλομαι δεῖξαι, εἰ μή τῳ δοκῶ πολυπραγμονεῖν λίαν ἀκριβῶς ἅπαντʼ ἐξετάζων. ὅμως δὲ τοσοῦτον προειπεῖν βούλομαι· εἰ γὰρ ἁλοίην ψευδόμενος, δίδωμι καὶ πάντʼ ἐξαλεῖψαι τῷ βουλομένῳ, καὶ χάριν προσείσομαι· εἰ δʼ ἀλήθειαν λέγων οὐχ ἥδιστα ἐρῶ πᾶσιν, ἄλλος ἂν εἴη λόγος. τὴν γοῦν ἀλήθειαν, ὡς χρὴ τιμᾶν πολλοὶ μὲν εἰρήκασιν, οὐ μὴν ἔσθʼ ὅστις πλείονος ἄξιος ἢ Πλάτων. πάρεστι δʼ ὃ λέγω σκοπεῖν ἤδη. ὡρμήθη μὲν γὰρ ἅπας αὐτῷ δήπουθεν ὁ περὶ τῶν ἀνδρῶν λόγος ἐκ τούτου, δύο τούτων παρασκευῶν οὐσῶν, τῆς μὲν πρὸς ἡδονὴν ὁμιλεῖν, τῆς δὲ πρὸς τὸ βέλτιστον, τοὺς ῥήτορας εἶναι τούτων ἄρα τῶν πρὸς τὸ χαρίζεσθαι βλεπόντων, καὶ δημηγορεῖν οὕτω τοῦ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="270"><p> ἰδίου ἕνεκα τοῦ ἑαυτῶν, ἄλλο δὲ μηδὲν βλέπειν. μνησθεὶς δὲ καὶ τούτων τῶν ἀνδρῶν, διὰ τὸ τὸν Καλλικλέα δὴ τούτους γε ὑπεξελέσθαι, βουλόμενος δεῖξαι παραπλησίως τοῖς ἄλλοις ἔχοντας καὶ οὐδὲν βελτίους ὄντας, ἀλλὰ καὶ αὐτοὺς διακόνους καὶ τοιούτους οἵους τὰς ἐπιθυμίας ἐμπιμπλάναι, κατηγορήσας ἃ ἐβούλετο καὶ τὰς συμφορὰς ὀνειδίσας αὐτοῖς, εἶθʼ ὥσπερ τῶν πρώτων ἐπιλαθόμενος, μᾶλλον δὲ καὶ τῆς ὑποθέσεως ὅλης, ἐπέθηκεν ἐπὶ τελευτῆς <q>ὥστʼ εἰ τοιοῦτοι ῥήτορες ἦσαν, οὔτε τῇ ἀληθινῇ ῥητορικῇ ἐχρῶντο, οὐ γὰρ ἂν ἐξέπεσον, οὔτε τῇ κολακικῇ.</q> ἔχε δὴ πρὸς θεῶν. πῶς ἄν τις μᾶλλον ἁλοίη τἀναντία λέγων αὐτὸς αὑτῷ, ὅστις λέγων μὲν ὡς ἦσαν κόλακες καὶ τοῦτʼ ἀγωνιζόμενος, εἶτʼ αὐτὸς αὖ φησιν ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ, πάλιν δʼ ὧν ἀφῆκεν αὐτοὺς, ταῦτα κατηγορεῖ, καὶ διʼ ὧν μὲν ἐλέγχειν προὐθυμεῖτο, διὰ τούτων ἀφεῖναι ἠναγκάσθη, διὰ δʼ ὧν ἀφῆκεν οὓς ᾐτιάσατο τῆς κολακείας, διὰ τούτων ῥητορικὴν ὡς κολακείαν ἐλέγχειν ἀξιοῖ, καὶ ἅμα μέν φησιν ἐξ ἴσου τοῖς ἄλλοις εἶναι τούτους, ἅμα δʼ οὐ χρήσασθαι τῇ κολακείᾳ, τοῖς ἄλλοις <pb xml:id="v.2.p.352"/>  κολακείαν ἐγκαλῶν. καὶ μὴν εἰ μὲν τῆς τῶν διακόνων καὶ τῆς τῶν κολάκων ἐπωνυμίας εἰσὶ δίκαιοι τυγχάνειν, τί τοῦτο λέγεις, ὡς οὐκ ἐχρῶντο τῇ κολακικῇ; εἰ δʼ αὖ μηδὲν μετῆν αὐτοῖς τῆς κολακικῆς, πῶς μετὰ τῶν κολάκων αὐτοὺς τίθης; ὅρα μὴ οὐχ ὁμολογῇ ταῦτα ἀλλήλοις, ἀλλʼ ὡς ἀληθῶς ἔχῃ τὴν τοῦ Ἀμφίονος ἀνταποδοῦναι ῥῆσιν ὁ Καλλικλῆς, ὅτι ἄρα οὐ συμφωνεῖ Πλάτων αὐτὸς αὑτῷ κατὰ ταῦτά γε. καίτοι ποτέροις τῶν λόγων χρὴ πιστεῦσαι, πότερον τοῖς αἰτιωμένοις τοὺς ἄνδρας καὶ διαβάλλουσιν, ἢ τοῖς ἀφιεῖσιν; ἤρξατο μὲν γὰρ ὡς κατήγορος, ἔληξε δὲ ὡς ἄν τις μάρτυς ἥκων αὐτοῖς. καὶ μὴν εἰ μὲν ἔμελλε, τοῦτο γάρ ἐστιν ἤδη τὸ ἰσχυρότατον, κόλακας τρόπον τινʼ αὐτοὺς ἐκ τῶν αἰτιῶν δόξειν ἀποφαίνειν, κἀνταῦθα στήσεσθαι τοῦ λόγου, τάχʼ ἂν εἰ καὶ τὰ μὴ ὄντα </p></div></div></body></text></TEI>