Scaife ATLAS

CTS Library / Πολιτικός

Πολιτικός (282-286)

urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:282-286
Refs {'start': {'reference': '282', 'human_reference': 'Section 282'}, 'end': {'reference': '286', 'human_reference': 'Section 286'}}
Ancestors []
Children []
prev
plain textXML
next

282
282a
ΞΕ. τῶν αἰτιῶν δὴ πλυντικὴν μὲν καὶ ἀκεστικὴν καὶ πᾶσαν τὴν περὶ ταῦτα θεραπευτικήν, πολλῆς οὔσης τῆς κοσμητικῆς, τοὐνταῦθα αὐτῆς μόριον εἰκὸς μάλιστα περιλαμβάνειν ὀνομάζοντας πᾶν τῇ τέχνῃ τῇ κναφευτικῇ.

ΝΕ. ΣΩ. καλῶς.

ΞΕ. καὶ μὴν ξαντική γε καὶ νηστικὴ καὶ πάντα αὖ τὰ περὶ τὴν ποίησιν αὐτὴν τῆς ἐσθῆτος ἧς λέγομεν μέρη, μία τίς ἐστι τέχνη τῶν ὑπὸ πάντων λεγομένων, ταλασιουργική.

ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;

282b
ΞΕ. τῆς δὴ ταλασιουργικῆς δύο τμήματά ἐστον, καὶ τούτοιν ἑκάτερον ἅμα δυοῖν πεφύκατον τέχναιν μέρη.

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. τὸ μὲν ξαντικὸν καὶ τὸ τῆς κερκιστικῆς ἥμισυ καὶ ὅσα τὰ συγκείμενα ἀπʼ ἀλλήλων ἀφίστησι, πᾶν τοῦτο ὡς ἓν φράζειν τῆς τε ταλασιουργίας αὐτῆς ἐστί που, καὶ μεγάλα τινὲ κατὰ πάντα ἡμῖν ἤστην τέχνα, συγκριτική τε καὶ διακριτική.

ΝΕ. ΣΩ. ναί.

ΞΕ. τῆς τοίνυν διακριτικῆς τε ξαντικὴ καὶ τὰ νυνδὴ
282c
ῥηθέντα ἅπαντά ἐστιν· γὰρ ἐν ἐρίοις τε καὶ στήμοσι διακριτική, κερκίδι μὲν ἄλλον τρόπον γιγνομένη, χερσὶ δὲ ἕτερον, ἔσχεν ὅσα ἀρτίως ὀνόματα ἐρρήθη.

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. αὖθις δὴ πάλιν συγκριτικῆς μόριον ἅμα καὶ ταλασιουργίας ἐν αὐτῇ γιγνόμενον λάβωμεν· ὅσα δὲ τῆς διακριτικῆς ἦν αὐτόθι, μεθιῶμεν σύμπαντα, δίχα τέμνοντες τὴν ταλασιουργίαν διακριτικῷ τε καὶ συγκριτικῷ τμήματι.

ΝΕ. ΣΩ. διῃρήσθω.

ΞΕ. τὸ συγκριτικὸν τοίνυν αὖ σοι καὶ ταλασιουργικὸν
282d
ἅμα μόριον, Σώκρατες, διαιρετέον, εἴπερ ἱκανῶς μέλλομεν τὴν προρρηθεῖσαν ὑφαντικὴν αἱρήσειν.

ΝΕ. ΣΩ. οὐκοῦν χρή.

ΞΕ. χρὴ μὲν οὖν· καὶ λέγωμέν γε αὐτῆς τὸ μὲν εἶναι στρεπτικόν, τὸ δὲ συμπλεκτικόν.

ΝΕ. ΣΩ. ἆρʼ οὖν μανθάνω; δοκεῖς γάρ μοι τὸ περὶ τὴν τοῦ στήμονος ἐργασίαν λέγειν στρεπτικόν.

ΞΕ. οὐ μόνον γε, ἀλλὰ καὶ κρόκης· γένεσιν ἄστροφόν τινα αὐτῆς εὑρήσομεν;

ΝΕ. ΣΩ. οὐδαμῶς.

282e
ΞΕ. διόρισαι δὴ καὶ τούτοιν ἑκάτερον· ἴσως γὰρ διορισμὸς ἔγκαιρος ἄν σοι γένοιτο.

ΝΕ. ΣΩ. πῇ;

ΞΕ. τῇδε· τῶν περὶ ξαντικὴν ἔργων μηκυνθέν τε καὶ σχὸν πλάτος λέγομεν εἶναι κάταγμά τι;

ΝΕ. ΣΩ. ναί.

ΞΕ. τούτου δὴ τὸ μὲν ἀτράκτῳ τε στραφὲν καὶ στερεὸν νῆμα γενόμενον στήμονα μὲν φάθι τὸ νῆμα, τὴν δὲ ἀπευθύνουσαν αὐτὸ τέχνην εἶναι στημονονητικήν.

ΝΕ. ΣΩ. ὀρθῶς.

ΞΕ. ὅσα δέ γε αὖ τὴν μὲν συστροφὴν χαύνην λαμβάνει, τῇ δὲ τοῦ στήμονος ἐμπλέξει πρὸς τὴν τῆς γνάψεως ὁλκὴν ἐμμέτρως τὴν μαλακότητα ἴσχει, ταῦτʼ ἄρα κρόκην μὲν τὰ νηθέντα, τὴν δὲ ἐπιτεταγμένην αὐτοῖς εἶναι τέχνην τὴν
283
283a
κροκονητικὴν φῶμεν.

ΝΕ. ΣΩ. ὀρθότατα.

ΞΕ. καὶ μὴν τό γε τῆς ὑφαντικῆς μέρος προυθέμεθα, παντί που δῆλον ἤδη. τὸ γὰρ συγκριτικῆς τῆς ἐν ταλασιουργίᾳ μόριον ὅταν εὐθυπλοκίᾳ κρόκης καὶ στήμονος ἀπεργάζηται πλέγμα, τὸ μὲν πλεχθὲν σύμπαν ἐσθῆτα ἐρεᾶν, τὴν δʼ ἐπὶ τούτῳ τέχνην οὖσαν προσαγορεύομεν ὑφαντικήν.

ΝΕ. ΣΩ. ὀρθότατα.

283b
ΞΕ. εἶεν· τί δή ποτε οὖν οὐκ εὐθὺς ἀπεκρινάμεθα πλεκτικὴν εἶναι κρόκης καὶ στήμονος ὑφαντικήν, ἀλλὰ περιήλθομεν ἐν κύκλῳ πάμπολλα διοριζόμενοι μάτην;

ΝΕ. ΣΩ. οὔκουν ἔμοιγε, ξένε, μάτην οὐδὲν τῶν ῥηθέντων ἔδοξε ῥηθῆναι.

ΞΕ. καὶ θαυμαστόν γε οὐδέν· ἀλλὰ τάχʼ ἄν, μακάριε, δόξειε. πρὸς δὴ τὸ νόσημα τὸ τοιοῦτον, ἂν ἄρα πολλάκις ὕστερον ἐπίῃθαυμαστὸν γὰρ οὐδένλόγον ἄκουσόν τινα
283c
προσήκοντα περὶ πάντων τῶν τοιούτων ῥηθῆναι.

ΝΕ. ΣΩ. λέγε μόνον.

ΞΕ. πρῶτον τοίνυν ἴδωμεν πᾶσαν τήν τε ὑπερβολὴν καὶ τὴν ἔλλειψιν, ἵνα κατὰ λόγον ἐπαινῶμεν καὶ ψέγωμεν τὰ μακρότερα τοῦ δέοντος ἑκάστοτε λεγόμενα καὶ τἀναντία περὶ τὰς τοιάσδε διατριβάς.

ΝΕ. ΣΩ. οὐκοῦν χρή.

ΞΕ. περὶ δὴ τούτων αὐτῶν λόγος ἡμῖν οἶμαι γιγνόμενος ὀρθῶς ἂν γίγνοιτο.

ΝΕ. ΣΩ. τίνων;

ΞΕ. μήκους τε πέρι καὶ βραχύτητος καὶ πάσης ὑπεροχῆς
283d
τε καὶ ἐλλείψεως· γάρ που μετρητικὴ περὶ πάντʼ ἐστὶ ταῦτα.

ΝΕ. ΣΩ. ναί.

ΞΕ. διέλωμεν τοίνυν αὐτὴν δύο μέρη· δεῖ γὰρ δὴ πρὸς νῦν σπεύδομεν.

ΝΕ. ΣΩ. λέγοις ἂν τὴν διαίρεσιν ὅπῃ.

ΞΕ. τῇδε· τὸ μὲν κατὰ τὴν πρὸς ἄλληλα μεγέθους καὶ σμικρότητος κοινωνίαν, τὸ δὲ τὸ κατὰ τὴν τῆς γενέσεως ἀναγκαίαν οὐσίαν.

ΝΕ. ΣΩ. πῶς λέγεις;

ΞΕ. ἆρʼ οὐ κατὰ φύσιν δοκεῖ σοι τὸ μεῖζον μηδενὸς ἑτέρου δεῖν μεῖζον λέγειν τοῦ ἐλάττονος, καὶ τοὔλαττον αὖ
283e
τοῦ μείζονος ἔλαττον, ἄλλου δὲ μηδενός;

ΝΕ. ΣΩ. ἔμοιγε.

ΞΕ. τί δέ; τὸ τὴν τοῦ μετρίου φύσιν ὑπερβάλλον καὶ ὑπερβαλλόμενον ὑπʼ αὐτῆς ἐν λόγοις εἴτε καὶ ἐν ἔργοις ἆρʼ οὐκ αὖ λέξομεν ὡς ὄντως γιγνόμενον, ἐν καὶ διαφέρουσι μάλιστα ἡμῶν οἵ τε κακοὶ καὶ οἱ ἀγαθοί;

ΝΕ. ΣΩ. φαίνεται.

ΞΕ. διττὰς ἄρα ταύτας οὐσίας καὶ κρίσεις τοῦ μεγάλου καὶ τοῦ σμικροῦ θετέον, ἀλλʼ οὐχ ὡς ἔφαμεν ἄρτι πρὸς ἄλληλα μόνον δεῖν, ἀλλʼ ὥσπερ νῦν εἴρηται μᾶλλον τὴν μὲν πρὸς ἄλληλα λεκτέον, τὴν δʼ αὖ πρὸς τὸ μέτριον· οὗ δὲ ἕνεκα, μαθεῖν ἆρʼ ἂν βουλοίμεθα;

ΝΕ. ΣΩ. τί μήν;

284
284a
ΞΕ. εἰ πρὸς μηδὲν ἕτερον τὴν τοῦ μείζονος ἐάσει τις φύσιν πρὸς τοὔλαττον, οὐκ ἔσται ποτὲ πρὸς τὸ μέτριον· γάρ;

ΝΕ. ΣΩ. οὕτως.

ΞΕ. οὐκοῦν τὰς τέχνας τε αὐτὰς καὶ τἆργα αὐτῶν σύμπαντα διολοῦμεν τούτῳ τῷ λόγῳ, καὶ δὴ καὶ τὴν ζητουμένην νῦν πολιτικὴν καὶ τὴν ῥηθεῖσαν ὑφαντικὴν ἀφανιοῦμεν; ἅπασαι γὰρ αἱ τοιαῦταί που τὸ τοῦ μετρίου πλέον καὶ ἔλαττον οὐχ ὡς οὐκ ὂν ἀλλʼ ὡς ὂν χαλεπὸν περὶ τὰς πράξεις
284b
παραφυλάττουσι, καὶ τούτῳ δὴ τῷ τρόπῳ τὸ μέτρον σῴζουσαι πάντα ἀγαθὰ καὶ καλὰ ἀπεργάζονται.

ΝΕ. ΣΩ. τί μήν;

ΞΕ. οὐκοῦν ἂν τὴν πολιτικὴν ἀφανίσωμεν, ἄπορος ἡμῖν μετὰ τοῦτο ἔσται ζήτησις τῆς βασιλικῆς ἐπιστήμης;

ΝΕ. ΣΩ. καὶ μάλα.

ΞΕ. πότερον οὖν, καθάπερ ἐν τῷ σοφιστῇ προσηναγκάσαμεν εἶναι τὸ μὴ ὄν, ἐπειδὴ κατὰ τοῦτο διέφυγεν ἡμᾶς λόγος, οὕτω καὶ νῦν τὸ πλέον αὖ καὶ ἔλαττον μετρητὰ προσαναγκαστέον γίγνεσθαι μὴ πρὸς ἄλληλα μόνον ἀλλὰ καὶ
284c
πρὸς τὴν τοῦ μετρίου γένεσιν; οὐ γὰρ δὴ δυνατόν γε οὔτε πολιτικὸν οὔτʼ ἄλλον τινὰ τῶν περὶ τὰς πράξεις ἐπιστήμονα ἀναμφισβητήτως γεγονέναι τούτου μὴ συνομολογηθέντος.

ΝΕ. ΣΩ. οὐκοῦν καὶ νῦν ὅτι μάλιστα χρὴ ταὐτὸν ποιεῖν.

ΞΕ. πλέον, Σώκρατες, ἔτι τοῦτο τὸ ἔργον ʼκεῖνο καίτοι κἀκείνου γε μεμνήμεθα τὸ μῆκος ὅσον ἦνἀλλʼ ὑποτίθεσθαι μὲν τὸ τοιόνδε περὶ αὐτῶν καὶ μάλα δίκαιον.

ΝΕ. ΣΩ. τὸ ποῖον;

284d
ΞΕ. ὥς ποτε δεήσει τοῦ νῦν λεχθέντος πρὸς τὴν περὶ αὐτὸ τἀκριβὲς ἀπόδειξιν. ὅτι δὲ πρὸς τὰ νῦν καλῶς καὶ ἱκανῶς δείκνυται, δοκεῖ μοι βοηθεῖν μεγαλοπρεπῶς ἡμῖν οὗτος λόγος, ὡς ἄρα ἡγητέον ὁμοίως τὰς τέχνας πάσας εἶναι, μεῖζόν τε ἅμα καὶ ἔλαττον μετρεῖσθαι μὴ πρὸς ἄλληλα μόνον ἀλλὰ καὶ πρὸς τὴν τοῦ μετρίου γένεσιν. τούτου τε γὰρ ὄντος ἐκεῖνα ἔστι, κἀκείνων οὐσῶν ἔστι καὶ τοῦτο, μὴ δὲ ὄντος ποτέρου τούτων οὐδέτερον αὐτῶν ἔσται ποτέ.

284e
ΝΕ. ΣΩ. τοῦτο μὲν ὀρθῶς· ἀλλὰ τί δὴ τὸ μετὰ τοῦτο;

ΞΕ. δῆλον ὅτι διαιροῖμεν ἂν τὴν μετρητικήν, καθάπερ ἐρρήθη, ταύτῃ δίχα τέμνοντες, ἓν μὲν τιθέντες αὐτῆς μόριον συμπάσας τέχνας ὁπόσαι τὸν ἀριθμὸν καὶ μήκη καὶ βάθη καὶ πλάτη καὶ ταχυτῆτας πρὸς τοὐναντίον μετροῦσιν, τὸ δὲ ἕτερον, ὁπόσαι πρὸς τὸ μέτριον καὶ τὸ πρέπον καὶ τὸν καιρὸν καὶ τὸ δέον καὶ πάνθʼ ὁπόσα εἰς τὸ μέσον ἀπῳκίσθη τῶν ἐσχάτων.

ΝΕ. ΣΩ. καὶ μέγα γε ἑκάτερον τμῆμα εἶπες, καὶ πολὺ διαφέρον ἀλλήλοιν.

ΞΕ. γὰρ ἐνίοτε, Σώκρατες, οἰόμενοι δή τι σοφὸν
285
285a
φράζειν πολλοὶ τῶν κομψῶν λέγουσιν, ὡς ἄρα μετρητικὴ περὶ πάντʼ ἐστὶ τὰ γιγνόμενα, τοῦτʼ αὐτὸ τὸ νῦν λεχθὲν ὂν τυγχάνει. μετρήσεως μὲν γὰρ δή τινα τρόπον πάνθʼ ὁπόσα ἔντεχνα μετείληφεν· διὰ δὲ τὸ μὴ κατʼ εἴδη συνειθίσθαι σκοπεῖν διαιρουμένους ταῦτά τε τοσοῦτον διαφέροντα συμβάλλουσιν εὐθὺς εἰς ταὐτὸν ὅμοια νομίσαντες, καὶ τοὐναντίον αὖ τούτου δρῶσιν ἕτερα οὐ κατὰ μέρη διαιροῦντες, δέον, ὅταν
285b
μὲν τὴν τῶν πολλῶν τις πρότερον αἴσθηται κοινωνίαν, μὴ προαφίστασθαι πρὶν ἂν ἐν αὐτῇ τὰς διαφορὰς ἴδῃ πάσας ὁπόσαιπερ ἐν εἴδεσι κεῖνται, τὰς δὲ αὖ παντοδαπὰς ἀνομοιότητας, ὅταν ἐν πλήθεσιν ὀφθῶσιν, μὴ δυνατὸν εἶναι δυσωπούμενον παύεσθαι πρὶν ἂν σύμπαντα τὰ οἰκεῖα ἐντὸς μιᾶς ὁμοιότητος ἕρξας γένους τινὸς οὐσίᾳ περιβάληται. ταῦτα μὲν οὖν ἱκανῶς περί τε τούτων καὶ περὶ τῶν ἐλλείψεων καὶ ὑπερβολῶν εἰρήσθω· φυλάττωμεν δὲ μόνον ὅτι δύο γένη
285c
περὶ αὐτὰ ἐξηύρηται τῆς μετρητικῆς, καὶ φαμεν αὔτʼ εἶναι μεμνώμεθα.

ΝΕ. ΣΩ. μεμνησόμεθα.

ΞΕ. μετὰ τοῦτον δὴ τὸν λόγον ἕτερον προσδεξώμεθα περὶ αὐτῶν τε τῶν ζητουμένων καὶ περὶ πάσης τῆς ἐν τοῖς τοιοῖσδε λόγοις διατριβῆς.

ΝΕ. ΣΩ. τὸ ποῖον;

ΞΕ. εἴ τις ἀνέροιτο ἡμᾶς τὴν περὶ γράμματα συνουσίαν τῶν μανθανόντων, ὁπόταν τις ὁτιοῦν ὄνομα ἐρωτηθῇ τίνων ἐστὶ γραμμάτων, πότερον αὐτῷ τότε φῶμεν γίγνεσθαι τὴν
285d
ζήτησιν ἑνὸς ἕνεκα μᾶλλον τοῦ προβληθέντος τοῦ περὶ πάντα τὰ προβαλλόμενα γραμματικωτέρῳ γίγνεσθαι;

ΝΕ. ΣΩ. δῆλον ὅτι τοῦ περὶ ἅπαντα.

ΞΕ. τί δʼ αὖ νῦν ἡμῖν περὶ τοῦ πολιτικοῦ ζήτησις; ἕνεκα αὐτοῦ τούτου προβέβληται μᾶλλον τοῦ περὶ πάντα διαλεκτικωτέροις γίγνεσθαι;

ΝΕ. ΣΩ. καὶ τοῦτο δῆλον ὅτι τοῦ περὶ πάντα.

ΞΕ. που τὸν τῆς ὑφαντικῆς γε λόγον αὐτῆς ταύτης ἕνεκα θηρεύειν οὐδεὶς ἂν ἐθελήσειεν νοῦν ἔχων· ἀλλʼ οἶμαι τοὺς πλείστους λέληθεν ὅτι τοῖς μὲν τῶν ὄντων ῥᾳδίως
285e
καταμαθεῖν αἰσθηταί τινες ὁμοιότητες πεφύκασιν, ἃς οὐδὲν χαλεπὸν δηλοῦν, ὅταν αὐτῶν τις βουληθῇ τῷ λόγον αἰτοῦντι περί του μὴ μετὰ πραγμάτων ἀλλὰ χωρὶς λόγου ῥᾳδίως ἐνδείξασθαι· τοῖς δʼ αὖ μεγίστοις οὖσι καὶ τιμιωτάτοις
286
286a
οὐκ ἔστιν εἴδωλον οὐδὲν πρὸς τοὺς ἀνθρώπους εἰργασμένον ἐναργῶς, οὗ δειχθέντος τὴν τοῦ πυνθανομένου ψυχὴν βουλόμενος ἀποπληρῶσαι, πρὸς τῶν αἰσθήσεών τινα προσαρμόττων, ἱκανῶς πληρώσει.

ΞΕ. διὸ δεῖ μελετᾶν λόγον ἑκάστου δυνατὸν εἶναι δοῦναι καὶ δέξασθαι· τὰ γὰρ ἀσώματα, κάλλιστα ὄντα καὶ μέγιστα, λόγῳ μόνον ἄλλῳ δὲ οὐδενὶ σαφῶς δείκνυται, τούτων δὲ ἕνεκα πάντʼ ἐστὶ τὰ νῦν λεγόμενα. ῥᾴων
286b
δʼ ἐν τοῖς ἐλάττοσιν μελέτη παντὸς πέρι μᾶλλον περὶ τὰ μείζω.

ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες.

ΞΕ. ὧν τοίνυν χάριν ἅπανθʼ ἡμῖν ταῦτʼ ἐρρήθη περὶ τούτων, μνησθῶμεν.

ΝΕ. ΣΩ. τίνων;

ΞΕ. ταύτης τε οὐχ ἥκιστα αὐτῆς ἕνεκα τῆς δυσχερείας ἣν περὶ τὴν μακρολογίαν τὴν περὶ τὴν ὑφαντικὴν ἀπεδεξάμεθα δυσχερῶς, καὶ τὴν περὶ τὴν τοῦ παντὸς ἀνείλιξιν καὶ τὴν τοῦ σοφιστοῦ πέρι τῆς τοῦ μὴ ὄντος οὐσίας, ἐννοοῦντες ὡς ἔσχε μῆκος πλέον, καὶ ἐπὶ τούτοις δὴ πᾶσιν ἐπεπλήξαμεν
286c
ἡμῖν αὐτοῖς, δείσαντες μὴ περίεργα ἅμα καὶ μακρὰ λέγοιμεν. ἵνʼ οὖν εἰς αὖθις μηδὲν πάσχωμεν τοιοῦτον, τούτων ἕνεκα πάντων τὰ πρόσθε νῷν εἰρῆσθαι φάθι.

ΝΕ. ΣΩ. ταῦτʼ ἔσται. λέγε ἑξῆς μόνον.

ΞΕ. λέγω τοίνυν ὅτι χρὴ δὴ μεμνημένους ἐμὲ καὶ σὲ τῶν νῦν εἰρημένων τόν τε ψόγον ἑκάστοτε καὶ ἔπαινον ποιεῖσθαι βραχύτητος ἅμα καὶ μήκους ὧν ἂν ἀεὶ πέρι λέγωμεν, μὴ πρὸς ἄλληλα τὰ μήκη κρίνοντες ἀλλὰ κατὰ τὸ
286d
τῆς μετρητικῆς μέρος τότε ἔφαμεν δεῖν μεμνῆσθαι, πρὸς τὸ πρέπον.

ΝΕ. ΣΩ. ὀρθῶς.

Tokens

ΞΕ 1 w 2
τῶν 1 w 6
αἰτιῶν 1 w 12
δὴ 1 w 14
πλυντικὴν 1 w 23
μὲν 1 w 26
καὶ 1 w 29
ἀκεστικὴν 1 w 38
καὶ 2 w 41
πᾶσαν 1 w 46
τὴν 1 w 49
περὶ 1 w 53
ταῦτα 1 w 58
θεραπευτικήν 1 w 70
πολλῆς 1 w 77
οὔσης 1 w 82
τῆς 1 w 85
κοσμητικῆς 1 w 95
τοὐνταῦθα 1 w 105
αὐτῆς 1 w 110
μόριον 1 w 116
εἰκὸς 1 w 121
μάλιστα 1 w 128
περιλαμβάνειν 1 w 141
ὀνομάζοντας 1 w 152
πᾶν 1 w 155
τῇ 1 w 157
τέχνῃ 1 w 162
τῇ 2 w 164
κναφευτικῇ 1 w 174
ΝΕ 1 w 177
ΣΩ 1 w 180
καλῶς 1 w 186
ΞΕ 2 w 189
καὶ 3 w 193
μὴν 1 w 196
ξαντική 1 w 203
γε 1 w 205
καὶ 4 w 208
νηστικὴ 1 w 215
καὶ 5 w 218
πάντα 1 w 223
αὖ 1 w 225
τὰ 1 w 227
περὶ 2 w 231
τὴν 2 w 234
ποίησιν 1 w 241
αὐτὴν 1 w 246
τῆς 3 w 249
ἐσθῆτος 1 w 256
ἧς 1 w 258
λέγομεν 1 w 265
μέρη 1 w 269
μία 1 w 273
τίς 1 w 276
ἐστι 1 w 280
τέχνη 1 w 285
τῶν 2 w 288
ὑπὸ 1 w 291
πάντων 1 w 297
λεγομένων 1 w 306
1 w 308
ταλασιουργική 1 w 321
ΝΕ 2 w 324
ΣΩ 2 w 327
πῶς 1 w 331
γὰρ 1 w 334
οὔ 2 w 336
ΞΕ 3 w 339
τῆς 4 w 343
δὴ 2 w 345
ταλασιουργικῆς 1 w 359
δύο 1 w 362
τμήματά 1 w 369
ἐστον 1 w 374
καὶ 6 w 378
τούτοιν 1 w 385
ἑκάτερον 1 w 393
ἅμα 1 w 396
δυοῖν 1 w 401
πεφύκατον 1 w 410
τέχναιν 1 w 417
μέρη 2 w 421
ΝΕ 3 w 424
ΣΩ 3 w 427
πῶς 2 w 431
ΞΕ 4 w 434
τὸ 1 w 437
μὲν 2 w 440
ξαντικὸν 1 w 448
καὶ 7 w 451
τὸ 2 w 453
τῆς 5 w 456
κερκιστικῆς 1 w 467
ἥμισυ 1 w 472
καὶ 8 w 475
ὅσα 1 w 478
τὰ 2 w 480
συγκείμενα 1 w 490
ἀπʼ 1 w 493
ἀλλήλων 1 w 500
ἀφίστησι 1 w 508
πᾶν 2 w 512
τοῦτο 1 w 517
ὡς 1 w 519
ἓν 1 w 521
φράζειν 1 w 528
τῆς 6 w 531
τε 2 w 533
ταλασιουργίας 1 w 546
αὐτῆς 2 w 551
ἐστί 1 w 555
που 1 w 558
καὶ 9 w 562
μεγάλα 1 w 568
τινὲ 1 w 572
κατὰ 1 w 576
πάντα 2 w 581
ἡμῖν 1 w 585
ἤστην 1 w 590
τέχνα 2 w 595
3 w 597
συγκριτική 1 w 607
τε 3 w 609
καὶ 10 w 612
διακριτική 1 w 622
ΝΕ 4 w 625
ΣΩ 4 w 628
ναί 1 w 632
ΞΕ 5 w 635
τῆς 8 w 639
τοίνυν 1 w 645
διακριτικῆς 1 w 656
2 w 657
τε 4 w 659
ξαντικὴ 1 w 666
καὶ 11 w 669
τὰ 4 w 671
νυνδὴ 1 w 676
ῥηθέντα 1 w 683
ἅπαντά 1 w 689
ἐστιν 1 w 694
4 w 696
γὰρ 2 w 699
ἐν 1 w 701
ἐρίοις 1 w 707
τε 5 w 709
καὶ 12 w 712
στήμοσι 1 w 719
διακριτική 2 w 729
κερκίδι 1 w 737
μὲν 3 w 740
ἄλλον 1 w 745
τρόπον 1 w 751
γιγνομένη 1 w 760
χερσὶ 1 w 766
δὲ 1 w 768
ἕτερον 1 w 774
ἔσχεν 1 w 780
ὅσα 2 w 783
ἀρτίως 1 w 789
ὀνόματα 1 w 796
ἐρρήθη 1 w 802
ΝΕ 5 w 805
ΣΩ 5 w 808
πάνυ 1 w 813
μὲν 4 w 816
οὖν 1 w 819
ΞΕ 6 w 822
αὖθις 1 w 828
δὴ 4 w 830
πάλιν 1 w 835
συγκριτικῆς 1 w 846
μόριον 2 w 852
ἅμα 2 w 855
καὶ 13 w 858
ταλασιουργίας 2 w 871
ἐν 2 w 873
αὐτῇ 1 w 877
γιγνόμενον 1 w 887
λάβωμεν 1 w 894
ὅσα 3 w 898
δὲ 2 w 900
τῆς 9 w 903
διακριτικῆς 2 w 914
ἦν 1 w 916
αὐτόθι 1 w 922
μεθιῶμεν 1 w 931
σύμπαντα 1 w 939
δίχα 1 w 944
τέμνοντες 1 w 953
τὴν 4 w 956
ταλασιουργίαν 1 w 969
διακριτικῷ 1 w 979
τε 8 w 981
καὶ 14 w 984
συγκριτικῷ 1 w 994
τμήματι 1 w 1001
ΝΕ 6 w 1004
ΣΩ 6 w 1007
διῃρήσθω 1 w 1016
ΞΕ 7 w 1019
τὸ 3 w 1022
συγκριτικὸν 1 w 1033
τοίνυν 2 w 1039
αὖ 3 w 1041
σοι 1 w 1044
καὶ 15 w 1047
ταλασιουργικὸν 1 w 1061
ἅμα 3 w 1064
μόριον 3 w 1070
1 w 1072
Σώκρατες 1 w 1080
διαιρετέον 1 w 1091
εἴπερ 1 w 1097
ἱκανῶς 1 w 1103
μέλλομεν 1 w 1111
τὴν 5 w 1114
προρρηθεῖσαν 1 w 1126
ὑφαντικὴν 1 w 1135
αἱρήσειν 1 w 1143
ΝΕ 7 w 1146
ΣΩ 7 w 1149
οὐκοῦν 1 w 1156
χρή 1 w 1159
ΞΕ 8 w 1162
χρὴ 1 w 1166
μὲν 5 w 1169
οὖν 2 w 1172
καὶ 16 w 1176
λέγωμέν 1 w 1183
γε 2 w 1185
αὐτῆς 3 w 1190
τὸ 4 w 1192
μὲν 6 w 1195
εἶναι 1 w 1200
στρεπτικόν 1 w 1210
τὸ 5 w 1213
δὲ 3 w 1215
συμπλεκτικόν 1 w 1227
ΝΕ 8 w 1230
ΣΩ 8 w 1233
ἆρʼ 1 w 1237
οὖν 3 w 1240
μανθάνω 1 w 1247
δοκεῖς 1 w 1254
γάρ 1 w 1257
μοι 1 w 1260
τὸ 6 w 1262
περὶ 3 w 1266
τὴν 6 w 1269
τοῦ 2 w 1272
στήμονος 1 w 1280
ἐργασίαν 1 w 1288
λέγειν 1 w 1294
στρεπτικόν 2 w 1304
ΞΕ 9 w 1307
οὐ 3 w 1310
μόνον 1 w 1315
γε 4 w 1317
ἀλλὰ 1 w 1322
καὶ 17 w 1325
κρόκης 1 w 1331
1 w 1333
γένεσιν 1 w 1340
ἄστροφόν 1 w 1348
τινα 1 w 1352
αὐτῆς 4 w 1357
εὑρήσομεν 1 w 1366
ΝΕ 9 w 1369
ΣΩ 9 w 1372
οὐδαμῶς 1 w 1380
ΞΕ 10 w 1383
διόρισαι 1 w 1392
δὴ 5 w 1394
καὶ 18 w 1397
τούτοιν 2 w 1404
ἑκάτερον 2 w 1412
ἴσως 1 w 1417
γὰρ 3 w 1420
1 w 1421
διορισμὸς 1 w 1430
ἔγκαιρος 1 w 1438
ἄν 1 w 1440
σοι 2 w 1443
γένοιτο 1 w 1450
ΝΕ 10 w 1453
ΣΩ 10 w 1456
πῇ 1 w 1459
ΞΕ 11 w 1462
τῇδε 1 w 1467
τῶν 3 w 1471
περὶ 4 w 1475
ξαντικὴν 1 w 1483
ἔργων 1 w 1488
μηκυνθέν 1 w 1496
τε 11 w 1498
καὶ 19 w 1501
σχὸν 1 w 1505
πλάτος 1 w 1511
λέγομεν 2 w 1518
εἶναι 2 w 1523
κάταγμά 1 w 1530
τι 31 w 1532
ΝΕ 11 w 1535
ΣΩ 11 w 1538
ναί 2 w 1542
ΞΕ 12 w 1545
τούτου 1 w 1552
δὴ 6 w 1554
τὸ 7 w 1556
μὲν 7 w 1559
ἀτράκτῳ 1 w 1566
τε 12 w 1568
στραφὲν 1 w 1575
καὶ 20 w 1578
στερεὸν 1 w 1585
νῆμα 1 w 1589
γενόμενον 1 w 1598
στήμονα 1 w 1605
μὲν 8 w 1608
φάθι 1 w 1612
τὸ 8 w 1614
νῆμα 2 w 1618
τὴν 7 w 1622
δὲ 4 w 1624
ἀπευθύνουσαν 1 w 1636
αὐτὸ 1 w 1640
τέχνην 1 w 1646
εἶναι 3 w 1651
στημονονητικήν 1 w 1665
ΝΕ 12 w 1668
ΣΩ 12 w 1671
ὀρθῶς 1 w 1677
ΞΕ 13 w 1680
ὅσα 4 w 1684
δέ 1 w 1686
γε 6 w 1688
αὖ 4 w 1690
τὴν 8 w 1693
μὲν 9 w 1696
συστροφὴν 1 w 1705
χαύνην 1 w 1711
λαμβάνει 2 w 1719
τῇ 5 w 1722
δὲ 5 w 1724
τοῦ 3 w 1727
στήμονος 2 w 1735
ἐμπλέξει 1 w 1743
πρὸς 1 w 1747
τὴν 9 w 1750
τῆς 12 w 1753
γνάψεως 1 w 1760
ὁλκὴν 1 w 1765
ἐμμέτρως 1 w 1773
τὴν 10 w 1776
μαλακότητα 1 w 1786
ἴσχει 1 w 1791
ταῦτʼ 1 w 1797
ἄρα 1 w 1800
κρόκην 1 w 1806
μὲν 10 w 1809
τὰ 5 w 1811
νηθέντα 1 w 1818
τὴν 11 w 1822
δὲ 6 w 1824
ἐπιτεταγμένην 1 w 1837
αὐτοῖς 1 w 1843
εἶναι 4 w 1848
τέχνην 2 w 1854
τὴν 12 w 1857
κροκονητικὴν 1 w 1869
φῶμεν 1 w 1874
ΝΕ 13 w 1877
ΣΩ 13 w 1880
ὀρθότατα 1 w 1889
ΞΕ 14 w 1892
καὶ 21 w 1896
μὴν 2 w 1899
τό 2 w 1901
γε 7 w 1903
τῆς 13 w 1906
ὑφαντικῆς 1 w 1915
μέρος 1 w 1920
1 w 1921
προυθέμεθα 1 w 1931
παντί 1 w 1937
που 2 w 1940
δῆλον 1 w 1945
ἤδη 1 w 1948
τὸ 10 w 1951
γὰρ 4 w 1954
συγκριτικῆς 2 w 1965
τῆς 14 w 1968
ἐν 3 w 1970
ταλασιουργίᾳ 1 w 1982
μόριον 4 w 1988
ὅταν 1 w 1992
εὐθυπλοκίᾳ 1 w 2002
κρόκης 2 w 2008
καὶ 22 w 2011
στήμονος 3 w 2019
ἀπεργάζηται 1 w 2030
πλέγμα 1 w 2036
τὸ 11 w 2039
μὲν 11 w 2042
πλεχθὲν 1 w 2049
σύμπαν 2 w 2055
ἐσθῆτα 1 w 2061
ἐρεᾶν 1 w 2066
τὴν 13 w 2070
δʼ 1 w 2072
ἐπὶ 1 w 2075
τούτῳ 1 w 2080
τέχνην 3 w 2086
οὖσαν 1 w 2091
προσαγορεύομεν 1 w 2105
ὑφαντικήν 1 w 2114
ΝΕ 14 w 2117
ΣΩ 14 w 2120
ὀρθότατα 2 w 2129
ΞΕ 15 w 2132
εἶεν 1 w 2137
τί 5 w 2140
δή 1 w 2142
ποτε 1 w 2146
οὖν 4 w 2149
οὐκ 2 w 2152
εὐθὺς 1 w 2157
ἀπεκρινάμεθα 1 w 2169
πλεκτικὴν 1 w 2178
εἶναι 5 w 2183
κρόκης 3 w 2189
καὶ 23 w 2192
στήμονος 4 w 2200
ὑφαντικήν 2 w 2209
ἀλλὰ 2 w 2214
περιήλθομεν 1 w 2225
ἐν 4 w 2227
κύκλῳ 1 w 2232
πάμπολλα 1 w 2240
διοριζόμενοι 1 w 2252
μάτην 1 w 2257
ΝΕ 15 w 2260
ΣΩ 15 w 2263
οὔκουν 1 w 2270
ἔμοιγε 1 w 2276
2 w 2278
ξένε 1 w 2282
μάτην 2 w 2288
οὐδὲν 1 w 2293
τῶν 4 w 2296
ῥηθέντων 1 w 2304
ἔδοξε 1 w 2309
ῥηθῆναι 1 w 2316
ΞΕ 16 w 2319
καὶ 24 w 2323
θαυμαστόν 1 w 2332
γε 9 w 2334
οὐδέν 1 w 2339
ἀλλὰ 3 w 2344
τάχʼ 1 w 2348
ἄν 2 w 2350
3 w 2352
μακάριε 1 w 2359
δόξειε 1 w 2366
πρὸς 2 w 2371
δὴ 7 w 2373
τὸ 12 w 2375
νόσημα 1 w 2381
τὸ 13 w 2383
τοιοῦτον 1 w 2391
ἂν 1 w 2394
ἄρα 2 w 2397
πολλάκις 1 w 2405
ὕστερον 1 w 2412
ἐπίῃ 1 w 2416
θαυμαστὸν 1 w 2426
γὰρ 5 w 2429
οὐδέν 2 w 2434
λόγον 1 w 2440
ἄκουσόν 1 w 2447
τινα 2 w 2451
προσήκοντα 1 w 2461
περὶ 5 w 2465
πάντων 2 w 2471
τῶν 5 w 2474
τοιούτων 1 w 2482
ῥηθῆναι 2 w 2489
ΝΕ 16 w 2492
ΣΩ 16 w 2495
λέγε 2 w 2500
μόνον 2 w 2505
ΞΕ 17 w 2508
πρῶτον 1 w 2515
τοίνυν 3 w 2521
ἴδωμεν 1 w 2527
πᾶσαν 2 w 2532
τήν 1 w 2535
τε 17 w 2537
ὑπερβολὴν 1 w 2546
καὶ 25 w 2549
τὴν 14 w 2552
ἔλλειψιν 1 w 2560
ἵνα 1 w 2564
κατὰ 2 w 2568
λόγον 2 w 2573
ἐπαινῶμεν 1 w 2582
καὶ 26 w 2585
ψέγωμεν 1 w 2592
τὰ 7 w 2594
μακρότερα 1 w 2603
τοῦ 4 w 2606
δέοντος 1 w 2613
ἑκάστοτε 1 w 2621
λεγόμενα 1 w 2629
καὶ 27 w 2632
τἀναντία 1 w 2640
περὶ 6 w 2644
τὰς 1 w 2647
τοιάσδε 1 w 2654
διατριβάς 1 w 2663
ΝΕ 17 w 2666
ΣΩ 17 w 2669
οὐκοῦν 2 w 2676
χρή 2 w 2679
ΞΕ 18 w 2682
περὶ 7 w 2687
δὴ 8 w 2689
τούτων 1 w 2695
αὐτῶν 1 w 2700
3 w 2701
λόγος 1 w 2706
ἡμῖν 2 w 2710
οἶμαι 1 w 2715
γιγνόμενος 1 w 2725
ὀρθῶς 2 w 2730
ἂν 2 w 2732
γίγνοιτο 1 w 2740
ΝΕ 18 w 2743
ΣΩ 18 w 2746
τίνων 1 w 2752
ΞΕ 19 w 2755
μήκους 1 w 2762
τε 20 w 2764
πέρι 1 w 2768
καὶ 28 w 2771
βραχύτητος 1 w 2781
καὶ 29 w 2784
πάσης 1 w 2789
ὑπεροχῆς 1 w 2797
τε 21 w 2799
καὶ 30 w 2802
ἐλλείψεως 1 w 2811
6 w 2813
γάρ 2 w 2816
που 3 w 2819
μετρητικὴ 1 w 2828
περὶ 8 w 2832
πάντʼ 1 w 2837
ἐστὶ 1 w 2841
ταῦτα 2 w 2846
ΝΕ 19 w 2849
ΣΩ 19 w 2852
ναί 3 w 2856
ΞΕ 20 w 2859
διέλωμεν 1 w 2868
τοίνυν 4 w 2874
αὐτὴν 2 w 2879
δύο 2 w 2882
μέρη 3 w 2886
δεῖ 1 w 2890
γὰρ 6 w 2893
δὴ 9 w 2895
πρὸς 3 w 2899
2 w 2900
νῦν 1 w 2903
σπεύδομεν 1 w 2912
ΝΕ 20 w 2915
ΣΩ 20 w 2918
λέγοις 1 w 2925
ἂν 3 w 2927
τὴν 16 w 2930
διαίρεσιν 1 w 2939
ὅπῃ 1 w 2942
ΞΕ 21 w 2945
τῇδε 2 w 2950
τὸ 15 w 2953
μὲν 12 w 2956
κατὰ 3 w 2960
τὴν 17 w 2963
πρὸς 4 w 2967
ἄλληλα 1 w 2973
μεγέθους 1 w 2981
καὶ 31 w 2984
σμικρότητος 1 w 2995
κοινωνίαν 1 w 3004
τὸ 16 w 3007
δὲ 8 w 3009
τὸ 17 w 3011
κατὰ 4 w 3015
τὴν 18 w 3018
τῆς 15 w 3021
γενέσεως 1 w 3029
ἀναγκαίαν 1 w 3038
οὐσίαν 1 w 3044
ΝΕ 21 w 3047
ΣΩ 21 w 3050
πῶς 3 w 3054
λέγεις 1 w 3060
ΞΕ 22 w 3063
ἆρʼ 2 w 3067
οὐ 11 w 3069
κατὰ 5 w 3073
φύσιν 1 w 3078
δοκεῖ 2 w 3083
σοι 3 w 3086
τὸ 18 w 3088
μεῖζον 1 w 3094
μηδενὸς 1 w 3101
ἑτέρου 1 w 3107
δεῖν 1 w 3111
μεῖζον 2 w 3117
λέγειν 2 w 3123
2 w 3124
τοῦ 5 w 3127
ἐλάττονος 1 w 3136
καὶ 32 w 3140
τοὔλαττον 1 w 3149
αὖ 5 w 3151
τοῦ 6 w 3154
μείζονος 1 w 3162
ἔλαττον 1 w 3169
ἄλλου 1 w 3175
δὲ 9 w 3177
μηδενός 1 w 3184
ΝΕ 22 w 3187
ΣΩ 22 w 3190
ἔμοιγε 2 w 3197
ΞΕ 23 w 3200
τί 8 w 3203
δέ 5 w 3205
τὸ 19 w 3208
τὴν 19 w 3211
τοῦ 7 w 3214
μετρίου 1 w 3221
φύσιν 2 w 3226
ὑπερβάλλον 1 w 3236
καὶ 33 w 3239
ὑπερβαλλόμενον 1 w 3253
ὑπʼ 1 w 3256
αὐτῆς 5 w 3261
ἐν 5 w 3263
λόγοις 1 w 3269
εἴτε 1 w 3273
καὶ 34 w 3276
ἐν 6 w 3278
ἔργοις 1 w 3284
ἆρʼ 3 w 3287
οὐκ 4 w 3290
αὖ 6 w 3292
λέξομεν 1 w 3299
ὡς 2 w 3301
ὄντως 1 w 3306
γιγνόμενον 2 w 3316
ἐν 7 w 3319
1 w 3320
καὶ 35 w 3323
διαφέρουσι 1 w 3333
μάλιστα 2 w 3340
ἡμῶν 1 w 3344
οἵ 1 w 3346
τε 23 w 3348
κακοὶ 1 w 3353
καὶ 36 w 3356
οἱ 1 w 3358
ἀγαθοί 1 w 3364
ΝΕ 23 w 3367
ΣΩ 23 w 3370
φαίνεται 1 w 3379
ΞΕ 24 w 3382
διττὰς 1 w 3389
ἄρα 3 w 3392
ταύτας 1 w 3398
οὐσίας 1 w 3404
καὶ 37 w 3407
κρίσεις 1 w 3414
τοῦ 8 w 3417
μεγάλου 1 w 3424
καὶ 38 w 3427
τοῦ 9 w 3430
σμικροῦ 1 w 3437
θετέον 1 w 3443
ἀλλʼ 1 w 3448
οὐχ 1 w 3451
ὡς 3 w 3453
ἔφαμεν 1 w 3459
ἄρτι 1 w 3463
πρὸς 5 w 3467
ἄλληλα 2 w 3473
μόνον 3 w 3478
δεῖν 2 w 3482
ἀλλʼ 2 w 3487
ὥσπερ 1 w 3492
νῦν 2 w 3495
εἴρηται 1 w 3502
μᾶλλον 1 w 3508
τὴν 20 w 3511
μὲν 13 w 3514
πρὸς 6 w 3518
ἄλληλα 3 w 3524
λεκτέον 1 w 3531
τὴν 21 w 3535
δʼ 2 w 3537
αὖ 7 w 3539
πρὸς 7 w 3543
τὸ 20 w 3545
μέτριον 1 w 3552
οὗ 1 w 3555
δὲ 10 w 3557
ἕνεκα 1 w 3562
μαθεῖν 1 w 3569
ἆρʼ 4 w 3572
ἂν 4 w 3574
βουλοίμεθα 1 w 3584
ΝΕ 24 w 3587
ΣΩ 24 w 3590
τί 9 w 3593
μήν 1 w 3596
ΞΕ 25 w 3599
εἰ 2 w 3602
πρὸς 8 w 3606
μηδὲν 1 w 3611
ἕτερον 2 w 3617
τὴν 22 w 3620
τοῦ 10 w 3623
μείζονος 2 w 3631
ἐάσει 1 w 3636
τις 1 w 3639
φύσιν 3 w 3644
3 w 3645
πρὸς 9 w 3649
τοὔλαττον 2 w 3658
οὐκ 5 w 3662
ἔσται 1 w 3667
ποτὲ 1 w 3671
πρὸς 10 w 3675
τὸ 21 w 3677
μέτριον 2 w 3684
2 w 3686
γάρ 3 w 3689
ΝΕ 25 w 3692
ΣΩ 25 w 3695
οὕτως 1 w 3701
ΞΕ 26 w 3704
οὐκοῦν 3 w 3711
τὰς 3 w 3714
τέχνας 1 w 3720
τε 25 w 3722
αὐτὰς 1 w 3727
καὶ 39 w 3730
τἆργα 1 w 3735
αὐτῶν 2 w 3740
σύμπαντα 2 w 3748
διολοῦμεν 1 w 3757
τούτῳ 2 w 3762
τῷ 1 w 3764
λόγῳ 1 w 3768
καὶ 40 w 3772
δὴ 10 w 3774
καὶ 41 w 3777
τὴν 23 w 3780
ζητουμένην 1 w 3790
νῦν 3 w 3793
πολιτικὴν 1 w 3802
καὶ 42 w 3805
τὴν 24 w 3808
ῥηθεῖσαν 1 w 3816
ὑφαντικὴν 2 w 3825
ἀφανιοῦμεν 1 w 3835
ἅπασαι 1 w 3842
γὰρ 7 w 3845
αἱ 2 w 3847
τοιαῦταί 1 w 3855
που 4 w 3858
τὸ 22 w 3860
τοῦ 11 w 3863
μετρίου 2 w 3870
πλέον 1 w 3875
καὶ 43 w 3878
ἔλαττον 2 w 3885
οὐχ 2 w 3888
ὡς 4 w 3890
οὐκ 7 w 3893
ὂν 1 w 3895
ἀλλʼ 3 w 3899
ὡς 5 w 3901
ὂν 2 w 3903
χαλεπὸν 1 w 3910
περὶ 9 w 3914
τὰς 5 w 3917
πράξεις 1 w 3924
παραφυλάττουσι 1 w 3938
καὶ 44 w 3942
τούτῳ 3 w 3947
δὴ 11 w 3949
τῷ 2 w 3951
τρόπῳ 1 w 3956
τὸ 23 w 3958
μέτρον 1 w 3964
σῴζουσαι 1 w 3972
πάντα 3 w 3977
ἀγαθὰ 1 w 3982
καὶ 45 w 3985
καλὰ 1 w 3989
ἀπεργάζονται 1 w 4001
ΝΕ 26 w 4004
ΣΩ 26 w 4007
τί 10 w 4010
μήν 2 w 4013
ΞΕ 27 w 4016
οὐκοῦν 4 w 4023
ἂν 5 w 4025
τὴν 25 w 4028
πολιτικὴν 2 w 4037
ἀφανίσωμεν 1 w 4047
ἄπορος 1 w 4054
ἡμῖν 3 w 4058
9 w 4059
μετὰ 1 w 4063
τοῦτο 2 w 4068
ἔσται 2 w 4073
ζήτησις 1 w 4080
τῆς 17 w 4083
βασιλικῆς 1 w 4092
ἐπιστήμης 1 w 4101
ΝΕ 27 w 4104
ΣΩ 27 w 4107
καὶ 46 w 4111
μάλα 1 w 4115
ΞΕ 28 w 4118
πότερον 1 w 4126
οὖν 5 w 4129
καθάπερ 1 w 4137
ἐν 8 w 4139
τῷ 3 w 4141
σοφιστῇ 1 w 4148
προσηναγκάσαμεν 1 w 4163
εἶναι 6 w 4168
τὸ 24 w 4170
μὴ 3 w 4172
ὄν 2 w 4174
ἐπειδὴ 1 w 4181
κατὰ 6 w 4185
τοῦτο 3 w 4190
διέφυγεν 1 w 4198
ἡμᾶς 1 w 4202
4 w 4203
λόγος 2 w 4208
οὕτω 2 w 4213
καὶ 47 w 4216
νῦν 4 w 4219
τὸ 25 w 4221
πλέον 2 w 4226
αὖ 8 w 4228
καὶ 48 w 4231
ἔλαττον 3 w 4238
μετρητὰ 1 w 4245
προσαναγκαστέον 1 w 4260
γίγνεσθαι 1 w 4269
μὴ 4 w 4271
πρὸς 11 w 4275
ἄλληλα 4 w 4281
μόνον 4 w 4286
ἀλλὰ 4 w 4290
καὶ 49 w 4293
πρὸς 12 w 4297
τὴν 26 w 4300
τοῦ 14 w 4303
μετρίου 3 w 4310
γένεσιν 2 w 4317
οὐ 20 w 4320
γὰρ 8 w 4323
δὴ 13 w 4325
δυνατόν 1 w 4332
γε 16 w 4334
οὔτε 1 w 4338
πολιτικὸν 1 w 4347
οὔτʼ 1 w 4351
ἄλλον 2 w 4356
τινὰ 1 w 4360
τῶν 8 w 4363
περὶ 10 w 4367
τὰς 6 w 4370
πράξεις 2 w 4377
ἐπιστήμονα 1 w 4387
ἀναμφισβητήτως 1 w 4401
γεγονέναι 1 w 4410
τούτου 2 w 4416
μὴ 5 w 4418
συνομολογηθέντος 1 w 4434
ΝΕ 28 w 4437
ΣΩ 28 w 4440
οὐκοῦν 5 w 4447
καὶ 50 w 4450
νῦν 5 w 4453
ὅτι 1 w 4456
μάλιστα 3 w 4463
χρὴ 2 w 4466
ταὐτὸν 1 w 4472
ποιεῖν 1 w 4478
ΞΕ 29 w 4481
πλέον 3 w 4487
4 w 4489
Σώκρατες 2 w 4497
ἔτι 1 w 4501
τοῦτο 4 w 4506
τὸ 27 w 4508
ἔργον 1 w 4513
4 w 4514
ʼκεῖνο 1 w 4520
καίτοι 1 w 4527
κἀκείνου 1 w 4535
γε 18 w 4537
μεμνήμεθα 1 w 4546
τὸ 28 w 4548
μῆκος 1 w 4553
ὅσον 1 w 4557
ἦν 2 w 4559
ἀλλʼ 4 w 4564
ὑποτίθεσθαι 1 w 4575
μὲν 14 w 4578
τὸ 29 w 4580
τοιόνδε 1 w 4587
περὶ 11 w 4591
αὐτῶν 3 w 4596
καὶ 51 w 4599
μάλα 2 w 4603
δίκαιον 1 w 4610
ΝΕ 29 w 4613
ΣΩ 29 w 4616
τὸ 30 w 4619
ποῖον 1 w 4624
ΞΕ 30 w 4627
ὥς 1 w 4630
ποτε 2 w 4634
δεήσει 1 w 4640
τοῦ 16 w 4643
νῦν 6 w 4646
λεχθέντος 1 w 4655
πρὸς 13 w 4659
τὴν 27 w 4662
περὶ 12 w 4666
αὐτὸ 3 w 4670
τἀκριβὲς 1 w 4678
ἀπόδειξιν 1 w 4687
ὅτι 2 w 4691
δὲ 12 w 4693
πρὸς 14 w 4697
τὰ 20 w 4699
νῦν 7 w 4702
καλῶς 2 w 4707
καὶ 52 w 4710
ἱκανῶς 2 w 4716
δείκνυται 1 w 4725
δοκεῖ 3 w 4731
μοι 4 w 4734
βοηθεῖν 1 w 4741
μεγαλοπρεπῶς 1 w 4753
ἡμῖν 4 w 4757
οὗτος 1 w 4762
5 w 4763
λόγος 3 w 4768
ὡς 6 w 4771
ἄρα 4 w 4774
ἡγητέον 1 w 4781
ὁμοίως 1 w 4787
τὰς 7 w 4790
τέχνας 2 w 4796
πάσας 1 w 4801
εἶναι 7 w 4806
μεῖζόν 1 w 4813
τε 30 w 4815
ἅμα 4 w 4818
καὶ 53 w 4821
ἔλαττον 4 w 4828
μετρεῖσθαι 1 w 4838
μὴ 6 w 4840
πρὸς 15 w 4844
ἄλληλα 5 w 4850
μόνον 5 w 4855
ἀλλὰ 5 w 4859
καὶ 54 w 4862
πρὸς 16 w 4866
τὴν 28 w 4869
τοῦ 17 w 4872
μετρίου 4 w 4879
γένεσιν 3 w 4886
τούτου 3 w 4893
τε 31 w 4895
γὰρ 9 w 4898
ὄντος 1 w 4903
ἐκεῖνα 1 w 4909
ἔστι 1 w 4913
κἀκείνων 1 w 4922
οὐσῶν 1 w 4927
ἔστι 2 w 4931
καὶ 55 w 4934
τοῦτο 5 w 4939
μὴ 7 w 4942
δὲ 13 w 4944
ὄντος 2 w 4949
ποτέρου 1 w 4956
τούτων 2 w 4962
οὐδέτερον 1 w 4971
αὐτῶν 4 w 4976
ἔσται 3 w 4981
ποτέ 2 w 4985
ΝΕ 30 w 4988
ΣΩ 30 w 4991
τοῦτο 6 w 4997
μὲν 15 w 5000
ὀρθῶς 3 w 5005
ἀλλὰ 6 w 5010
τί 12 w 5012
δὴ 14 w 5014
τὸ 32 w 5016
μετὰ 2 w 5020
τοῦτο 7 w 5025
ΞΕ 31 w 5028
δῆλον 2 w 5034
ὅτι 3 w 5037
διαιροῖμεν 1 w 5047
ἂν 6 w 5049
τὴν 29 w 5052
μετρητικήν 1 w 5062
καθάπερ 2 w 5070
ἐρρήθη 2 w 5076
ταύτῃ 1 w 5082
δίχα 2 w 5086
τέμνοντες 2 w 5095
ἓν 2 w 5098
μὲν 16 w 5101
τιθέντες 1 w 5109
αὐτῆς 6 w 5114
μόριον 5 w 5120
συμπάσας 1 w 5128
τέχνας 3 w 5134
ὁπόσαι 1 w 5140
τὸν 3 w 5143
ἀριθμὸν 1 w 5150
καὶ 56 w 5153
μήκη 1 w 5157
καὶ 57 w 5160
βάθη 1 w 5164
καὶ 58 w 5167
πλάτη 1 w 5172
καὶ 59 w 5175
ταχυτῆτας 1 w 5184
πρὸς 17 w 5188
τοὐναντίον 1 w 5198
μετροῦσιν 1 w 5207
τὸ 34 w 5210
δὲ 14 w 5212
ἕτερον 3 w 5218
ὁπόσαι 2 w 5225
πρὸς 18 w 5229
τὸ 35 w 5231
μέτριον 3 w 5238
καὶ 60 w 5241
τὸ 36 w 5243
πρέπον 1 w 5249
καὶ 61 w 5252
τὸν 4 w 5255
καιρὸν 1 w 5261
καὶ 62 w 5264
τὸ 38 w 5266
δέον 2 w 5270
καὶ 63 w 5273
πάνθʼ 1 w 5278
ὁπόσα 3 w 5283
εἰς 1 w 5286
τὸ 39 w 5288
μέσον 1 w 5293
ἀπῳκίσθη 1 w 5301
τῶν 11 w 5304
ἐσχάτων 1 w 5311
ΝΕ 31 w 5314
ΣΩ 31 w 5317
καὶ 64 w 5321
μέγα 1 w 5325
γε 19 w 5327
ἑκάτερον 3 w 5335
τμῆμα 1 w 5340
εἶπες 1 w 5345
καὶ 65 w 5349
πολὺ 1 w 5353
διαφέρον 1 w 5361
ἀλλήλοιν 1 w 5369
ΞΕ 32 w 5372
3 w 5374
γὰρ 10 w 5377
ἐνίοτε 1 w 5383
5 w 5385
Σώκρατες 3 w 5393
οἰόμενοι 1 w 5402
δή 2 w 5404
τι 56 w 5406
σοφὸν 1 w 5411
φράζειν 2 w 5418
πολλοὶ 1 w 5424
τῶν 12 w 5427
κομψῶν 1 w 5433
λέγουσιν 1 w 5441
ὡς 7 w 5444
ἄρα 5 w 5447
μετρητικὴ 2 w 5456
περὶ 13 w 5460
πάντʼ 2 w 5465
ἐστὶ 2 w 5469
τὰ 23 w 5471
γιγνόμενα 1 w 5480
τοῦτʼ 1 w 5486
αὐτὸ 4 w 5490
τὸ 41 w 5492
νῦν 8 w 5495
λεχθὲν 2 w 5501
ὂν 3 w 5503
τυγχάνει 1 w 5511
μετρήσεως 1 w 5521
μὲν 17 w 5524
γὰρ 11 w 5527
δή 3 w 5529
τινα 3 w 5533
τρόπον 2 w 5539
πάνθʼ 2 w 5544
ὁπόσα 4 w 5549
ἔντεχνα 1 w 5556
μετείληφεν 1 w 5566
διὰ 1 w 5570
δὲ 15 w 5572
τὸ 42 w 5574
μὴ 8 w 5576
κατʼ 1 w 5580
εἴδη 1 w 5584
συνειθίσθαι 1 w 5595
σκοπεῖν 1 w 5602
διαιρουμένους 1 w 5615
ταῦτά 1 w 5620
τε 41 w 5622
τοσοῦτον 1 w 5630
διαφέροντα 1 w 5640
συμβάλλουσιν 1 w 5652
εὐθὺς 2 w 5657
εἰς 2 w 5660
ταὐτὸν 2 w 5666
ὅμοια 1 w 5671
νομίσαντες 1 w 5681
καὶ 66 w 5685
τοὐναντίον 2 w 5695
αὖ 9 w 5697
τούτου 4 w 5703
δρῶσιν 1 w 5709
ἕτερα 1 w 5714
οὐ 26 w 5716
κατὰ 7 w 5720
μέρη 4 w 5724
διαιροῦντες 1 w 5735
δέον 3 w 5740
ὅταν 2 w 5745
μὲν 18 w 5748
τὴν 30 w 5751
τῶν 13 w 5754
πολλῶν 1 w 5760
τις 2 w 5763
πρότερον 1 w 5771
αἴσθηται 1 w 5779
κοινωνίαν 2 w 5788
μὴ 9 w 5791
προαφίστασθαι 1 w 5804
πρὶν 1 w 5808
ἂν 7 w 5810
ἐν 10 w 5812
αὐτῇ 2 w 5816
τὰς 8 w 5819
διαφορὰς 1 w 5827
ἴδῃ 1 w 5830
πάσας 3 w 5835
ὁπόσαιπερ 1 w 5844
ἐν 11 w 5846
εἴδεσι 1 w 5852
κεῖνται 1 w 5859
τὰς 9 w 5863
δὲ 16 w 5865
αὖ 10 w 5867
παντοδαπὰς 1 w 5877
ἀνομοιότητας 1 w 5889
ὅταν 3 w 5894
ἐν 12 w 5896
πλήθεσιν 1 w 5904
ὀφθῶσιν 1 w 5911
μὴ 10 w 5914
δυνατὸν 1 w 5921
εἶναι 8 w 5926
δυσωπούμενον 1 w 5938
παύεσθαι 1 w 5946
πρὶν 2 w 5950
ἂν 8 w 5952
σύμπαντα 3 w 5960
τὰ 27 w 5962
οἰκεῖα 1 w 5968
ἐντὸς 1 w 5973
μιᾶς 1 w 5977
ὁμοιότητος 1 w 5987
ἕρξας 1 w 5992
γένους 1 w 5998
τινὸς 1 w 6003
οὐσίᾳ 1 w 6008
περιβάληται 1 w 6019
ταῦτα 3 w 6025
μὲν 19 w 6028
οὖν 6 w 6031
ἱκανῶς 3 w 6037
περί 1 w 6041
τε 46 w 6043
τούτων 3 w 6049
καὶ 67 w 6052
περὶ 14 w 6056
τῶν 14 w 6059
ἐλλείψεων 1 w 6068
καὶ 68 w 6071
ὑπερβολῶν 1 w 6080
εἰρήσθω 1 w 6087
φυλάττωμεν 1 w 6098
δὲ 17 w 6100
μόνον 6 w 6105
ὅτι 4 w 6108
δύο 3 w 6111
γένη 1 w 6115
περὶ 15 w 6119
αὐτὰ 2 w 6123
ἐξηύρηται 1 w 6132
τῆς 19 w 6135
μετρητικῆς 1 w 6145
καὶ 69 w 6149
7 w 6150
φαμεν 2 w 6155
αὔτʼ 1 w 6159
εἶναι 9 w 6164
μεμνώμεθα 1 w 6173
ΝΕ 32 w 6176
ΣΩ 32 w 6179
μεμνησόμεθα 1 w 6191
ΞΕ 33 w 6194
μετὰ 3 w 6199
τοῦτον 1 w 6205
δὴ 15 w 6207
τὸν 7 w 6210
λόγον 3 w 6215
ἕτερον 4 w 6221
προσδεξώμεθα 1 w 6233
περὶ 16 w 6237
αὐτῶν 5 w 6242
τε 48 w 6244
τῶν 16 w 6247
ζητουμένων 1 w 6257
καὶ 70 w 6260
περὶ 17 w 6264
πάσης 2 w 6269
τῆς 20 w 6272
ἐν 14 w 6274
τοῖς 2 w 6278
τοιοῖσδε 1 w 6286
λόγοις 2 w 6292
διατριβῆς 1 w 6301
ΝΕ 33 w 6304
ΣΩ 33 w 6307
τὸ 47 w 6310
ποῖον 2 w 6315
ΞΕ 34 w 6318
εἴ 6 w 6321
τις 3 w 6324
ἀνέροιτο 1 w 6332
ἡμᾶς 2 w 6336
τὴν 31 w 6339
περὶ 18 w 6343
γράμματα 1 w 6351
συνουσίαν 1 w 6360
τῶν 17 w 6363
μανθανόντων 1 w 6374
ὁπόταν 1 w 6381
τις 4 w 6384
ὁτιοῦν 1 w 6390
ὄνομα 1 w 6395
ἐρωτηθῇ 1 w 6402
τίνων 2 w 6407
ἐστὶ 3 w 6411
γραμμάτων 1 w 6420
πότερον 2 w 6428
αὐτῷ 1 w 6432
τότε 1 w 6436
φῶμεν 2 w 6441
γίγνεσθαι 2 w 6450
τὴν 32 w 6453
ζήτησιν 1 w 6460
ἑνὸς 1 w 6464
ἕνεκα 2 w 6469
μᾶλλον 2 w 6475
τοῦ 23 w 6478
προβληθέντος 1 w 6490
5 w 6491
τοῦ 24 w 6494
περὶ 19 w 6498
πάντα 4 w 6503
τὰ 30 w 6505
προβαλλόμενα 1 w 6517
γραμματικωτέρῳ 1 w 6531
γίγνεσθαι 3 w 6540
ΝΕ 34 w 6543
ΣΩ 34 w 6546
δῆλον 3 w 6552
ὅτι 5 w 6555
τοῦ 25 w 6558
περὶ 20 w 6562
ἅπαντα 1 w 6568
ΞΕ 35 w 6571
τί 16 w 6574
δʼ 3 w 6576
αὖ 11 w 6578
νῦν 9 w 6581
ἡμῖν 5 w 6585
15 w 6586
περὶ 21 w 6590
τοῦ 26 w 6593
πολιτικοῦ 1 w 6602
ζήτησις 2 w 6609
ἕνεκα 3 w 6615
αὐτοῦ 1 w 6620
τούτου 5 w 6626
προβέβληται 1 w 6637
μᾶλλον 3 w 6643
6 w 6644
τοῦ 28 w 6647
περὶ 22 w 6651
πάντα 5 w 6656
διαλεκτικωτέροις 1 w 6672
γίγνεσθαι 4 w 6681
ΝΕ 35 w 6684
ΣΩ 35 w 6687
καὶ 71 w 6691
τοῦτο 9 w 6696
δῆλον 4 w 6701
ὅτι 6 w 6704
τοῦ 30 w 6707
περὶ 23 w 6711
πάντα 6 w 6716
ΞΕ 36 w 6719
4 w 6721
που 5 w 6724
τὸν 8 w 6727
τῆς 21 w 6730
ὑφαντικῆς 2 w 6739
γε 20 w 6741
λόγον 4 w 6746
αὐτῆς 7 w 6751
ταύτης 1 w 6757
ἕνεκα 4 w 6762
θηρεύειν 1 w 6770
οὐδεὶς 1 w 6776
ἂν 9 w 6778
ἐθελήσειεν 1 w 6788
νοῦν 1 w 6792
ἔχων 1 w 6796
ἀλλʼ 5 w 6801
οἶμαι 2 w 6806
τοὺς 1 w 6810
πλείστους 1 w 6819
λέληθεν 1 w 6826
ὅτι 7 w 6829
τοῖς 3 w 6833
μὲν 20 w 6836
τῶν 18 w 6839
ὄντων 1 w 6844
ῥᾳδίως 1 w 6850
καταμαθεῖν 1 w 6860
αἰσθηταί 1 w 6868
τινες 1 w 6873
ὁμοιότητες 1 w 6883
πεφύκασιν 1 w 6892
ἃς 1 w 6895
οὐδὲν 2 w 6900
χαλεπὸν 2 w 6907
δηλοῦν 1 w 6913
ὅταν 4 w 6918
αὐτῶν 6 w 6923
τις 5 w 6926
βουληθῇ 1 w 6933
τῷ 5 w 6935
λόγον 5 w 6940
αἰτοῦντι 1 w 6948
περί 2 w 6952
του 10 w 6955
μὴ 11 w 6957
μετὰ 4 w 6961
πραγμάτων 1 w 6970
ἀλλὰ 7 w 6974
χωρὶς 1 w 6979
λόγου 1 w 6984
ῥᾳδίως 2 w 6990
ἐνδείξασθαι 1 w 7001
τοῖς 4 w 7006
δʼ 4 w 7008
αὖ 12 w 7010
μεγίστοις 1 w 7019
οὖσι 1 w 7023
καὶ 72 w 7026
τιμιωτάτοις 1 w 7037
οὐκ 10 w 7040
ἔστιν 1 w 7045
εἴδωλον 1 w 7052
οὐδὲν 3 w 7057
πρὸς 19 w 7061
τοὺς 2 w 7065
ἀνθρώπους 1 w 7074
εἰργασμένον 1 w 7085
ἐναργῶς 1 w 7092
οὗ 3 w 7095
δειχθέντος 1 w 7105
τὴν 33 w 7108
τοῦ 32 w 7111
πυνθανομένου 1 w 7123
ψυχὴν 1 w 7128
16 w 7129
βουλόμενος 1 w 7139
ἀποπληρῶσαι 1 w 7150
πρὸς 20 w 7155
τῶν 20 w 7158
αἰσθήσεών 1 w 7167
τινα 4 w 7171
προσαρμόττων 1 w 7183
ἱκανῶς 4 w 7190
πληρώσει 1 w 7198
ΞΕ 37 w 7201
διὸ 1 w 7205
δεῖ 4 w 7208
μελετᾶν 1 w 7215
λόγον 6 w 7220
ἑκάστου 1 w 7227
δυνατὸν 2 w 7234
εἶναι 10 w 7239
δοῦναι 1 w 7245
καὶ 73 w 7248
δέξασθαι 1 w 7256
τὰ 32 w 7259
γὰρ 12 w 7262
ἀσώματα 1 w 7269
κάλλιστα 1 w 7278
ὄντα 1 w 7282
καὶ 74 w 7285
μέγιστα 1 w 7292
λόγῳ 2 w 7297
μόνον 7 w 7302
ἄλλῳ 1 w 7306
δὲ 20 w 7308
οὐδενὶ 1 w 7314
σαφῶς 1 w 7319
δείκνυται 2 w 7328
τούτων 4 w 7335
δὲ 21 w 7337
ἕνεκα 5 w 7342
πάντʼ 3 w 7347
ἐστὶ 4 w 7351
τὰ 33 w 7353
νῦν 10 w 7356
λεγόμενα 2 w 7364
ῥᾴων 1 w 7369
δʼ 5 w 7371
ἐν 17 w 7373
τοῖς 5 w 7377
ἐλάττοσιν 1 w 7386
16 w 7387
μελέτη 1 w 7393
παντὸς 1 w 7399
πέρι 2 w 7403
μᾶλλον 4 w 7409
7 w 7410
περὶ 24 w 7414
τὰ 34 w 7416
μείζω 1 w 7421
ΝΕ 36 w 7424
ΣΩ 36 w 7427
κάλλιστʼ 1 w 7436
εἶπες 2 w 7441
ΞΕ 38 w 7444
ὧν 1 w 7447
τοίνυν 5 w 7453
χάριν 1 w 7458
ἅπανθʼ 1 w 7464
ἡμῖν 6 w 7468
ταῦτʼ 2 w 7473
ἐρρήθη 3 w 7479
περὶ 25 w 7483
τούτων 5 w 7489
μνησθῶμεν 1 w 7499
ΝΕ 37 w 7502
ΣΩ 37 w 7505
τίνων 3 w 7511
ΞΕ 39 w 7514
ταύτης 2 w 7521
τε 52 w 7523
οὐχ 3 w 7526
ἥκιστα 1 w 7532
αὐτῆς 8 w 7537
ἕνεκα 6 w 7542
τῆς 24 w 7545
δυσχερείας 1 w 7555
ἣν 1 w 7557
περὶ 26 w 7561
τὴν 34 w 7564
μακρολογίαν 1 w 7575
τὴν 35 w 7578
περὶ 27 w 7582
τὴν 36 w 7585
ὑφαντικὴν 3 w 7594
ἀπεδεξάμεθα 1 w 7605
δυσχερῶς 1 w 7613
καὶ 75 w 7617
τὴν 37 w 7620
περὶ 28 w 7624
τὴν 38 w 7627
τοῦ 33 w 7630
παντὸς 2 w 7636
ἀνείλιξιν 1 w 7645
καὶ 76 w 7648
τὴν 39 w 7651
τοῦ 34 w 7654
σοφιστοῦ 1 w 7662
πέρι 3 w 7666
τῆς 25 w 7669
τοῦ 36 w 7672
μὴ 12 w 7674
ὄντος 3 w 7679
οὐσίας 2 w 7685
ἐννοοῦντες 1 w 7696
ὡς 8 w 7698
ἔσχε 2 w 7702
μῆκος 2 w 7707
πλέον 4 w 7712
καὶ 77 w 7716
ἐπὶ 2 w 7719
τούτοις 1 w 7726
δὴ 16 w 7728
πᾶσιν 1 w 7733
ἐπεπλήξαμεν 1 w 7744
ἡμῖν 7 w 7748
αὐτοῖς 2 w 7754
δείσαντες 1 w 7764
μὴ 13 w 7766
περίεργα 1 w 7774
ἅμα 5 w 7777
καὶ 78 w 7780
μακρὰ 1 w 7785
λέγοιμεν 1 w 7793
ἵνʼ 1 w 7797
οὖν 7 w 7800
εἰς 3 w 7803
αὖθις 2 w 7808
μηδὲν 2 w 7813
πάσχωμεν 1 w 7821
τοιοῦτον 2 w 7829
τούτων 6 w 7836
ἕνεκα 7 w 7841
πάντων 3 w 7847
τὰ 35 w 7849
πρόσθε 1 w 7855
νῷν 1 w 7858
εἰρῆσθαι 1 w 7866
φάθι 2 w 7870
ΝΕ 38 w 7873
ΣΩ 38 w 7876
ταῦτʼ 3 w 7882
ἔσται 4 w 7887
λέγε 5 w 7892
ἑξῆς 1 w 7896
μόνον 8 w 7901
ΞΕ 40 w 7904
λέγω 2 w 7909
τοίνυν 6 w 7915
ὅτι 8 w 7918
χρὴ 3 w 7921
δὴ 17 w 7923
μεμνημένους 1 w 7934
ἐμὲ 1 w 7937
καὶ 79 w 7940
σὲ 1 w 7942
τῶν 21 w 7945
νῦν 11 w 7948
εἰρημένων 1 w 7957
τόν 3 w 7960
τε 55 w 7962
ψόγον 1 w 7967
ἑκάστοτε 2 w 7975
καὶ 80 w 7978
ἔπαινον 1 w 7985
ποιεῖσθαι 1 w 7994
βραχύτητος 2 w 8004
ἅμα 6 w 8007
καὶ 81 w 8010
μήκους 2 w 8016
ὧν 2 w 8018
ἂν 10 w 8020
ἀεὶ 1 w 8023
πέρι 4 w 8027
λέγωμεν 1 w 8034
μὴ 14 w 8037
πρὸς 21 w 8041
ἄλληλα 6 w 8047
τὰ 36 w 8049
μήκη 2 w 8053
κρίνοντες 1 w 8062
ἀλλὰ 8 w 8066
κατὰ 8 w 8070
τὸ 52 w 8072
τῆς 26 w 8075
μετρητικῆς 2 w 8085
μέρος 2 w 8090
4 w 8091
τότε 2 w 8095
ἔφαμεν 2 w 8101
δεῖν 3 w 8105
μεμνῆσθαι 1 w 8114
πρὸς 22 w 8119
τὸ 53 w 8121
πρέπον 2 w 8127
ΝΕ 39 w 8130
ΣΩ 39 w 8133
ὀρθῶς 4 w 8139