<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg017.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="121"><p><said who="#Δημόδοκος"><milestone n="121" unit="page"/><milestone unit="section" resp="Stephanus" n="121a"/><label>ΔΗ.</label> ὦ Σώκρατες, ἐδεόμην ἄττα σοι ἰδιολογήσασθαι, εἰ σχολή· κἂν εἰ ἀσχολία δὲ μὴ πάνυ τις μεγάλη, ὅμως ἐμοῦ ἕνεκα ποίησαι σχολήν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ καὶ ἄλλως τυγχάνω σχολάζων, καὶ δὴ σοῦ γε ἕνεκα καὶ πάνυ. ἀλλʼ εἴ τι βούλει λέγειν, ἔξεστιν.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> βούλει οὖν δεῦρο εἰς τὴν τοῦ Διὸς τοῦ ἐλευθερίου στοὰν ἐκποδὼν ἀποχωρήσωμεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ σοὶ δοκεῖ.</said></p><p><said who="#Δημόδοκος"><milestone unit="section" resp="Stephanus" n="121b"/><label>ΔΗ.</label> ἴωμεν δή. ὦ Σώκρατες, πάντα τὰ φυτὰ κινδυνεύει τὸν αὐτὸν τρόπον ἔχειν, καὶ τὰ ἐκ τῆς γῆς φυόμενα καὶ τὰ ζῷα τά τε ἄλλα καὶ ἅνθρωπος. καὶ γὰρ ἐν τοῖς φυτοῖς ῥᾷστον ἡμῖν τοῦτο γίγνεται, ὅσοι τὴν γῆν γεωργοῦμεν, τὸ παρασκευάσασθαι πάντα τὰ πρὸ τοῦ φυτεύειν καὶ αὐτὸ τὸ φυτεῦσαι· ἐπειδὰν δὲ τὸ φυτευθὲν βιῷ, μετὰ τοῦτο θεραπεία τοῦ φύντος καὶ πολλὴ καὶ χαλεπὴ καὶ δύσκολος <milestone unit="section" resp="Stephanus" n="121c"/> γίγνεται. οὕτω δὲ ἔχειν ἔοικε καὶ τὸ περὶ τῶν ἀνθρώπων· ἀπὸ τῶν ἐμαυτοῦ ἐγὼ πραγμάτων τεκμαίρομαι καὶ ἐς τἆλλα. καὶ γὰρ ἐμοὶ ἡ τοῦ ὑέος τουτουΐ, εἴτε φυτείαν εἴτε παιδοποιίαν δεῖ αὐτὴν ὀνομάζειν, πάντων ῥᾴστη γέγονεν, ἡ δὲ τροφὴ δύσκολός τε καὶ ἀεὶ ἐν φόβῳ περὶ αὐτοῦ δεδιότι. τὰ μὲν οὖν ἄλλα πολλὰ ἂν εἴη λέγειν, ἡ δὲ νῦν παροῦσα ἐπιθυμία τούτῳ πάνυ με φοβεῖ—ἔστι μὲν γὰρ οὐκ ἀγεννής, σφαλερὰ δέ—ἐπιθυμεῖ γὰρ δὴ οὗτος ἡμῖν, ὦ Σώκρατες, ὥς <milestone unit="section" resp="Stephanus" n="121d"/> φησι, σοφὸς γενέσθαι. δοκῶ γάρ μοι, τῶν ἡλικιωτῶν τινες αὐτοῦ καὶ δημοτῶν, εἰς τὸ ἄστυ καταβαίνοντες, λόγους τινὰς ἀπομνημονεύοντες διαταράττουσιν αὐτόν, οὓς ἐζήλωκεν καὶ πάλαι μοι πράγματα παρέχει, ἀξιῶν ἐπιμεληθῆναί με ἑαυτοῦ καὶ χρήματα τελέσαι τινὶ τῶν σοφιστῶν, ὅστις αὐτὸν σοφὸν ποιήσει. ἐμοὶ δὲ τῶν μὲν χρημάτων καὶ ἔλαττον <milestone n="122" unit="page"/><milestone unit="section" resp="Stephanus" n="122a"/> μέλει, ἡγοῦμαι δὲ τοῦτον οὐκ εἰς μικρὸν κίνδυνον ἰέναι οἷ σπεύδει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="122"><p><said who="#Δημόδοκος" rend="merge"><label>ΔΗ.</label> τέως μὲν οὖν αὐτὸν κατεῖχον παραμυθούμενος· ἐπειδὴ δὲ οὐκέτι οἷός τέ εἰμι, ἡγοῦμαι κράτιστον εἶναι πείθεσθαι αὐτῷ, ἵνα μὴ πολλάκις ἄνευ ἐμοῦ συγγενόμενός τῳ διαφθαρῇ. νῦν οὖν ἥκω ἐπʼ αὐτὰ ταῦτα, ἵνα τῳ τούτων τῶν σοφιστῶν δοκούντων εἶναι συστήσω τουτονί. σὺ οὖν ἡμῖν εἰς καλὸν παρεφάνης, ᾧ ἂν ἐγὼ μάλιστα ἐβουλόμην περὶ τῶν τοιούτων μέλλων πράξειν συμβουλεύσασθαι. ἀλλʼ εἴ τι ἔχεις συμβουλεύειν ἐξ ὧν ἐμοῦ ἀκήκοας, ἔξεστί τε <milestone unit="section" resp="Stephanus" n="122b"/> καὶ χρή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὲν δή, ὦ Δημόδοκε, καὶ λέγεταί γε συμβουλὴ ἱερὸν χρῆμα εἶναι. εἴπερ οὖν καὶ ἄλλη ἡτισοῦν ἐστιν ἱερά, καὶ αὕτη ἂν εἴη περὶ ἧς σὺ νῦν συμβουλεύῃ· οὐ γὰρ ἔστι περὶ ὅτου θειοτέρου ἂν ἄνθρωπος βουλεύσαιτο ἢ περὶ παιδείας καὶ αὑτοῦ καὶ τῶν αὑτοῦ οἰκείων. πρῶτον μὲν οὖν ἐγώ τε καὶ σὺ συνομολογήσωμεν τί ποτε οἰόμεθα τοῦτο εἶναι περὶ οὗ βουλευόμεθα· μὴ γὰρ πολλάκις ἐγὼ <milestone unit="section" resp="Stephanus" n="122c"/> μὲν ἄλλο τι αὐτὸ ὑπολαμβάνω, σὺ δὲ ἄλλο, κἄπειτα πόρρω που τῆς συνουσίας αἰσθώμεθα γελοῖοι ὄντες, ἐγώ τε ὁ συμβουλεύων καὶ σὺ ὁ συμβουλευόμενος, μηδὲν τῶν αὐτῶν ἡγούμενοι.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> ἀλλά μοι δοκεῖς ὀρθῶς λέγειν, ὦ Σώκρατες, καὶ ποιεῖν χρὴ οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ λέγω γε ὀρθῶς, οὐ μέντοι παντάπασί γε· σμικρὸν γάρ τι μετατίθεμαι. ἐννοῶ γὰρ μὴ καὶ ὁ μειρακίσκος οὗτος οὐ τούτου ἐπιθυμεῖ οὗ ἡμεῖς αὐτὸν οἰόμεθα <milestone unit="section" resp="Stephanus" n="122d"/> ἐπιθυμεῖν ἀλλʼ ἑτέρου, εἶτʼ αὖ ἡμεῖς ἔτι ἀτοπώτεροι ὦμεν περὶ ἄλλου του βουλευόμενοι. ὀρθότατον οὖν μοι δοκεῖ εἶναι ἀπʼ αὐτοῦ τούτου ἄρχεσθαι, διαπυνθανομένους ὅτι καὶ ἔστιν οὗ ἐπιθυμεῖ.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> κινδυνεύει γοῦν οὕτω βέλτιστον εἶναι ὡς σὺ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι, τί καλὸν ὄνομα τῷ νεανίσκῳ; τί αὐτὸν προσαγορεύωμεν;</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> Θεάγης ὄνομα τούτῳ, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλόν γε, ὦ Δημόδοκε, τῷ ὑεῖ τὸ ὄνομα ἔθου καὶ <milestone unit="section" resp="Stephanus" n="122e"/> ἱεροπρεπές. εἰπὲ δὴ ἡμῖν, ὦ Θέαγες, ἐπιθυμεῖν φῂς σοφὸς γενέσθαι, καὶ ἀξιοῖς σου τὸν πατέρα τόνδε ἐξευρεῖν ἀνδρός τινος συνουσίαν τοιούτου ὅστις σε σοφὸν ποιήσει;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφοὺς δὲ καλεῖς πότερον τοὺς ἐπιστήμονας, περὶ ὅτου ἂν ἐπιστήμονες ὦσιν, ἢ τοὺς μή;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τοὺς ἐπιστήμονας ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἐδιδάξατό σε ὁ πατὴρ καὶ ἐπαίδευσεν ἅπερ ἐνθάδε οἱ ἄλλοι πεπαίδευνται, οἱ τῶν καλῶν κἀγαθῶν πατέρων ὑεῖς, οἷον γράμματά τε καὶ κιθαρίζειν καὶ παλαίειν καὶ τὴν ἄλλην ἀγωνίαν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἐμέ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="123"><p><said who="#Σωκράτης"><milestone n="123" unit="page"/><milestone unit="section" resp="Stephanus" n="123a"/><label>ΣΩ.</label> ἔτι οὖν οἴει τινὸς ἐπιστήμης ἐλλείπειν, ἧς προσήκει ὑπὲρ σοῦ τὸν πατέρα ἐπιμεληθῆναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς ἐστιν αὕτη; εἰπὲ καὶ ἡμῖν, ἵνα σοι χαρισώμεθα.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶδεν καὶ οὗτος, ὦ Σώκρατες—ἐπεὶ πολλάκις ἐγὼ αὐτῷ εἴρηκα—ἀλλὰ ταῦτα ἐξεπίτηδες πρὸς σὲ λέγει, ὡς δὴ οὐκ εἰδὼς οὗ ἐγὼ ἐπιθυμῶ· τοιαῦτα γὰρ ἕτερα καὶ πρὸς ἐμὲ μάχεταί τε καὶ οὐκ ἐθέλει με οὐδενὶ συστῆσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ μὲν ἔμπροσθέν σοι ἦν πρὸς τοῦτον ῥηθέντα
<milestone unit="section" resp="Stephanus" n="123b"/>ὥσπερ ἄνευ μαρτύρων λεγόμενα· νυνὶ δὲ ἐμὲ ποίησαι μάρτυρα, καὶ ἐναντίον ἐμοῦ κάτειπε τίς ἐστιν αὕτη ἡ σοφία ἧς ἐπιθυμεῖς. φέρε γάρ, εἰ ἐπεθύμεις ταύτης ᾗ οἱ ἄνθρωποι τὰ πλοῖα κυβερνῶσιν, καὶ ἐγώ σε ἐτύγχανον ἀνερωτῶν· <q>ὦ Θέαγες, τίνος ἐνδεὴς ὢν σοφίας μέμφῃ τῷ πατρὶ ὅτι οὐκ ἐθέλει σε συνιστάναι παρʼ ὧν ἂν σὺ σοφὸς γένοιο;</q> τί ἄν μοι ἀπεκρίνω; τίνα αὐτὴν εἶναι; ἆρα οὐ κυβερνητικήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="123c"/><label>ΣΩ.</label> εἰ δὲ ἐπιθυμῶν ταύτην τὴν σοφίαν εἶναι σοφὸς ᾗ τὰ ἅρματα κυβερνῶσιν εἶτʼ ἐμέμφου τῷ πατρί, ἐμοῦ αὖ ἐρωτῶντος τίς ἐστιν αὕτη ἡ σοφία, τίνα ἂν ἀπεκρίνω αὐτὴν εἶναι; ἆρʼ οὐχὶ ἡνιοχικήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧς δὲ δὴ νῦν τυγχάνεις ἐπιθυμῶν, πότερον ἀνώνυμός τίς ἐστιν ἢ ἔχει ὄνομα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶμαι ἔγωγε ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αὐτὴν μὲν οἶσθα, οὐ μέντοι τό γε ὄνομα, ἢ καὶ τὸ ὄνομα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> καὶ τὸ ὄνομα ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἔστιν; εἰπέ.</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="123d"/><label>ΘΕ.</label> τί δὲ ἄλλο, ὦ Σώκρατες, αὐτῇ ὄνομά τις φαίη ἂν εἶναι ἀλλʼ ἢ σοφίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ ἡνιοχεία σοφία ἐστίν; ἢ ἀμαθία δοκεῖ σοι εἶναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐκ ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ σοφία;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧι τί χρώμεθα; οὐχ ᾗ ἵππων ἐπιστάμεθα ζεύγους ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἡ κυβερνητικὴ σοφία ἐστίν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐχ αὕτη ᾗ πλοίων ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> αὕτη μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἧς δὲ δὴ σὺ ἐπιθυμεῖς ἡ σοφία τίς ἐστιν; ᾗ τίνος <milestone unit="section" resp="Stephanus" n="123e"/> ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἐμοὶ μὲν δοκεῖ, ᾗ τῶν ἀνθρώπων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν ᾗ τῶν καμνόντων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἰατρικὴ γὰρ αὕτη ἐστίν· ἦ γάρ;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν ᾀδόντων ἐπιστάμεθα ἐν τοῖς χοροῖς ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μουσικὴ γὰρ αὕτη γε;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν γυμναζομένων ἐπιστάμεθα ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γυμναστικὴ γὰρ αὕτη γε;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ᾗ τῶν τί ποιούντων; προθυμοῦ εἰπεῖν ὥσπερ ἐγὼ σοὶ τὰ ἔμπροσθεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="124"><p><said who="#Θεάγης"><milestone n="124" unit="page"/><milestone unit="section" resp="Stephanus" n="124a"/><label>ΘΕ.</label> ἧι τῶν ἐν τῇ πόλει, ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν τῇ πόλει εἰσὶν καὶ οἱ κάμνοντες;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί, ἀλλʼ οὐ τούτων λέγω μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν ἐν τῇ πόλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρά γε μανθάνω ἣν λέγεις τέχνην; δοκεῖς γάρ μοι λέγειν οὐχ ᾗ τῶν θεριζόντων ἐπιστάμεθα ἄρχειν καὶ τρυγώντων καὶ τῶν φυτευόντων καὶ σπειρόντων καὶ ἁλοώντων· αὕτη μὲν γὰρ γεωργική, ᾗ τούτων ἄρχομεν. ἦ γάρ;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124b"/><label>ΣΩ.</label> οὐδέ γε οἶμαι ᾗ τῶν πριζόντων καὶ τρυπώντων καὶ ξεόντων καὶ τορνευόντων συμπάντων ἐπιστάμεθα ἄρχειν, οὐ ταύτην λέγεις· αὕτη μὲν γὰρ οὐ τεκτονική;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσως ᾗ τούτων τε πάντων καὶ αὐτῶν τῶν γεωργῶν καὶ τῶν τεκτόνων καὶ τῶν δημιουργῶν ἁπάντων καὶ τῶν ἰδιωτῶν καὶ τῶν γυναικῶν καὶ ἀνδρῶν, ταύτην ἴσως λέγεις τὴν σοφίαν.</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ταύτην πάλαι, ὦ Σώκρατες, βούλομαι λέγειν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124c"/><label>ΣΩ.</label> ἔχεις οὖν εἰπεῖν, Αἴγισθος ὁ Ἀγαμέμνονα ἀποκτείνας ἐν Ἄργει ἆρα τούτων ἦρχεν ὧν σὺ λέγεις, τῶν τε δημιουργῶν καὶ ἰδιωτῶν καὶ ἀνδρῶν καὶ γυναικῶν συμπάντων, ἢ ἄλλων τινῶν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔκ, ἀλλὰ τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ δή; Πηλεὺς ὁ Αἰακοῦ ἐν Φθίᾳ οὐ τῶν αὐτῶν τούτων ἦρχεν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Περίανδρον δὲ τὸν Κυψέλου ἄρχοντα ἐν Κορίνθῳ ἤδη ἀκήκοας γενέσθαι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τῶν αὐτῶν τούτων ἄρχοντα ἐν τῇ αὑτοῦ πόλει;</said></p><p><said who="#Θεάγης"><milestone unit="section" resp="Stephanus" n="124d"/><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ Ἀρχέλαον τὸν Περδίκκου, τὸν νεωστὶ τοῦτον ἄρχοντα ἐν Μακεδονίᾳ; οὐ τῶν αὐτῶν ἡγῇ τούτων ἄρχειν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἱππίαν δὲ τὸν Πεισιστράτου ἐν τῇδε τῇ πόλει ἄρξαντα τίνων οἴει ἄρξαι; οὐ τούτων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴποις ἂν οὖν μοι τίνα ἐπωνυμίαν ἔχει Βάκις τε καὶ Σίβυλλα καὶ ὁ ἡμεδαπὸς Ἀμφίλυτος;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> τίνα γὰρ ἄλλην, ὦ Σώκρατες, πλήν γε χρησμῳδοί;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="124e"/><label>ΣΩ.</label> ὀρθῶς λέγεις. ἀλλὰ καὶ τούσδε μοι οὕτω πειρῶ ἀποκρίνασθαι, τίνα ἐπωνυμίαν ἔχει Ἱππίας καὶ Περίανδρος διὰ τὴν αὐτὴν ἀρχήν;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οἶμαι μὲν τύραννοι· τί γὰρ ἄλλο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅστις ἐπιθυμεῖ τῶν ἀνθρώπων τῶν ἐν τῇ πόλει συμπάντων ἄρχειν, τῆς αὐτῆς ἀρχῆς τούτοις ἐπιθυμεῖ, τυραννικῆς, καὶ τύραννος εἶναι;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ταύτης ἐπιθυμεῖν σὺ φῄς;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔοικέν γε ἐξ ὧν ἐγὼ εἶπον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="125"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ μιαρέ, τυραννεῖν ἄρα ἡμῶν ἐπιθυμῶν πάλαι <milestone n="125" unit="page"/><milestone unit="section" resp="Stephanus" n="125a"/> ἐμέμφου τῷ πατρὶ ὅτι σε οὐκ ἔπεμπεν εἰς <del>διδασκάλου</del> τυραννοδιδασκάλου τινός; καὶ σύ, ὦ Δημόδοκε, οὐκ αἰσχύνῃ πάλαι εἰδὼς οὗ ἐπιθυμεῖ οὗτος, καὶ ἔχων ὅθι πέμψας αὐτὸν δημιουργὸν ἂν ἐποίησας τῆς σοφίας ἧς ἐπιθυμεῖ, ἔπειτα φθονεῖς τε αὐτῷ καὶ οὐκ ἐθέλεις πέμπειν; ἀλλὰ νῦν—ὁρᾷς; — ἐπειδὴ ἐναντίον ἐμοῦ κατείρηκέ σου, κοινῇ βουλευώμεθα ἐγώ τε καὶ σὺ ἐς τίνος ἂν αὐτὸν πέμποιμεν καὶ διὰ τὴν τίνος συνουσίαν σοφὸς ἂν γένοιτο τύραννος;</said></p><p><said who="#Δημόδοκος"><milestone unit="section" resp="Stephanus" n="125b"/><label>ΔΗ.</label> ναὶ μὰ Δία, ὦ Σώκρατες, βουλευώμεθα δῆτα, ὡς δοκεῖ γέ μοι βουλῆς δεῖν περὶ τούτου οὐ φαύλης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔασον, ὠγαθέ. διαπυθώμεθα αὐτοῦ πρῶτον ἱκανῶς.</said></p><p><said who="#Δημόδοκος"><label>ΔΗ.</label> πυνθάνου δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν ἂν εἰ Εὐριπίδῃ τι προσχρησαίμεθα, ὦ Θέαγες; Εὐριπίδης γάρ πού φησιν—<quote type="verse"><l met="iambic">σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ·</l></quote><bibl>Soph. Fr. 14.1</bibl>εἰ οὖν ἔροιτό τις τὸν Εὐριπίδην· <q>ὦ Εὐριπίδη, τῶν τί <milestone unit="section" resp="Stephanus" n="125c"/> σοφῶν συνουσίᾳ φῂς σοφοὺς εἶναι τοὺς τυράννους;</q> ὥσπερ ἂν εἰ εἰπόντα—<quote type="verse"><l met="iambic">σοφοὶ γεωργοὶ τῶν σοφῶν συνουσίᾳ,</l></quote>ἠρόμεθα <q>τῶν τί σοφῶν;</q> τί ἂν ἡμῖν ἀπεκρίνατο; ἆρʼ ἂν ἄλλο τι ἢ τῶν τὰ γεωργικά;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> οὔκ, ἀλλὰ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ εἰ εἶπε—<quote type="verse"><l met="iambic">σοφοὶ μάγειροι τῶν σοφῶν συνουσίᾳ,</l></quote>εἰ ἠρόμεθα· <q>τῶν τί σοφῶν;</q> τί ἂν ἡμῖν ἀπεκρίνατο; οὐχ ὅτι τῶν μαγείρων;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ—<quote type="verse"><l met="iambic">σοφοὶ παλαισταὶ τῶν σοφῶν συνουσίᾳ</l></quote>εἶπεν, εἰ ἠρόμεθα· <q>τῶν τί σοφῶν;</q> ἆρα οὐκ ἂν τῶν <milestone unit="section" resp="Stephanus" n="125d"/> παλαίειν ἔφη;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ δὲ εἶπε—<quote type="verse"><l met="iambic">σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ,</l></quote><bibl>Soph. Frag. 14.1</bibl>ἡμῶν ἐρωτώντων· <q>τῶν τί σοφῶν λέγεις, ὦ Εὐριπίδη;</q> τί ἂν φαίη; ποῖα ἂν εἶναι ταῦτα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἀλλὰ μὰ Δίʼ οὐκ οἶδʼ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ βούλει ἐγώ σοι εἴπω;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> εἰ σὺ βούλει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτʼ ἐστὶν ἅπερ ἔφη Ἀνακρέων τὴν Καλλικρίτην ἐπίστασθαι· ἢ οὐκ οἶσθα τὸ ᾆσμα;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τοιαύτης τινὸς καὶ σὺ συνουσίας ἐπιθυμεῖς <milestone unit="section" resp="Stephanus" n="125e"/> ἀνδρὸς ὅστις τυγχάνει ὁμότεχνος ὢν Καλλικρίτῃ τῇ Κυάνης καὶ <q>ἐπίσταται τυραννικά,</q> ὥσπερ ἐκείνην ἔφη ὁ ποιητής, ἵνα καὶ σὺ ἡμῖν τύραννος γένῃ καὶ τῇ πόλει;</said></p><p><said who="#Θεάγης"><label>ΘΕ.</label> πάλαι, ὦ Σώκρατες, σκώπτεις καὶ παίζεις πρός με.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οὐ ταύτης φῂς τῆς σοφίας ἐπιθυμεῖν ᾗ πάντων ἂν τῶν πολιτῶν ἄρχοις; τοῦτο δὲ ποιῶν ἄλλο τι ἢ τύραννος ἂν εἴης;</said></p></div></div></body></text></TEI>