<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" n="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="256"><p> ἐσχάτων ὅρων ἑκατέρωθεν, τῆς τε ἀνδρείας λέγω καὶ τῆς ἀνανδρείας, τὸ ἔπος βεβαιοῦται· οἶμαι δʼ οὐ μόνον ξυνὸς Ἐνυάλιος, ἀλλὰ καὶ Ἑρμῆς ἂν κοινὸς ἀκούοι δικαίως. καὶ εἰ μὲν τοῦτο καὶ ἡ παροιμία βούλεται δηλοῦν ἢ περιλαμβάνει γε, ἔστω καὶ αὕτη μαρτυροῦσα· εἰ δʼ ἐπʼ ἄλλῳ τῳ γεγένηται, ἡμεῖς γε τοσοῦτον προσθῶμεν ὅτι καὶ ταύτην δικαίως ἂν ὁ θεὸς τὴν ἐπωνυμίαν φέροιτο, ἐπείπερ ἔστʼ ἐναγώνιος. ἐπεὶ καὶ τὰ τῶν στεφανιτῶν οἶμαι παραπλησίως ἔχει τοῖς τῶν πολέμων· οὐδεὶς κρατεῖ τοσοῦτον ὅσον βούλεται, οὐδʼ ὥστε καὶ προειπεῖν ἔχειν ὅτι νικῶν ἄπεισι. δηλοῖ δʼ ἔτι καὶ νῦν ἡ τῶν Ὀλυμπίων θεωρία, πλεῖστον ἀεὶ τὸ παράδοξον φέρουσα, οἷον ἀμέλει καὶ τὸ τοῦ Πολυδάμαντός ποτέ φασι συμβῆναι. ἐκεῖνος γὰρ τὰ <pb xml:id="v.2.p.334"/>  μὲν ἅρματα ἵστη τρέχοντα, Ὀλυμπίασι δʼ ἡττήθη μικροῦ τινος ἀνταγωνιστοῦ. ἀλλʼ οὔ τί γε τοῖς ὅλοις οἶμαι Πολυδάμας ἐκείνου χείρων, οὐδὲ τῆς πάσης δόξης παρὰ τοῦτο στέροιτʼ ἂν δικαίως. καὶ οὐκ ἐπὶ μὲν τῶν ἀθλητῶν οὕτως συμβαίνει, τὰ δὲ τῆς μουσικῆς ἑστηκυῖαν ἔχει τὴν νίκην τοῖς κρείττοσιν, ἀλλὰ κἀνταῦθα τὸ τοῦ Πινδάρου κρατεῖ. πάνυ γὰρ μετʼ ἀληθείας τοῦτʼ ἐκεῖνος ὕμνησεν· ἐν ἔργμασι δὲ νικᾷ τύχα, οὐ σθένος. Σοφοκλῆς Φιλοκλέους ἡττᾶτο ἐν Ἀθηναίοις τὸν Οἰδίπουν, ὦ Ζεῦ καὶ θεοὶ, πρὸς ὃν οὐδʼ Αἰσχύλος εἶχε λέξαι τι. ἆρʼ οὖν διὰ τοῦτο χείρων Σοφοκλῆς Φιλοκλέους; αἰσχύνη μὲν οὖν αὐτῷ τοσοῦτον ἀκοῦσαι, ὅτι βελτίων Φιλοκλέους. ἄλλα μυρία ἄν τις ἔχοι λέγειν, ἀλλʼ Ὅμηρος πῶς ἐξαγγέλλει τὸν ἀγῶνα τὸν ἐπὶ Πατρόκλῳ γενέσθαι; οὐχ αἱ μὲν ἄρισται τῶν ἵππων αἱ Θετταλαὶ, <quote rend="blockquote">τὰς Εὔμηλος ἔλαυνε ποδώκεας, ὄρνιθας ὥς,</quote> ὕσταται πάντων ἐγένοντο ἐν τῷ τότε, καὶ ὁ Εὔμηλος αὐτὸς ἐκπίπτει τοῦ ἅρματος, οὔπω πρόσθεν παθὼν αὐτὸ, ἀλλʼ ἔποχος μένων, καὶ ταῦτά γε ὡς ἐπʼ ὀρνίθων τῶν</p></div><pb xml:id="v.2.p.335"/><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="257"><p> ἵππων ὀχούμενος· ὃ μηδενί πω τῶν ἄλλων ἦν ῥᾴδιον. ὥστε καὶ ἰδὼν αὐτὸν Ἀχιλλεὺς ᾤκτειρέ τε καὶ λέγει <quote rend="blockquote">λοῖσθος ἀνὴρ ὤριστος ἐλαύνει μώνυχας ἵππους.</quote> ἆρʼ οὖν οὐ παράδοξον ἑξῆς οὑτωσὶ θεῖναι παρʼ ἄλληλα καὶ τὸν αὐτὸν λοῖσθόν τε καὶ ἄριστον προσειπεῖν; ἀλλʼ ὅμως τοιαῦτά φησι τἀνθρώπεια—τοῦτο γάρ μοι δοκεῖ τῶν ῥημάτων τὸ βούλημα εἶναι—ὁ αὐτὸς ἄριστός τε ἀνὴρ καὶ ἔσχατος, ὅπερ περὶ τοῦ δακτύλου φασί ποτʼ εἰπεῖν Ὀρόντην τὸν Πέρσην ὡς αὐτὸς ὢν τῇ θέσει ποτὲ μὲν τὰ μύρια σημαίνει, ποτὲ δὲ οὐ πλέον ἢ ἕν. ὥστʼ ἐμοὶ μὲν ἄντικρυς εἰς τὸ Πλάτωνος παράδειγμα ὁ Εὔμηλος τείνειν δοκεῖ κατά τε τἄλλα καὶ ὅτι οὐχ ὅσον τῆς νίκης ἐστερήθη, ἀλλὰ καὶ <quote rend="blockquote">ἀγκῶνάς τε περιδρύφθη στόμα τε ῥῖνάς τε</quote> ὑπὸ τῶν ἵππων τῶν ἀρίστων καὶ ὑφʼ ὧν οὐδεπώποτʼ ἐσφάλη, ἄγων δʼ αὐτὰς ὅποι βούλοιτʼ ἀεὶ καὶ παρὰ πάντας ἐθαυμάζετο. ὁ δέ γε Αἴας νὴ Δίʼ ὁ τάχιστος τῶν Ἑλλήνων θεῖν καὶ πλείστους ἐν ταῖς φυγαῖς αἱρῶν, ἐφʼ οὗ τοῦτʼ εἴρητο <quote rend="blockquote">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν <l/> ἀνδρῶν τρεσσάντων ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ·</quote> καὶ οὗτος τοιαῦθʼ ἕτερα ἀπέλαυσε τοῦ δρόμου, γυμνός τε καὶ πολεμίων καθαρὸς τρέχων, ἀπῆλθε τῆς τε νίκης στερηθεὶς καὶ τῆς ὄνθου προσέτι ἐμπεπλησμένος. βλάψεν <pb xml:id="v.2.p.336"/>  γὰρ Ἀθήνη, φησὶν ὁ ποιητής· τὴν δʼ αὐτὴν ταύτην καὶ τὸν Εὔμηλον ἐκ τοῦ ἅρματος ἐκβαλεῖν. τί τοῦτο λέγων; τὴν τύχην διὰ τῆς Ἀθηνᾶς, ὥς γʼ ἐμοὶ δοκεῖ, δηλῶν, ὅτι τἀνθρώπεια ὅπη βούλεται στρέφει, καὶ οὐ πάντη τῶν προεχόντων τὰ ἆθλα. ὁ δέ γʼ ἕτερος νὴ Δία Αἴας, ὁ τοῦ Τελαμῶνος, τὸ μέγα ἕρκος τῶν Ἀχαιῶν καὶ ὃς ἦν ἀντὶ τείχους τοῖς Ἕλλησιν οὐ μόνον αὐτὸς, ἀλλὰ καὶ ἡ ἀσπὶς αὐτοῦ, οὗτος περὶ μὲν τὸν δίσκον ὡς ἔπραξεν ἔλαττον ἂν ἴσως εἴη λέγειν, καίτοι δόρυ γʼ εἰωθὼς ἔχειν ἐν ταῖν χεροῖν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="258"><p><quote rend="blockquote">κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ,</quote> καὶ πάντας τοὺς Τρῶας ἐκείνῳ σοβῶν καὶ ἀπείργων ἀπὸ τῶν νεῶν, ἦ που ῥᾳδίως τόν γε δίσκον ἔμελλε μεταχειριεῖσθαι καὶ παῖδας τόν τε δὴ Πολυποίτην καὶ τοὺς ἄλλους ἀποφανεῖν, τοῦ γʼ εἰκότος νικῶντος. ἀλλὰ δῶμεν τοῦτο ἑτέρας τινὸς ἕξεως δεῖσθαι· ἀλλὰ πῶς ἔπραξε περὶ τὴν πάλην; εἰ δὲ καὶ τοῦτʼ ἔλαττον, ἀλλʼ ἀναλαβών γε τὰ ὅπλα, οὗ μέγιστος καὶ κάλλιστος ἦν αὐτὸς αὑτοῦ καὶ ἰσχυρότατος καὶ ῥωμαλεώτατος, πολὺν θόρυβον παρέσχε τοῖς Ἕλλησι. καὶ τὰ μὲν ἄλλα ἐῶ· ἔδεισαν δὲ περὶ ἐκείνου μᾶλλον ἢ τοῦ Διομήδους. οὕτως ἔπραξε κἀνταῦθα. καίτοι ὅ γε κήρυξ <pb xml:id="v.2.p.337"/>  ἀνεῖπεν οὑτωσὶ γιγνομένης ποτὲ τῶν Ἀχαιῶν ἁπάντων ἐξετάσεως <quote rend="blockquote">ἀνδρῶν αὖ μέγʼ ἄριστος ἔην Τελαμώνιος Αἴας.</quote> καὶ οὐχ ἅπαξ γε οὐδὲ τοσοῦτον μόνον εἰπὼν ἀπηλλάγη, ἀλλʼ ὥσπερ ἐξεπίτηδες πανταχοῦ διατελεῖ κηρύττων καὶ διαμαρτυρόμενος, <quote rend="blockquote">Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε <l/> τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλείωνα.</quote> καὶ <quote rend="blockquote">Αἴας, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργʼ <sic>ἐτέτυκο</sic>.</quote> καὶ <quote rend="blockquote">ἀνδρὶ δʼ οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας,</quote> καὶ ἄλλα τοιαῦτα, ὥσπερ προκαταλαμβάνων ἡμῶν τὰς γνώμας, ὅπως μὴ ἐπὶ τοῦ ἀγῶνος ταραχθείημεν μηδʼ εἴ τινος ἄλλου χεῖρον ἠγωνίσατο, ταύτῃ φαυλότερον αὐτὸν ἡγοίμεθα, μηδὲ χείρω μηδενὸς ἄλλου τῶν Ἀχαιῶν ἀλλʼ ἢ τοῦ Ἀχιλλέως. καὶ μὴν καὶ ὁ ἀδελφὸς μετεῖχεν αὐτῷ τῆς τύχης ἐπιθήκην, ὁ Τεῦκρος, περὶ τὴν τοξικὴν, ὅς γε τῆς μηρίνθου μὲν ἔτυχε, τὴν δὲ περιστερὰν αὐτὴν παρῆκεν ἑτέρῳ λαβεῖν, καὶ οὗτος ἑαυτοῦ χείρονι.</p><p rend="align(indent)">ταῦτα πάντα ἐφεξῆς οὕτως ἔχοντα τί χρὴ νομίζειν εἶναι; ἆρʼ οὐ χρησμούς τινας εἰς ἅπαντα ἡγεῖσθαι <pb xml:id="v.2.p.338"/> τἀνθρώπεια; ὥστʼ οὔτʼ εἴ τις ῥώμῃ σώματος ἢ μεγέθει προφέρειν δοκεῖ οὔτʼ εἴ τις ἵππους ἀρίστους κέκτηται οὔτʼ εἰ ταχὺς αὐτὸς ἢ καλὸς, οὐδὲν αὐτῷ τούτων κύριον, ἂν </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="259"><p> μὴ δοκῇ τοῖς κρείττοσιν. εἰ φίλοις ἰσχύεις, εἰ χρήμασιν, εἰ δόξαν ἔχεις ἐν τῇ πόλει, μηδενὶ τούτων ἐπαρθῇς, μηδὲ μεῖζον φρονήσῃς τῆς ἐξουσίας. εἰ πάντων κρατήσεις, ἡττήσει τῆς τύχης. ταῦτʼ ἐστὶν ὁ ἀγὼν οὗτος, ταῦθʼ Ὅμηρος λέγει. οὐδὲν τῶν ἀνθρωπείων ἀσφαλὲς οὐδʼ ὁμαλὸν οὐδʼ αὔταρκες, ἀλλʼ ἡττήσεται μὲν ὁ ἰσχυρὸς τοῦ ἀσθενοῦς, ὅταν καιρὸς ᾖ τούτου, ἁλώσεται δὲ Βαβυλὼν αὐτοῖς τείχεσι, πάλιν δὲ τοὺς Πέρσας πορθήσουσιν ἕτεροι. πάντα ταῦτʼ ἐναλλὰξ περιέρχεται. οὕτω καὶ τὸ σὸν, ὦ Πλάτων, σώζεται, τὸ ἄνθρωπον εἶναι θεοῦ παίγνιον. ὅταν ἐκπίπτῃ μὲν τοῦ ἅρματος ὁ ἡνίοχος, ἐν ᾧ πρόσθεν εἱστήκει βεβαίως, ἀπορῇ δὲ ὁ κυβερνήτης ὅπως χρὴ σώζειν τὴν ναῦν πολλάκις ἤδη σεσωκὼς, ἰλιγγιᾷ δὲ ὁ κρείττων ὑπὸ τοῦ χείρονος, κιχάνῃ δὲ βραδὺς ὠκὺν, πάντα δʼ ἄνω καὶ κάτω περιχωρῇ, τότʼ ἄν τις ἴδοι τὸν σὸν λόγον, τόθʼ ὡς ἀληθῶς προφήτου τινὸς εἶναι δόξειεν ἂν, ὡς θεὸς μὲν καὶ τύχη πάντʼ ἄγουσι, τὸ δʼ ἡμέτερον πᾶν ἦν ἄρα παιδιά. εἰ δʼ ἔσωζον μὲν οἱ κυβερνῆται πάντες ἅπαντας τοὺς ἐμπλέοντας, ἔσωζον δʼ οἱ ἰατροὶ πάντες ἅπαντας τοὺς κάμνοντας, ἐνίκων δʼ οἱ κρείττονες, ἐνίκων δʼ οἱ μείζονες, τὸ δʼ ἀεὶ τούτοις πᾶσι προσῆν, μηδεὶς δὲ ἐσφάλλετο τῶν ἀρξαμένων κατορθοῦν, εὐχὴ δὲ καὶ δύναμις μηδὲν διέφερεν, ἀθάνατʼ ἂν πάντʼ ἦν τὰ τῶν ἀνθρώπων πράγματα καὶ οὐδὲν ἂν <pb xml:id="v.2.p.339"/>  εὐχῆς ἴσως προσέδει, οὐδʼ ἂν κακτέκλυζεν ἡμᾶς τῶν πίθων ἅτερος ὥσπερ νῦν. νῦν δʼ οἱ ποιηταὶ πολλὰ χρήσιμοι κἀνταῦθα πρόσκεινται καὶ παρακολουθοῦσιν ἡμῖν, ὑπομιμνήσκοντες ἀεὶ τῆς φύσεως, ἐφημέρους τε καλοῦντες καὶ χαμαὶ ἐρχομένους, καὶ πάντα τρόπον τὴν ἀλαζονείαν καθαροῦντες, ὅπως μηδʼ εἴ τις εὖ πράττειν δοκοίη, τούτῳ </p></div><div type="textpart" subtype="Jebb_page" xml:base="urn:cts:greekLit:tlg0284.tlg046.perseus-grc2" n="260"><p> θρασύνοιτο, μηδʼ ἑτέρῳ πταίσαντί που προφέροι τὴν τύχην ῥαδίως. καὶ τί δεῖ τἄλλα λέγειν ὡς ἔχει;</p><p rend="align(indent)">ἀλλὰ τὰ τῶν δικῶν πῶς εἶχεν ἐξ ἀρχῆς; ἔλθωμεν γὰρ ἐπʼ αὐτὸ τὸ κυριώτατον ἤδη. ὁ Παλαμήδης σοφώτατος ὢν τῶν Ἀχαιῶν ἑάλω τὴν δίκην τῆς προδοσίας. καὶ οὐκ ἐρεῖς ὡς ἐκείνου γε Ἀθηναῖοι κατεψηφίσαντο. ἀλλὰ πᾶσα μὲν ἡ Ἑλλὰς συνεληλύθει, ἐγένετο δὲ ἡ κρίσις ἐν μέσῳ, καὶ ἀδικεῖν ἔδοξεν, ὅτι δὲ οὐχὶ δικαίως ἔδοξεν αὐτὸς σὺ λέγεις ἐν Σωκράτους ἀπολογίᾳ. καίτοι τίς οὐκ ἂν φήσειεν οὑτωσὶ πολλὴν εἶναι τὴν ἀλογίαν, ὄντα μὲν αὐτὸν κυριώτερον τοῦ Ὀδυσσέως εἰς σοφίας λόγον, ὡς ἔφη Πίνδαρος, εἶθʼ ἡττηθῆναι τοῦ χείρονος, καὶ ταῦτʼ οὐκ εἰς χειρῶν κρίσιν οὐδʼ εἰς ἄλλο τι τοιοῦτον ἐλθόντος τοῦ πράγματος, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἐν ᾧ κρείττων ἦν; αὖθις δʼ αὖ τοὺς Ἀχαιοὺς οὕτω πολλὰ καὶ μεγάλα ὑπʼ αὐτοῦ πεπονθότας εὖ, διʼ ἃ καὶ φιλεῖν καὶ θαυμάζειν αὐτὸν προσῆκεν, εἶθʼ οὕτως ἀγνώμονα καὶ ἀνόμοιον ἀποδοῦναι τὴν χάριν, ὅς γε καὶ σπουδαίων καὶ τῶν εἰς ψυχαγωγίαν ἡγεμὼν αὐτοῖς ἐγεγόνει σχεδὸν ἁπάντων. ἓν δὲ μέγιστον καὶ τελεώτατον καὶ πλείστης ἄξιον τιμῆς ἐξεῦρε τὰ τακτικὰ, ὑφʼ ὧν ἅμα <pb xml:id="v.2.p.340"/>  σώζεσθαι καὶ τῶν ἐναντίων κρείττοσιν εἶναι περιῆν αὐτοῖς. ὡς μὲν γὰρ ἡ τραγῳδία φησὶν, οὐδὲ τῶν βοσκημάτων οὐδὲν διέφερον πρὶν ἐκείνῳ συγγενέσθαι. οἱ δὲ τοσοῦτον ἀπεῖχον τοῦ σύμπαντας ἂν αὐτοὺς ἀριθμῆσαι, ἢ τὰς ναῦς ὁπόσαι τινὲς ἦσαν ἃς ἦγον, ὥστʼ οὐδʼ ὁπόσοι τινὲς αὐτοῖς εἰσὶν οἱ βασιλεῖς ὅ τε Ἀγαμέμνων καὶ ὁ Μενέλαος ἔμελλον εὑρήσειν, οὐδέ γε, ὡς ἔοικεν, ἐκεῖνοι τοὺς αὑτῶν πόδας ἢ καὶ τὰς χεῖρας ἑκάτερος, μὴ ὅτι τὴν στρατιάν. ἀλλὰ ταῦτα μὲν Πλάτων τε ἡμῖν προσπαίζει τοὺς τραγικοὺς καὶ ἡμεῖς συνεπαίξαμεν. τὸ δʼ οὖν πολλῶν καὶ μεγάλων ὀφείλοντας τῷ Παλαμήδει χάριν καὶ δικαίως ἂν καὶ ἐπὶ </p></div></div></body></text></TEI>