Scaife ATLAS

CTS Library / Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων

Πρὸς Πλάτωνα ὑπὲρ τῶν τεττάρων (256-260)

urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2:256-260
Refs {'start': {'reference': '256', 'human_reference': 'Jebb_Page 256'}, 'end': {'reference': '260', 'human_reference': 'Jebb_Page 260'}}
Ancestors []
Children []
prev
plain textXML
next

ἐσχάτων ὅρων ἑκατέρωθεν, τῆς τε ἀνδρείας λέγω καὶ τῆς ἀνανδρείας, τὸ ἔπος βεβαιοῦται· οἶμαι δʼ οὐ μόνον ξυνὸς Ἐνυάλιος, ἀλλὰ καὶ Ἑρμῆς ἂν κοινὸς ἀκούοι δικαίως. καὶ εἰ μὲν τοῦτο καὶ παροιμία βούλεται δηλοῦν περιλαμβάνει γε, ἔστω καὶ αὕτη μαρτυροῦσα· εἰ δʼ ἐπʼ ἄλλῳ τῳ γεγένηται, ἡμεῖς γε τοσοῦτον προσθῶμεν ὅτι καὶ ταύτην δικαίως ἂν θεὸς τὴν ἐπωνυμίαν φέροιτο, ἐπείπερ ἔστʼ ἐναγώνιος. ἐπεὶ καὶ τὰ τῶν στεφανιτῶν οἶμαι παραπλησίως ἔχει τοῖς τῶν πολέμων· οὐδεὶς κρατεῖ τοσοῦτον ὅσον βούλεται, οὐδʼ ὥστε καὶ προειπεῖν ἔχειν ὅτι νικῶν ἄπεισι. δηλοῖ δʼ ἔτι καὶ νῦν τῶν Ὀλυμπίων θεωρία, πλεῖστον ἀεὶ τὸ παράδοξον φέρουσα, οἷον ἀμέλει καὶ τὸ τοῦ Πολυδάμαντός ποτέ φασι συμβῆναι. ἐκεῖνος γὰρ τὰ

μὲν ἅρματα ἵστη τρέχοντα, Ὀλυμπίασι δʼ ἡττήθη μικροῦ τινος ἀνταγωνιστοῦ. ἀλλʼ οὔ τί γε τοῖς ὅλοις οἶμαι Πολυδάμας ἐκείνου χείρων, οὐδὲ τῆς πάσης δόξης παρὰ τοῦτο στέροιτʼ ἂν δικαίως. καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτως συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυῖαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ. πάνυ γὰρ μετʼ ἀληθείας τοῦτʼ ἐκεῖνος ὕμνησεν· ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος. Σοφοκλῆς Φιλοκλέους ἡττᾶτο ἐν Ἀθηναίοις τὸν Οἰδίπουν, Ζεῦ καὶ θεοὶ, πρὸς ὃν οὐδʼ Αἰσχύλος εἶχε λέξαι τι. ἆρʼ οὖν διὰ τοῦτο χείρων Σοφοκλῆς Φιλοκλέους; αἰσχύνη μὲν οὖν αὐτῷ τοσοῦτον ἀκοῦσαι, ὅτι βελτίων Φιλοκλέους. ἄλλα μυρία ἄν τις ἔχοι λέγειν, ἀλλʼ Ὅμηρος πῶς ἐξαγγέλλει τὸν ἀγῶνα τὸν ἐπὶ Πατρόκλῳ γενέσθαι; οὐχ αἱ μὲν ἄρισται τῶν ἵππων αἱ Θετταλαὶ,
τὰς Εὔμηλος ἔλαυνε ποδώκεας, ὄρνιθας ὥς,
ὕσταται πάντων ἐγένοντο ἐν τῷ τότε, καὶ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος, οὔπω πρόσθεν παθὼν αὐτὸ, ἀλλʼ ἔποχος μένων, καὶ ταῦτά γε ὡς ἐπʼ ὀρνίθων τῶν

ἵππων ὀχούμενος· μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει

λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους.
ἆρʼ οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρʼ ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; ἀλλʼ ὅμως τοιαῦτά φησι τἀνθρώπειατοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτʼ εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἕν. ὥστʼ ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ
ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε
ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφʼ ὧν οὐδεπώποτʼ ἐσφάλη, ἄγων δʼ αὐτὰς ὅποι βούλοιτʼ ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. δέ γε Αἴας νὴ Δίʼ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφʼ οὗ τοῦτʼ εἴρητο
οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν
ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ·
καὶ οὗτος τοιαῦθʼ ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν
γὰρ Ἀθήνη, φησὶν ποιητής· τὴν δʼ αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἅρματος ἐκβαλεῖν. τί τοῦτο λέγων; τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γʼ ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. δέ γʼ ἕτερος νὴ Δία Αἴας, τοῦ Τελαμῶνος, τὸ μέγα ἕρκος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἴη λέγειν, καίτοι δόρυ γʼ εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν

κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ,
καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γʼ εἰκότος νικῶντος. ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι· ἀλλὰ πῶς ἔπραξε περὶ τὴν πάλην; εἰ δὲ καὶ τοῦτʼ ἔλαττον, ἀλλʼ ἀναλαβών γε τὰ ὅπλα, οὗ μέγιστος καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ καὶ ἰσχυρότατος καὶ ῥωμαλεώτατος, πολὺν θόρυβον παρέσχε τοῖς Ἕλλησι. καὶ τὰ μὲν ἄλλα ἐῶ· ἔδεισαν δὲ περὶ ἐκείνου μᾶλλον τοῦ Διομήδους. οὕτως ἔπραξε κἀνταῦθα. καίτοι γε κήρυξ
ἀνεῖπεν οὑτωσὶ γιγνομένης ποτὲ τῶν Ἀχαιῶν ἁπάντων ἐξετάσεως
ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας.
καὶ οὐχ ἅπαξ γε οὐδὲ τοσοῦτον μόνον εἰπὼν ἀπηλλάγη, ἀλλʼ ὥσπερ ἐξεπίτηδες πανταχοῦ διατελεῖ κηρύττων καὶ διαμαρτυρόμενος,
Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα.
καὶ
Αἴας, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργʼ ἐτέτυκο.
καὶ
ἀνδρὶ δʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,
καὶ ἄλλα τοιαῦτα, ὥσπερ προκαταλαμβάνων ἡμῶν τὰς γνώμας, ὅπως μὴ ἐπὶ τοῦ ἀγῶνος ταραχθείημεν μηδʼ εἴ τινος ἄλλου χεῖρον ἠγωνίσατο, ταύτῃ φαυλότερον αὐτὸν ἡγοίμεθα, μηδὲ χείρω μηδενὸς ἄλλου τῶν Ἀχαιῶν ἀλλʼ τοῦ Ἀχιλλέως. καὶ μὴν καὶ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην, Τεῦκρος, περὶ τὴν τοξικὴν, ὅς γε τῆς μηρίνθου μὲν ἔτυχε, τὴν δὲ περιστερὰν αὐτὴν παρῆκεν ἑτέρῳ λαβεῖν, καὶ οὗτος ἑαυτοῦ χείρονι.

ταῦτα πάντα ἐφεξῆς οὕτως ἔχοντα τί χρὴ νομίζειν εἶναι; ἆρʼ οὐ χρησμούς τινας εἰς ἅπαντα ἡγεῖσθαι

τἀνθρώπεια; ὥστʼ οὔτʼ εἴ τις ῥώμῃ σώματος μεγέθει προφέρειν δοκεῖ οὔτʼ εἴ τις ἵππους ἀρίστους κέκτηται οὔτʼ εἰ ταχὺς αὐτὸς καλὸς, οὐδὲν αὐτῷ τούτων κύριον, ἂν

μὴ δοκῇ τοῖς κρείττοσιν. εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῆς ἐξουσίας. εἰ πάντων κρατήσεις, ἡττήσει τῆς τύχης. ταῦτʼ ἐστὶν ἀγὼν οὗτος, ταῦθʼ Ὅμηρος λέγει. οὐδὲν τῶν ἀνθρωπείων ἀσφαλὲς οὐδʼ ὁμαλὸν οὐδʼ αὔταρκες, ἀλλʼ ἡττήσεται μὲν ἰσχυρὸς τοῦ ἀσθενοῦς, ὅταν καιρὸς τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι. πάντα ταῦτʼ ἐναλλὰξ περιέρχεται. οὕτω καὶ τὸ σὸν, Πλάτων, σώζεται, τὸ ἄνθρωπον εἶναι θεοῦ παίγνιον. ὅταν ἐκπίπτῃ μὲν τοῦ ἅρματος ἡνίοχος, ἐν πρόσθεν εἱστήκει βεβαίως, ἀπορῇ δὲ κυβερνήτης ὅπως χρὴ σώζειν τὴν ναῦν πολλάκις ἤδη σεσωκὼς, ἰλιγγιᾷ δὲ κρείττων ὑπὸ τοῦ χείρονος, κιχάνῃ δὲ βραδὺς ὠκὺν, πάντα δʼ ἄνω καὶ κάτω περιχωρῇ, τότʼ ἄν τις ἴδοι τὸν σὸν λόγον, τόθʼ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν, ὡς θεὸς μὲν καὶ τύχη πάντʼ ἄγουσι, τὸ δʼ ἡμέτερον πᾶν ἦν ἄρα παιδιά. εἰ δʼ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δʼ οἱ ἰατροὶ πάντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δʼ οἱ κρείττονες, ἐνίκων δʼ οἱ μείζονες, τὸ δʼ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δὲ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατʼ ἂν πάντʼ ἦν τὰ τῶν ἀνθρώπων πράγματα καὶ οὐδὲν ἂν

εὐχῆς ἴσως προσέδει, οὐδʼ ἂν κακτέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. νῦν δʼ οἱ ποιηταὶ πολλὰ χρήσιμοι κἀνταῦθα πρόσκεινται καὶ παρακολουθοῦσιν ἡμῖν, ὑπομιμνήσκοντες ἀεὶ τῆς φύσεως, ἐφημέρους τε καλοῦντες καὶ χαμαὶ ἐρχομένους, καὶ πάντα τρόπον τὴν ἀλαζονείαν καθαροῦντες, ὅπως μηδʼ εἴ τις εὖ πράττειν δοκοίη, τούτῳ

θρασύνοιτο, μηδʼ ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει;

ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπʼ αὐτὸ τὸ κυριώτατον ἤδη. Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθʼ ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτʼ οὐκ εἰς χειρῶν κρίσιν οὐδʼ εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἐν κρείττων ἦν; αὖθις δʼ αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπʼ αὐτοῦ πεπονθότας εὖ, διʼ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθʼ οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφʼ ὧν ἅμα

σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστʼ οὐδʼ ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς τε Ἀγαμέμνων καὶ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν. ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δʼ οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ

Tokens

ἐσχάτων 1 w 7
ὅρων 1 w 11
ἑκατέρωθεν 1 w 21
τῆς 1 w 25
τε 1 w 27
ἀνδρείας 1 w 35
λέγω 1 w 39
καὶ 1 w 42
τῆς 2 w 45
ἀνανδρείας 1 w 55
τὸ 1 w 58
ἔπος 1 w 62
βεβαιοῦται 1 w 72
οἶμαι 1 w 78
δʼ 1 w 80
οὐ 1 w 82
μόνον 1 w 87
ξυνὸς 1 w 92
Ἐνυάλιος 1 w 100
ἀλλὰ 1 w 105
καὶ 2 w 108
Ἑρμῆς 1 w 113
ἂν 1 w 115
κοινὸς 1 w 121
ἀκούοι 1 w 127
δικαίως 1 w 134
καὶ 3 w 138
εἰ 1 w 140
μὲν 1 w 143
τοῦτο 1 w 148
καὶ 4 w 151
1 w 152
παροιμία 1 w 160
βούλεται 1 w 168
δηλοῦν 1 w 174
1 w 175
περιλαμβάνει 1 w 187
γε 1 w 189
ἔστω 1 w 194
καὶ 5 w 197
αὕτη 1 w 201
μαρτυροῦσα 1 w 211
εἰ 2 w 214
δʼ 2 w 216
ἐπʼ 1 w 219
ἄλλῳ 1 w 223
τῳ 1 w 225
γεγένηται 1 w 234
ἡμεῖς 1 w 240
γε 3 w 242
τοσοῦτον 1 w 250
προσθῶμεν 1 w 259
ὅτι 1 w 262
καὶ 6 w 265
ταύτην 1 w 271
δικαίως 2 w 278
ἂν 2 w 280
1 w 281
θεὸς 1 w 285
τὴν 1 w 288
ἐπωνυμίαν 1 w 297
φέροιτο 1 w 304
ἐπείπερ 1 w 312
ἔστʼ 1 w 316
ἐναγώνιος 1 w 325
ἐπεὶ 1 w 330
καὶ 7 w 333
τὰ 1 w 335
τῶν 1 w 338
στεφανιτῶν 1 w 348
οἶμαι 2 w 353
παραπλησίως 1 w 364
ἔχει 1 w 368
τοῖς 1 w 372
τῶν 3 w 375
πολέμων 1 w 382
οὐδεὶς 1 w 389
κρατεῖ 1 w 395
τοσοῦτον 2 w 403
ὅσον 1 w 407
βούλεται 2 w 415
οὐδʼ 1 w 420
ὥστε 1 w 424
καὶ 8 w 427
προειπεῖν 1 w 436
ἔχειν 1 w 441
ὅτι 2 w 444
νικῶν 1 w 449
ἄπεισι 1 w 455
δηλοῖ 1 w 461
δʼ 4 w 463
ἔτι 1 w 466
καὶ 9 w 469
νῦν 1 w 472
3 w 473
τῶν 4 w 476
Ὀλυμπίων 1 w 484
θεωρία 1 w 490
πλεῖστον 1 w 499
ἀεὶ 1 w 502
τὸ 2 w 504
παράδοξον 1 w 513
φέρουσα 1 w 520
οἷον 1 w 525
ἀμέλει 1 w 531
καὶ 10 w 534
τὸ 3 w 536
τοῦ 2 w 539
Πολυδάμαντός 1 w 551
ποτέ 1 w 555
φασι 1 w 559
συμβῆναι 1 w 567
ἐκεῖνος 1 w 575
γὰρ 1 w 578
τὰ 2 w 580
μὲν 2 w 583
ἅρματα 1 w 589
ἵστη 1 w 593
τρέχοντα 1 w 601
Ὀλυμπίασι 1 w 611
δʼ 5 w 613
ἡττήθη 1 w 619
μικροῦ 1 w 625
τινος 1 w 630
ἀνταγωνιστοῦ 1 w 642
ἀλλʼ 1 w 647
οὔ 1 w 649
τί 1 w 651
γε 4 w 653
τοῖς 2 w 657
ὅλοις 1 w 662
οἶμαι 3 w 667
Πολυδάμας 1 w 676
ἐκείνου 1 w 683
χείρων 1 w 689
οὐδὲ 1 w 694
τῆς 3 w 697
πάσης 1 w 702
δόξης 1 w 707
παρὰ 1 w 711
τοῦτο 2 w 716
στέροιτʼ 1 w 724
ἂν 3 w 726
δικαίως 3 w 733
καὶ 11 w 737
οὐκ 1 w 740
ἐπὶ 1 w 743
μὲν 3 w 746
τῶν 5 w 749
ἀθλητῶν 1 w 756
οὕτως 1 w 761
συμβαίνει 1 w 770
τὰ 3 w 773
δὲ 2 w 775
τῆς 4 w 778
μουσικῆς 1 w 786
ἑστηκυῖαν 1 w 795
ἔχει 3 w 799
τὴν 2 w 802
νίκην 1 w 807
τοῖς 3 w 811
κρείττοσιν 1 w 821
ἀλλὰ 2 w 826
κἀνταῦθα 1 w 834
τὸ 4 w 836
τοῦ 5 w 839
Πινδάρου 1 w 847
κρατεῖ 2 w 853
πάνυ 1 w 858
γὰρ 2 w 861
μετʼ 1 w 865
ἀληθείας 1 w 873
τοῦτʼ 1 w 878
ἐκεῖνος 2 w 885
ὕμνησεν 1 w 892
ἐν 2 w 895
ἔργμασι 1 w 902
δὲ 3 w 904
νικᾷ 1 w 908
τύχα 1 w 912
οὐ 6 w 915
σθένος 1 w 921
Σοφοκλῆς 1 w 930
Φιλοκλέους 1 w 940
ἡττᾶτο 1 w 946
ἐν 3 w 948
Ἀθηναίοις 1 w 957
τὸν 1 w 960
Οἰδίπουν 1 w 968
1 w 970
Ζεῦ 1 w 973
καὶ 12 w 976
θεοὶ 1 w 980
πρὸς 1 w 985
ὃν 1 w 987
οὐδʼ 2 w 991
Αἰσχύλος 1 w 999
εἶχε 1 w 1003
λέξαι 1 w 1008
τι 5 w 1010
ἆρʼ 1 w 1014
οὖν 1 w 1017
διὰ 1 w 1020
τοῦτο 3 w 1025
χείρων 2 w 1031
Σοφοκλῆς 2 w 1039
Φιλοκλέους 2 w 1049
αἰσχύνη 1 w 1057
μὲν 4 w 1060
οὖν 2 w 1063
αὐτῷ 1 w 1067
τοσοῦτον 3 w 1075
ἀκοῦσαι 1 w 1082
ὅτι 3 w 1086
βελτίων 1 w 1093
Φιλοκλέους 3 w 1103
ἄλλα 1 w 1108
μυρία 1 w 1113
ἄν 1 w 1115
τις 1 w 1118
ἔχοι 1 w 1122
λέγειν 1 w 1128
ἀλλʼ 2 w 1133
Ὅμηρος 1 w 1139
πῶς 1 w 1142
ἐξαγγέλλει 1 w 1152
τὸν 2 w 1155
ἀγῶνα 1 w 1160
τὸν 3 w 1163
ἐπὶ 2 w 1166
Πατρόκλῳ 1 w 1174
γενέσθαι 1 w 1182
οὐχ 1 w 1186
αἱ 1 w 1188
μὲν 5 w 1191
ἄρισται 1 w 1198
τῶν 7 w 1201
ἵππων 1 w 1206
αἱ 2 w 1208
Θετταλαὶ 1 w 1216
τὰς 1 w 1220
Εὔμηλος 1 w 1227
ἔλαυνε 1 w 1233
ποδώκεας 1 w 1241
ὄρνιθας 1 w 1249
ὥς 1 w 1251
ὕσταται 1 w 1259
πάντων 1 w 1265
ἐγένοντο 1 w 1273
ἐν 4 w 1275
τῷ 2 w 1277
τότε 1 w 1281
καὶ 13 w 1285
2 w 1286
Εὔμηλος 2 w 1293
αὐτὸς 1 w 1298
ἐκπίπτει 1 w 1306
τοῦ 8 w 1309
ἅρματος 1 w 1316
οὔπω 1 w 1321
πρόσθεν 1 w 1328
παθὼν 1 w 1333
αὐτὸ 2 w 1337
ἀλλʼ 3 w 1342
ἔποχος 1 w 1348
μένων 1 w 1353
καὶ 14 w 1357
ταῦτά 1 w 1362
γε 7 w 1364
ὡς 1 w 1366
ἐπʼ 2 w 1369
ὀρνίθων 1 w 1376
τῶν 8 w 1379
ἵππων 2 w 1384
ὀχούμενος 1 w 1393
2 w 1395
μηδενί 1 w 1401
πω 5 w 1403
τῶν 9 w 1406
ἄλλων 1 w 1411
ἦν 1 w 1413
ῥᾴδιον 1 w 1419
ὥστε 2 w 1424
καὶ 15 w 1427
ἰδὼν 1 w 1431
αὐτὸν 1 w 1436
Ἀχιλλεὺς 1 w 1444
ᾤκτειρέ 1 w 1451
τε 10 w 1453
καὶ 16 w 1456
λέγει 2 w 1461
λοῖσθος 1 w 1468
ἀνὴρ 1 w 1472
ὤριστος 1 w 1479
ἐλαύνει 1 w 1486
μώνυχας 1 w 1493
ἵππους 1 w 1499
ἆρʼ 2 w 1503
οὖν 3 w 1506
οὐ 9 w 1508
παράδοξον 2 w 1517
ἑξῆς 1 w 1521
οὑτωσὶ 1 w 1527
θεῖναι 1 w 1533
παρʼ 1 w 1537
ἄλληλα 1 w 1543
καὶ 17 w 1546
τὸν 5 w 1549
αὐτὸν 2 w 1554
λοῖσθόν 1 w 1561
τε 11 w 1563
καὶ 18 w 1566
ἄριστον 1 w 1573
προσειπεῖν 1 w 1583
ἀλλʼ 4 w 1588
ὅμως 1 w 1592
τοιαῦτά 1 w 1599
φησι 1 w 1603
τἀνθρώπεια 1 w 1613
τοῦτο 4 w 1619
γάρ 1 w 1622
μοι 1 w 1625
δοκεῖ 1 w 1630
τῶν 10 w 1633
ῥημάτων 1 w 1640
τὸ 13 w 1642
βούλημα 1 w 1649
εἶναι 1 w 1654
3 w 1656
αὐτὸς 2 w 1661
ἄριστός 1 w 1668
τε 12 w 1670
ἀνὴρ 2 w 1674
καὶ 19 w 1677
ἔσχατος 1 w 1684
ὅπερ 1 w 1689
περὶ 1 w 1693
τοῦ 10 w 1696
δακτύλου 1 w 1704
φασί 1 w 1708
ποτʼ 1 w 1712
εἰπεῖν 1 w 1718
Ὀρόντην 1 w 1725
τὸν 7 w 1728
Πέρσην 1 w 1734
ὡς 2 w 1736
αὐτὸς 3 w 1741
ὢν 1 w 1743
τῇ 1 w 1745
θέσει 1 w 1750
ποτὲ 1 w 1754
μὲν 6 w 1757
τὰ 5 w 1759
μύρια 1 w 1764
σημαίνει 1 w 1772
ποτὲ 2 w 1777
δὲ 4 w 1779
οὐ 10 w 1781
πλέον 1 w 1786
2 w 1787
ἕν 1 w 1789
ὥστʼ 1 w 1794
ἐμοὶ 1 w 1798
μὲν 7 w 1801
ἄντικρυς 1 w 1809
εἰς 1 w 1812
τὸ 17 w 1814
Πλάτωνος 1 w 1822
παράδειγμα 1 w 1832
4 w 1833
Εὔμηλος 3 w 1840
τείνειν 1 w 1847
δοκεῖ 2 w 1852
κατά 1 w 1856
τε 14 w 1858
τἄλλα 1 w 1863
καὶ 20 w 1866
ὅτι 4 w 1869
οὐχ 2 w 1872
ὅσον 2 w 1876
τῆς 5 w 1879
νίκης 1 w 1884
ἐστερήθη 1 w 1892
ἀλλὰ 3 w 1897
καὶ 21 w 1900
ἀγκῶνάς 1 w 1907
τε 16 w 1909
περιδρύφθη 1 w 1919
στόμα 1 w 1924
τε 17 w 1926
ῥῖνάς 1 w 1931
τε 18 w 1933
ὑπὸ 1 w 1936
τῶν 11 w 1939
ἵππων 3 w 1944
τῶν 12 w 1947
ἀρίστων 1 w 1954
καὶ 22 w 1957
ὑφʼ 1 w 1960
ὧν 1 w 1962
οὐδεπώποτʼ 1 w 1972
ἐσφάλη 1 w 1978
ἄγων 1 w 1983
δʼ 7 w 1985
αὐτὰς 1 w 1990
ὅποι 1 w 1994
βούλοιτʼ 1 w 2002
ἀεὶ 2 w 2005
καὶ 23 w 2008
παρὰ 2 w 2012
πάντας 1 w 2018
ἐθαυμάζετο 1 w 2028
5 w 2030
δέ 1 w 2032
γε 9 w 2034
Αἴας 1 w 2038
νὴ 3 w 2040
Δίʼ 1 w 2043
6 w 2044
τάχιστος 1 w 2052
τῶν 13 w 2055
Ἑλλήνων 1 w 2062
θεῖν 2 w 2066
καὶ 24 w 2069
πλείστους 1 w 2078
ἐν 5 w 2080
ταῖς 1 w 2084
φυγαῖς 1 w 2090
αἱρῶν 1 w 2095
ἐφʼ 1 w 2099
οὗ 1 w 2101
τοῦτʼ 2 w 2106
εἴρητο 1 w 2112
οὐ 13 w 2114
γάρ 2 w 2117
οἵ 1 w 2119
τις 2 w 2122
ὁμοῖος 1 w 2128
ἐπισπέσθαι 1 w 2138
ποσὶν 1 w 2143
ἦεν 1 w 2146
ἀνδρῶν 1 w 2152
τρεσσάντων 1 w 2162
ὅτε 1 w 2165
τε 20 w 2167
Ζεὺς 1 w 2171
ἐν 6 w 2173
φόβον 1 w 2178
ὄρσῃ 1 w 2182
καὶ 25 w 2186
οὗτος 1 w 2191
τοιαῦθʼ 1 w 2198
ἕτερα 1 w 2203
ἀπέλαυσε 1 w 2211
τοῦ 12 w 2214
δρόμου 1 w 2220
γυμνός 1 w 2227
τε 22 w 2229
καὶ 26 w 2232
πολεμίων 1 w 2240
καθαρὸς 1 w 2247
τρέχων 1 w 2253
ἀπῆλθε 1 w 2260
τῆς 6 w 2263
τε 23 w 2265
νίκης 2 w 2270
στερηθεὶς 1 w 2279
καὶ 27 w 2282
τῆς 7 w 2285
ὄνθου 1 w 2290
προσέτι 1 w 2297
ἐμπεπλησμένος 1 w 2310
βλάψεν 1 w 2317
γὰρ 3 w 2320
Ἀθήνη 1 w 2325
φησὶν 1 w 2331
8 w 2332
ποιητής 1 w 2339
τὴν 3 w 2343
δʼ 8 w 2345
αὐτὴν 1 w 2350
ταύτην 2 w 2356
καὶ 28 w 2359
τὸν 8 w 2362
Εὔμηλον 1 w 2369
ἐκ 5 w 2371
τοῦ 13 w 2374
ἅρματος 2 w 2381
ἐκβαλεῖν 1 w 2389
τί 3 w 2392
τοῦτο 5 w 2397
λέγων 1 w 2402
τὴν 5 w 2406
τύχην 1 w 2411
διὰ 2 w 2414
τῆς 8 w 2417
Ἀθηνᾶς 1 w 2423
ὥς 2 w 2426
γʼ 1 w 2428
ἐμοὶ 2 w 2432
δοκεῖ 3 w 2437
δηλῶν 1 w 2443
ὅτι 5 w 2447
τἀνθρώπεια 2 w 2457
ὅπη 1 w 2460
βούλεται 3 w 2468
στρέφει 1 w 2475
καὶ 29 w 2479
οὐ 14 w 2481
πάντη 1 w 2486
τῶν 14 w 2489
προεχόντων 1 w 2499
τὰ 7 w 2501
ἆθλα 1 w 2505
9 w 2507
δέ 2 w 2509
γʼ 2 w 2511
ἕτερος 1 w 2517
νὴ 4 w 2519
Δία 1 w 2522
Αἴας 2 w 2526
10 w 2528
τοῦ 15 w 2531
Τελαμῶνος 1 w 2540
τὸ 19 w 2543
μέγα 1 w 2547
ἕρκος 1 w 2552
τῶν 15 w 2555
Ἀχαιῶν 1 w 2561
καὶ 30 w 2564
ὃς 1 w 2566
ἦν 2 w 2568
ἀντὶ 1 w 2572
τείχους 1 w 2579
τοῖς 4 w 2583
Ἕλλησιν 1 w 2590
οὐ 15 w 2592
μόνον 2 w 2597
αὐτὸς 4 w 2602
ἀλλὰ 4 w 2607
καὶ 31 w 2610
6 w 2611
ἀσπὶς 1 w 2616
αὐτοῦ 1 w 2621
οὗτος 2 w 2627
περὶ 2 w 2631
μὲν 8 w 2634
τὸν 9 w 2637
δίσκον 1 w 2643
ὡς 3 w 2645
ἔπραξεν 1 w 2652
ἔλαττον 1 w 2659
ἂν 4 w 2661
ἴσως 1 w 2665
εἴη 1 w 2668
λέγειν 2 w 2674
καίτοι 1 w 2681
δόρυ 1 w 2685
γʼ 3 w 2687
εἰωθὼς 1 w 2693
ἔχειν 2 w 2698
ἐν 7 w 2700
ταῖν 1 w 2704
χεροῖν 1 w 2710
κολλητὸν 1 w 2718
βλήτροισι 1 w 2727
δυωκαιεικοσίπηχυ 1 w 2744
καὶ 32 w 2748
πάντας 2 w 2754
τοὺς 1 w 2758
Τρῶας 1 w 2763
ἐκείνῳ 1 w 2769
σοβῶν 1 w 2774
καὶ 33 w 2777
ἀπείργων 1 w 2785
ἀπὸ 1 w 2788
τῶν 16 w 2791
νεῶν 1 w 2795
4 w 2797
που 3 w 2800
ῥᾳδίως 1 w 2806
τόν 1 w 2809
γε 11 w 2811
δίσκον 2 w 2817
ἔμελλε 1 w 2823
μεταχειριεῖσθαι 1 w 2838
καὶ 34 w 2841
παῖδας 1 w 2847
τόν 2 w 2850
τε 27 w 2852
δὴ 1 w 2854
Πολυποίτην 1 w 2864
καὶ 35 w 2867
τοὺς 2 w 2871
ἄλλους 1 w 2877
ἀποφανεῖν 1 w 2886
τοῦ 17 w 2890
γʼ 4 w 2892
εἰκότος 1 w 2899
νικῶντος 1 w 2907
ἀλλὰ 5 w 2912
δῶμεν 1 w 2917
τοῦτο 6 w 2922
ἑτέρας 1 w 2928
τινὸς 1 w 2933
ἕξεως 1 w 2938
δεῖσθαι 1 w 2945
ἀλλὰ 6 w 2950
πῶς 2 w 2953
ἔπραξε 2 w 2959
περὶ 3 w 2963
τὴν 6 w 2966
πάλην 1 w 2971
εἰ 7 w 2974
δὲ 5 w 2976
καὶ 36 w 2979
τοῦτʼ 3 w 2984
ἔλαττον 2 w 2991
ἀλλʼ 5 w 2996
ἀναλαβών 1 w 3004
γε 12 w 3006
τὰ 8 w 3008
ὅπλα 1 w 3012
οὗ 4 w 3015
μέγιστος 1 w 3023
καὶ 37 w 3026
κάλλιστος 1 w 3035
ἦν 3 w 3037
αὐτὸς 5 w 3042
αὑτοῦ 1 w 3047
καὶ 38 w 3050
ἰσχυρότατος 1 w 3061
καὶ 39 w 3064
ῥωμαλεώτατος 1 w 3076
πολὺν 1 w 3082
θόρυβον 1 w 3089
παρέσχε 1 w 3096
τοῖς 5 w 3100
Ἕλλησι 2 w 3106
καὶ 40 w 3110
τὰ 9 w 3112
μὲν 9 w 3115
ἄλλα 3 w 3119
ἐῶ 1 w 3121
ἔδεισαν 1 w 3129
δὲ 6 w 3131
περὶ 4 w 3135
ἐκείνου 2 w 3142
μᾶλλον 1 w 3148
3 w 3149
τοῦ 21 w 3152
Διομήδους 1 w 3161
οὕτως 2 w 3167
ἔπραξε 3 w 3173
κἀνταῦθα 2 w 3181
καίτοι 2 w 3188
16 w 3189
γε 13 w 3191
κήρυξ 1 w 3196
ἀνεῖπεν 1 w 3203
οὑτωσὶ 2 w 3209
γιγνομένης 1 w 3219
ποτὲ 3 w 3223
τῶν 17 w 3226
Ἀχαιῶν 2 w 3232
ἁπάντων 1 w 3239
ἐξετάσεως 1 w 3248
ἀνδρῶν 2 w 3254
αὖ 1 w 3256
μέγʼ 1 w 3260
ἄριστος 1 w 3267
ἔην 1 w 3270
Τελαμώνιος 1 w 3280
Αἴας 3 w 3284
καὶ 41 w 3288
οὐχ 3 w 3291
ἅπαξ 1 w 3295
γε 14 w 3297
οὐδὲ 2 w 3301
τοσοῦτον 4 w 3309
μόνον 3 w 3314
εἰπὼν 1 w 3319
ἀπηλλάγη 1 w 3327
ἀλλʼ 6 w 3332
ὥσπερ 1 w 3337
ἐξεπίτηδες 1 w 3347
πανταχοῦ 1 w 3355
διατελεῖ 1 w 3363
κηρύττων 1 w 3371
καὶ 42 w 3374
διαμαρτυρόμενος 1 w 3389
Αἴαντός 1 w 3397
θʼ 2 w 3399
ὃς 2 w 3402
ἄριστος 2 w 3409
ἔην 2 w 3412
εἶδός 1 w 3417
τε 29 w 3419
δέμας 1 w 3424
τε 30 w 3426
τῶν 18 w 3429
ἄλλων 2 w 3434
Δαναῶν 1 w 3440
μετʼ 2 w 3444
ἀμύμονα 1 w 3451
Πηλείωνα 1 w 3459
καὶ 43 w 3463
Αἴας 4 w 3467
ὃς 3 w 3470
πέρι 1 w 3474
μὲν 10 w 3477
εἶδος 1 w 3482
πέρι 2 w 3487
δʼ 9 w 3489
ἔργʼ 1 w 3493
ἐτέτυκο 1 w 3500
καὶ 44 w 3504
ἀνδρὶ 1 w 3509
δʼ 10 w 3511
οὐκ 2 w 3514
εἴξειε 1 w 3520
μέγας 1 w 3525
Τελαμώνιος 2 w 3535
Αἴας 5 w 3539
καὶ 45 w 3543
ἄλλα 4 w 3547
τοιαῦτα 1 w 3554
ὥσπερ 2 w 3560
προκαταλαμβάνων 1 w 3575
ἡμῶν 1 w 3579
τὰς 3 w 3582
γνώμας 1 w 3588
ὅπως 1 w 3593
μὴ 1 w 3595
ἐπὶ 3 w 3598
τοῦ 22 w 3601
ἀγῶνος 1 w 3607
ταραχθείημεν 1 w 3619
μηδʼ 1 w 3623
εἴ 4 w 3625
τινος 2 w 3630
ἄλλου 2 w 3635
χεῖρον 1 w 3641
ἠγωνίσατο 1 w 3650
ταύτῃ 1 w 3656
φαυλότερον 1 w 3666
αὐτὸν 3 w 3671
ἡγοίμεθα 1 w 3679
μηδὲ 1 w 3684
χείρω 3 w 3689
μηδενὸς 1 w 3696
ἄλλου 3 w 3701
τῶν 19 w 3704
Ἀχαιῶν 3 w 3710
ἀλλʼ 7 w 3714
4 w 3715
τοῦ 23 w 3718
Ἀχιλλέως 1 w 3726
καὶ 46 w 3730
μὴν 1 w 3733
καὶ 47 w 3736
11 w 3737
ἀδελφὸς 1 w 3744
μετεῖχεν 1 w 3752
αὐτῷ 2 w 3756
τῆς 9 w 3759
τύχης 1 w 3764
ἐπιθήκην 1 w 3772
12 w 3774
Τεῦκρος 1 w 3781
περὶ 5 w 3786
τὴν 7 w 3789
τοξικὴν 1 w 3796
ὅς 1 w 3799
γε 15 w 3801
τῆς 10 w 3804
μηρίνθου 1 w 3812
μὲν 11 w 3815
ἔτυχε 1 w 3820
τὴν 8 w 3824
δὲ 9 w 3826
περιστερὰν 1 w 3836
αὐτὴν 2 w 3841
παρῆκεν 1 w 3848
ἑτέρῳ 1 w 3853
λαβεῖν 1 w 3859
καὶ 48 w 3863
οὗτος 3 w 3868
ἑαυτοῦ 1 w 3874
χείρονι 1 w 3881
ταῦτα 1 w 3887
πάντα 3 w 3892
ἐφεξῆς 1 w 3898
οὕτως 3 w 3903
ἔχοντα 1 w 3909
τί 4 w 3911
χρὴ 1 w 3914
νομίζειν 1 w 3922
εἶναι 2 w 3927
ἆρʼ 3 w 3931
οὐ 19 w 3933
χρησμούς 1 w 3941
τινας 1 w 3946
εἰς 2 w 3949
ἅπαντα 1 w 3955
ἡγεῖσθαι 1 w 3963
τἀνθρώπεια 3 w 3973
ὥστʼ 2 w 3978
οὔτʼ 1 w 3982
εἴ 5 w 3984
τις 3 w 3987
ῥώμῃ 1 w 3991
σώματος 1 w 3998
5 w 3999
μεγέθει 1 w 4006
προφέρειν 1 w 4015
δοκεῖ 4 w 4020
οὔτʼ 2 w 4024
εἴ 6 w 4026
τις 4 w 4029
ἵππους 2 w 4035
ἀρίστους 1 w 4043
κέκτηται 1 w 4051
οὔτʼ 3 w 4055
εἰ 10 w 4057
ταχὺς 1 w 4062
αὐτὸς 6 w 4067
6 w 4068
καλὸς 1 w 4073
οὐδὲν 1 w 4079
αὐτῷ 3 w 4083
τούτων 1 w 4089
κύριον 1 w 4095
ἂν 5 w 4098
μὴ 3 w 4100
δοκῇ 1 w 4104
τοῖς 6 w 4108
κρείττοσιν 2 w 4118
εἰ 11 w 4121
φίλοις 1 w 4127
ἰσχύεις 1 w 4134
εἰ 12 w 4137
χρήμασιν 1 w 4145
εἰ 13 w 4148
δόξαν 1 w 4153
ἔχεις 1 w 4158
ἐν 8 w 4160
τῇ 2 w 4162
πόλει 1 w 4167
μηδενὶ 1 w 4174
τούτων 2 w 4180
ἐπαρθῇς 1 w 4187
μηδὲ 2 w 4192
μεῖζον 1 w 4198
φρονήσῃς 1 w 4206
τῆς 11 w 4209
ἐξουσίας 1 w 4217
εἰ 14 w 4220
πάντων 3 w 4226
κρατήσεις 1 w 4235
ἡττήσει 1 w 4243
τῆς 12 w 4246
τύχης 2 w 4251
ταῦτʼ 1 w 4257
ἐστὶν 1 w 4262
13 w 4263
ἀγὼν 1 w 4267
οὗτος 4 w 4272
ταῦθʼ 1 w 4278
Ὅμηρος 2 w 4284
λέγει 4 w 4289
οὐδὲν 2 w 4295
τῶν 20 w 4298
ἀνθρωπείων 1 w 4308
ἀσφαλὲς 1 w 4315
οὐδʼ 3 w 4319
ὁμαλὸν 1 w 4325
οὐδʼ 4 w 4329
αὔταρκες 1 w 4337
ἀλλʼ 8 w 4342
ἡττήσεται 1 w 4351
μὲν 12 w 4354
15 w 4355
ἰσχυρὸς 1 w 4362
τοῦ 25 w 4365
ἀσθενοῦς 1 w 4373
ὅταν 1 w 4378
καιρὸς 1 w 4384
1 w 4385
τούτου 1 w 4391
ἁλώσεται 1 w 4400
δὲ 13 w 4402
Βαβυλὼν 1 w 4409
αὐτοῖς 1 w 4415
τείχεσι 1 w 4422
πάλιν 1 w 4428
δὲ 14 w 4430
τοὺς 3 w 4434
Πέρσας 1 w 4440
πορθήσουσιν 1 w 4451
ἕτεροι 1 w 4457
πάντα 4 w 4463
ταῦτʼ 2 w 4468
ἐναλλὰξ 1 w 4475
περιέρχεται 1 w 4486
οὕτω 4 w 4491
καὶ 49 w 4494
τὸ 26 w 4496
σὸν 1 w 4499
2 w 4501
Πλάτων 2 w 4507
σώζεται 1 w 4515
τὸ 27 w 4518
ἄνθρωπον 1 w 4526
εἶναι 3 w 4531
θεοῦ 1 w 4535
παίγνιον 1 w 4543
ὅταν 2 w 4548
ἐκπίπτῃ 1 w 4555
μὲν 13 w 4558
τοῦ 26 w 4561
ἅρματος 3 w 4568
16 w 4569
ἡνίοχος 1 w 4576
ἐν 10 w 4579
1 w 4580
πρόσθεν 2 w 4587
εἱστήκει 1 w 4595
βεβαίως 1 w 4602
ἀπορῇ 1 w 4608
δὲ 15 w 4610
17 w 4611
κυβερνήτης 1 w 4621
ὅπως 2 w 4625
χρὴ 2 w 4628
σώζειν 1 w 4634
τὴν 10 w 4637
ναῦν 1 w 4641
πολλάκις 1 w 4649
ἤδη 1 w 4652
σεσωκὼς 1 w 4659
ἰλιγγιᾷ 1 w 4667
δὲ 16 w 4669
18 w 4670
κρείττων 1 w 4678
ὑπὸ 2 w 4681
τοῦ 27 w 4684
χείρονος 1 w 4692
κιχάνῃ 1 w 4699
δὲ 17 w 4701
βραδὺς 1 w 4707
ὠκὺν 1 w 4711
πάντα 5 w 4717
δʼ 14 w 4719
ἄνω 1 w 4722
καὶ 50 w 4725
κάτω 1 w 4729
περιχωρῇ 1 w 4737
τότʼ 1 w 4742
ἄν 5 w 4744
τις 5 w 4747
ἴδοι 1 w 4751
τὸν 12 w 4754
σὸν 2 w 4757
λόγον 1 w 4762
τόθʼ 1 w 4767
ὡς 4 w 4769
ἀληθῶς 1 w 4775
προφήτου 1 w 4783
τινὸς 2 w 4788
εἶναι 4 w 4793
δόξειεν 1 w 4800
ἂν 6 w 4802
ὡς 5 w 4805
θεὸς 2 w 4809
μὲν 14 w 4812
καὶ 51 w 4815
τύχη 4 w 4819
πάντʼ 1 w 4824
ἄγουσι 1 w 4830
τὸ 29 w 4833
δʼ 15 w 4835
ἡμέτερον 1 w 4843
πᾶν 1 w 4846
ἦν 4 w 4848
ἄρα 1 w 4851
παιδιά 1 w 4857
εἰ 15 w 4860
δʼ 16 w 4862
ἔσωζον 1 w 4868
μὲν 15 w 4871
οἱ 1 w 4873
κυβερνῆται 1 w 4883
πάντες 1 w 4889
ἅπαντας 1 w 4896
τοὺς 4 w 4900
ἐμπλέοντας 1 w 4910
ἔσωζον 2 w 4917
δʼ 17 w 4919
οἱ 2 w 4921
ἰατροὶ 1 w 4927
πάντες 2 w 4933
ἅπαντας 2 w 4940
τοὺς 5 w 4944
κάμνοντας 1 w 4953
ἐνίκων 1 w 4960
δʼ 18 w 4962
οἱ 3 w 4964
κρείττονες 1 w 4974
ἐνίκων 2 w 4981
δʼ 19 w 4983
οἱ 4 w 4985
μείζονες 1 w 4993
τὸ 30 w 4996
δʼ 20 w 4998
ἀεὶ 3 w 5001
τούτοις 1 w 5008
πᾶσι 1 w 5012
προσῆν 1 w 5018
μηδεὶς 1 w 5025
δὲ 18 w 5027
ἐσφάλλετο 1 w 5036
τῶν 21 w 5039
ἀρξαμένων 1 w 5048
κατορθοῦν 1 w 5057
εὐχὴ 1 w 5062
δὲ 19 w 5064
καὶ 52 w 5067
δύναμις 1 w 5074
μηδὲν 1 w 5079
διέφερεν 1 w 5087
ἀθάνατʼ 1 w 5095
ἂν 7 w 5097
πάντʼ 2 w 5102
ἦν 5 w 5104
τὰ 11 w 5106
τῶν 22 w 5109
ἀνθρώπων 1 w 5117
πράγματα 1 w 5125
καὶ 53 w 5128
οὐδὲν 3 w 5133
ἂν 8 w 5135
εὐχῆς 1 w 5140
ἴσως 2 w 5144
προσέδει 1 w 5152
οὐδʼ 5 w 5157
ἂν 9 w 5159
κακτέκλυζεν 1 w 5170
ἡμᾶς 1 w 5174
τῶν 23 w 5177
πίθων 1 w 5182
ἅτερος 1 w 5188
ὥσπερ 3 w 5193
νῦν 2 w 5196
νῦν 3 w 5200
δʼ 22 w 5202
οἱ 5 w 5204
ποιηταὶ 1 w 5211
πολλὰ 1 w 5216
χρήσιμοι 1 w 5224
κἀνταῦθα 3 w 5232
πρόσκεινται 1 w 5243
καὶ 54 w 5246
παρακολουθοῦσιν 1 w 5261
ἡμῖν 1 w 5265
ὑπομιμνήσκοντες 1 w 5281
ἀεὶ 4 w 5284
τῆς 13 w 5287
φύσεως 1 w 5293
ἐφημέρους 1 w 5303
τε 41 w 5305
καλοῦντες 1 w 5314
καὶ 55 w 5317
χαμαὶ 1 w 5322
ἐρχομένους 1 w 5332
καὶ 56 w 5336
πάντα 6 w 5341
τρόπον 1 w 5347
τὴν 11 w 5350
ἀλαζονείαν 1 w 5360
καθαροῦντες 1 w 5371
ὅπως 3 w 5376
μηδʼ 2 w 5380
εἴ 7 w 5382
τις 6 w 5385
εὖ 1 w 5387
πράττειν 1 w 5395
δοκοίη 1 w 5401
τούτῳ 1 w 5407
θρασύνοιτο 1 w 5417
μηδʼ 3 w 5422
ἑτέρῳ 2 w 5427
πταίσαντί 1 w 5436
που 5 w 5439
προφέροι 1 w 5447
τὴν 12 w 5450
τύχην 2 w 5455
ῥαδίως 1 w 5461
καὶ 57 w 5465
τί 6 w 5467
δεῖ 2 w 5470
τἄλλα 2 w 5475
λέγειν 3 w 5481
ὡς 6 w 5483
ἔχει 6 w 5487
ἀλλὰ 7 w 5492
τὰ 12 w 5494
τῶν 24 w 5497
δικῶν 1 w 5502
πῶς 3 w 5505
εἶχεν 1 w 5510
ἐξ 5 w 5512
ἀρχῆς 1 w 5517
ἔλθωμεν 1 w 5525
γὰρ 4 w 5528
ἐπʼ 3 w 5531
αὐτὸ 11 w 5535
τὸ 32 w 5537
κυριώτατον 1 w 5547
ἤδη 2 w 5550
19 w 5552
Παλαμήδης 1 w 5561
σοφώτατος 1 w 5570
ὢν 2 w 5572
τῶν 25 w 5575
Ἀχαιῶν 4 w 5581
ἑάλω 1 w 5585
τὴν 13 w 5588
δίκην 1 w 5593
τῆς 14 w 5596
προδοσίας 1 w 5605
καὶ 58 w 5609
οὐκ 3 w 5612
ἐρεῖς 1 w 5617
ὡς 7 w 5619
ἐκείνου 3 w 5626
γε 19 w 5628
Ἀθηναῖοι 1 w 5636
κατεψηφίσαντο 1 w 5649
ἀλλὰ 8 w 5654
πᾶσα 1 w 5658
μὲν 16 w 5661
16 w 5662
Ἑλλὰς 1 w 5667
συνεληλύθει 1 w 5678
ἐγένετο 1 w 5686
δὲ 22 w 5688
17 w 5689
κρίσις 1 w 5695
ἐν 13 w 5697
μέσῳ 1 w 5701
καὶ 59 w 5705
ἀδικεῖν 1 w 5712
ἔδοξεν 1 w 5718
ὅτι 6 w 5722
δὲ 23 w 5724
οὐχὶ 1 w 5728
δικαίως 4 w 5735
ἔδοξεν 2 w 5741
αὐτὸς 7 w 5746
σὺ 1 w 5748
λέγεις 1 w 5754
ἐν 14 w 5756
Σωκράτους 1 w 5765
ἀπολογίᾳ 1 w 5773
καίτοι 3 w 5780
τίς 1 w 5783
οὐκ 4 w 5786
ἂν 10 w 5788
φήσειεν 1 w 5795
οὑτωσὶ 3 w 5801
πολλὴν 1 w 5807
εἶναι 5 w 5812
τὴν 14 w 5815
ἀλογίαν 1 w 5822
ὄντα 1 w 5827
μὲν 17 w 5830
αὐτὸν 4 w 5835
κυριώτερον 1 w 5845
τοῦ 28 w 5848
Ὀδυσσέως 1 w 5856
εἰς 3 w 5859
σοφίας 1 w 5865
λόγον 2 w 5870
ὡς 8 w 5873
ἔφη 1 w 5876
Πίνδαρος 1 w 5884
εἶθʼ 1 w 5889
ἡττηθῆναι 1 w 5898
τοῦ 29 w 5901
χείρονος 2 w 5909
καὶ 60 w 5913
ταῦτʼ 3 w 5918
οὐκ 5 w 5921
εἰς 4 w 5924
χειρῶν 1 w 5930
κρίσιν 1 w 5936
οὐδʼ 6 w 5940
εἰς 5 w 5943
ἄλλο 4 w 5947
τι 22 w 5949
τοιοῦτον 1 w 5957
ἐλθόντος 1 w 5965
τοῦ 30 w 5968
πράγματος 1 w 5977
ἀλλʼ 9 w 5982
εἰς 6 w 5985
αὐτὸ 14 w 5989
τοῦτο 7 w 5994
ἐν 15 w 5996
2 w 5997
κρείττων 2 w 6005
ἦν 6 w 6007
αὖθις 1 w 6013
δʼ 26 w 6015
αὖ 3 w 6017
τοὺς 6 w 6021
Ἀχαιοὺς 1 w 6028
οὕτω 5 w 6032
πολλὰ 2 w 6037
καὶ 61 w 6040
μεγάλα 1 w 6046
ὑπʼ 1 w 6049
αὐτοῦ 2 w 6054
πεπονθότας 1 w 6064
εὖ 2 w 6066
διʼ 1 w 6070
1 w 6071
καὶ 62 w 6074
φιλεῖν 1 w 6080
καὶ 63 w 6083
θαυμάζειν 1 w 6092
αὐτὸν 5 w 6097
προσῆκεν 1 w 6105
εἶθʼ 2 w 6110
οὕτως 4 w 6115
ἀγνώμονα 1 w 6123
καὶ 64 w 6126
ἀνόμοιον 1 w 6134
ἀποδοῦναι 1 w 6143
τὴν 15 w 6146
χάριν 1 w 6151
ὅς 2 w 6154
γε 21 w 6156
καὶ 65 w 6159
σπουδαίων 1 w 6168
καὶ 66 w 6171
τῶν 26 w 6174
εἰς 7 w 6177
ψυχαγωγίαν 1 w 6187
ἡγεμὼν 1 w 6193
αὐτοῖς 2 w 6199
ἐγεγόνει 1 w 6207
σχεδὸν 1 w 6213
ἁπάντων 2 w 6220
ἓν 1 w 6223
δὲ 24 w 6225
μέγιστον 1 w 6233
καὶ 67 w 6236
τελεώτατον 1 w 6246
καὶ 68 w 6249
πλείστης 1 w 6257
ἄξιον 1 w 6262
τιμῆς 1 w 6267
ἐξεῦρε 1 w 6273
τὰ 13 w 6275
τακτικὰ 1 w 6282
ὑφʼ 2 w 6286
ὧν 2 w 6288
ἅμα 1 w 6291
σώζεσθαι 1 w 6299
καὶ 69 w 6302
τῶν 27 w 6305
ἐναντίων 1 w 6313
κρείττοσιν 3 w 6323
εἶναι 6 w 6328
περιῆν 1 w 6334
αὐτοῖς 3 w 6340
ὡς 9 w 6343
μὲν 18 w 6346
γὰρ 5 w 6349
20 w 6350
τραγῳδία 1 w 6358
φησὶν 2 w 6363
οὐδὲ 6 w 6368
τῶν 28 w 6371
βοσκημάτων 1 w 6381
οὐδὲν 4 w 6386
διέφερον 1 w 6394
πρὶν 1 w 6398
ἐκείνῳ 2 w 6404
συγγενέσθαι 1 w 6415
οἱ 6 w 6418
δὲ 27 w 6420
τοσοῦτον 5 w 6428
ἀπεῖχον 1 w 6435
τοῦ 33 w 6438
σύμπαντας 1 w 6447
ἂν 11 w 6449
αὐτοὺς 1 w 6455
ἀριθμῆσαι 1 w 6464
7 w 6466
τὰς 4 w 6469
ναῦς 1 w 6473
ὁπόσαι 1 w 6479
τινὲς 1 w 6484
ἦσαν 1 w 6488
ἃς 1 w 6490
ἦγον 1 w 6494
ὥστʼ 3 w 6499
οὐδʼ 7 w 6503
ὁπόσοι 1 w 6509
τινὲς 2 w 6514
αὐτοῖς 4 w 6520
εἰσὶν 1 w 6525
οἱ 7 w 6527
βασιλεῖς 1 w 6535
25 w 6536
τε 48 w 6538
Ἀγαμέμνων 1 w 6547
καὶ 70 w 6550
22 w 6551
Μενέλαος 1 w 6559
ἔμελλον 1 w 6566
εὑρήσειν 1 w 6574
οὐδέ 1 w 6579
γε 25 w 6581
ὡς 10 w 6584
ἔοικεν 1 w 6590
ἐκεῖνοι 1 w 6598
τοὺς 8 w 6602
αὑτῶν 1 w 6607
πόδας 1 w 6612
8 w 6613
καὶ 71 w 6616
τὰς 5 w 6619
χεῖρας 1 w 6625
ἑκάτερος 1 w 6633
μὴ 4 w 6636
ὅτι 7 w 6639
τὴν 16 w 6642
στρατιάν 1 w 6650
ἀλλὰ 9 w 6655
ταῦτα 2 w 6660
μὲν 19 w 6663
Πλάτων 3 w 6669
τε 50 w 6671
ἡμῖν 2 w 6675
προσπαίζει 1 w 6685
τοὺς 9 w 6689
τραγικοὺς 1 w 6698
καὶ 72 w 6701
ἡμεῖς 2 w 6706
συνεπαίξαμεν 1 w 6718
τὸ 37 w 6721
δʼ 28 w 6723
οὖν 4 w 6726
πολλῶν 1 w 6732
καὶ 73 w 6735
μεγάλων 1 w 6742
ὀφείλοντας 1 w 6752
τῷ 5 w 6754
Παλαμήδει 1 w 6763
χάριν 2 w 6768
καὶ 74 w 6771
δικαίως 5 w 6778
ἂν 12 w 6780
καὶ 75 w 6783
ἐπὶ 4 w 6786