Scaife ATLAS

CTS Library / Theages

Theages (121-125)

urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2:121-125
Refs {'start': {'reference': '121', 'human_reference': 'None 121'}, 'end': {'reference': '125', 'human_reference': 'None 125'}}
Ancestors []
Children []
prev
plain textXML
next

121
121a
ΔΗ. Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.

ΣΩ. ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. ἀλλʼ εἴ τι βούλει λέγειν, ἔξεστιν.

ΔΗ. βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;

ΣΩ. εἰ σοὶ δοκεῖ.

121b
ΔΗ. ἴωμεν δή. Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος
121c
γίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. καὶ γὰρ ἐμοὶ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι. τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, Σώκρατες, ὥς
121d
φησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον
122
122a
μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει.

ΔΗ. τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ. νῦν οὖν ἥκω ἐπʼ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλʼ εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε
122b
καὶ χρή.

ΣΩ. ἀλλὰ μὲν δή, Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ
122c
μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε συμβουλεύων καὶ σὺ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.

ΔΗ. ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.

ΣΩ. καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα
122d
ἐπιθυμεῖν ἀλλʼ ἑτέρου, εἶτʼ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπʼ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.

ΔΗ. κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.

ΣΩ. εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; τί αὐτὸν προσαγορεύωμεν;

ΔΗ. Θεάγης ὄνομα τούτῳ, Σώκρατες.

ΣΩ. καλόν γε, Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ
122e
ἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;

ΘΕ. ναί.

ΣΩ. σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, τοὺς μή;

ΘΕ. τοὺς ἐπιστήμονας ἔγωγε.

ΣΩ. τί οὖν; οὐκ ἐδιδάξατό σε πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;

ΘΕ. ἐμέ γε.

123
123a
ΣΩ. ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;

ΘΕ. ἔγωγε.

ΣΩ. τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.

ΘΕ. οἶδεν καὶ οὗτος, Σώκρατεςἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκαἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.

ΣΩ. ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα
123b
ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο; τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;

ΘΕ. ναί.

123c
ΣΩ. εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;

ΘΕ. ναί.

ΣΩ. ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἔχει ὄνομα;

ΘΕ. οἶμαι ἔγωγε ἔχειν.

ΣΩ. πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, καὶ τὸ ὄνομα;

ΘΕ. καὶ τὸ ὄνομα ἔγωγε.

ΣΩ. τί οὖν ἔστιν; εἰπέ.

123d
ΘΕ. τί δὲ ἄλλο, Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ σοφίαν;

ΣΩ. οὐκοῦν καὶ ἡνιοχεία σοφία ἐστίν; ἀμαθία δοκεῖ σοι εἶναι;

ΘΕ. οὐκ ἔμοιγε.

ΣΩ. ἀλλὰ σοφία;

ΘΕ. ναί.

ΣΩ. ἧι τί χρώμεθα; οὐχ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;

ΘΕ. ναί.

ΣΩ. οὐκοῦν καὶ κυβερνητικὴ σοφία ἐστίν;

ΘΕ. ἔμοιγε δοκεῖ.

ΣΩ. ἆρʼ οὐχ αὕτη πλοίων ἐπιστάμεθα ἄρχειν;

ΘΕ. αὕτη μὲν οὖν.

ΣΩ. ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς σοφία τίς ἐστιν; τίνος
123e
ἐπιστάμεθα ἄρχειν;

ΘΕ. ἐμοὶ μὲν δοκεῖ, τῶν ἀνθρώπων.

ΣΩ. μῶν τῶν καμνόντων;

ΘΕ. οὐ δῆτα.

ΣΩ. ἰατρικὴ γὰρ αὕτη ἐστίν· γάρ;

ΘΕ. ναί.

ΣΩ. ἀλλʼ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;

ΘΕ. οὔ.

ΣΩ. μουσικὴ γὰρ αὕτη γε;

ΘΕ. πάνυ γε.

ΣΩ. ἀλλʼ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;

ΘΕ. οὔ.

ΣΩ. γυμναστικὴ γὰρ αὕτη γε;

ΘΕ. ναί.

ΣΩ. ἀλλʼ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.

124
124a
ΘΕ. ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.

ΣΩ. οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;

ΘΕ. ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.

ΣΩ. ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, τούτων ἄρχομεν. γάρ;

ΘΕ. ναί.

124b
ΣΩ. οὐδέ γε οἶμαι τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;

ΘΕ. ναί.

ΣΩ. ἀλλʼ ἴσως τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.

ΘΕ. ταύτην πάλαι, Σώκρατες, βούλομαι λέγειν.

124c
ΣΩ. ἔχεις οὖν εἰπεῖν, Αἴγισθος Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἄλλων τινῶν;

ΘΕ. οὔκ, ἀλλὰ τούτων.

ΣΩ. τί δὲ δή; Πηλεὺς Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;

ΘΕ. ναί.

ΣΩ. Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;

ΘΕ. ἔγωγε.

ΣΩ. οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;

124d
ΘΕ. ναί.

ΣΩ. τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;

ΘΕ. ἔγωγε.

ΣΩ. Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;

ΘΕ. πῶς γὰρ οὔ;

ΣΩ. εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ἡμεδαπὸς Ἀμφίλυτος;

ΘΕ. τίνα γὰρ ἄλλην, Σώκρατες, πλήν γε χρησμῳδοί;

124e
ΣΩ. ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;

ΘΕ. οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;

ΣΩ. οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;

ΘΕ. φαίνεται.

ΣΩ. οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;

ΘΕ. ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.

ΣΩ. μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι
125
125a
ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς διδασκάλου τυραννοδιδασκάλου τινός; καὶ σύ, Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦνὁρᾷς; ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;

125b
ΔΗ. ναὶ μὰ Δία, Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.

ΣΩ. ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.

ΔΗ. πυνθάνου δή.

ΣΩ. τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, Θέαγες; Εὐριπίδης γάρ πού φησιν
σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·
Soph. Fr. 14.1εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· Εὐριπίδη, τῶν τί
125c
σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους; ὥσπερ ἂν εἰ εἰπόντα
σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,
ἠρόμεθα τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι τῶν τὰ γεωργικά;

ΘΕ. οὔκ, ἀλλὰ τοῦτο.

ΣΩ. τί δὲ εἰ εἶπε
σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,
εἰ ἠρόμεθα· τῶν τί σοφῶν; τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;

ΘΕ. ναί.

ΣΩ. τί δʼ εἰ
σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ
εἶπεν, εἰ ἠρόμεθα· τῶν τί σοφῶν; ἆρα οὐκ ἂν τῶν
125d
παλαίειν ἔφη;

ΘΕ. ναί.

ΣΩ. ἐπειδὴ δὲ εἶπε
σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,
Soph. Frag. 14.1ἡμῶν ἐρωτώντων· τῶν τί σοφῶν λέγεις, Εὐριπίδη; τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;

ΘΕ. ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.

ΣΩ. ἀλλὰ βούλει ἐγώ σοι εἴπω;

ΘΕ. εἰ σὺ βούλει.

ΣΩ. ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· οὐκ οἶσθα τὸ ᾆσμα;

ΘΕ. ἔγωγε.

ΣΩ. τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς
125e
ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ ἐπίσταται τυραννικά, ὥσπερ ἐκείνην ἔφη ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;

ΘΕ. πάλαι, Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.

ΣΩ. τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι τύραννος ἂν εἴης;

ΔΗ 1 w 2
1 w 4
Σώκρατες 1 w 12
ἐδεόμην 1 w 20
ἄττα 1 w 24
σοι 1 w 27
ἰδιολογήσασθαι 1 w 41
εἰ 1 w 44
σχολή 1 w 49
κἂν 1 w 53
εἰ 2 w 55
ἀσχολία 1 w 62
δὲ 1 w 64
μὴ 1 w 66
πάνυ 1 w 70
τις 1 w 73
μεγάλη 1 w 79
ὅμως 1 w 84
ἐμοῦ 1 w 88
ἕνεκα 1 w 93
ποίησαι 1 w 100
σχολήν 1 w 106
ΣΩ 1 w 109
ἀλλὰ 1 w 114
καὶ 1 w 117
ἄλλως 1 w 122
τυγχάνω 1 w 129
σχολάζων 1 w 137
καὶ 2 w 141
δὴ 1 w 143
σοῦ 1 w 146
γε 1 w 148
ἕνεκα 2 w 153
καὶ 3 w 156
πάνυ 2 w 160
ἀλλʼ 1 w 165
εἴ 1 w 167
τι 2 w 169
βούλει 1 w 175
λέγειν 1 w 181
ἔξεστιν 1 w 189
ΔΗ 2 w 192
βούλει 2 w 199
οὖν 1 w 202
δεῦρο 1 w 207
εἰς 1 w 210
τὴν 1 w 213
τοῦ 1 w 216
Διὸς 1 w 220
τοῦ 2 w 223
ἐλευθερίου 1 w 233
στοὰν 1 w 238
ἐκποδὼν 1 w 245
ἀποχωρήσωμεν 1 w 257
ΣΩ 2 w 260
εἰ 4 w 263
σοὶ 1 w 266
δοκεῖ 1 w 271
ΔΗ 3 w 274
ἴωμεν 1 w 280
δή 1 w 282
2 w 284
Σώκρατες 2 w 292
πάντα 1 w 298
τὰ 1 w 300
φυτὰ 1 w 304
κινδυνεύει 1 w 314
τὸν 1 w 317
αὐτὸν 1 w 322
τρόπον 1 w 328
ἔχειν 1 w 333
καὶ 4 w 337
τὰ 3 w 339
ἐκ 2 w 341
τῆς 1 w 344
γῆς 1 w 347
φυόμενα 1 w 354
καὶ 5 w 357
τὰ 4 w 359
ζῷα 1 w 362
τά 1 w 364
τε 3 w 366
ἄλλα 1 w 370
καὶ 6 w 373
ἅνθρωπος 1 w 381
καὶ 7 w 385
γὰρ 1 w 388
ἐν 1 w 390
τοῖς 1 w 394
φυτοῖς 1 w 400
ῥᾷστον 1 w 406
ἡμῖν 1 w 410
τοῦτο 1 w 415
γίγνεται 1 w 423
ὅσοι 1 w 428
τὴν 2 w 431
γῆν 1 w 434
γεωργοῦμεν 1 w 444
τὸ 3 w 447
παρασκευάσασθαι 1 w 462
πάντα 2 w 467
τὰ 5 w 469
πρὸ 1 w 472
τοῦ 4 w 475
φυτεύειν 1 w 483
καὶ 8 w 486
αὐτὸ 2 w 490
τὸ 5 w 492
φυτεῦσαι 1 w 500
ἐπειδὰν 1 w 508
δὲ 2 w 510
τὸ 6 w 512
φυτευθὲν 1 w 520
βιῷ 1 w 523
μετὰ 1 w 528
τοῦτο 2 w 533
θεραπεία 1 w 541
τοῦ 6 w 544
φύντος 1 w 550
καὶ 9 w 553
πολλὴ 1 w 558
καὶ 10 w 561
χαλεπὴ 1 w 567
καὶ 11 w 570
δύσκολος 1 w 578
γίγνεται 2 w 586
οὕτω 1 w 591
δὲ 3 w 593
ἔχειν 2 w 598
ἔοικε 1 w 603
καὶ 12 w 606
τὸ 7 w 608
περὶ 1 w 612
τῶν 1 w 615
ἀνθρώπων 1 w 623
ἀπὸ 1 w 627
τῶν 2 w 630
ἐμαυτοῦ 1 w 637
ἐγὼ 1 w 640
πραγμάτων 1 w 649
τεκμαίρομαι 1 w 660
καὶ 13 w 663
ἐς 1 w 665
τἆλλα 1 w 670
καὶ 14 w 674
γὰρ 2 w 677
ἐμοὶ 1 w 681
2 w 682
τοῦ 8 w 685
ὑέος 1 w 689
τουτουΐ 1 w 696
εἴτε 1 w 701
φυτείαν 1 w 708
εἴτε 2 w 712
παιδοποιίαν 1 w 723
δεῖ 1 w 726
αὐτὴν 1 w 731
ὀνομάζειν 1 w 740
πάντων 1 w 747
ῥᾴστη 1 w 752
γέγονεν 1 w 759
3 w 761
δὲ 4 w 763
τροφὴ 1 w 768
δύσκολός 1 w 776
τε 11 w 778
καὶ 15 w 781
ἀεὶ 1 w 784
ἐν 2 w 786
φόβῳ 1 w 790
περὶ 2 w 794
αὐτοῦ 1 w 799
δεδιότι 1 w 806
τὰ 7 w 809
μὲν 1 w 812
οὖν 2 w 815
ἄλλα 2 w 819
πολλὰ 1 w 824
ἂν 2 w 826
εἴη 1 w 829
λέγειν 2 w 835
4 w 837
δὲ 5 w 839
νῦν 1 w 842
παροῦσα 1 w 849
ἐπιθυμία 1 w 857
τούτῳ 1 w 862
πάνυ 3 w 866
με 7 w 868
φοβεῖ 1 w 873
ἔστι 1 w 878
μὲν 2 w 881
γὰρ 3 w 884
οὐκ 1 w 887
ἀγεννής 1 w 894
σφαλερὰ 1 w 902
δέ 1 w 904
ἐπιθυμεῖ 1 w 913
γὰρ 4 w 916
δὴ 2 w 918
οὗτος 1 w 923
ἡμῖν 2 w 927
3 w 929
Σώκρατες 3 w 937
ὥς 1 w 940
φησι 1 w 944
σοφὸς 1 w 950
γενέσθαι 1 w 958
δοκῶ 1 w 963
γάρ 1 w 966
μοι 1 w 969
τῶν 3 w 973
ἡλικιωτῶν 1 w 982
τινες 1 w 987
αὐτοῦ 2 w 992
καὶ 16 w 995
δημοτῶν 1 w 1002
εἰς 2 w 1006
τὸ 8 w 1008
ἄστυ 1 w 1012
καταβαίνοντες 1 w 1025
λόγους 1 w 1032
τινὰς 1 w 1037
ἀπομνημονεύοντες 1 w 1053
διαταράττουσιν 1 w 1067
αὐτόν 1 w 1072
οὓς 1 w 1076
ἐζήλωκεν 1 w 1084
καὶ 17 w 1087
πάλαι 1 w 1092
μοι 2 w 1095
πράγματα 1 w 1103
παρέχει 1 w 1110
ἀξιῶν 1 w 1116
ἐπιμεληθῆναί 1 w 1128
με 10 w 1130
ἑαυτοῦ 1 w 1136
καὶ 18 w 1139
χρήματα 1 w 1146
τελέσαι 1 w 1153
τινὶ 1 w 1157
τῶν 6 w 1160
σοφιστῶν 1 w 1168
ὅστις 1 w 1174
αὐτὸν 2 w 1179
σοφὸν 1 w 1184
ποιήσει 1 w 1191
ἐμοὶ 2 w 1196
δὲ 6 w 1198
τῶν 8 w 1201
μὲν 3 w 1204
χρημάτων 1 w 1212
καὶ 19 w 1215
ἔλαττον 1 w 1222
μέλει 1 w 1227
ἡγοῦμαι 1 w 1235
δὲ 7 w 1237
τοῦτον 1 w 1243
οὐκ 2 w 1246
εἰς 3 w 1249
μικρὸν 1 w 1255
κίνδυνον 1 w 1263
ἰέναι 1 w 1268
οἷ 1 w 1270
σπεύδει 1 w 1277
ΔΗ 4 w 1280
τέως 1 w 1285
μὲν 4 w 1288
οὖν 3 w 1291
αὐτὸν 3 w 1296
κατεῖχον 1 w 1304
παραμυθούμενος 1 w 1318
ἐπειδὴ 1 w 1325
δὲ 8 w 1327
οὐκέτι 1 w 1333
οἷός 1 w 1337
τέ 2 w 1339
εἰμι 1 w 1343
ἡγοῦμαι 2 w 1351
κράτιστον 1 w 1360
εἶναι 1 w 1365
πείθεσθαι 1 w 1374
αὐτῷ 1 w 1378
ἵνα 1 w 1382
μὴ 2 w 1384
πολλάκις 1 w 1392
ἄνευ 1 w 1396
ἐμοῦ 2 w 1400
συγγενόμενός 1 w 1412
τῳ 2 w 1414
διαφθαρῇ 1 w 1422
νῦν 2 w 1426
οὖν 4 w 1429
ἥκω 1 w 1432
ἐπʼ 1 w 1435
αὐτὰ 1 w 1439
ταῦτα 1 w 1444
ἵνα 2 w 1448
τῳ 3 w 1450
τούτων 1 w 1456
τῶν 9 w 1459
σοφιστῶν 2 w 1467
δοκούντων 1 w 1476
εἶναι 2 w 1481
συστήσω 1 w 1488
τουτονί 1 w 1495
σὺ 1 w 1498
οὖν 5 w 1501
ἡμῖν 3 w 1505
εἰς 4 w 1508
καλὸν 1 w 1513
παρεφάνης 1 w 1522
1 w 1524
ἂν 3 w 1526
ἐγὼ 2 w 1529
μάλιστα 1 w 1536
ἐβουλόμην 1 w 1545
περὶ 3 w 1549
τῶν 11 w 1552
τοιούτων 1 w 1560
μέλλων 1 w 1566
πράξειν 1 w 1573
συμβουλεύσασθαι 1 w 1588
ἀλλʼ 2 w 1593
εἴ 5 w 1595
τι 12 w 1597
ἔχεις 1 w 1602
συμβουλεύειν 1 w 1614
ἐξ 1 w 1616
ὧν 1 w 1618
ἐμοῦ 3 w 1622
ἀκήκοας 1 w 1629
ἔξεστί 1 w 1636
τε 17 w 1638
καὶ 20 w 1641
χρή 2 w 1644
ΣΩ 3 w 1647
ἀλλὰ 2 w 1652
μὲν 5 w 1655
δή 2 w 1657
4 w 1659
Δημόδοκε 1 w 1667
καὶ 21 w 1671
λέγεταί 1 w 1678
γε 9 w 1680
συμβουλὴ 1 w 1688
ἱερὸν 1 w 1693
χρῆμα 1 w 1698
εἶναι 3 w 1703
εἴπερ 1 w 1709
οὖν 6 w 1712
καὶ 22 w 1715
ἄλλη 1 w 1719
ἡτισοῦν 1 w 1726
ἐστιν 1 w 1731
ἱερά 1 w 1735
καὶ 23 w 1739
αὕτη 1 w 1743
ἂν 4 w 1745
εἴη 2 w 1748
περὶ 4 w 1752
ἧς 1 w 1754
σὺ 2 w 1756
νῦν 3 w 1759
συμβουλεύῃ 1 w 1769
οὐ 4 w 1772
γὰρ 5 w 1775
ἔστι 2 w 1779
περὶ 5 w 1783
ὅτου 1 w 1787
θειοτέρου 1 w 1796
ἂν 5 w 1798
ἄνθρωπος 1 w 1806
βουλεύσαιτο 1 w 1817
1 w 1818
περὶ 6 w 1822
παιδείας 1 w 1830
καὶ 24 w 1833
αὑτοῦ 1 w 1838
καὶ 25 w 1841
τῶν 12 w 1844
αὑτοῦ 2 w 1849
οἰκείων 1 w 1856
πρῶτον 1 w 1863
μὲν 6 w 1866
οὖν 7 w 1869
ἐγώ 1 w 1872
τε 18 w 1874
καὶ 26 w 1877
σὺ 3 w 1879
συνομολογήσωμεν 1 w 1894
τί 2 w 1896
ποτε 1 w 1900
οἰόμεθα 1 w 1907
τοῦτο 4 w 1912
εἶναι 4 w 1917
περὶ 7 w 1921
οὗ 2 w 1923
βουλευόμεθα 1 w 1934
μὴ 3 w 1937
γὰρ 6 w 1940
πολλάκις 2 w 1948
ἐγὼ 3 w 1951
μὲν 7 w 1954
ἄλλο 1 w 1958
τι 16 w 1960
αὐτὸ 5 w 1964
ὑπολαμβάνω 1 w 1974
σὺ 4 w 1977
δὲ 9 w 1979
ἄλλο 2 w 1983
κἄπειτα 1 w 1991
πόρρω 1 w 1996
που 1 w 1999
τῆς 2 w 2002
συνουσίας 1 w 2011
αἰσθώμεθα 1 w 2020
γελοῖοι 1 w 2027
ὄντες 1 w 2032
ἐγώ 2 w 2036
τε 21 w 2038
1 w 2039
συμβουλεύων 1 w 2050
καὶ 27 w 2053
σὺ 5 w 2055
2 w 2056
συμβουλευόμενος 1 w 2071
μηδὲν 1 w 2077
τῶν 13 w 2080
αὐτῶν 1 w 2085
ἡγούμενοι 1 w 2094
ΔΗ 5 w 2097
ἀλλά 1 w 2102
μοι 3 w 2105
δοκεῖς 1 w 2111
ὀρθῶς 1 w 2116
λέγειν 3 w 2122
5 w 2124
Σώκρατες 4 w 2132
καὶ 28 w 2136
ποιεῖν 1 w 2142
χρὴ 1 w 2145
οὕτω 2 w 2149
ΣΩ 4 w 2152
καὶ 29 w 2156
λέγω 1 w 2160
γε 12 w 2162
ὀρθῶς 2 w 2167
οὐ 5 w 2170
μέντοι 1 w 2176
παντάπασί 1 w 2185
γε 13 w 2187
σμικρὸν 1 w 2195
γάρ 2 w 2198
τι 17 w 2200
μετατίθεμαι 1 w 2211
ἐννοῶ 1 w 2217
γὰρ 7 w 2220
μὴ 4 w 2222
καὶ 30 w 2225
3 w 2226
μειρακίσκος 1 w 2237
οὗτος 2 w 2242
οὐ 6 w 2244
τούτου 1 w 2250
ἐπιθυμεῖ 2 w 2258
οὗ 4 w 2260
ἡμεῖς 1 w 2265
αὐτὸν 4 w 2270
οἰόμεθα 2 w 2277
ἐπιθυμεῖν 1 w 2286
ἀλλʼ 3 w 2290
ἑτέρου 1 w 2296
εἶτʼ 1 w 2301
αὖ 1 w 2303
ἡμεῖς 2 w 2308
ἔτι 1 w 2311
ἀτοπώτεροι 1 w 2321
ὦμεν 1 w 2325
περὶ 8 w 2329
ἄλλου 1 w 2334
του 7 w 2337
βουλευόμενοι 1 w 2349
ὀρθότατον 1 w 2359
οὖν 8 w 2362
μοι 4 w 2365
δοκεῖ 3 w 2370
εἶναι 5 w 2375
ἀπʼ 1 w 2378
αὐτοῦ 3 w 2383
τούτου 2 w 2389
ἄρχεσθαι 1 w 2397
διαπυνθανομένους 1 w 2414
ὅτι 1 w 2417
καὶ 31 w 2420
ἔστιν 1 w 2425
οὗ 5 w 2427
ἐπιθυμεῖ 4 w 2435
ΔΗ 6 w 2438
κινδυνεύει 2 w 2449
γοῦν 1 w 2453
οὕτω 3 w 2457
βέλτιστον 1 w 2466
εἶναι 6 w 2471
ὡς 1 w 2473
σὺ 6 w 2475
λέγεις 1 w 2481
ΣΩ 5 w 2484
εἰπὲ 1 w 2489
δή 3 w 2491
μοι 5 w 2494
τί 4 w 2497
καλὸν 2 w 2502
ὄνομα 1 w 2507
τῷ 2 w 2509
νεανίσκῳ 1 w 2517
τί 5 w 2520
αὐτὸν 5 w 2525
προσαγορεύωμεν 1 w 2539
ΔΗ 7 w 2542
Θεάγης 1 w 2549
ὄνομα 2 w 2554
τούτῳ 2 w 2559
7 w 2561
Σώκρατες 5 w 2569
ΣΩ 6 w 2572
καλόν 1 w 2578
γε 15 w 2580
8 w 2582
Δημόδοκε 2 w 2590
τῷ 3 w 2593
ὑεῖ 1 w 2596
τὸ 14 w 2598
ὄνομα 3 w 2603
ἔθου 1 w 2607
καὶ 32 w 2610
ἱεροπρεπές 1 w 2620
εἰπὲ 2 w 2625
δὴ 4 w 2627
ἡμῖν 4 w 2631
9 w 2633
Θέαγες 1 w 2639
ἐπιθυμεῖν 2 w 2649
φῂς 1 w 2652
σοφὸς 2 w 2657
γενέσθαι 2 w 2665
καὶ 33 w 2669
ἀξιοῖς 1 w 2675
σου 1 w 2678
τὸν 7 w 2681
πατέρα 1 w 2687
τόνδε 1 w 2692
ἐξευρεῖν 1 w 2700
ἀνδρός 1 w 2706
τινος 1 w 2711
συνουσίαν 1 w 2720
τοιούτου 1 w 2728
ὅστις 2 w 2733
σε 2 w 2735
σοφὸν 2 w 2740
ποιήσει 2 w 2747
ΘΕ 1 w 2750
ναί 2 w 2754
ΣΩ 7 w 2757
σοφοὺς 1 w 2764
δὲ 11 w 2766
καλεῖς 1 w 2772
πότερον 1 w 2779
τοὺς 1 w 2783
ἐπιστήμονας 1 w 2794
περὶ 9 w 2799
ὅτου 2 w 2803
ἂν 6 w 2805
ἐπιστήμονες 1 w 2816
ὦσιν 1 w 2820
2 w 2822
τοὺς 2 w 2826
μή 1 w 2828
ΘΕ 2 w 2831
τοὺς 3 w 2836
ἐπιστήμονας 2 w 2847
ἔγωγε 1 w 2852
ΣΩ 8 w 2855
τί 6 w 2858
οὖν 9 w 2861
οὐκ 4 w 2865
ἐδιδάξατό 1 w 2874
σε 4 w 2876
4 w 2877
πατὴρ 1 w 2882
καὶ 34 w 2885
ἐπαίδευσεν 1 w 2895
ἅπερ 1 w 2899
ἐνθάδε 1 w 2905
οἱ 1 w 2907
ἄλλοι 1 w 2912
πεπαίδευνται 1 w 2924
οἱ 2 w 2927
τῶν 15 w 2930
καλῶν 1 w 2935
κἀγαθῶν 1 w 2942
πατέρων 1 w 2949
ὑεῖς 1 w 2953
οἷον 1 w 2958
γράμματά 1 w 2966
τε 26 w 2968
καὶ 35 w 2971
κιθαρίζειν 1 w 2981
καὶ 36 w 2984
παλαίειν 1 w 2992
καὶ 37 w 2995
τὴν 4 w 2998
ἄλλην 1 w 3003
ἀγωνίαν 1 w 3010
ΘΕ 3 w 3013
ἐμέ 1 w 3017
γε 19 w 3019
ΣΩ 9 w 3022
ἔτι 2 w 3026
οὖν 10 w 3029
οἴει 1 w 3033
τινὸς 1 w 3038
ἐπιστήμης 1 w 3047
ἐλλείπειν 1 w 3056
ἧς 2 w 3059
προσήκει 1 w 3067
ὑπὲρ 1 w 3071
σοῦ 3 w 3074
τὸν 8 w 3077
πατέρα 2 w 3083
ἐπιμεληθῆναι 1 w 3095
ΘΕ 4 w 3098
ἔγωγε 2 w 3104
ΣΩ 10 w 3107
τίς 1 w 3111
ἐστιν 2 w 3116
αὕτη 2 w 3120
εἰπὲ 3 w 3125
καὶ 38 w 3128
ἡμῖν 5 w 3132
ἵνα 3 w 3136
σοι 3 w 3139
χαρισώμεθα 1 w 3149
ΘΕ 5 w 3152
οἶδεν 1 w 3158
καὶ 39 w 3161
οὗτος 3 w 3166
11 w 3168
Σώκρατες 6 w 3176
ἐπεὶ 1 w 3181
πολλάκις 3 w 3189
ἐγὼ 4 w 3192
αὐτῷ 2 w 3196
εἴρηκα 1 w 3202
ἀλλὰ 3 w 3207
ταῦτα 2 w 3212
ἐξεπίτηδες 1 w 3222
πρὸς 1 w 3226
σὲ 1 w 3228
λέγει 5 w 3233
ὡς 2 w 3236
δὴ 5 w 3238
οὐκ 5 w 3241
εἰδὼς 1 w 3246
οὗ 7 w 3248
ἐγὼ 5 w 3251
ἐπιθυμῶ 1 w 3258
τοιαῦτα 1 w 3266
γὰρ 8 w 3269
ἕτερα 1 w 3274
καὶ 40 w 3277
πρὸς 2 w 3281
ἐμὲ 1 w 3284
μάχεταί 1 w 3291
τε 29 w 3293
καὶ 41 w 3296
οὐκ 6 w 3299
ἐθέλει 1 w 3305
με 33 w 3307
οὐδενὶ 1 w 3313
συστῆσαι 1 w 3321
ΣΩ 11 w 3324
ἀλλὰ 4 w 3329
τὰ 9 w 3331
μὲν 8 w 3334
ἔμπροσθέν 1 w 3343
σοι 4 w 3346
ἦν 1 w 3348
πρὸς 3 w 3352
τοῦτον 2 w 3358
ῥηθέντα 1 w 3365
ὥσπερ 1 w 3370
ἄνευ 2 w 3374
μαρτύρων 1 w 3382
λεγόμενα 1 w 3390
νυνὶ 1 w 3395
δὲ 12 w 3397
ἐμὲ 2 w 3400
ποίησαι 2 w 3407
μάρτυρα 1 w 3414
καὶ 42 w 3418
ἐναντίον 1 w 3426
ἐμοῦ 4 w 3430
κάτειπε 1 w 3437
τίς 2 w 3440
ἐστιν 3 w 3445
αὕτη 3 w 3449
16 w 3450
σοφία 1 w 3455
ἧς 3 w 3457
ἐπιθυμεῖς 1 w 3466
φέρε 1 w 3471
γάρ 3 w 3474
εἰ 13 w 3477
ἐπεθύμεις 1 w 3486
ταύτης 1 w 3492
1 w 3493
οἱ 3 w 3495
ἄνθρωποι 1 w 3503
τὰ 10 w 3505
πλοῖα 1 w 3510
κυβερνῶσιν 1 w 3520
καὶ 43 w 3524
ἐγώ 3 w 3527
σε 6 w 3529
ἐτύγχανον 1 w 3538
ἀνερωτῶν 1 w 3546
12 w 3548
Θέαγες 2 w 3554
τίνος 1 w 3560
ἐνδεὴς 1 w 3566
ὢν 1 w 3568
σοφίας 1 w 3574
μέμφῃ 1 w 3579
τῷ 5 w 3581
πατρὶ 1 w 3586
ὅτι 2 w 3589
οὐκ 7 w 3592
ἐθέλει 2 w 3598
σε 7 w 3600
συνιστάναι 1 w 3610
παρʼ 1 w 3614
ὧν 2 w 3616
ἂν 7 w 3618
σὺ 7 w 3620
σοφὸς 3 w 3625
γένοιο 1 w 3631
τί 11 w 3634
ἄν 5 w 3636
μοι 6 w 3639
ἀπεκρίνω 1 w 3647
τίνα 1 w 3652
αὐτὴν 2 w 3657
εἶναι 7 w 3662
ἆρα 1 w 3666
οὐ 12 w 3668
κυβερνητικήν 1 w 3680
ΘΕ 6 w 3683
ναί 3 w 3687
ΣΩ 12 w 3690
εἰ 14 w 3693
δὲ 13 w 3695
ἐπιθυμῶν 1 w 3703
ταύτην 1 w 3709
τὴν 6 w 3712
σοφίαν 1 w 3718
εἶναι 8 w 3723
σοφὸς 4 w 3728
2 w 3729
τὰ 11 w 3731
ἅρματα 1 w 3737
κυβερνῶσιν 2 w 3747
εἶτʼ 2 w 3751
ἐμέμφου 1 w 3758
τῷ 6 w 3760
πατρί 1 w 3765
ἐμοῦ 5 w 3770
αὖ 2 w 3772
ἐρωτῶντος 1 w 3781
τίς 3 w 3784
ἐστιν 4 w 3789
αὕτη 4 w 3793
17 w 3794
σοφία 4 w 3799
τίνα 2 w 3804
ἂν 8 w 3806
ἀπεκρίνω 2 w 3814
αὐτὴν 3 w 3819
εἶναι 9 w 3824
ἆρʼ 1 w 3828
οὐχὶ 1 w 3832
ἡνιοχικήν 1 w 3841
ΘΕ 7 w 3844
ναί 4 w 3848
ΣΩ 13 w 3851
ἧς 4 w 3854
δὲ 14 w 3856
δὴ 6 w 3858
νῦν 4 w 3861
τυγχάνεις 1 w 3870
ἐπιθυμῶν 2 w 3878
πότερον 2 w 3886
ἀνώνυμός 1 w 3894
τίς 4 w 3897
ἐστιν 5 w 3902
3 w 3903
ἔχει 4 w 3907
ὄνομα 4 w 3912
ΘΕ 8 w 3915
οἶμαι 1 w 3921
ἔγωγε 3 w 3926
ἔχειν 3 w 3931
ΣΩ 14 w 3934
πότερον 3 w 3942
οὖν 11 w 3945
αὐτὴν 4 w 3950
μὲν 9 w 3953
οἶσθα 1 w 3958
οὐ 14 w 3961
μέντοι 2 w 3967
τό 4 w 3969
γε 24 w 3971
ὄνομα 5 w 3976
4 w 3978
καὶ 44 w 3981
τὸ 17 w 3983
ὄνομα 6 w 3988
ΘΕ 9 w 3991
καὶ 45 w 3995
τὸ 18 w 3997
ὄνομα 7 w 4002
ἔγωγε 4 w 4007
ΣΩ 15 w 4010
τί 16 w 4013
οὖν 12 w 4016
ἔστιν 2 w 4021
εἰπέ 1 w 4026
ΘΕ 10 w 4029
τί 17 w 4032
δὲ 15 w 4034
ἄλλο 5 w 4038
13 w 4040
Σώκρατες 7 w 4048
αὐτῇ 1 w 4053
ὄνομά 1 w 4058
τις 4 w 4061
φαίη 1 w 4065
ἂν 9 w 4067
εἶναι 10 w 4072
ἀλλʼ 4 w 4076
5 w 4077
σοφίαν 2 w 4083
ΣΩ 16 w 4086
οὐκοῦν 1 w 4093
καὶ 46 w 4096
19 w 4097
ἡνιοχεία 1 w 4105
σοφία 6 w 4110
ἐστίν 1 w 4115
6 w 4117
ἀμαθία 1 w 4123
δοκεῖ 4 w 4128
σοι 5 w 4131
εἶναι 11 w 4136
ΘΕ 11 w 4139
οὐκ 9 w 4143
ἔμοιγε 1 w 4149
ΣΩ 17 w 4152
ἀλλὰ 5 w 4157
σοφία 7 w 4162
ΘΕ 12 w 4165
ναί 5 w 4169
ΣΩ 18 w 4172
ἧι 1 w 4175
τί 19 w 4177
χρώμεθα 1 w 4184
οὐχ 2 w 4188
3 w 4189
ἵππων 1 w 4194
ἐπιστάμεθα 1 w 4204
ζεύγους 1 w 4211
ἄρχειν 1 w 4217
ΘΕ 13 w 4220
ναί 6 w 4224
ΣΩ 19 w 4227
οὐκοῦν 2 w 4234
καὶ 47 w 4237
21 w 4238
κυβερνητικὴ 1 w 4249
σοφία 8 w 4254
ἐστίν 2 w 4259
ΘΕ 14 w 4262
ἔμοιγε 2 w 4269
δοκεῖ 5 w 4274
ΣΩ 20 w 4277
ἆρʼ 2 w 4281
οὐχ 3 w 4284
αὕτη 5 w 4288
4 w 4289
πλοίων 1 w 4295
ἐπιστάμεθα 2 w 4305
ἄρχειν 2 w 4311
ΘΕ 15 w 4314
αὕτη 6 w 4319
μὲν 10 w 4322
οὖν 13 w 4325
ΣΩ 21 w 4328
ἧς 5 w 4331
δὲ 16 w 4333
δὴ 7 w 4335
σὺ 8 w 4337
ἐπιθυμεῖς 2 w 4346
22 w 4347
σοφία 9 w 4352
τίς 5 w 4355
ἐστιν 6 w 4360
5 w 4362
τίνος 2 w 4367
ἐπιστάμεθα 3 w 4377
ἄρχειν 3 w 4383
ΘΕ 16 w 4386
ἐμοὶ 3 w 4391
μὲν 11 w 4394
δοκεῖ 6 w 4399
6 w 4401
τῶν 18 w 4404
ἀνθρώπων 2 w 4412
ΣΩ 22 w 4415
μῶν 3 w 4419
7 w 4420
τῶν 19 w 4423
καμνόντων 1 w 4432
ΘΕ 17 w 4435
οὐ 20 w 4438
δῆτα 1 w 4442
ΣΩ 23 w 4445
ἰατρικὴ 1 w 4453
γὰρ 9 w 4456
αὕτη 7 w 4460
ἐστίν 3 w 4465
2 w 4467
γάρ 4 w 4470
ΘΕ 18 w 4473
ναί 7 w 4477
ΣΩ 24 w 4480
ἀλλʼ 5 w 4485
8 w 4486
τῶν 20 w 4489
ᾀδόντων 1 w 4496
ἐπιστάμεθα 4 w 4506
ἐν 7 w 4508
τοῖς 3 w 4512
χοροῖς 1 w 4518
ἄρχειν 4 w 4524
ΘΕ 19 w 4527
οὔ 1 w 4530
ΣΩ 25 w 4533
μουσικὴ 1 w 4541
γὰρ 10 w 4544
αὕτη 8 w 4548
γε 28 w 4550
ΘΕ 20 w 4553
πάνυ 4 w 4558
γε 29 w 4560
ΣΩ 26 w 4563
ἀλλʼ 6 w 4568
9 w 4569
τῶν 21 w 4572
γυμναζομένων 1 w 4584
ἐπιστάμεθα 5 w 4594
ἄρχειν 5 w 4600
ΘΕ 21 w 4603
οὔ 2 w 4606
ΣΩ 27 w 4609
γυμναστικὴ 1 w 4620
γὰρ 11 w 4623
αὕτη 9 w 4627
γε 30 w 4629
ΘΕ 22 w 4632
ναί 8 w 4636
ΣΩ 28 w 4639
ἀλλʼ 7 w 4644
10 w 4645
τῶν 22 w 4648
τί 24 w 4650
ποιούντων 1 w 4659
προθυμοῦ 1 w 4668
εἰπεῖν 1 w 4674
ὥσπερ 2 w 4679
ἐγὼ 6 w 4682
σοὶ 2 w 4685
τὰ 12 w 4687
ἔμπροσθεν 1 w 4696
ΘΕ 23 w 4699
ἧι 2 w 4702
τῶν 23 w 4705
ἐν 8 w 4707
τῇ 2 w 4709
πόλει 1 w 4714
ἔμοιγε 3 w 4721
δοκεῖ 7 w 4726
ΣΩ 29 w 4729
οὐκοῦν 3 w 4736
ἐν 9 w 4738
τῇ 3 w 4740
πόλει 2 w 4745
εἰσὶν 1 w 4750
καὶ 48 w 4753
οἱ 4 w 4755
κάμνοντες 1 w 4764
ΘΕ 24 w 4767
ναί 9 w 4771
ἀλλʼ 8 w 4776
οὐ 22 w 4778
τούτων 2 w 4784
λέγω 2 w 4788
μόνον 1 w 4793
ἀλλὰ 6 w 4798
καὶ 49 w 4801
τῶν 24 w 4804
ἄλλων 1 w 4809
τῶν 25 w 4812
ἐν 10 w 4814
τῇ 4 w 4816
πόλει 3 w 4821
ΣΩ 30 w 4824
ἆρά 1 w 4828
γε 32 w 4830
μανθάνω 1 w 4837
ἣν 1 w 4839
λέγεις 2 w 4845
τέχνην 1 w 4851
δοκεῖς 2 w 4858
γάρ 5 w 4861
μοι 10 w 4864
λέγειν 4 w 4870
οὐχ 4 w 4873
11 w 4874
τῶν 26 w 4877
θεριζόντων 1 w 4887
ἐπιστάμεθα 6 w 4897
ἄρχειν 6 w 4903
καὶ 50 w 4906
τρυγώντων 1 w 4915
καὶ 51 w 4918
τῶν 27 w 4921
φυτευόντων 1 w 4931
καὶ 52 w 4934
σπειρόντων 1 w 4944
καὶ 53 w 4947
ἁλοώντων 1 w 4955
αὕτη 10 w 4960
μὲν 12 w 4963
γὰρ 12 w 4966
γεωργική 1 w 4974
12 w 4976
τούτων 3 w 4982
ἄρχομεν 1 w 4989
3 w 4991
γάρ 6 w 4994
ΘΕ 25 w 4997
ναί 10 w 5001
ΣΩ 31 w 5004
οὐδέ 1 w 5009
γε 36 w 5011
οἶμαι 2 w 5016
13 w 5017
τῶν 28 w 5020
πριζόντων 1 w 5029
καὶ 54 w 5032
τρυπώντων 1 w 5041
καὶ 55 w 5044
ξεόντων 1 w 5051
καὶ 56 w 5054
τορνευόντων 1 w 5065
συμπάντων 1 w 5074
ἐπιστάμεθα 7 w 5084
ἄρχειν 7 w 5090
οὐ 25 w 5093
ταύτην 2 w 5099
λέγεις 3 w 5105
αὕτη 11 w 5110
μὲν 13 w 5113
γὰρ 13 w 5116
οὐ 26 w 5118
τεκτονική 1 w 5127
ΘΕ 26 w 5130
ναί 11 w 5134
ΣΩ 32 w 5137
ἀλλʼ 9 w 5142
ἴσως 1 w 5146
14 w 5147
τούτων 4 w 5153
τε 37 w 5155
πάντων 3 w 5161
καὶ 57 w 5164
αὐτῶν 2 w 5169
τῶν 30 w 5172
γεωργῶν 1 w 5179
καὶ 58 w 5182
τῶν 31 w 5185
τεκτόνων 1 w 5193
καὶ 59 w 5196
τῶν 32 w 5199
δημιουργῶν 1 w 5209
ἁπάντων 1 w 5216
καὶ 60 w 5219
τῶν 33 w 5222
ἰδιωτῶν 1 w 5229
καὶ 61 w 5232
τῶν 35 w 5235
γυναικῶν 1 w 5243
καὶ 62 w 5246
ἀνδρῶν 1 w 5252
ταύτην 3 w 5259
ἴσως 2 w 5263
λέγεις 4 w 5269
τὴν 9 w 5272
σοφίαν 3 w 5278
ΘΕ 27 w 5281
ταύτην 4 w 5288
πάλαι 2 w 5293
14 w 5295
Σώκρατες 8 w 5303
βούλομαι 1 w 5312
λέγειν 5 w 5318
ΣΩ 33 w 5321
ἔχεις 2 w 5327
οὖν 14 w 5330
εἰπεῖν 2 w 5336
Αἴγισθος 1 w 5345
5 w 5346
Ἀγαμέμνονα 1 w 5356
ἀποκτείνας 1 w 5366
ἐν 11 w 5368
Ἄργει 1 w 5373
ἆρα 2 w 5376
τούτων 5 w 5382
ἦρχεν 1 w 5387
ὧν 3 w 5389
σὺ 9 w 5391
λέγεις 5 w 5397
τῶν 36 w 5401
τε 41 w 5403
δημιουργῶν 2 w 5413
καὶ 63 w 5416
ἰδιωτῶν 2 w 5423
καὶ 64 w 5426
ἀνδρῶν 2 w 5432
καὶ 65 w 5435
γυναικῶν 2 w 5443
συμπάντων 2 w 5452
7 w 5454
ἄλλων 2 w 5459
τινῶν 1 w 5464
ΘΕ 28 w 5467
οὔκ 1 w 5471
ἀλλὰ 7 w 5476
τούτων 6 w 5482
ΣΩ 34 w 5485
τί 25 w 5488
δὲ 17 w 5490
δή 4 w 5492
Πηλεὺς 1 w 5499
6 w 5500
Αἰακοῦ 1 w 5506
ἐν 12 w 5508
Φθίᾳ 1 w 5512
οὐ 27 w 5514
τῶν 38 w 5517
αὐτῶν 3 w 5522
τούτων 7 w 5528
ἦρχεν 2 w 5533
ΘΕ 29 w 5536
ναί 12 w 5540
ΣΩ 35 w 5543
Περίανδρον 1 w 5554
δὲ 18 w 5556
τὸν 9 w 5559
Κυψέλου 1 w 5566
ἄρχοντα 1 w 5573
ἐν 13 w 5575
Κορίνθῳ 1 w 5582
ἤδη 1 w 5585
ἀκήκοας 2 w 5592
γενέσθαι 3 w 5600
ΘΕ 30 w 5603
ἔγωγε 5 w 5609
ΣΩ 36 w 5612
οὐ 28 w 5615
τῶν 40 w 5618
αὐτῶν 4 w 5623
τούτων 8 w 5629
ἄρχοντα 2 w 5636
ἐν 14 w 5638
τῇ 5 w 5640
αὑτοῦ 3 w 5645
πόλει 4 w 5650
ΘΕ 31 w 5653
ναί 13 w 5657
ΣΩ 37 w 5660
τί 26 w 5663
δὲ 19 w 5665
Ἀρχέλαον 1 w 5673
τὸν 10 w 5676
Περδίκκου 1 w 5685
τὸν 11 w 5689
νεωστὶ 1 w 5695
τοῦτον 3 w 5701
ἄρχοντα 3 w 5708
ἐν 15 w 5710
Μακεδονίᾳ 1 w 5719
οὐ 29 w 5722
τῶν 42 w 5725
αὐτῶν 5 w 5730
ἡγῇ 1 w 5733
τούτων 9 w 5739
ἄρχειν 8 w 5745
ΘΕ 32 w 5748
ἔγωγε 6 w 5754
ΣΩ 38 w 5757
Ἱππίαν 1 w 5764
δὲ 20 w 5766
τὸν 12 w 5769
Πεισιστράτου 1 w 5781
ἐν 16 w 5783
τῇδε 1 w 5787
τῇ 7 w 5789
πόλει 5 w 5794
ἄρξαντα 1 w 5801
τίνων 1 w 5806
οἴει 2 w 5810
ἄρξαι 1 w 5815
οὐ 30 w 5818
τούτων 10 w 5824
ΘΕ 33 w 5827
πῶς 1 w 5831
γὰρ 14 w 5834
οὔ 4 w 5836
ΣΩ 39 w 5839
εἴποις 1 w 5846
ἂν 10 w 5848
οὖν 15 w 5851
μοι 11 w 5854
τίνα 3 w 5858
ἐπωνυμίαν 1 w 5867
ἔχει 7 w 5871
Βάκις 1 w 5876
τε 42 w 5878
καὶ 66 w 5881
Σίβυλλα 1 w 5888
καὶ 67 w 5891
7 w 5892
ἡμεδαπὸς 1 w 5900
Ἀμφίλυτος 1 w 5909
ΘΕ 34 w 5912
τίνα 4 w 5917
γὰρ 15 w 5920
ἄλλην 2 w 5925
15 w 5927
Σώκρατες 9 w 5935
πλήν 1 w 5940
γε 46 w 5942
χρησμῳδοί 1 w 5951
ΣΩ 40 w 5954
ὀρθῶς 3 w 5960
λέγεις 6 w 5966
ἀλλὰ 8 w 5971
καὶ 68 w 5974
τούσδε 1 w 5980
μοι 12 w 5983
οὕτω 4 w 5987
πειρῶ 1 w 5992
ἀποκρίνασθαι 1 w 6004
τίνα 5 w 6009
ἐπωνυμίαν 2 w 6018
ἔχει 8 w 6022
Ἱππίας 1 w 6028
καὶ 69 w 6031
Περίανδρος 1 w 6041
διὰ 1 w 6044
τὴν 10 w 6047
αὐτὴν 5 w 6052
ἀρχήν 1 w 6057
ΘΕ 35 w 6060
οἶμαι 3 w 6066
μὲν 14 w 6069
τύραννοι 1 w 6077
τί 31 w 6080
γὰρ 16 w 6083
ἄλλο 6 w 6087
ΣΩ 41 w 6090
οὐκοῦν 4 w 6097
ὅστις 3 w 6102
ἐπιθυμεῖ 8 w 6110
τῶν 44 w 6113
ἀνθρώπων 3 w 6121
τῶν 45 w 6124
ἐν 17 w 6126
τῇ 8 w 6128
πόλει 6 w 6133
συμπάντων 3 w 6142
ἄρχειν 9 w 6148
τῆς 3 w 6152
αὐτῆς 1 w 6157
ἀρχῆς 1 w 6162
τούτοις 1 w 6169
ἐπιθυμεῖ 9 w 6177
τυραννικῆς 1 w 6188
καὶ 70 w 6192
τύραννος 1 w 6200
εἶναι 12 w 6205
ΘΕ 36 w 6208
φαίνεται 1 w 6217
ΣΩ 42 w 6220
οὐκοῦν 5 w 6227
ταύτης 2 w 6233
ἐπιθυμεῖν 3 w 6242
σὺ 10 w 6244
φῄς 1 w 6247
ΘΕ 37 w 6250
ἔοικέν 1 w 6257
γε 48 w 6259
ἐξ 4 w 6261
ὧν 4 w 6263
ἐγὼ 7 w 6266
εἶπον 1 w 6271
ΣΩ 43 w 6274
16 w 6276
μιαρέ 1 w 6281
τυραννεῖν 1 w 6291
ἄρα 1 w 6294
ἡμῶν 1 w 6298
ἐπιθυμῶν 3 w 6306
πάλαι 3 w 6311
ἐμέμφου 2 w 6318
τῷ 7 w 6320
πατρὶ 2 w 6325
ὅτι 3 w 6328
σε 8 w 6330
οὐκ 14 w 6333
ἔπεμπεν 1 w 6340
εἰς 5 w 6343
διδασκάλου 1 w 6353
τυραννοδιδασκάλου 1 w 6370
τινός 1 w 6375
καὶ 71 w 6379
σύ 1 w 6381
17 w 6383
Δημόδοκε 3 w 6391
οὐκ 15 w 6395
αἰσχύνῃ 1 w 6402
πάλαι 4 w 6407
εἰδὼς 2 w 6412
οὗ 8 w 6414
ἐπιθυμεῖ 11 w 6422
οὗτος 4 w 6427
καὶ 72 w 6431
ἔχων 1 w 6435
ὅθι 1 w 6438
πέμψας 1 w 6444
αὐτὸν 6 w 6449
δημιουργὸν 1 w 6459
ἂν 11 w 6461
ἐποίησας 1 w 6469
τῆς 5 w 6472
σοφίας 2 w 6478
ἧς 6 w 6480
ἐπιθυμεῖ 12 w 6488
ἔπειτα 1 w 6495
φθονεῖς 1 w 6502
τε 44 w 6504
αὐτῷ 3 w 6508
καὶ 73 w 6511
οὐκ 16 w 6514
ἐθέλεις 1 w 6521
πέμπειν 1 w 6528
ἀλλὰ 9 w 6533
νῦν 5 w 6536
ὁρᾷς 1 w 6541
ἐπειδὴ 2 w 6549
ἐναντίον 2 w 6557
ἐμοῦ 6 w 6561
κατείρηκέ 1 w 6570
σου 2 w 6573
κοινῇ 1 w 6579
βουλευώμεθα 1 w 6590
ἐγώ 4 w 6593
τε 46 w 6595
καὶ 74 w 6598
σὺ 11 w 6600
ἐς 2 w 6602
τίνος 3 w 6607
ἂν 12 w 6609
αὐτὸν 7 w 6614
πέμποιμεν 1 w 6623
καὶ 75 w 6626
διὰ 2 w 6629
τὴν 12 w 6632
τίνος 4 w 6637
συνουσίαν 2 w 6646
σοφὸς 5 w 6651
ἂν 13 w 6653
γένοιτο 1 w 6660
τύραννος 2 w 6668
ΔΗ 8 w 6671
ναὶ 1 w 6675
μὰ 1 w 6677
Δία 1 w 6680
18 w 6682
Σώκρατες 10 w 6690
βουλευώμεθα 2 w 6702
δῆτα 2 w 6706
ὡς 3 w 6709
δοκεῖ 9 w 6714
γέ 4 w 6716
μοι 13 w 6719
βουλῆς 1 w 6725
δεῖν 1 w 6729
περὶ 10 w 6733
τούτου 3 w 6739
οὐ 36 w 6741
φαύλης 1 w 6747
ΣΩ 44 w 6750
ἔασον 1 w 6756
ὠγαθέ 1 w 6762
διαπυθώμεθα 1 w 6774
αὐτοῦ 4 w 6779
πρῶτον 2 w 6785
ἱκανῶς 1 w 6791
ΔΗ 9 w 6794
πυνθάνου 1 w 6803
δή 5 w 6805
ΣΩ 45 w 6808
τί 35 w 6811
οὖν 16 w 6814
ἂν 14 w 6816
εἰ 21 w 6818
Εὐριπίδῃ 1 w 6826
τι 41 w 6828
προσχρησαίμεθα 1 w 6842
19 w 6844
Θέαγες 3 w 6850
Εὐριπίδης 1 w 6860
γάρ 7 w 6863
πού 1 w 6866
φησιν 1 w 6871
σοφοὶ 1 w 6877
τύραννοι 2 w 6885
τῶν 46 w 6888
σοφῶν 1 w 6893
συνουσίᾳ 1 w 6901
Soph 1 w 6906
Fr 1 w 6909
14 1 w 6912
1 2 w 6914
εἰ 22 w 6916
οὖν 17 w 6919
ἔροιτό 1 w 6925
τις 6 w 6928
τὸν 15 w 6931
Εὐριπίδην 1 w 6940
20 w 6942
Εὐριπίδη 3 w 6950
τῶν 47 w 6954
τί 36 w 6956
σοφῶν 2 w 6961
συνουσίᾳ 2 w 6969
φῂς 2 w 6972
σοφοὺς 2 w 6978
εἶναι 13 w 6983
τοὺς 4 w 6987
τυράννους 1 w 6996
ὥσπερ 3 w 7002
ἂν 15 w 7004
εἰ 23 w 7006
εἰπόντα 1 w 7013
σοφοὶ 2 w 7019
γεωργοὶ 1 w 7026
τῶν 48 w 7029
σοφῶν 3 w 7034
συνουσίᾳ 3 w 7042
ἠρόμεθα 1 w 7050
τῶν 49 w 7053
τί 37 w 7055
σοφῶν 4 w 7060
τί 38 w 7063
ἂν 16 w 7065
ἡμῖν 6 w 7069
ἀπεκρίνατο 1 w 7079
ἆρʼ 3 w 7083
ἂν 17 w 7085
ἄλλο 7 w 7089
τι 43 w 7091
8 w 7092
τῶν 50 w 7095
τὰ 13 w 7097
γεωργικά 1 w 7105
ΘΕ 38 w 7108
οὔκ 2 w 7112
ἀλλὰ 10 w 7117
τοῦτο 7 w 7122
ΣΩ 46 w 7125
τί 39 w 7128
δὲ 21 w 7130
εἰ 25 w 7132
εἶπε 1 w 7136
σοφοὶ 3 w 7142
μάγειροι 1 w 7150
τῶν 51 w 7153
σοφῶν 5 w 7158
συνουσίᾳ 4 w 7166
εἰ 26 w 7169
ἠρόμεθα 2 w 7176
τῶν 52 w 7180
τί 40 w 7182
σοφῶν 6 w 7187
τί 41 w 7190
ἂν 18 w 7192
ἡμῖν 7 w 7196
ἀπεκρίνατο 2 w 7206
οὐχ 5 w 7210
ὅτι 4 w 7213
τῶν 53 w 7216
μαγείρων 1 w 7224
ΘΕ 39 w 7227
ναί 14 w 7231
ΣΩ 47 w 7234
τί 42 w 7237
δʼ 1 w 7239
εἰ 27 w 7241
σοφοὶ 4 w 7247
παλαισταὶ 1 w 7256
τῶν 54 w 7259
σοφῶν 7 w 7264
συνουσίᾳ 5 w 7272
εἶπεν 1 w 7277
εἰ 28 w 7280
ἠρόμεθα 3 w 7287
τῶν 55 w 7291
τί 43 w 7293
σοφῶν 8 w 7298
ἆρα 3 w 7302
οὐκ 17 w 7305
ἂν 19 w 7307
τῶν 56 w 7310
παλαίειν 2 w 7318
ἔφη 1 w 7321
ΘΕ 40 w 7324
ναί 15 w 7328
ΣΩ 48 w 7331
ἐπειδὴ 3 w 7338
δὲ 22 w 7340
εἶπε 3 w 7344
σοφοὶ 5 w 7350
τύραννοι 3 w 7358
τῶν 57 w 7361
σοφῶν 9 w 7366
συνουσίᾳ 6 w 7374
Soph 2 w 7379
Frag 1 w 7384
14 2 w 7387
1 4 w 7389
ἡμῶν 2 w 7393
ἐρωτώντων 1 w 7402
τῶν 58 w 7406
τί 44 w 7408
σοφῶν 10 w 7413
λέγεις 7 w 7419
21 w 7421
Εὐριπίδη 4 w 7429
τί 45 w 7432
ἂν 20 w 7434
φαίη 2 w 7438
ποῖα 1 w 7443
ἂν 21 w 7445
εἶναι 14 w 7450
ταῦτα 3 w 7455
ΘΕ 41 w 7458
ἀλλὰ 11 w 7463
μὰ 2 w 7465
Δίʼ 1 w 7468
οὐκ 18 w 7471
οἶδʼ 1 w 7475
ἔγωγε 7 w 7480
ΣΩ 49 w 7483
ἀλλὰ 12 w 7488
βούλει 3 w 7494
ἐγώ 5 w 7497
σοι 6 w 7500
εἴπω 1 w 7504
ΘΕ 42 w 7507
εἰ 29 w 7510
σὺ 12 w 7512
βούλει 4 w 7518
ΣΩ 50 w 7521
ταῦτʼ 1 w 7527
ἐστὶν 1 w 7532
ἅπερ 2 w 7536
ἔφη 2 w 7539
Ἀνακρέων 1 w 7547
τὴν 13 w 7550
Καλλικρίτην 1 w 7561
ἐπίστασθαι 1 w 7571
9 w 7573
οὐκ 19 w 7576
οἶσθα 2 w 7581
τὸ 26 w 7583
ᾆσμα 1 w 7587
ΘΕ 43 w 7590
ἔγωγε 8 w 7596
ΣΩ 51 w 7599
τί 46 w 7602
οὖν 18 w 7605
τοιαύτης 1 w 7614
τινὸς 2 w 7619
καὶ 76 w 7622
σὺ 13 w 7624
συνουσίας 2 w 7633
ἐπιθυμεῖς 3 w 7642
ἀνδρὸς 1 w 7648
ὅστις 4 w 7653
τυγχάνει 2 w 7661
ὁμότεχνος 1 w 7670
ὢν 2 w 7672
Καλλικρίτῃ 1 w 7682
τῇ 9 w 7684
Κυάνης 1 w 7690
καὶ 77 w 7693
ἐπίσταται 1 w 7702
τυραννικά 1 w 7711
ὥσπερ 4 w 7717
ἐκείνην 1 w 7724
ἔφη 3 w 7727
10 w 7728
ποιητής 1 w 7735
ἵνα 4 w 7739
καὶ 78 w 7742
σὺ 14 w 7744
ἡμῖν 8 w 7748
τύραννος 3 w 7756
γένῃ 1 w 7760
καὶ 79 w 7763
τῇ 10 w 7765
πόλει 7 w 7770
ΘΕ 44 w 7773
πάλαι 5 w 7779
22 w 7781
Σώκρατες 11 w 7789
σκώπτεις 1 w 7798
καὶ 80 w 7801
παίζεις 1 w 7808
πρός 1 w 7812
με 62 w 7814
ΣΩ 52 w 7817
τί 47 w 7820
δέ 3 w 7822
οὐ 41 w 7825
ταύτης 3 w 7831
φῂς 3 w 7834
τῆς 6 w 7837
σοφίας 3 w 7843
ἐπιθυμεῖν 4 w 7852
15 w 7853
πάντων 7 w 7859
ἂν 22 w 7861
τῶν 59 w 7864
πολιτῶν 1 w 7871
ἄρχοις 1 w 7877
τοῦτο 8 w 7883
δὲ 23 w 7885
ποιῶν 1 w 7890
ἄλλο 8 w 7894
τι 47 w 7896
10 w 7897
τύραννος 4 w 7905
ἂν 23 w 7907
εἴης 1 w 7911