τὸ προϊέναι τὴν ἀρχὴν αὐτοῖς εἰς ἄπορον καθίστατο οὐκ ἔχουσι τὰ τελευταῖα διʼ ὅτων αὐτὴν καθέξουσιν· ὥστε τοὔμπαλιν ἔσπευδον ὧν ἐδέοντο. καὶ ἦν τὸ μὲν προχωρεῖν αὐτοῖς ἃ ἐβούλοντο ἀμήχανον καὶ κατάρας ἐγγὺς, τὸ δὲ μὴ προχωρεῖν κουφότερόν τε καὶ ἥττους ἔχον τοὺς φόβους. οὐδὲν γὰρ ἄλλο ἢ διοικιζομένοις ἐῴκεσαν ἀντὶ ἀρχόντων καὶ πονοῦσιν ὑπὲρ τοῦ πονεῖν. ἅμα γὰρ τῷ τέλει τὸ κεφάλαιον εὐθὺς ἐλάνθανε λυόμενον, καὶ πάλιν εἰς ταυτὸ κατὰ τοὺς ποιητὰς κατῄει. ἔτι δʼ οὔτʼ ἰσχύειν αὐτοῖς συνέφερε τοὺς ἀρχομένους διὰ τὰς ἐπιβουλὰς οὔτʼ ἀσθενεῖς εἶναι διὰ τοὺς παρὰ τῶν ἔξωθεν αὖ πολέμους καὶ ὅπως ᾖ τι πλέον τῆς συμμαχίας, ἀλλʼ ἐπεπόνθεσαν πρὸς αὐτοὺς παραπλήσιον ὅπερ οἱ ἐν ταῖς παιδιαῖς τῇ μὲν εἰς τοὔμπροσθεν ἄγοντες, τῇ δʼ εἰς τοὔπισθεν ἀνθέλκοντες, οὐκ ἔχοντες ὅ τι χρήσονται, ἀλλʼ οἷον εἶναί τε καὶ μὴ εἶναι αὐτοὺς βουλόμενοι αὐτοὶ μεταχειριζόμενοί τε καὶ ἄγοντες, ἐν οἷς σπεύδουσιν εἰπεῖν οὐκ ἔχοντες. τὸ δὲ πάντων γελοιότατόν τε καὶ ἀτοπώτατον, ἐπὶ γὰρ τοὺς ἀφισταμένους αὐτῶν τοὺς λοιποὺς ἐν νῷ τὸ αὐτὸ ποιεῖν ἔχοντας ἠνάγκαζον ἰέναι, παραπλήσιον ποιοῦντες ὥσπερ ἂν εἰ αὐτοὺς τοὺς ἀφεστηκότας ἐφʼ ἑαυτοὺς ἔπειθον ἰέναι, καὶ οὐκ ἐλογίζοντο τοὺς τῆς ἐκείνων ὄντας μερίδος τούτους ἐπʼ αὐτοὺς ἄγοντες, οἷς οὐκ ἐλυσιτέλει δή που καθʼ αὑτῶν καταδεικνύναι τὸ τοῖς ἄλλοις σπουδῇ βοηθεῖν. ὥστε κἀνταῦθα τοὐναντίον ἢ ἐβούλοντό τε καὶ συνέφερε διεπράττοντο· βουλόμενοι γὰρ τοὺς ἀφισταμένους προσάγεσθαι καὶ τοὺς παραμένοντας ἂν ἐποίουν ἀφίστασθαι. ἐδείκνυσαν γὰρ αὐτοῖς ὅτι μένοντες μὲν ἐπʼ ἀλλήλους ὑπάρξουσιν αὐτοῖς, κοινῇ δʼ ἅπαντες ἀποστάντες ἐλεύθεροι βεβαίως ἔσονται· οὐ γὰρ καταλείψουσι τελευτῶντες διʼ ὧν ληφθήσονται. ὥστε τοσούτῳ περὶ αὑτοὺς ἦσαν φαυλότεροι τῶν ἀπίστων συμμάχων, ὅσῳ οἱ μὲν καθʼ ἑαυτοὺς ἕκαστοι ἀπεχώρουν, οἱ δὲ κοινὴν ἀπόστασιν ἐξ ὧν ἔπραττον εἰσηγοῦντο. οὕτω τότε ἀρχῆς οὔπω τάξις ἦν, οὐδʼ εἰδότες αὐτὴν ἐδίωκον, ἀλλὰ καὶ περὶ μικρὰ καὶ οἷον ἐσχατιὰς καὶ κλήρους ἔχοντες οὐκ ἠδυνήθησαν οὐδʼ αὐτὰ ταῦτα διασώσασθαι διὰ τὴν τοῦ ἄρχειν ἀπειρίαν τε καὶ ἀδυναμίαν, οὔτε φιλανθρώπως ἄγοντες τὰς πόλεις οὔτʼ ἐγκρατῶς ἔχειν δυνάμενοι, βαρεῖς ἅμα καὶ ἀσθενεῖς ὄντες. τελευταῖον δʼ οὖν γυμνωθέντες κατὰ τὸν Αἰσώπου κολοιὸν μόνοι πρὸς ἅπαντας ἐμάχοντο. τοῦτο μέντοι τὸ τοὺς πρόσθεν ἅπαντας ὡς εἰπεῖν ἀνθρώπους διαφυγὸν ὑμῖν ἐτηρήθη μόνοις εὑρεῖν τε καὶ τελεώσασθαι· καὶ θαυμαστὸν οὐδέν. ὥσπερ γὰρ τῶν ἄλλων πραγμάτων ἐπὶ ταῖς ὕλαις ἀπαντῶσιν αἱ τέχναι, οὕτως ὅτε ἀρχὴ μεγίστη καὶ δύναμις διαφέρουσα συνέστη, τότʼ ἐπʼ αὐτῇ καὶ ἡ τέχνη συνετέθη τε καὶ συνεισῆλθε, καὶ ἄμφω δὴ διʼ ἀλλήλων ἐκρατύνθη. διὰ μὲν τὸ τῆς ἀρχῆς μέγεθος καὶ ἡ ἐμπειρία ἀναγκαίως περιεγένετο, διὰ δʼ αὖ τὸ ἄρχειν εἰδέναι δικαίως ἅμα καὶ εἰκότως ηὔξησεν ἡ ἀρχή. τοῦτο δὴ καὶ πολὺ μάλιστα πάντων ἄξιον ἰδεῖν καὶ θαυμάσαι, τὴν περὶ τὴν πόλιν αἰτίαν καὶ τὴν τῆς διανοίας μεγαλοπρέπειαν, ὡς οὐδὲν ἐοικὸς αὐτῇ τῶν πάντων. διελόντες γὰρ δύο μέρη πάντας τοὺς ἐπὶ τῆς ἀρχῆς, τοῦτο δʼ εἰπὼν ἅπασαν εἴρηκα τὴν οἰκουμένην, τὸ μὲν χαριέστερόν τε καὶ γενναιότερον καὶ δυνατώτερον πανταχοῦ πολιτικὸν ἢ καὶ ὁμόφυλον πᾶν ἀπεδώκατε, τὸ δὲ λοιπὸν ὑπήκοόν τε καὶ ἀρχόμενον. καὶ οὔτε θάλαττα διείργει τὸ μὴ εἶναι πολίτην οὔτε πλῆθος τὰς ἐν μέσῳ χώρας, οὐδʼ Ἀσία καὶ Εὐρώπη διῄρηται ἐνταῦθα· πρόκειται δʼ ἐν μέσῳ πᾶσι πάντα· ξένος δʼ οὐδεὶς ὅστις ἀρχῆς ἢ πίστεως ἄξιος, ἀλλὰ καθέστηκε κοινὴ τῆς γῆς δημοκρατία ὑφʼ ἑνὶ τῷ ἀρίστῳ ἄρχοντι καὶ κοσμητῇ, καὶ πάντες ὥσπερ εἰς κοινὴν ἀγορὰν συνίασι τευξόμενοι τῆς ἀξίας ἕκαστοι. ὅπερ δὲ πόλις τοῖς αὑτῆς ὁρίοις καὶ χώραις ἐστὶ, τοῦθʼ ἥδε ἡ πόλις τῆς ἁπάσης οἰκουμένης, ὥσπερ αὖ τῆς χώρας ἄστυ κοινὸν ἀποδεδειγμένη. φαίης ἂν περιοίκους ἅπαντας ἢ κατὰ δῆμον οἰκοῦντας ἄλλον χῶρον εἰς μίαν ταύτην ἀκρόπολιν συνέρχεσθαι, ἡ δὲ οὐδεπώποτε ἀπεῖπεν, ἀλλʼ ὥσπερ τὸ τῆς γῆς ἔδαφος φέρει πάντας, οὕτω καὶ ἥδε δέχεται μὲν τοὺς ἐξ ἁπάσης γῆς, ὥσπερ τοὺς ποταμοὺς θάλαττα. κοινὸν δʼ αὐτῇ καὶ τοῦτο πρὸς τὴν θάλαττάν ἐστιν· οὔτε γὰρ ἐκείνη μείζων ὑπὸ τῆς ἐμβολῆς τῶν ποταμῶν γίγνεται, ὡς συνειμαρμένου τούτου σὺν αὐτοῖς εἰς ῥοῦν αὐτὴν ἔχειν τὸ μέγεθος, καὶ τῇδε ὑπὸ μεγέθους οὐδὲν ἐπίδηλον. ὥσπερ δὲ οἱ τοῖς κόλποις δεχόμενοι πάντα οὕτως κρύψασα ἔχει ἐξιόντων καὶ εἰσιόντων, ἴση οὖσά τε καὶ φαινομένη. καὶ τοῦτο μὲν δὴ τοῦ λόγου ὑπενεγκόντος οὕτω παρεφθέγχθω. ὅπερ δὲ ἐλέγομεν, μεγάλοι μεγάλως ἐμετρήσατε τὴν πόλιν, καὶ οὐκ ἀποσεμνυνάμενοι τούτῳ θαυμαστὴν ἐποιήσατε, τῷ μηδενὶ τῶν ἄλλων αὐτῆς μεταδιδόναι, ἀλλὰ τὸ πλήρωμα αὐτῆς ἄξιον ἐζητήσατε, καὶ τὸ Ῥωμαῖον εἶναι ἐποιήσατε οὐ πόλεως, ἀλλὰ γένους ὄνομα κοινοῦ τινος, καὶ τούτου οὐχ ἑνὸς τῶν πάντων, ἀλλʼ ἀντιρρόπου πᾶσι τοῖς λοιποῖς. οὐ γὰρ εἰς Ἕλληνας καὶ βαρβάρους διαιρεῖτε νῦν τὰ γένη, οὐδὲ γελοίαν τὴν διαίρεσιν ἀπεφήνατε αὐτοῖς πολυανθρωποτέραν τὴν πόλιν παρεχόμενοι ἢ κατὰ πᾶν, ὡς εἰπεῖν, τὸ Ἑλληνικὸν φῦλον, ἀλλʼ εἰς Ῥωμαίους τε καὶ οὐ Ῥωμαίους ἀντιδιείλετε, ἐπὶ τοσοῦτον ἐξηγάγετε τὸ τῆς πόλεως ὄνομα. τούτων δὲ οὕτω διῃρημένων πολλοὶ μὲν ἐν ἑκάστῃ πόλει πολῖται ὑμέτεροι οὐχ ἧττον ἢ τῶν ὁμοφύλων, οὐδʼ ἰδόντες πω τινὲς αὐτῶν τὴν πόλιν, φρουρῶν δὲ οὐδὲν δεῖ τὰς ἀκροπόλεις ἐχόντων, ἀλλʼ οἱ ἑκασταχόθεν μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι· καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρʼ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς· αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι· διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλʼ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρʼ αὐτοῖς δυνατῶν, ἡ παρʼ ὑμῶν ἐπʼ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία· οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν· καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφʼ ὑμῶν, κράτος ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς. οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδʼ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλʼ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις· ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτʼ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις διʼ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθʼ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρʼ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν· εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δʼ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦ κυβερνήτου· ἀλλʼ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ· καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφʼ ὑμῶν καταλειφθῶσιν ἢ ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφʼ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δʼ οὐδʼ ἥν ποτε ἦρξαν ἴσασιν οὐδʼ ἀναμιμνήσκονται, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος, οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδʼ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδʼ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλʼ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπʼ ἐσχατιαῖς, οἷα εἰκὸς ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν ἢ δυστυχίᾳ Λιβύων ἢ κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι· τοσαύτη ἄρʼ ὑμῖν εἰρήνη, κἂν ᾖ πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδʼ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδʼ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε· οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε, οὐδʼ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.