Scaife ATLAS

CTS Library / Ῥώμης ἐγκώμιον

Ῥώμης ἐγκώμιον (212-216)

urn:cts:greekLit:tlg0284.tlg014.perseus-grc2:212-216
Refs {'start': {'reference': '212', 'human_reference': 'Jebb_Page 212'}, 'end': {'reference': '216', 'human_reference': 'Jebb_Page 216'}}
Ancestors []
Children []
prev
plain textXML
next

τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα διʼ ὅτων αὐτὴν καθέξουσιν· ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δʼ οὔτʼ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτʼ ἀσθενεῖς

εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως τι πλέον τῆς συμμαχίας, ἀλλʼ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δʼ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες τι χρήσονται, ἀλλʼ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπʼ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθʼ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο· βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπʼ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δʼ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται· οὐ γὰρ καταλείψουσι τελευτῶντες διʼ ὧν ληφθήσονται.
ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων

συμμάχων, ὅσῳ οἱ μὲν καθʼ ἑαυτοὺς ἕκαστοι ἀπεχώρουν, οἱ δὲ κοινὴν ἀπόστασιν ἐξ ὧν ἔπραττον εἰσηγοῦντο. οὕτω τότε ἀρχῆς οὔπω τάξις ἦν, οὐδʼ εἰδότες αὐτὴν ἐδίωκον, ἀλλὰ καὶ περὶ μικρὰ καὶ οἷον ἐσχατιὰς καὶ κλήρους ἔχοντες οὐκ ἠδυνήθησαν οὐδʼ αὐτὰ ταῦτα διασώσασθαι διὰ τὴν τοῦ ἄρχειν ἀπειρίαν τε καὶ ἀδυναμίαν, οὔτε φιλανθρώπως ἄγοντες τὰς πόλεις οὔτʼ ἐγκρατῶς ἔχειν δυνάμενοι, βαρεῖς ἅμα καὶ ἀσθενεῖς ὄντες. τελευταῖον δʼ οὖν γυμνωθέντες κατὰ τὸν Αἰσώπου κολοιὸν μόνοι πρὸς ἅπαντας ἐμάχοντο.

τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι· καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι, οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότʼ ἐπʼ αὐτῇ καὶ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ διʼ ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δʼ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας

μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δʼ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε, τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδʼ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα· πρόκειται δʼ ἐν μέσῳ πᾶσι πάντα· ξένος δʼ οὐδεὶς ὅστις ἀρχῆς πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφʼ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴν

ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθʼ ἥδε πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας

κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλʼ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δʼ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν· οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος, καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη.

καὶ τοῦτο μὲν δὴ τοῦ λόγου ὑπενεγκόντος οὕτω παρεφθέγχθω. ὅπερ δὲ ἐλέγομεν, μεγάλοι μεγάλως ἐμετρήσατε τὴν πόλιν, καὶ οὐκ ἀποσεμνυνάμενοι τούτῳ θαυμαστὴν ἐποιήσατε, τῷ μηδενὶ τῶν ἄλλων αὐτῆς μεταδιδόναι, ἀλλὰ τὸ πλήρωμα αὐτῆς ἄξιον ἐζητήσατε, καὶ τὸ Ῥωμαῖον εἶναι ἐποιήσατε οὐ πόλεως, ἀλλὰ γένους ὄνομα κοινοῦ τινος, καὶ τούτου οὐχ ἑνὸς τῶν πάντων, ἀλλʼ ἀντιρρόπου πᾶσι τοῖς λοιποῖς. οὐ γὰρ εἰς Ἕλληνας καὶ βαρβάρους

διαιρεῖτε νῦν τὰ γένη, οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον, ἀλλʼ εἰς Ῥωμαίους τε καὶ οὐ Ῥωμαίους ἀντιδιείλετε, ἐπὶ τοσοῦτον ἐξηγάγετε τὸ τῆς πόλεως ὄνομα. τούτων δὲ οὕτω διῃρημένων πολλοὶ μὲν ἐν ἑκάστῃ πόλει πολῖται ὑμέτεροι οὐχ ἧττον τῶν ὁμοφύλων, οὐδʼ ἰδόντες πω τινὲς αὐτῶν τὴν πόλιν, φρουρῶν δὲ οὐδὲν δεῖ τὰς ἀκροπόλεις ἐχόντων, ἀλλʼ οἱ ἑκασταχόθεν

μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι· καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρʼ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς· αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι· διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλʼ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρʼ αὐτοῖς δυνατῶν, παρʼ ὑμῶν ἐπʼ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία· οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν· καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφʼ ὑμῶν, κράτος

ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδʼ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλʼ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις· ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτʼ ἐστὶν αὐτοῖς φρουρά. εἰ δέ που πόλις διʼ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθʼ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους παρʼ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν· εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δʼ ὑπὸ τῶν κρειττόνων δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον
ἀξιώσαιεν ἂν ἀποστῆναι οἱ πλέοντες ἂν τοῦ

κυβερνήτου· ἀλλʼ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ· καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφʼ ὑμῶν καταλειφθῶσιν ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφʼ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δʼ οὐδʼ ἥν ποτε ἦρξαν ἴσασιν οὐδʼ ἀναμιμνήσκονται, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος, οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδʼ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδʼ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλʼ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπʼ ἐσχατιαῖς, οἷα εἰκὸς

ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν δυστυχίᾳ Λιβύων κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι· τοσαύτη ἄρʼ ὑμῖν εἰρήνη, κἂν πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδʼ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδʼ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε· οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε, οὐδʼ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.

Tokens

τὸ 1 w 2
προϊέναι 1 w 10
τὴν 1 w 13
ἀρχὴν 1 w 18
αὐτοῖς 1 w 24
εἰς 1 w 27
ἄπορον 1 w 33
καθίστατο 1 w 42
οὐκ 1 w 45
ἔχουσι 1 w 51
τὰ 1 w 53
τελευταῖα 1 w 62
διʼ 1 w 65
ὅτων 1 w 69
αὐτὴν 1 w 74
καθέξουσιν 1 w 84
ὥστε 1 w 89
τοὔμπαλιν 1 w 98
ἔσπευδον 1 w 106
ὧν 1 w 108
ἐδέοντο 1 w 115
καὶ 1 w 119
ἦν 1 w 121
τὸ 2 w 123
μὲν 1 w 126
προχωρεῖν 1 w 135
αὐτοῖς 2 w 141
1 w 142
ἐβούλοντο 1 w 151
ἀμήχανον 1 w 159
καὶ 2 w 162
κατάρας 1 w 169
ἐγγὺς 1 w 174
τὸ 3 w 177
δὲ 1 w 179
μὴ 1 w 181
προχωρεῖν 2 w 190
κουφότερόν 1 w 200
τε 4 w 202
καὶ 3 w 205
ἥττους 1 w 211
ἔχον 1 w 215
τοὺς 1 w 219
φόβους 1 w 225
οὐδὲν 1 w 231
γὰρ 1 w 234
ἄλλο 1 w 238
1 w 239
διοικιζομένοις 1 w 253
ἐῴκεσαν 1 w 260
ἀντὶ 1 w 264
ἀρχόντων 1 w 272
καὶ 4 w 275
πονοῦσιν 1 w 283
ὑπὲρ 1 w 287
τοῦ 1 w 290
πονεῖν 1 w 296
ἅμα 1 w 300
γὰρ 2 w 303
τῷ 1 w 305
τέλει 1 w 310
τὸ 4 w 312
κεφάλαιον 1 w 321
εὐθὺς 1 w 326
ἐλάνθανε 1 w 334
λυόμενον 1 w 342
καὶ 5 w 346
πάλιν 1 w 351
εἰς 2 w 354
ταυτὸ 1 w 359
κατὰ 1 w 363
τοὺς 2 w 367
ποιητὰς 1 w 374
κατῄει 1 w 380
ἔτι 1 w 384
δʼ 1 w 386
οὔτʼ 1 w 390
ἰσχύειν 1 w 397
αὐτοῖς 3 w 403
συνέφερε 1 w 411
τοὺς 3 w 415
ἀρχομένους 1 w 425
διὰ 1 w 428
τὰς 2 w 431
ἐπιβουλὰς 1 w 440
οὔτʼ 2 w 444
ἀσθενεῖς 1 w 452
εἶναι 1 w 457
διὰ 2 w 460
τοὺς 4 w 464
παρὰ 1 w 468
τῶν 1 w 471
ἔξωθεν 1 w 477
αὖ 1 w 479
πολέμους 1 w 487
καὶ 6 w 490
ὅπως 1 w 494
1 w 495
τι 2 w 497
πλέον 1 w 502
τῆς 1 w 505
συμμαχίας 1 w 514
ἀλλʼ 1 w 519
ἐπεπόνθεσαν 1 w 530
πρὸς 1 w 534
αὐτοὺς 1 w 540
παραπλήσιον 1 w 551
ὅπερ 1 w 555
οἱ 1 w 557
ἐν 1 w 559
ταῖς 1 w 563
παιδιαῖς 1 w 571
τῇ 1 w 573
μὲν 2 w 576
εἰς 3 w 579
τοὔμπροσθεν 1 w 590
ἄγοντες 1 w 597
τῇ 2 w 600
δʼ 2 w 602
εἰς 4 w 605
τοὔπισθεν 1 w 614
ἀνθέλκοντες 1 w 625
οὐκ 2 w 629
ἔχοντες 1 w 636
4 w 637
τι 3 w 639
χρήσονται 1 w 648
ἀλλʼ 2 w 653
οἷον 1 w 657
εἶναί 1 w 662
τε 8 w 664
καὶ 7 w 667
μὴ 2 w 669
εἶναι 2 w 674
αὐτοὺς 2 w 680
βουλόμενοι 1 w 690
αὐτοὶ 1 w 695
μεταχειριζόμενοί 1 w 711
τε 9 w 713
καὶ 8 w 716
ἄγοντες 2 w 723
ἐν 2 w 726
οἷς 1 w 729
σπεύδουσιν 1 w 739
εἰπεῖν 1 w 745
οὐκ 3 w 748
ἔχοντες 2 w 755
τὸ 6 w 758
δὲ 3 w 760
πάντων 1 w 766
γελοιότατόν 1 w 777
τε 12 w 779
καὶ 9 w 782
ἀτοπώτατον 1 w 792
ἐπὶ 1 w 796
γὰρ 3 w 799
τοὺς 7 w 803
ἀφισταμένους 1 w 815
αὐτῶν 1 w 820
τοὺς 8 w 824
λοιποὺς 1 w 831
ἐν 3 w 833
νῷ 1 w 835
τὸ 7 w 837
αὐτὸ 1 w 841
ποιεῖν 1 w 847
ἔχοντας 1 w 854
ἠνάγκαζον 1 w 863
ἰέναι 1 w 868
παραπλήσιον 2 w 880
ποιοῦντες 1 w 889
ὥσπερ 1 w 894
ἂν 1 w 896
εἰ 6 w 898
αὐτοὺς 3 w 904
τοὺς 10 w 908
ἀφεστηκότας 1 w 919
ἐφʼ 1 w 922
ἑαυτοὺς 1 w 929
ἔπειθον 1 w 936
ἰέναι 2 w 941
καὶ 10 w 945
οὐκ 4 w 948
ἐλογίζοντο 1 w 958
τοὺς 12 w 962
τῆς 2 w 965
ἐκείνων 1 w 972
ὄντας 1 w 977
μερίδος 1 w 984
τούτους 1 w 991
ἐπʼ 1 w 994
αὐτοὺς 4 w 1000
ἄγοντες 3 w 1007
οἷς 2 w 1011
οὐκ 5 w 1014
ἐλυσιτέλει 1 w 1024
δή 1 w 1026
που 1 w 1029
καθʼ 1 w 1033
αὑτῶν 1 w 1038
καταδεικνύναι 1 w 1051
τὸ 9 w 1053
τοῖς 4 w 1057
ἄλλοις 1 w 1063
σπουδῇ 1 w 1069
βοηθεῖν 1 w 1076
ὥστε 2 w 1081
κἀνταῦθα 1 w 1089
τοὐναντίον 1 w 1099
2 w 1100
ἐβούλοντό 1 w 1109
τε 16 w 1111
καὶ 11 w 1114
συνέφερε 2 w 1122
διεπράττοντο 1 w 1134
βουλόμενοι 2 w 1145
γὰρ 4 w 1148
τοὺς 14 w 1152
ἀφισταμένους 2 w 1164
προσάγεσθαι 1 w 1175
καὶ 12 w 1178
τοὺς 15 w 1182
παραμένοντας 1 w 1194
ἂν 2 w 1196
ἐποίουν 1 w 1203
ἀφίστασθαι 1 w 1213
ἐδείκνυσαν 1 w 1224
γὰρ 5 w 1227
αὐτοῖς 4 w 1233
ὅτι 1 w 1236
μένοντες 1 w 1244
μὲν 3 w 1247
ἐπʼ 2 w 1250
ἀλλήλους 1 w 1258
ὑπάρξουσιν 1 w 1268
αὐτοῖς 5 w 1274
κοινῇ 1 w 1280
δʼ 3 w 1282
ἅπαντες 1 w 1289
ἀποστάντες 1 w 1299
ἐλεύθεροι 1 w 1308
βεβαίως 1 w 1315
ἔσονται 1 w 1322
οὐ 8 w 1325
γὰρ 6 w 1328
καταλείψουσι 1 w 1340
τελευτῶντες 1 w 1351
διʼ 2 w 1354
ὧν 2 w 1356
ληφθήσονται 1 w 1367
ὥστε 3 w 1372
τοσούτῳ 1 w 1379
περὶ 1 w 1383
αὑτοὺς 1 w 1389
ἦσαν 1 w 1393
φαυλότεροι 1 w 1403
τῶν 5 w 1406
ἀπίστων 1 w 1413
συμμάχων 1 w 1421
ὅσῳ 1 w 1425
οἱ 2 w 1427
μὲν 4 w 1430
καθʼ 2 w 1434
ἑαυτοὺς 2 w 1441
ἕκαστοι 1 w 1448
ἀπεχώρουν 1 w 1457
οἱ 3 w 1460
δὲ 4 w 1462
κοινὴν 1 w 1468
ἀπόστασιν 1 w 1477
ἐξ 1 w 1479
ὧν 3 w 1481
ἔπραττον 1 w 1489
εἰσηγοῦντο 1 w 1499
οὕτω 1 w 1504
τότε 1 w 1508
ἀρχῆς 1 w 1513
οὔπω 1 w 1517
τάξις 1 w 1522
ἦν 2 w 1524
οὐδʼ 1 w 1529
εἰδότες 1 w 1536
αὐτὴν 2 w 1541
ἐδίωκον 1 w 1548
ἀλλὰ 1 w 1553
καὶ 13 w 1556
περὶ 2 w 1560
μικρὰ 1 w 1565
καὶ 14 w 1568
οἷον 2 w 1572
ἐσχατιὰς 1 w 1580
καὶ 15 w 1583
κλήρους 1 w 1590
ἔχοντες 3 w 1597
οὐκ 6 w 1600
ἠδυνήθησαν 1 w 1610
οὐδʼ 2 w 1614
αὐτὰ 1 w 1618
ταῦτα 1 w 1623
διασώσασθαι 1 w 1634
διὰ 3 w 1637
τὴν 4 w 1640
τοῦ 2 w 1643
ἄρχειν 1 w 1649
ἀπειρίαν 1 w 1657
τε 27 w 1659
καὶ 16 w 1662
ἀδυναμίαν 1 w 1671
οὔτε 1 w 1676
φιλανθρώπως 1 w 1687
ἄγοντες 4 w 1694
τὰς 3 w 1697
πόλεις 1 w 1703
οὔτʼ 3 w 1707
ἐγκρατῶς 1 w 1715
ἔχειν 1 w 1720
δυνάμενοι 1 w 1729
βαρεῖς 1 w 1736
ἅμα 2 w 1739
καὶ 17 w 1742
ἀσθενεῖς 2 w 1750
ὄντες 1 w 1755
τελευταῖον 1 w 1766
δʼ 6 w 1768
οὖν 1 w 1771
γυμνωθέντες 1 w 1782
κατὰ 2 w 1786
τὸν 1 w 1789
Αἰσώπου 1 w 1796
κολοιὸν 1 w 1803
μόνοι 1 w 1808
πρὸς 2 w 1812
ἅπαντας 1 w 1819
ἐμάχοντο 1 w 1827
τοῦτο 1 w 1833
μέντοι 1 w 1839
τὸ 11 w 1841
τοὺς 18 w 1845
πρόσθεν 1 w 1852
ἅπαντας 2 w 1859
ὡς 1 w 1861
εἰπεῖν 2 w 1867
ἀνθρώπους 1 w 1876
διαφυγὸν 1 w 1884
ὑμῖν 1 w 1888
ἐτηρήθη 1 w 1895
μόνοις 1 w 1901
εὑρεῖν 1 w 1907
τε 33 w 1909
καὶ 18 w 1912
τελεώσασθαι 1 w 1923
καὶ 19 w 1927
θαυμαστὸν 1 w 1936
οὐδέν 1 w 1941
ὥσπερ 2 w 1947
γὰρ 7 w 1950
τῶν 6 w 1953
ἄλλων 1 w 1958
πραγμάτων 1 w 1967
ἐπὶ 2 w 1970
ταῖς 2 w 1974
ὕλαις 1 w 1979
ἀπαντῶσιν 1 w 1988
αἱ 1 w 1990
τέχναι 1 w 1996
οὕτως 1 w 2002
ὅτε 1 w 2005
ἀρχὴ 2 w 2009
μεγίστη 1 w 2016
καὶ 20 w 2019
δύναμις 1 w 2026
διαφέρουσα 1 w 2036
συνέστη 1 w 2043
τότʼ 1 w 2048
ἐπʼ 3 w 2051
αὐτῇ 1 w 2055
καὶ 21 w 2058
1 w 2059
τέχνη 1 w 2064
συνετέθη 1 w 2072
τε 36 w 2074
καὶ 22 w 2077
συνεισῆλθε 1 w 2087
καὶ 23 w 2091
ἄμφω 1 w 2095
δὴ 1 w 2097
διʼ 3 w 2100
ἀλλήλων 1 w 2107
ἐκρατύνθη 1 w 2116
διὰ 4 w 2120
μὲν 5 w 2123
τὸ 13 w 2125
τῆς 3 w 2128
ἀρχῆς 2 w 2133
μέγεθος 1 w 2140
καὶ 24 w 2143
2 w 2144
ἐμπειρία 1 w 2152
ἀναγκαίως 1 w 2161
περιεγένετο 1 w 2172
διὰ 5 w 2176
δʼ 7 w 2178
αὖ 2 w 2180
τὸ 14 w 2182
ἄρχειν 2 w 2188
εἰδέναι 1 w 2195
δικαίως 1 w 2202
ἅμα 3 w 2205
καὶ 25 w 2208
εἰκότως 1 w 2215
ηὔξησεν 1 w 2222
3 w 2223
ἀρχή 1 w 2227
τοῦτο 2 w 2233
δὴ 2 w 2235
καὶ 26 w 2238
πολὺ 1 w 2242
μάλιστα 1 w 2249
πάντων 2 w 2255
ἄξιον 1 w 2260
ἰδεῖν 1 w 2265
καὶ 27 w 2268
θαυμάσαι 1 w 2276
τὴν 5 w 2280
περὶ 3 w 2284
τὴν 6 w 2287
πόλιν 1 w 2292
αἰτίαν 1 w 2298
καὶ 28 w 2301
τὴν 7 w 2304
τῆς 4 w 2307
διανοίας 1 w 2315
μεγαλοπρέπειαν 1 w 2329
ὡς 2 w 2332
οὐδὲν 2 w 2337
ἐοικὸς 1 w 2343
αὐτῇ 2 w 2347
τῶν 7 w 2350
πάντων 3 w 2356
διελόντες 1 w 2366
γὰρ 8 w 2369
δύο 1 w 2372
μέρη 1 w 2376
πάντας 1 w 2382
τοὺς 19 w 2386
ἐπὶ 3 w 2389
τῆς 5 w 2392
ἀρχῆς 3 w 2397
τοῦτο 3 w 2403
δʼ 8 w 2405
εἰπὼν 1 w 2410
ἅπασαν 1 w 2416
εἴρηκα 1 w 2422
τὴν 8 w 2425
οἰκουμένην 1 w 2435
τὸ 15 w 2438
μὲν 6 w 2441
χαριέστερόν 1 w 2452
τε 39 w 2454
καὶ 29 w 2457
γενναιότερον 1 w 2469
καὶ 30 w 2472
δυνατώτερον 1 w 2483
πανταχοῦ 1 w 2491
πολιτικὸν 1 w 2500
3 w 2501
καὶ 31 w 2504
ὁμόφυλον 1 w 2512
πᾶν 1 w 2515
ἀπεδώκατε 1 w 2524
τὸ 16 w 2527
δὲ 6 w 2529
λοιπὸν 1 w 2535
ὑπήκοόν 1 w 2542
τε 43 w 2544
καὶ 32 w 2547
ἀρχόμενον 1 w 2556
καὶ 33 w 2560
οὔτε 2 w 2564
θάλαττα 1 w 2571
διείργει 1 w 2579
τὸ 17 w 2581
μὴ 3 w 2583
εἶναι 3 w 2588
πολίτην 1 w 2595
οὔτε 3 w 2599
πλῆθος 1 w 2605
τὰς 4 w 2608
ἐν 4 w 2610
μέσῳ 1 w 2614
χώρας 1 w 2619
οὐδʼ 3 w 2624
Ἀσία 1 w 2628
καὶ 34 w 2631
Εὐρώπη 1 w 2637
διῄρηται 1 w 2645
ἐνταῦθα 1 w 2652
πρόκειται 1 w 2662
δʼ 10 w 2664
ἐν 6 w 2666
μέσῳ 2 w 2670
πᾶσι 1 w 2674
πάντα 2 w 2679
ξένος 1 w 2685
δʼ 11 w 2687
οὐδεὶς 1 w 2693
ὅστις 1 w 2698
ἀρχῆς 4 w 2703
4 w 2704
πίστεως 1 w 2711
ἄξιος 1 w 2716
ἀλλὰ 2 w 2721
καθέστηκε 1 w 2730
κοινὴ 2 w 2735
τῆς 6 w 2738
γῆς 1 w 2741
δημοκρατία 1 w 2751
ὑφʼ 1 w 2754
ἑνὶ 1 w 2757
τῷ 2 w 2759
ἀρίστῳ 1 w 2765
ἄρχοντι 1 w 2772
καὶ 35 w 2775
κοσμητῇ 1 w 2782
καὶ 36 w 2786
πάντες 1 w 2792
ὥσπερ 3 w 2797
εἰς 5 w 2800
κοινὴν 2 w 2806
ἀγορὰν 1 w 2812
συνίασι 1 w 2819
τευξόμενοι 1 w 2829
τῆς 7 w 2832
ἀξίας 1 w 2837
ἕκαστοι 2 w 2844
ὅπερ 2 w 2849
δὲ 7 w 2851
πόλις 1 w 2856
τοῖς 7 w 2860
αὑτῆς 1 w 2865
ὁρίοις 1 w 2871
καὶ 37 w 2874
χώραις 1 w 2880
ἐστὶ 1 w 2884
τοῦθʼ 1 w 2890
ἥδε 1 w 2893
4 w 2894
πόλις 2 w 2899
τῆς 9 w 2902
ἁπάσης 1 w 2908
οἰκουμένης 1 w 2918
ὥσπερ 4 w 2924
αὖ 3 w 2926
τῆς 10 w 2929
χώρας 2 w 2934
ἄστυ 1 w 2938
κοινὸν 1 w 2944
ἀποδεδειγμένη 1 w 2957
φαίης 1 w 2963
ἂν 3 w 2965
περιοίκους 1 w 2975
ἅπαντας 3 w 2982
5 w 2983
κατὰ 3 w 2987
δῆμον 1 w 2992
οἰκοῦντας 1 w 3001
ἄλλον 1 w 3006
χῶρον 1 w 3011
εἰς 6 w 3014
μίαν 2 w 3018
ταύτην 1 w 3024
ἀκρόπολιν 1 w 3033
συνέρχεσθαι 1 w 3044
5 w 3046
δὲ 8 w 3048
οὐδεπώποτε 1 w 3058
ἀπεῖπεν 1 w 3065
ἀλλʼ 3 w 3070
ὥσπερ 5 w 3075
τὸ 18 w 3077
τῆς 11 w 3080
γῆς 2 w 3083
ἔδαφος 1 w 3089
φέρει 1 w 3094
πάντας 2 w 3100
οὕτω 3 w 3105
καὶ 38 w 3108
ἥδε 2 w 3111
δέχεται 1 w 3118
μὲν 7 w 3121
τοὺς 20 w 3125
ἐξ 2 w 3127
ἁπάσης 2 w 3133
γῆς 3 w 3136
ὥσπερ 6 w 3142
τοὺς 21 w 3146
ποταμοὺς 1 w 3154
θάλαττα 2 w 3161
κοινὸν 2 w 3168
δʼ 12 w 3170
αὐτῇ 3 w 3174
καὶ 39 w 3177
τοῦτο 4 w 3182
πρὸς 3 w 3186
τὴν 9 w 3189
θάλαττάν 1 w 3197
ἐστιν 1 w 3202
οὔτε 4 w 3207
γὰρ 9 w 3210
ἐκείνη 1 w 3216
μείζων 1 w 3222
ὑπὸ 1 w 3225
τῆς 12 w 3228
ἐμβολῆς 1 w 3235
τῶν 8 w 3238
ποταμῶν 1 w 3245
γίγνεται 1 w 3253
ὡς 3 w 3256
συνειμαρμένου 1 w 3269
τούτου 2 w 3275
σὺν 1 w 3278
αὐτοῖς 6 w 3284
εἰς 7 w 3287
ῥοῦν 1 w 3291
αὐτὴν 3 w 3296
ἔχειν 2 w 3301
τὸ 19 w 3303
μέγεθος 2 w 3310
καὶ 40 w 3314
τῇδε 1 w 3318
ὑπὸ 2 w 3321
μεγέθους 1 w 3329
οὐδὲν 3 w 3334
ἐπίδηλον 1 w 3342
ὥσπερ 7 w 3348
δὲ 10 w 3350
οἱ 4 w 3352
τοῖς 9 w 3356
κόλποις 1 w 3363
δεχόμενοι 1 w 3372
πάντα 4 w 3377
οὕτως 2 w 3382
κρύψασα 1 w 3389
ἔχει 3 w 3393
ἐξιόντων 1 w 3401
καὶ 41 w 3404
εἰσιόντων 1 w 3413
ἴση 1 w 3417
οὖσά 1 w 3421
τε 51 w 3423
καὶ 42 w 3426
φαινομένη 1 w 3435
καὶ 43 w 3439
τοῦτο 5 w 3444
μὲν 8 w 3447
δὴ 3 w 3449
τοῦ 9 w 3452
λόγου 1 w 3457
ὑπενεγκόντος 1 w 3469
οὕτω 5 w 3473
παρεφθέγχθω 1 w 3484
ὅπερ 3 w 3489
δὲ 11 w 3491
ἐλέγομεν 1 w 3499
μεγάλοι 1 w 3507
μεγάλως 1 w 3514
ἐμετρήσατε 1 w 3524
τὴν 11 w 3527
πόλιν 2 w 3532
καὶ 44 w 3536
οὐκ 7 w 3539
ἀποσεμνυνάμενοι 1 w 3554
τούτῳ 1 w 3559
θαυμαστὴν 1 w 3568
ἐποιήσατε 1 w 3577
τῷ 3 w 3580
μηδενὶ 1 w 3586
τῶν 9 w 3589
ἄλλων 2 w 3594
αὐτῆς 1 w 3599
μεταδιδόναι 1 w 3610
ἀλλὰ 3 w 3615
τὸ 20 w 3617
πλήρωμα 1 w 3624
αὐτῆς 2 w 3629
ἄξιον 2 w 3634
ἐζητήσατε 1 w 3643
καὶ 45 w 3647
τὸ 21 w 3649
Ῥωμαῖον 1 w 3656
εἶναι 4 w 3661
ἐποιήσατε 2 w 3670
οὐ 19 w 3672
πόλεως 1 w 3678
ἀλλὰ 4 w 3683
γένους 1 w 3689
ὄνομα 1 w 3694
κοινοῦ 1 w 3700
τινος 1 w 3705
καὶ 46 w 3709
τούτου 3 w 3715
οὐχ 1 w 3718
ἑνὸς 1 w 3722
τῶν 10 w 3725
πάντων 4 w 3731
ἀλλʼ 4 w 3736
ἀντιρρόπου 1 w 3746
πᾶσι 2 w 3750
τοῖς 10 w 3754
λοιποῖς 1 w 3761
οὐ 21 w 3764
γὰρ 10 w 3767
εἰς 8 w 3770
Ἕλληνας 1 w 3777
καὶ 47 w 3780
βαρβάρους 1 w 3789
διαιρεῖτε 1 w 3798
νῦν 1 w 3801
τὰ 10 w 3803
γένη 1 w 3807
οὐδὲ 4 w 3812
γελοίαν 1 w 3819
τὴν 13 w 3822
διαίρεσιν 1 w 3831
ἀπεφήνατε 1 w 3840
αὐτοῖς 7 w 3846
πολυανθρωποτέραν 1 w 3862
τὴν 14 w 3865
πόλιν 3 w 3870
παρεχόμενοι 1 w 3881
6 w 3882
κατὰ 4 w 3886
πᾶν 2 w 3889
ὡς 4 w 3892
εἰπεῖν 3 w 3898
τὸ 22 w 3901
Ἑλληνικὸν 1 w 3910
φῦλον 1 w 3915
ἀλλʼ 5 w 3920
εἰς 9 w 3923
Ῥωμαίους 1 w 3931
τε 58 w 3933
καὶ 48 w 3936
οὐ 23 w 3938
Ῥωμαίους 2 w 3946
ἀντιδιείλετε 1 w 3958
ἐπὶ 4 w 3962
τοσοῦτον 1 w 3970
ἐξηγάγετε 1 w 3979
τὸ 23 w 3981
τῆς 15 w 3984
πόλεως 2 w 3990
ὄνομα 2 w 3995
τούτων 1 w 4002
δὲ 13 w 4004
οὕτω 6 w 4008
διῃρημένων 1 w 4018
πολλοὶ 1 w 4024
μὲν 9 w 4027
ἐν 7 w 4029
ἑκάστῃ 1 w 4035
πόλει 2 w 4040
πολῖται 1 w 4047
ὑμέτεροι 1 w 4055
οὐχ 2 w 4058
ἧττον 1 w 4063
7 w 4064
τῶν 11 w 4067
ὁμοφύλων 1 w 4075
οὐδʼ 4 w 4080
ἰδόντες 1 w 4087
πω 4 w 4089
τινὲς 1 w 4094
αὐτῶν 2 w 4099
τὴν 15 w 4102
πόλιν 4 w 4107
φρουρῶν 1 w 4115
δὲ 14 w 4117
οὐδὲν 4 w 4122
δεῖ 2 w 4125
τὰς 5 w 4128
ἀκροπόλεις 1 w 4138
ἐχόντων 1 w 4145
ἀλλʼ 6 w 4150
οἱ 5 w 4152
ἑκασταχόθεν 1 w 4163
μέγιστοι 1 w 4171
καὶ 49 w 4174
δυνατώτατοι 1 w 4185
τὰς 6 w 4188
ἑαυτῶν 1 w 4194
πατρίδας 1 w 4202
ὑμῖν 2 w 4206
φυλάττουσι 1 w 4216
καὶ 50 w 4220
διπλῇ 1 w 4225
τὰς 7 w 4228
πόλεις 3 w 4234
ἔχετε 1 w 4239
ἐνθένδε 1 w 4247
τε 64 w 4249
καὶ 51 w 4252
παρʼ 1 w 4256
αὐτῶν 3 w 4261
ἑκάστας 1 w 4268
φθόνος 1 w 4275
δὲ 16 w 4277
οὐδεὶς 2 w 4283
ἐπιβαίνει 1 w 4292
τῆς 16 w 4295
ἀρχῆς 5 w 4300
αὐτοὶ 2 w 4306
γὰρ 11 w 4309
ὑπήρξατε 1 w 4317
τοῦ 10 w 4320
μὴ 4 w 4322
φθονεῖν 1 w 4329
ἅπαντα 4 w 4336
εἰς 10 w 4339
τὸ 24 w 4341
μέσον 1 w 4346
καταθέντες 1 w 4356
καὶ 52 w 4359
παρασχόντες 1 w 4370
τοῖς 12 w 4374
δυναμένοις 1 w 4384
μὴ 5 w 4386
ἄρχεσθαι 1 w 4394
μᾶλλον 1 w 4400
8 w 4401
ἄρχειν 3 w 4407
ἐν 9 w 4409
τῷ 4 w 4411
μέρει 1 w 4416
οὐ 28 w 4419
τοίνυν 1 w 4425
οὐδὲ 6 w 4429
μῖσος 1 w 4434
ἐκ 4 w 4436
τῶν 15 w 4439
ἀπολειπομένων 1 w 4452
ὕπεισι 1 w 4458
διὰ 6 w 4462
γὰρ 12 w 4465
τὸ 25 w 4467
κοινὴν 3 w 4473
εἶναι 5 w 4478
τὴν 16 w 4481
πολιτείαν 1 w 4490
καὶ 53 w 4493
οἷον 3 w 4497
πόλεως 3 w 4503
μιᾶς 1 w 4507
εἰκότως 2 w 4515
οὐχ 3 w 4518
ὡς 5 w 4520
ἀλλοτρίων 1 w 4529
ἀλλʼ 7 w 4534
ὡς 6 w 4536
οἰκείων 1 w 4543
ἄρχοντες 1 w 4551
ἄρχουσιν 1 w 4559
ἔτι 2 w 4563
δὲ 18 w 4565
καὶ 54 w 4568
μέτεστιν 1 w 4576
αὐτῇ 4 w 4580
πᾶσιν 1 w 4585
ἄδεια 1 w 4590
τοῖς 13 w 4594
πλήθεσιν 1 w 4602
ἐκ 5 w 4604
τῶν 16 w 4607
παρʼ 2 w 4611
αὐτοῖς 8 w 4617
δυνατῶν 1 w 4624
6 w 4626
παρʼ 3 w 4630
ὑμῶν 1 w 4634
ἐπʼ 4 w 4637
αὐτοὺς 5 w 4643
ἐάν 1 w 4647
τι 16 w 4649
τολμῶσι 1 w 4656
παρακινεῖν 1 w 4666
εὐθὺς 2 w 4672
ἥξουσα 1 w 4678
ὀργή 1 w 4682
τε 71 w 4684
καὶ 55 w 4687
τιμωρία 1 w 4694
οὕτω 7 w 4699
καὶ 56 w 4702
πένησι 1 w 4708
καὶ 57 w 4711
πλουσίοις 1 w 4720
εἰκότως 3 w 4727
τὰ 15 w 4729
παρόντα 1 w 4736
καὶ 58 w 4739
ἀρέσκει 1 w 4746
καὶ 59 w 4749
συμφέρει 1 w 4757
καὶ 60 w 4761
ἄλλως 1 w 4766
οὐ 31 w 4768
λέλειπται 1 w 4777
ζῆν 1 w 4780
καὶ 61 w 4784
γέγονε 1 w 4790
μία 3 w 4793
ἁρμονία 1 w 4800
πολιτείας 1 w 4809
ἅπαντας 4 w 4816
συγκεκλεικυῖα 1 w 4829
καὶ 62 w 4833
τὸ 26 w 4835
πρόσθεν 2 w 4842
δοκοῦν 1 w 4848
οὐ 32 w 4850
δυνατὸν 1 w 4857
εἶναι 6 w 4862
συμβῆναι 1 w 4870
συνῆλθεν 1 w 4878
ἐφʼ 2 w 4881
ὑμῶν 2 w 4885
κράτος 1 w 4892
ἀρχῆς 6 w 4897
ἅμα 4 w 4900
καὶ 63 w 4903
φιλανθρωπίας 1 w 4915
καὶ 64 w 4919
μεγάλης 1 w 4926
γε 9 w 4928
καὶ 65 w 4932
οὐκ 8 w 4935
ἐνὸν 1 w 4939
ἄρχειν 4 w 4945
ἐγκρατεῖς 1 w 4954
οὕτω 8 w 4959
δὴ 4 w 4961
καθαραὶ 1 w 4968
μὲν 10 w 4971
φρουρῶν 2 w 4978
πόλεις 4 w 4984
μόραι 1 w 4990
δὲ 19 w 4992
καὶ 66 w 4995
ἶλαι 1 w 4999
ἀποχρῶσιν 1 w 5008
ἐθνῶν 1 w 5013
ὅλων 1 w 5017
εἶναι 7 w 5022
φυλακὴ 1 w 5028
καὶ 67 w 5032
οὐδʼ 5 w 5036
αὐταὶ 1 w 5041
κατὰ 5 w 5045
τὰς 8 w 5048
πόλεις 5 w 5054
ἑκάστῳ 1 w 5060
τῶν 18 w 5063
γενῶν 1 w 5068
πολλαὶ 1 w 5074
ἱδρυμέναι 1 w 5083
ἀλλʼ 8 w 5088
ἐν 11 w 5090
ἀριθμῷ 1 w 5096
τῶν 19 w 5099
ἄλλων 3 w 5104
ἐνεσπαρμέναι 1 w 5116
ταῖς 3 w 5120
χώραις 2 w 5126
ὥστε 4 w 5131
πολλὰ 1 w 5136
τῶν 20 w 5139
ἐθνῶν 2 w 5144
ἀγνοεῖν 1 w 5151
ὅπου 1 w 5155
ποτʼ 1 w 5159
ἐστὶν 1 w 5164
αὐτοῖς 9 w 5170
7 w 5171
φρουρά 1 w 5177
εἰ 23 w 5180
δέ 5 w 5182
που 7 w 5185
πόλις 3 w 5190
διʼ 4 w 5193
ὑπερβολὴν 1 w 5202
μεγέθους 2 w 5210
ὑπερῆρκε 1 w 5218
τὸ 28 w 5220
δύνασθαι 1 w 5228
σωφρονεῖν 1 w 5237
καθʼ 3 w 5241
αὑτὴν 1 w 5246
οὐδὲ 7 w 5251
τούτοις 1 w 5258
ἐφθονήσατε 1 w 5268
τῶν 21 w 5271
ἐπιστησομένων 1 w 5284
τε 76 w 5286
καὶ 68 w 5289
διαφυλαξόντων 1 w 5302
καὶ 69 w 5306
γάρ 1 w 5309
τοι 7 w 5312
ἥδιον 1 w 5317
μὲν 11 w 5320
ὑμῖν 3 w 5324
ἅπαντες 2 w 5331
ἀποπέμπουσι 1 w 5342
τοὺς 23 w 5346
φόρους 1 w 5352
9 w 5353
παρʼ 4 w 5357
ἄλλων 4 w 5362
ἄν 1 w 5364
τινες 1 w 5369
αὐτῶν 4 w 5374
λαμβάνοιεν 1 w 5384
εἰκότως 4 w 5392
ἄρχειν 5 w 5399
μὲν 12 w 5402
γὰρ 13 w 5405
οἷς 3 w 5408
μὴ 6 w 5410
δύναμις 2 w 5417
οὐ 36 w 5419
σωτήριον 1 w 5427
ἄρχεσθαι 2 w 5436
δʼ 15 w 5438
ὑπὸ 3 w 5441
τῶν 23 w 5444
κρειττόνων 1 w 5454
4 w 5455
δεύτερος 1 w 5463
φασὶ 1 w 5468
πλοῦς 1 w 5474
ὑπὸ 4 w 5478
δὲ 21 w 5480
ὑμῶν 3 w 5484
νῦν 2 w 5487
καὶ 70 w 5490
πρῶτος 1 w 5496
ἀπεφάνθη 1 w 5504
ἅπαντες 3 w 5512
οὖν 2 w 5515
ἀπρὶξ 1 w 5520
ἔχονται 1 w 5527
καὶ 71 w 5530
οὐ 37 w 5532
πρότερον 1 w 5540
ἀξιώσαιεν 1 w 5549
ἂν 4 w 5551
ἀποστῆναι 1 w 5560
10 w 5561
οἱ 6 w 5563
πλέοντες 1 w 5571
ἂν 5 w 5573
τοῦ 11 w 5576
κυβερνήτου 1 w 5586
ἀλλʼ 9 w 5591
οἷον 4 w 5595
αἱ 2 w 5597
νυκτερίδες 1 w 5607
ἐν 13 w 5609
τοῖς 16 w 5613
ἄντροις 1 w 5620
ἀλλήλων 2 w 5627
τε 83 w 5629
καὶ 72 w 5632
λίθων 1 w 5637
ἔχονται 2 w 5644
προσπεφυκυῖαι 1 w 5657
οὕτως 3 w 5663
ὑμῶν 4 w 5667
ἅπαντες 4 w 5674
ἐξήρτηνται 1 w 5684
σὺν 2 w 5687
πολλῷ 1 w 5692
φόβῳ 1 w 5696
καὶ 73 w 5699
προνοίᾳ 1 w 5706
μή 2 w 5708
τις 2 w 5711
ἀποπέσοι 1 w 5719
τούτου 4 w 5725
τοῦ 12 w 5728
ὁρμαθοῦ 1 w 5735
καὶ 74 w 5739
πρότερον 2 w 5747
ἂν 6 w 5749
δείσαιεν 1 w 5757
μὴ 7 w 5759
ὑφʼ 2 w 5762
ὑμῶν 5 w 5766
καταλειφθῶσιν 1 w 5779
11 w 5780
ὑμᾶς 1 w 5784
ἂν 7 w 5786
αὐτοὶ 3 w 5791
καταλίποιεν 1 w 5802
ἀντὶ 2 w 5807
δὲ 22 w 5809
ἀμφισβητήσεως 1 w 5822
ἀρχῆς 7 w 5827
τε 86 w 5829
καὶ 75 w 5832
πρωτείων 1 w 5840
ὑφʼ 3 w 5844
ὧν 4 w 5846
ἅπαντες 5 w 5853
οἱ 7 w 5855
πρότερον 3 w 5863
συνερρήγνυντο 1 w 5876
πόλεμοι 1 w 5883
οἱ 8 w 5886
μὲν 13 w 5889
ὥσπερ 8 w 5894
ὕδωρ 1 w 5898
ἀψοφητὶ 1 w 5905
ῥέον 1 w 5909
ἥδιστα 1 w 5915
ἡσυχάζουσιν 1 w 5926
ἄσμενοι 1 w 5934
πόνων 1 w 5939
παυσάμενοι 1 w 5949
καὶ 76 w 5952
κακῶν 1 w 5957
μετεγνωκότες 1 w 5970
ὡς 7 w 5972
ἄρα 1 w 5975
ἄλλως 2 w 5980
ἐσκιαμάχουν 1 w 5991
οἱ 9 w 5994
δʼ 16 w 5996
οὐδʼ 6 w 6000
ἥν 1 w 6002
ποτε 2 w 6006
ἦρξαν 1 w 6011
ἴσασιν 1 w 6017
οὐδʼ 7 w 6021
ἀναμιμνήσκονται 1 w 6036
ἀλλʼ 10 w 6041
ἀτεχνῶς 1 w 6048
κατὰ 6 w 6052
τὸν 4 w 6055
Παμφύλου 1 w 6063
μῦθον 1 w 6068
εἰ 25 w 6071
δὲ 23 w 6073
μὴ 8 w 6075
Πλάτωνος 1 w 6084
οἷον 5 w 6089
ἐπὶ 5 w 6092
τῇ 9 w 6094
πυρᾷ 1 w 6098
ἤδη 1 w 6101
κείμεναι 1 w 6109
αἱ 3 w 6111
πόλεις 6 w 6117
ὑπὸ 5 w 6120
τῆς 17 w 6123
πρὸς 4 w 6127
ἀλλήλας 1 w 6134
ἔριδος 1 w 6140
καὶ 77 w 6143
ταραχῆς 1 w 6150
ἀθρόαν 1 w 6156
ἐδέξαντο 1 w 6164
τὴν 18 w 6167
ἡγεμονίαν 1 w 6176
καὶ 78 w 6179
ἐξαίφνης 1 w 6187
ἀνεβίωσαν 1 w 6196
ὅπως 2 w 6201
δὲ 24 w 6203
εἰς 11 w 6206
τοῦτο 6 w 6211
ἀφίκοντο 1 w 6219
οὐκ 9 w 6222
ἔχουσιν 1 w 6229
εἰπεῖν 4 w 6235
οὐδʼ 8 w 6240
ἴσασιν 2 w 6246
οὐδὲν 5 w 6251
πλὴν 1 w 6255
τὰ 19 w 6257
παρόντα 2 w 6264
θαυμάζειν 1 w 6273
ἀλλὰ 5 w 6278
πεπόνθασιν 1 w 6288
οἷον 6 w 6292
οἱ 10 w 6294
ἀφυπνισθέντες 1 w 6307
καὶ 79 w 6310
ἀντὶ 3 w 6314
τῶν 24 w 6317
ὀνειράτων 1 w 6326
ὧν 5 w 6328
ἀρτίως 1 w 6334
ἑώρων 1 w 6339
ἐξαίφνης 2 w 6347
ταῦτα 2 w 6352
παριδόντες 1 w 6362
καὶ 80 w 6365
ἐν 14 w 6367
αὐτοῖς 10 w 6373
γενόμενοι 1 w 6382
πόλεμοι 2 w 6390
δὲ 26 w 6392
οὐδʼ 9 w 6396
εἰ 28 w 6398
πώποτε 2 w 6404
ἐγένοντο 1 w 6412
ἔτι 3 w 6415
πιστεύονται 1 w 6426
ἀλλʼ 11 w 6431
ἐν 15 w 6433
ἄλλως 3 w 6438
μύθων 1 w 6443
τάξει 1 w 6448
τοῖς 18 w 6452
πολλοῖς 1 w 6459
ἀκούονται 1 w 6468
εἰ 29 w 6471
δέ 7 w 6473
που 9 w 6476
καὶ 81 w 6479
συμπλακεῖεν 1 w 6490
ἐπʼ 5 w 6493
ἐσχατιαῖς 1 w 6502
οἷα 1 w 6506
εἰκὸς 1 w 6511
ἐν 16 w 6513
ἀρχῇ 1 w 6517
μεγάλῃ 1 w 6523
καὶ 82 w 6526
ἀμετρήτῳ 1 w 6534
παρανοίᾳ 1 w 6542
Γετῶν 1 w 6547
12 w 6548
δυστυχίᾳ 1 w 6556
Λιβύων 1 w 6562
13 w 6563
κακοδαιμονίᾳ 1 w 6575
τῶν 26 w 6578
περὶ 4 w 6582
τὴν 19 w 6585
ἐρυθρὰν 1 w 6592
θάλατταν 1 w 6600
ἀγαθοῖς 1 w 6608
παροῦσι 1 w 6615
χρήσασθαι 1 w 6624
μὴ 9 w 6626
δυναμένων 1 w 6635
ἀτεχνῶς 2 w 6643
ὥσπερ 9 w 6648
μῦθοι 1 w 6653
ταχέως 1 w 6659
αὐτοί 1 w 6664
τε 99 w 6666
παρῆλθον 1 w 6674
καὶ 83 w 6677
οἱ 11 w 6679
περὶ 5 w 6683
αὐτῶν 5 w 6688
λόγοι 1 w 6693
τοσαύτη 1 w 6701
ἄρʼ 1 w 6704
ὑμῖν 4 w 6708
εἰρήνη 1 w 6714
κἂν 1 w 6718
2 w 6719
πάτριον 1 w 6726
πολεμεῖν 1 w 6734
οὐ 44 w 6737
γὰρ 14 w 6740
οἱ 12 w 6742
χθὲς 1 w 6746
σκυτοτόμοι 1 w 6756
καὶ 84 w 6759
τέκτονες 1 w 6767
τήμερον 1 w 6774
ὁπλῖται 1 w 6781
καὶ 85 w 6784
ἱππεῖς 1 w 6790
οὐδʼ 10 w 6795
ὥσπερ 10 w 6800
ἐπὶ 6 w 6803
σκηνῆς 1 w 6809
στρατιώτης 1 w 6819
μετεσκεύασται 1 w 6832
ὃς 1 w 6834
ἀρτίως 2 w 6840
ἦν 3 w 6842
γεωργὸς 1 w 6849
οὐδʼ 11 w 6854
οἷον 7 w 6858
ἐν 17 w 6860
οἰκίᾳ 1 w 6865
πενιχρᾷ 1 w 6872
οἱ 13 w 6874
αὐτοὶ 4 w 6879
ὀψοποιοὶ 1 w 6887
οἰκουροῦσι 1 w 6898
στρωννύουσιν 1 w 6911
οὐχ 4 w 6915
οὕτως 4 w 6920
καὶ 86 w 6923
ὑμεῖς 1 w 6928
ἀνεμίξατε 1 w 6937
οὐδὲ 9 w 6942
τοὺς 24 w 6946
ἐπʼ 6 w 6949
ἄλλων 5 w 6954
ὄντας 2 w 6959
στρατιώτας 1 w 6969
ὑπὸ 6 w 6972
τῆς 18 w 6975
χρείας 1 w 6981
γενήσεσθαι 1 w 6991
ἀνεμείνατε 1 w 7001
οὐδʼ 12 w 7006
ἐπετρέψατε 1 w 7016
τοῖς 19 w 7020
πολεμίοις 1 w 7029
συγκαλεῖν 1 w 7038
ὑμᾶς 2 w 7042