Scaife ATLAS

CTS Library / Πολιτικός

Πολιτικός (277-281)

urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:277-281
Refs {'start': {'reference': '277', 'human_reference': 'Section 277'}, 'end': {'reference': '281', 'human_reference': 'Section 281'}}
Ancestors []
Children []
prev
plain textXML
next

277
277a
ΝΕ. ΣΩ. καὶ κινδυνεύει γε, ξένε, τελέως ἂν ἡμῖν οὕτως ἔχειν περὶ τὸν πολιτικὸν ἀπόδειξις.

ΞΕ. καλῶς ἄν, Σώκρατες, ἡμῖν ἔχοι. δεῖ δὲ μὴ σοὶ μόνῳ ταῦτα, ἀλλὰ κἀμοὶ μετὰ σοῦ κοινῇ συνδοκεῖν. νῦν δὲ κατά γε τὴν ἐμὴν οὔπω φαίνεται τέλεον βασιλεὺς ἡμῖν σχῆμα ἔχειν, ἀλλὰ καθάπερ ἀνδριαντοποιοὶ παρὰ καιρὸν ἐνίοτε σπεύδοντες πλείω καὶ μείζω τοῦ δέοντος ἕκαστα τῶν
277b
ἔργων ἐπεμβαλλόμενοι βραδύνουσι, καὶ νῦν ἡμεῖς, ἵνα δὴ πρὸς τῷ ταχὺ καὶ μεγαλοπρεπῶς δηλώσαιμεν τὸ τῆς ἔμπροσθεν ἁμάρτημα διεξόδου, τῷ βασιλεῖ νομίσαντες πρέπειν μεγάλα παραδείγματα ποιεῖσθαι, θαυμαστὸν ὄγκον ἀράμενοι τοῦ μύθου, μείζονι τοῦ δέοντος ἠναγκάσθημεν αὐτοῦ μέρει προσχρήσασθαι· διὸ μακροτέραν τὴν ἀπόδειξιν πεποιήκαμεν καὶ πάντως τῷ μύθῳ τέλος οὐκ ἐπέθεμεν, ἀλλʼ ἀτεχνῶς
277c
λόγος ἡμῖν ὥσπερ ζῷον τὴν ἔξωθεν μὲν περιγραφὴν ἔοικεν ἱκανῶς ἔχειν, τὴν δὲ οἷον τοῖς φαρμάκοις καὶ τῇ συγκράσει τῶν χρωμάτων ἐνάργειαν οὐκ ἀπειληφέναι πω. γραφῆς δὲ καὶ συμπάσης χειρουργίας λέξει καὶ λόγῳ δηλοῦν πᾶν ζῷον μᾶλλον πρέπει τοῖς δυναμένοις ἕπεσθαι· τοῖς δʼ ἄλλοις διὰ χειρουργιῶν.

ΝΕ. ΣΩ. τοῦτο μὲν ὀρθῶς· ὅπῃ δὲ ἡμῖν οὔπω φῂς ἱκανῶς εἰρῆσθαι δήλωσον.

277d
ΞΕ. χαλεπόν, δαιμόνιε, μὴ παραδείγμασι χρώμενον ἱκανῶς ἐνδείκνυσθαί τι τῶν μειζόνων. κινδυνεύει γὰρ ἡμῶν ἕκαστος οἷον ὄναρ εἰδὼς ἅπαντα πάντʼ αὖ πάλιν ὥσπερ ὕπαρ ἀγνοεῖν.

ΝΕ. ΣΩ. πῶς τοῦτʼ εἶπες;

ΞΕ. καὶ μάλʼ ἀτόπως ἔοικά γε ἐν τῷ παρόντι κινήσας τὸ περὶ τῆς ἐπιστήμης πάθος ἐν ἡμῖν.

ΝΕ. ΣΩ. τί δή;

ΞΕ. παραδείγματος, μακάριε, αὖ μοι καὶ τὸ παράδειγμα αὐτὸ δεδέηκεν.

277e
ΝΕ. ΣΩ. τί οὖν; λέγε μηδὲν ἐμοῦ γε ἕνεκα ἀποκνῶν.

ΞΕ. λεκτέον ἐπειδὴ καὶ σύ γε ἕτοιμος ἀκολουθεῖν. τοὺς γάρ που παῖδας ἴσμεν, ὅταν ἄρτι γραμμάτων ἔμπειροι γίγνωνται

ΝΕ. ΣΩ. τὸ ποῖον;

ΞΕ. ὅτι τῶν στοιχείων ἕκαστον ἐν ταῖς βραχυτάταις καὶ ῥᾴσταις τῶν συλλαβῶν ἱκανῶς διαισθάνονται, καὶ τἀληθῆ φράζειν περὶ ἐκεῖνα δυνατοὶ γίγνονται.

278
278a
ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;

ΞΕ. ταὐτὰ δέ γε ταῦτα ἐν ἄλλαις ἀμφιγνοοῦντες πάλιν δόξῃ τε ψεύδονται καὶ λόγῳ.

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. ἆρʼ οὖν οὐχ ὧδε ῥᾷστον καὶ κάλλιστον ἐπάγειν αὐτοὺς ἐπὶ τὰ μήπω γιγνωσκόμενα;

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. ἀνάγειν πρῶτον ἐπʼ ἐκεῖνα ἐν οἷς ταὐτὰ ταῦτα ὀρθῶς ἐδόξαζον, ἀναγαγόντας δὲ τιθέναι παρὰ τὰ μήπω
278b
γιγνωσκόμενα, καὶ παραβάλλοντας ἐνδεικνύναι τὴν αὐτὴν ὁμοιότητα καὶ φύσιν ἐν ἀμφοτέραις οὖσαν ταῖς συμπλοκαῖς, μέχριπερ ἂν πᾶσι τοῖς ἀγνοουμένοις τὰ δοξαζόμενα ἀληθῶς παρατιθέμενα δειχθῇ, δειχθέντα δέ, παραδείγματα οὕτω γιγνόμενα, ποιήσῃ τῶν στοιχείων ἕκαστον πάντων ἐν πάσαις ταῖς συλλαβαῖς τὸ μὲν ἕτερον ὡς τῶν ἄλλων ἕτερον ὄν, τὸ
278c
δὲ ταὐτὸν ὡς ταὐτὸν ἀεὶ κατὰ ταὐτὰ ἑαυτῷ προσαγορεύεσθαι.

ΝΕ. ΣΩ. παντάπασι μὲν οὖν.

ΞΕ. οὐκοῦν τοῦτο μὲν ἱκανῶς συνειλήφαμεν, ὅτι παραδείγματός γʼ ἐστὶ τότε γένεσις, ὁπόταν ὂν ταὐτὸν ἐν ἑτέρῳ διεσπασμένῳ δοξαζόμενον ὀρθῶς καὶ συναχθὲν περὶ ἑκάτερον ὡς συνάμφω μίαν ἀληθῆ δόξαν ἀποτελῇ;

ΝΕ. ΣΩ. φαίνεται.

ΞΕ. θαυμάζοιμεν ἂν οὖν εἰ ταὐτὸν τοῦτο ἡμῶν ψυχὴ
278d
φύσει περὶ τὰ τῶν πάντων στοιχεῖα πεπονθυῖα τοτὲ μὲν ὑπʼ ἀληθείας περὶ ἓν ἕκαστον ἔν τισι συνίσταται, τοτὲ δὲ περὶ ἅπαντα ἐν ἑτέροις αὖ φέρεται, καὶ τὰ μὲν αὐτῶν ἁμῇ γέ πῃ τῶν συγκράσεων ὀρθῶς δοξάζει, μετατιθέμενα δʼ εἰς τὰς τῶν πραγμάτων μακρὰς καὶ μὴ ῥᾳδίους συλλαβὰς ταὐτὰ ταῦτα πάλιν ἀγνοεῖ;

ΝΕ. ΣΩ. καὶ θαυμαστόν γε οὐδέν.

ΞΕ. πῶς γάρ, φίλε, δύναιτο ἄν τις ἀρχόμενος ἀπὸ
278e
δόξης ψευδοῦς ἐπί τι τῆς ἀληθείας καὶ μικρὸν μέρος ἀφικόμενος κτήσασθαι φρόνησιν;

ΝΕ. ΣΩ. σχεδὸν οὐδαμῶς.

ΞΕ. οὐκοῦν ταῦτα εἰ ταύτῃ πέφυκεν, οὐδὲν δὴ πλημμελοῖμεν ἂν ἐγώ τε καὶ σὺ πρῶτον μὲν ἐπιχειρήσαντες ὅλου παραδείγματος ἰδεῖν τὴν φύσιν ἐν σμικρῷ κατὰ μέρος ἄλλῳ παραδείγματι, μετὰ δὲ ταῦτα μέλλοντες, ἐπὶ τὸ τοῦ βασιλέως μέγιστον ὂν ταὐτὸν εἶδος ἀπʼ ἐλαττόνων φέροντές ποθεν, διὰ παραδείγματος ἐπιχειρεῖν αὖ τὴν τῶν κατὰ πόλιν θεραπείαν τέχνῃ γνωρίζειν, ἵνα ὕπαρ ἀντʼ ὀνείρατος ἡμῖν γίγνηται;

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν ὀρθῶς.

279
279a
ΞΕ. πάλιν δὴ τὸν ἔμπροσθε λόγον ἀναληπτέον, ὡς ἐπειδὴ τῷ βασιλικῷ γένει τῆς περὶ τὰς πόλεις ἐπιμελείας ἀμφισβητοῦσι μυρίοι, δεῖ δὴ πάντας ἀποχωρίζειν τούτους καὶ μόνον ἐκεῖνον λείπειν καὶ πρὸς τοῦτο δὴ παραδείγματος ἔφαμεν δεῖν τινος ἡμῖν.

ΝΕ. ΣΩ. καὶ μάλα.

ΞΕ. τί δῆτα παράδειγμά τις ἄν, ἔχον τὴν αὐτὴν πολιτικῇ πραγματείαν, σμικρότατον παραθέμενος ἱκανῶς ἂν εὕροι τὸ
279b
ζητούμενον; βούλει πρὸς Διός, Σώκρατες, εἰ μή τι πρόχειρον ἕτερον ἔχομεν, ἀλλʼ οὖν τήν γε ὑφαντικὴν προελώμεθα; καὶ ταύτην, εἰ δοκεῖ, μὴ πᾶσαν; ἀποχρήσει γὰρ ἴσως περὶ τὰ ἐκ τῶν ἐρίων ὑφάσματα· τάχα γὰρ ἂν ἡμῖν καὶ τοῦτο τὸ μέρος αὐτῆς μαρτυρήσειε προαιρεθὲν βουλόμεθα.

ΝΕ. ΣΩ. τί γὰρ οὔ;

ΞΕ. τί δῆτα οὐ, καθάπερ ἐν τοῖς ἔμπροσθε τέμνοντες μέρη μερῶν ἕκαστον διῃρούμεθα, καὶ νῦν περὶ ὑφαντικὴν
279c
ταὐτὸν τοῦτʼ ἐδράσαμεν, καὶ κατὰ δύναμιν ὅτι μάλιστα διὰ βραχέων ταχὺ πάντʼ ἐπελθόντες πάλιν ἤλθομεν ἐπὶ τὸ νῦν χρήσιμον;

ΝΕ. ΣΩ. πῶς λέγεις;

ΞΕ. αὐτὴν τὴν διέξοδον ἀπόκρισίν σοι ποιήσομαι.

ΝΕ. ΣΩ. κάλλιστʼ εἶπες.

ΞΕ. ἔστι τοίνυν πάντα ἡμῖν ὁπόσα δημιουργοῦμεν καὶ κτώμεθα, τὰ μὲν ἕνεκα τοῦ ποιεῖν τι, τὰ δὲ τοῦ μὴ πάσχειν ἀμυντήρια· καὶ τῶν ἀμυντηρίων τὰ μὲν ἀλεξιφάρμακα καὶ
279d
θεῖα καὶ ἀνθρώπινα, τὰ δὲ προβλήματα· τῶν δὲ προβλημάτων τὰ μὲν πρὸς τὸν πόλεμον ὁπλίσματα, τὰ δὲ φράγματα· καὶ τῶν φραγμάτων τὰ μὲν παραπετάσματα, τὰ δὲ πρὸς χειμῶνας καὶ καύματα ἀλεξητήρια· τῶν δὲ ἀλεξητηρίων τὰ μὲν στεγάσματα, τὰ δὲ σκεπάσματα· καὶ τῶν σκεπασμάτων ὑποπετάσματα μὲν ἄλλα, περικαλύμματα δὲ ἕτερα· περικαλυμμάτων δὲ τὰ μὲν ὁλόσχιστα, σύνθετα δὲ ἕτερα· τῶν δὲ συνθέτων
279e
τὰ μὲν τρητά, τὰ δὲ ἄνευ τρήσεως συνδετά· καὶ τῶν ἀτρήτων τὰ μὲν νεύρινα φυτῶν ἐκ γῆς, τὰ δὲ τρίχινα· τῶν δὲ τριχίνων τὰ μὲν ὕδασι καὶ γῇ κολλητά, τὰ δὲ αὐτὰ αὑτοῖς συνδετά. τούτοισι δὴ τοῖς ἐκ τῶν ἑαυτοῖς συνδουμένων ἐργασθεῖσιν ἀμυντηρίοις καὶ σκεπάσμασι τὸ μὲν ὄνομα ἱμάτια ἐκαλέσαμεν· τὴν δὲ τῶν ἱματίων μάλιστα ἐπιμελουμένην
280
280a
τέχνην, ὥσπερ τότε τὴν τῆς πόλεως πολιτικὴν εἴπομεν, οὕτω καὶ νῦν ταύτην προσείπωμεν ἀπʼ αὐτοῦ τοῦ πράγματος ἱματιουργικήν; φῶμεν δὲ καὶ ὑφαντικήν, ὅσον ἐπὶ τῇ τῶν ἱματίων ἐργασίᾳ μέγιστον ἦν μόριον, μηδὲν διαφέρειν πλὴν ὀνόματι ταύτης τῆς ἱματιουργικῆς, καθάπερ κἀκεῖ τότε τὴν βασιλικὴν τῆς πολιτικῆς;

ΝΕ. ΣΩ. ὀρθότατά γε.

ΞΕ. τὸ μετὰ τοῦτο δὴ συλλογισώμεθα ὅτι τὴν ἱματίων
280b
ὑφαντικὴν οὕτω ῥηθεῖσάν τις τάχʼ ἂν ἱκανῶς εἰρῆσθαι δόξειεν, μὴ δυνάμενος συννοεῖν ὅτι τῶν μὲν ἐγγὺς συνεργῶν οὔπω διώρισται, πολλῶν δὲ ἑτέρων συγγενῶν ἀπεμερίσθη.

ΝΕ. ΣΩ. ποίων, εἰπέ, συγγενῶν;

ΞΕ. οὐχ ἕσπου τοῖς λεχθεῖσιν, ὡς φαίνῃ· πάλιν οὖν ἔοικεν ἐπανιτέον ἀρχόμενον ἀπὸ τελευτῆς. εἰ γὰρ συννοεῖς τὴν οἰκειότητα, τὴν μὲν διετέμομεν ἀπʼ αὐτῆς νυνδή, τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζοντες καὶ ὑποβολῇ.

ΝΕ. ΣΩ. μανθάνω.

280c
ΞΕ. καὶ μὴν τὴν ἐκ τῶν λίνων καὶ σπάρτων καὶ πάντων ὁπόσα φυτῶν ἄρτι νεῦρα κατὰ λόγον εἴπομεν, δημιουργίαν πᾶσαν ἀφείλομεν· τήν τε αὖ πιλητικὴν ἀφωρισάμεθα καὶ τὴν τρήσει καὶ ῥαφῇ χρωμένην σύνθεσιν, ἧς πλείστη σκυτοτομική.

ΝΕ. ΣΩ. πάνυ μὲν οὖν.

ΞΕ. καὶ τοίνυν τὴν τῶν ὁλοσχίστων σκεπασμάτων θεραπείαν δερματουργικὴν καὶ τὰς τῶν στεγασμάτων, ὅσαι τε ἐν οἰκοδομικῇ καὶ ὅλῃ τεκτονικῇ καὶ ἐν ἄλλαις τέχναις ῥευμάτων
280d
στεκτικαὶ γίγνονται, συμπάσας ἀφείλομεν, ὅσαι τε περὶ τὰς κλοπὰς καὶ τὰς βίᾳ πράξεις διακωλυτικὰ ἔργα παρέχονται τέχναι φραγμάτων, περί τε γένεσιν ἐπιθηματουργίας οὖσαι καὶ τὰς τῶν θυρωμάτων πήξεις, γομφωτικῆς ἀπονεμηθεῖσαι μόρια τέχνης· τήν τε ὁπλοποιικὴν ἀπετεμόμεθα, μεγάλης καὶ παντοίας τῆς προβληματουργικῆς τμῆμα οὖσαν δυνάμεως·
280e
καὶ δὴ καὶ τὴν μαγευτικὴν τὴν περὶ τὰ ἀλεξιφάρμακα κατʼ ἀρχὰς εὐθὺς διωρισάμεθα σύμπασαν, καὶ λελοίπαμεν, ὡς δόξαιμεν ἄν, αὐτὴν τὴν ζητηθεῖσαν ἀμυντικὴν χειμώνων, ἐρεοῦ προβλήματος ἐργαστικήν, ὄνομα δὲ ὑφαντικὴν λεχθεῖσαν.

ΝΕ. ΣΩ. ἔοικε γὰρ οὖν.

ΞΕ. ἀλλʼ οὐκ ἔστι πω τέλεον, παῖ, τοῦτο λελεγμένον. γὰρ ἐν ἀρχῇ τῆς τῶν ἱματίων ἐργασίας ἁπτόμενος τοὐναντίον
281
281a
ὑφῇ δρᾶν φαίνεται.

ΝΕ. ΣΩ. πῶς;

ΞΕ. τὸ μὲν τῆς ὑφῆς συμπλοκή τίς ἐστί που.

ΝΕ. ΣΩ. ναί.

ΞΕ. τὸ δέ γε τῶν συνεστώτων καὶ συμπεπιλημένων διαλυτική.

ΝΕ. ΣΩ. τὸ ποῖον δή;

ΞΕ. τὸ τῆς τοῦ ξαίνοντος τέχνης ἔργον. τὴν ξαντικὴν τολμήσομεν ὑφαντικὴν καὶ τὸν ξάντην ὡς ὄντα ὑφάντην καλεῖν;

ΝΕ. ΣΩ. οὐδαμῶς.

ΞΕ. καὶ μὴν τήν γε αὖ στήμονος ἐργαστικὴν καὶ κρόκης εἴ τις ὑφαντικὴν προσαγορεύει, παράδοξόν τε καὶ ψεῦδος
281b
ὄνομα λέγει.

ΝΕ. ΣΩ. πῶς γὰρ οὔ;

ΞΕ. τί δέ; κναφευτικὴν σύμπασαν καὶ τὴν ἀκεστικὴν πότερα μηδεμίαν ἐπιμέλειαν μηδέ τινα θεραπείαν ἐσθῆτος θῶμεν, καὶ ταύτας πάσας ὡς ὑφαντικὰς λέξομεν;

ΝΕ. ΣΩ. οὐδαμῶς.

ΞΕ. ἀλλὰ μὴν τῆς γε θεραπείας ἀμφισβητήσουσιν αὗται σύμπασαι καὶ τῆς γενέσεως τῆς τῶν ἱματίων τῇ τῆς ὑφαντικῆς δυνάμει, μέγιστον μὲν μέρος ἐκείνῃ διδοῦσαι, μεγάλα δὲ καὶ σφίσιν αὐταῖς ἀπονέμουσαι.

281c
ΝΕ. ΣΩ. πάνυ γε.

ΞΕ. πρὸς τοίνυν ταύταις ἔτι τὰς τῶν ἐργαλείων δημιουργοὺς τέχνας, διʼ ὧν ἀποτελεῖται τὰ τῆς ὑφῆς ἔργα, δοκεῖν χρὴ τό γε συναιτίας εἶναι προσποιήσασθαι παντὸς ὑφάσματος.

ΝΕ. ΣΩ. ὀρθότατα.

ΞΕ. πότερον οὖν ἡμῖν περὶ τῆς ὑφαντικῆς λόγος, οὗ προειλόμεθα μέρους, ἱκανῶς ἔσται διωρισμένος, ἐὰν ἄρʼ αὐτὴν τῶν ἐπιμελειῶν ὁπόσαι περὶ τὴν ἐρεᾶν ἐσθῆτα, εἰς τὴν
281d
καλλίστην καὶ μεγίστην πασῶν τιθῶμεν· λέγοιμεν μὲν ἄν τι ἀληθές, οὐ μὴν σαφές γε οὐδὲ τέλεον, πρὶν ἂν καὶ ταύτας αὐτῆς πάσας περιέλωμεν;

ΝΕ. ΣΩ. ὀρθῶς.

ΞΕ. οὐκοῦν μετὰ ταῦτα ποιητέον λέγομεν, ἵνʼ ἐφεξῆς ἡμῖν λόγος ἴῃ;

ΝΕ. ΣΩ. πῶς δʼ οὔ;

ΞΕ. πρῶτον μὲν τοίνυν δύο τέχνας οὔσας περὶ πάντα τὰ δρώμενα θεασώμεθα.

ΝΕ. ΣΩ. τίνας;

ΞΕ. τὴν μὲν γενέσεως οὖσαν συναίτιον, τὴν δʼ αὐτὴν αἰτίαν.

ΝΕ. ΣΩ. πῶς;

281e
ΞΕ. ὅσαι μὲν τὸ πρᾶγμα αὐτὸ μὴ δημιουργοῦσι, ταῖς δὲ δημιουργούσαις ὄργανα παρασκευάζουσιν, ὧν μὴ παραγενομένων οὐκ ἄν ποτε ἐργασθείη τὸ προστεταγμένον ἑκάστῃ τῶν τεχνῶν, ταύτας μὲν συναιτίους, τὰς δὲ αὐτὸ τὸ πρᾶγμα ἀπεργαζομένας αἰτίας.

ΝΕ. ΣΩ. ἔχει γοῦν λόγον.

ΞΕ. μετὰ τοῦτο δὴ τὰς μὲν περί τε ἀτράκτους καὶ κερκίδας καὶ ὁπόσα ἄλλα ὄργανα τῆς περὶ τὰ ἀμφιέσματα γενέσεως κοινωνεῖ, πάσας συναιτίους εἴπωμεν, τὰς δὲ αὐτὰ θεραπευούσας καὶ δημιουργούσας αἰτίας;

ΝΕ. ΣΩ. ὀρθότατα.

Tokens

ΝΕ 1 w 2
ΣΩ 1 w 5
καὶ 1 w 9
κινδυνεύει 1 w 19
γε 1 w 21
1 w 23
ξένε 1 w 27
τελέως 1 w 34
ἂν 1 w 36
ἡμῖν 1 w 40
οὕτως 1 w 45
ἔχειν 1 w 50
2 w 51
περὶ 1 w 55
τὸν 1 w 58
πολιτικὸν 1 w 67
ἀπόδειξις 1 w 76
ΞΕ 1 w 79
καλῶς 1 w 85
ἄν 1 w 87
2 w 89
Σώκρατες 1 w 97
ἡμῖν 2 w 102
ἔχοι 1 w 106
δεῖ 1 w 110
δὲ 1 w 112
μὴ 1 w 114
σοὶ 1 w 117
μόνῳ 1 w 121
ταῦτα 1 w 126
ἀλλὰ 1 w 131
κἀμοὶ 1 w 136
μετὰ 1 w 140
σοῦ 1 w 143
κοινῇ 1 w 148
συνδοκεῖν 1 w 157
νῦν 1 w 161
δὲ 2 w 163
κατά 1 w 167
γε 2 w 169
τὴν 1 w 172
ἐμὴν 1 w 176
οὔπω 1 w 180
φαίνεται 1 w 188
τέλεον 1 w 194
1 w 195
βασιλεὺς 1 w 203
ἡμῖν 3 w 207
σχῆμα 1 w 212
ἔχειν 2 w 217
ἀλλὰ 2 w 222
καθάπερ 1 w 229
ἀνδριαντοποιοὶ 1 w 243
παρὰ 1 w 247
καιρὸν 1 w 253
ἐνίοτε 1 w 259
σπεύδοντες 1 w 269
πλείω 1 w 274
καὶ 2 w 277
μείζω 1 w 282
τοῦ 1 w 285
δέοντος 1 w 292
ἕκαστα 1 w 298
τῶν 1 w 301
ἔργων 1 w 306
ἐπεμβαλλόμενοι 1 w 320
βραδύνουσι 1 w 330
καὶ 3 w 334
νῦν 2 w 337
ἡμεῖς 1 w 342
ἵνα 1 w 346
δὴ 1 w 348
πρὸς 1 w 352
τῷ 1 w 354
ταχὺ 1 w 358
καὶ 4 w 361
μεγαλοπρεπῶς 1 w 373
δηλώσαιμεν 1 w 383
τὸ 2 w 385
τῆς 1 w 388
ἔμπροσθεν 1 w 397
ἁμάρτημα 1 w 405
διεξόδου 1 w 413
τῷ 2 w 416
βασιλεῖ 1 w 423
νομίσαντες 1 w 433
πρέπειν 1 w 440
μεγάλα 1 w 446
παραδείγματα 1 w 458
ποιεῖσθαι 1 w 467
θαυμαστὸν 1 w 477
ὄγκον 1 w 482
ἀράμενοι 1 w 490
τοῦ 2 w 493
μύθου 1 w 498
μείζονι 1 w 506
τοῦ 3 w 509
δέοντος 2 w 516
ἠναγκάσθημεν 1 w 528
αὐτοῦ 1 w 533
μέρει 1 w 538
προσχρήσασθαι 1 w 551
διὸ 1 w 555
μακροτέραν 1 w 565
τὴν 2 w 568
ἀπόδειξιν 1 w 577
πεποιήκαμεν 1 w 588
καὶ 5 w 591
πάντως 1 w 597
τῷ 3 w 599
μύθῳ 1 w 603
τέλος 1 w 608
οὐκ 1 w 611
ἐπέθεμεν 1 w 619
ἀλλʼ 1 w 624
ἀτεχνῶς 1 w 631
2 w 632
λόγος 1 w 637
ἡμῖν 4 w 641
ὥσπερ 1 w 646
ζῷον 1 w 650
τὴν 3 w 653
ἔξωθεν 1 w 659
μὲν 1 w 662
περιγραφὴν 1 w 672
ἔοικεν 1 w 678
ἱκανῶς 1 w 684
ἔχειν 3 w 689
τὴν 4 w 693
δὲ 3 w 695
οἷον 1 w 699
τοῖς 1 w 703
φαρμάκοις 1 w 712
καὶ 6 w 715
τῇ 1 w 717
συγκράσει 1 w 726
τῶν 2 w 729
χρωμάτων 1 w 737
ἐνάργειαν 1 w 746
οὐκ 2 w 749
ἀπειληφέναι 1 w 760
πω 2 w 762
γραφῆς 1 w 769
δὲ 4 w 771
καὶ 7 w 774
συμπάσης 1 w 782
χειρουργίας 1 w 793
λέξει 1 w 798
καὶ 8 w 801
λόγῳ 1 w 805
δηλοῦν 1 w 811
πᾶν 1 w 814
ζῷον 2 w 818
μᾶλλον 1 w 824
πρέπει 2 w 830
τοῖς 2 w 834
δυναμένοις 1 w 844
ἕπεσθαι 1 w 851
τοῖς 3 w 856
δʼ 1 w 858
ἄλλοις 1 w 864
διὰ 1 w 867
χειρουργιῶν 1 w 878
ΝΕ 2 w 881
ΣΩ 2 w 884
τοῦτο 1 w 890
μὲν 2 w 893
ὀρθῶς 1 w 898
ὅπῃ 1 w 902
δὲ 5 w 904
ἡμῖν 5 w 908
οὔπω 2 w 912
φῂς 1 w 915
ἱκανῶς 2 w 921
εἰρῆσθαι 1 w 929
δήλωσον 1 w 936
ΞΕ 2 w 939
χαλεπόν 1 w 947
3 w 949
δαιμόνιε 1 w 957
μὴ 3 w 960
παραδείγμασι 1 w 972
χρώμενον 1 w 980
ἱκανῶς 3 w 986
ἐνδείκνυσθαί 1 w 998
τι 2 w 1000
τῶν 3 w 1003
μειζόνων 1 w 1011
κινδυνεύει 2 w 1022
γὰρ 1 w 1025
ἡμῶν 1 w 1029
ἕκαστος 1 w 1036
οἷον 2 w 1040
ὄναρ 1 w 1044
εἰδὼς 1 w 1049
ἅπαντα 1 w 1055
πάντʼ 1 w 1060
αὖ 1 w 1062
πάλιν 1 w 1067
ὥσπερ 2 w 1072
ὕπαρ 1 w 1076
ἀγνοεῖν 1 w 1083
ΝΕ 3 w 1086
ΣΩ 3 w 1089
πῶς 2 w 1093
τοῦτʼ 1 w 1098
εἶπες 1 w 1103
ΞΕ 3 w 1106
καὶ 9 w 1110
μάλʼ 1 w 1114
ἀτόπως 1 w 1120
ἔοικά 1 w 1125
γε 4 w 1127
ἐν 4 w 1129
τῷ 4 w 1131
παρόντι 1 w 1138
κινήσας 1 w 1145
τὸ 4 w 1147
περὶ 2 w 1151
τῆς 2 w 1154
ἐπιστήμης 1 w 1163
πάθος 1 w 1168
ἐν 5 w 1170
ἡμῖν 6 w 1174
ΝΕ 4 w 1177
ΣΩ 4 w 1180
τί 1 w 1183
δή 2 w 1185
ΞΕ 4 w 1188
παραδείγματος 1 w 1202
4 w 1204
μακάριε 1 w 1211
αὖ 2 w 1214
μοι 1 w 1217
καὶ 10 w 1220
τὸ 5 w 1222
παράδειγμα 1 w 1232
αὐτὸ 1 w 1236
δεδέηκεν 1 w 1244
ΝΕ 5 w 1247
ΣΩ 5 w 1250
τί 2 w 1253
οὖν 1 w 1256
λέγε 1 w 1261
μηδὲν 1 w 1266
ἐμοῦ 1 w 1270
γε 6 w 1272
ἕνεκα 1 w 1277
ἀποκνῶν 1 w 1284
ΞΕ 5 w 1287
λεκτέον 1 w 1295
ἐπειδὴ 1 w 1301
καὶ 11 w 1304
σύ 1 w 1306
γε 7 w 1308
ἕτοιμος 1 w 1315
ἀκολουθεῖν 1 w 1325
τοὺς 1 w 1330
γάρ 1 w 1333
που 1 w 1336
παῖδας 1 w 1342
ἴσμεν 1 w 1347
ὅταν 1 w 1352
ἄρτι 1 w 1356
γραμμάτων 1 w 1365
ἔμπειροι 1 w 1373
γίγνωνται 1 w 1382
ΝΕ 6 w 1385
ΣΩ 6 w 1388
τὸ 7 w 1391
ποῖον 1 w 1396
ΞΕ 6 w 1399
ὅτι 1 w 1403
τῶν 4 w 1406
στοιχείων 1 w 1415
ἕκαστον 1 w 1422
ἐν 6 w 1424
ταῖς 1 w 1428
βραχυτάταις 1 w 1439
καὶ 12 w 1442
ῥᾴσταις 1 w 1449
τῶν 5 w 1452
συλλαβῶν 1 w 1460
ἱκανῶς 4 w 1466
διαισθάνονται 1 w 1479
καὶ 13 w 1483
τἀληθῆ 1 w 1489
φράζειν 1 w 1496
περὶ 3 w 1500
ἐκεῖνα 1 w 1506
δυνατοὶ 1 w 1513
γίγνονται 1 w 1522
ΝΕ 7 w 1525
ΣΩ 7 w 1528
πῶς 3 w 1532
γὰρ 2 w 1535
οὔ 3 w 1537
ΞΕ 7 w 1540
ταὐτὰ 1 w 1546
δέ 4 w 1548
γε 8 w 1550
ταῦτα 2 w 1555
ἐν 7 w 1557
ἄλλαις 1 w 1563
ἀμφιγνοοῦντες 1 w 1576
πάλιν 2 w 1581
δόξῃ 1 w 1585
τε 8 w 1587
ψεύδονται 1 w 1596
καὶ 14 w 1599
λόγῳ 2 w 1603
ΝΕ 8 w 1606
ΣΩ 8 w 1609
πάνυ 1 w 1614
μὲν 3 w 1617
οὖν 2 w 1620
ΞΕ 8 w 1623
ἆρʼ 1 w 1627
οὖν 3 w 1630
οὐχ 1 w 1633
ὧδε 1 w 1636
ῥᾷστον 1 w 1642
καὶ 15 w 1645
κάλλιστον 1 w 1654
ἐπάγειν 1 w 1661
αὐτοὺς 1 w 1667
ἐπὶ 1 w 1670
τὰ 3 w 1672
μήπω 1 w 1676
γιγνωσκόμενα 1 w 1688
ΝΕ 9 w 1691
ΣΩ 9 w 1694
πῶς 4 w 1698
ΞΕ 9 w 1701
ἀνάγειν 1 w 1709
πρῶτον 1 w 1715
ἐπʼ 1 w 1718
ἐκεῖνα 2 w 1724
ἐν 8 w 1726
οἷς 1 w 1729
ταὐτὰ 2 w 1734
ταῦτα 3 w 1739
ὀρθῶς 2 w 1744
ἐδόξαζον 1 w 1752
ἀναγαγόντας 1 w 1764
δὲ 7 w 1766
τιθέναι 1 w 1773
παρὰ 2 w 1777
τὰ 5 w 1779
μήπω 2 w 1783
γιγνωσκόμενα 2 w 1795
καὶ 16 w 1799
παραβάλλοντας 1 w 1812
ἐνδεικνύναι 1 w 1823
τὴν 5 w 1826
αὐτὴν 1 w 1831
ὁμοιότητα 1 w 1840
καὶ 17 w 1843
φύσιν 1 w 1848
ἐν 10 w 1850
ἀμφοτέραις 1 w 1860
οὖσαν 1 w 1865
ταῖς 2 w 1869
συμπλοκαῖς 1 w 1879
μέχριπερ 1 w 1888
ἂν 2 w 1890
πᾶσι 1 w 1894
τοῖς 4 w 1898
ἀγνοουμένοις 1 w 1910
τὰ 6 w 1912
δοξαζόμενα 1 w 1922
ἀληθῶς 1 w 1928
παρατιθέμενα 1 w 1940
δειχθῇ 1 w 1946
δειχθέντα 1 w 1956
δέ 5 w 1958
παραδείγματα 2 w 1971
οὕτω 2 w 1975
γιγνόμενα 1 w 1984
ποιήσῃ 1 w 1991
τῶν 6 w 1994
στοιχείων 2 w 2003
ἕκαστον 2 w 2010
πάντων 1 w 2016
ἐν 11 w 2018
πάσαις 1 w 2024
ταῖς 3 w 2028
συλλαβαῖς 1 w 2037
τὸ 8 w 2039
μὲν 4 w 2042
ἕτερον 1 w 2048
ὡς 1 w 2050
τῶν 7 w 2053
ἄλλων 1 w 2058
ἕτερον 2 w 2064
ὄν 2 w 2066
τὸ 9 w 2069
δὲ 8 w 2071
ταὐτὸν 1 w 2077
ὡς 2 w 2079
ταὐτὸν 2 w 2085
ἀεὶ 1 w 2088
κατὰ 1 w 2092
ταὐτὰ 3 w 2097
ἑαυτῷ 1 w 2102
προσαγορεύεσθαι 1 w 2117
ΝΕ 10 w 2120
ΣΩ 10 w 2123
παντάπασι 1 w 2133
μὲν 5 w 2136
οὖν 4 w 2139
ΞΕ 10 w 2142
οὐκοῦν 1 w 2149
τοῦτο 2 w 2154
μὲν 6 w 2157
ἱκανῶς 5 w 2163
συνειλήφαμεν 1 w 2175
ὅτι 2 w 2179
παραδείγματός 1 w 2192
γʼ 1 w 2194
ἐστὶ 1 w 2198
τότε 1 w 2202
γένεσις 1 w 2209
ὁπόταν 1 w 2216
ὂν 1 w 2218
ταὐτὸν 3 w 2224
ἐν 12 w 2226
ἑτέρῳ 1 w 2231
διεσπασμένῳ 1 w 2242
δοξαζόμενον 1 w 2253
ὀρθῶς 3 w 2258
καὶ 18 w 2261
συναχθὲν 1 w 2269
περὶ 4 w 2273
ἑκάτερον 1 w 2281
ὡς 3 w 2283
συνάμφω 1 w 2290
μίαν 1 w 2294
ἀληθῆ 2 w 2299
δόξαν 1 w 2304
ἀποτελῇ 1 w 2311
ΝΕ 11 w 2314
ΣΩ 11 w 2317
φαίνεται 2 w 2326
ΞΕ 11 w 2329
θαυμάζοιμεν 1 w 2341
ἂν 3 w 2343
οὖν 5 w 2346
εἰ 3 w 2348
ταὐτὸν 4 w 2354
τοῦτο 3 w 2359
ἡμῶν 2 w 2363
11 w 2364
ψυχὴ 1 w 2368
φύσει 1 w 2373
περὶ 5 w 2377
τὰ 9 w 2379
τῶν 8 w 2382
πάντων 2 w 2388
στοιχεῖα 1 w 2396
πεπονθυῖα 1 w 2405
τοτὲ 1 w 2409
μὲν 7 w 2412
ὑπʼ 1 w 2415
ἀληθείας 1 w 2423
περὶ 6 w 2427
ἓν 1 w 2429
ἕκαστον 3 w 2436
ἔν 1 w 2438
τισι 1 w 2442
συνίσταται 1 w 2452
τοτὲ 2 w 2457
δὲ 9 w 2459
περὶ 7 w 2463
ἅπαντα 2 w 2469
ἐν 13 w 2471
ἑτέροις 1 w 2478
αὖ 3 w 2480
φέρεται 1 w 2487
καὶ 19 w 2491
τὰ 10 w 2493
μὲν 8 w 2496
αὐτῶν 1 w 2501
ἁμῇ 1 w 2504
γέ 2 w 2506
πῃ 2 w 2508
τῶν 10 w 2511
συγκράσεων 1 w 2521
ὀρθῶς 4 w 2526
δοξάζει 1 w 2533
μετατιθέμενα 1 w 2546
δʼ 2 w 2548
εἰς 1 w 2551
τὰς 1 w 2554
τῶν 11 w 2557
πραγμάτων 1 w 2566
μακρὰς 1 w 2572
καὶ 20 w 2575
μὴ 4 w 2577
ῥᾳδίους 1 w 2584
συλλαβὰς 1 w 2592
ταὐτὰ 4 w 2597
ταῦτα 4 w 2602
πάλιν 3 w 2607
ἀγνοεῖ 2 w 2613
ΝΕ 12 w 2616
ΣΩ 12 w 2619
καὶ 21 w 2623
θαυμαστόν 1 w 2632
γε 11 w 2634
οὐδέν 1 w 2639
ΞΕ 12 w 2642
πῶς 5 w 2646
γάρ 2 w 2649
5 w 2651
φίλε 1 w 2655
δύναιτο 1 w 2663
ἄν 2 w 2665
τις 1 w 2668
ἀρχόμενος 1 w 2677
ἀπὸ 1 w 2680
δόξης 1 w 2685
ψευδοῦς 1 w 2692
ἐπί 1 w 2695
τι 12 w 2697
τῆς 3 w 2700
ἀληθείας 2 w 2708
καὶ 22 w 2711
μικρὸν 1 w 2717
μέρος 1 w 2722
ἀφικόμενος 1 w 2732
κτήσασθαι 1 w 2741
φρόνησιν 1 w 2749
ΝΕ 13 w 2752
ΣΩ 13 w 2755
σχεδὸν 1 w 2762
οὐδαμῶς 1 w 2769
ΞΕ 13 w 2772
οὐκοῦν 2 w 2779
ταῦτα 5 w 2784
εἰ 5 w 2786
ταύτῃ 1 w 2791
πέφυκεν 1 w 2798
οὐδὲν 1 w 2804
δὴ 3 w 2806
πλημμελοῖμεν 1 w 2818
ἂν 4 w 2820
ἐγώ 1 w 2823
τε 14 w 2825
καὶ 23 w 2828
σὺ 1 w 2830
πρῶτον 2 w 2836
μὲν 9 w 2839
ἐπιχειρήσαντες 1 w 2853
ὅλου 1 w 2857
παραδείγματος 2 w 2870
ἰδεῖν 1 w 2875
τὴν 7 w 2878
φύσιν 2 w 2883
ἐν 14 w 2885
σμικρῷ 1 w 2891
κατὰ 2 w 2895
μέρος 2 w 2900
ἄλλῳ 1 w 2904
παραδείγματι 1 w 2916
μετὰ 2 w 2921
δὲ 11 w 2923
ταῦτα 6 w 2928
μέλλοντες 1 w 2937
ἐπὶ 2 w 2941
τὸ 14 w 2943
τοῦ 9 w 2946
βασιλέως 1 w 2954
μέγιστον 1 w 2962
ὂν 2 w 2964
ταὐτὸν 5 w 2970
εἶδος 1 w 2975
ἀπʼ 1 w 2978
ἐλαττόνων 1 w 2987
φέροντές 1 w 2995
ποθεν 1 w 3000
διὰ 2 w 3004
παραδείγματος 3 w 3017
ἐπιχειρεῖν 1 w 3027
αὖ 4 w 3029
τὴν 8 w 3032
τῶν 12 w 3035
κατὰ 3 w 3039
πόλιν 1 w 3044
θεραπείαν 1 w 3053
τέχνῃ 1 w 3058
γνωρίζειν 1 w 3067
ἵνα 2 w 3071
ὕπαρ 2 w 3075
ἀντʼ 1 w 3079
ὀνείρατος 1 w 3088
ἡμῖν 7 w 3092
γίγνηται 1 w 3100
ΝΕ 14 w 3103
ΣΩ 14 w 3106
πάνυ 2 w 3111
μὲν 10 w 3114
οὖν 6 w 3117
ὀρθῶς 5 w 3122
ΞΕ 14 w 3125
πάλιν 4 w 3131
δὴ 4 w 3133
τὸν 8 w 3136
ἔμπροσθε 2 w 3144
λόγον 1 w 3149
ἀναληπτέον 1 w 3159
ὡς 4 w 3162
ἐπειδὴ 2 w 3168
τῷ 6 w 3170
βασιλικῷ 1 w 3178
γένει 1 w 3183
τῆς 4 w 3186
περὶ 8 w 3190
τὰς 2 w 3193
πόλεις 1 w 3199
ἐπιμελείας 1 w 3209
ἀμφισβητοῦσι 1 w 3221
μυρίοι 1 w 3227
δεῖ 3 w 3231
δὴ 6 w 3233
πάντας 1 w 3239
ἀποχωρίζειν 1 w 3250
τούτους 1 w 3257
καὶ 24 w 3260
μόνον 1 w 3265
ἐκεῖνον 1 w 3272
λείπειν 1 w 3279
καὶ 25 w 3282
πρὸς 2 w 3286
τοῦτο 4 w 3291
δὴ 7 w 3293
παραδείγματος 4 w 3306
ἔφαμεν 1 w 3312
δεῖν 2 w 3316
τινος 1 w 3321
ἡμῖν 8 w 3325
ΝΕ 15 w 3328
ΣΩ 15 w 3331
καὶ 26 w 3335
μάλα 1 w 3339
ΞΕ 15 w 3342
τί 3 w 3345
δῆτα 1 w 3349
παράδειγμά 1 w 3359
τις 2 w 3362
ἄν 3 w 3364
ἔχον 1 w 3369
τὴν 9 w 3372
αὐτὴν 2 w 3377
πολιτικῇ 1 w 3385
πραγματείαν 1 w 3396
σμικρότατον 1 w 3408
παραθέμενος 1 w 3419
ἱκανῶς 6 w 3425
ἂν 5 w 3427
εὕροι 1 w 3432
τὸ 17 w 3434
ζητούμενον 1 w 3444
βούλει 1 w 3451
πρὸς 3 w 3455
Διός 1 w 3459
6 w 3461
Σώκρατες 2 w 3469
εἰ 6 w 3472
μή 3 w 3474
τι 17 w 3476
πρόχειρον 1 w 3485
ἕτερον 3 w 3491
ἔχομεν 1 w 3497
ἀλλʼ 2 w 3502
οὖν 7 w 3505
τήν 1 w 3508
γε 12 w 3510
ὑφαντικὴν 1 w 3519
προελώμεθα 1 w 3529
καὶ 27 w 3533
ταύτην 1 w 3539
εἰ 7 w 3542
δοκεῖ 2 w 3547
μὴ 5 w 3550
πᾶσαν 1 w 3555
ἀποχρήσει 1 w 3565
γὰρ 3 w 3568
ἴσως 1 w 3572
14 w 3573
περὶ 9 w 3577
τὰ 17 w 3579
ἐκ 4 w 3581
τῶν 13 w 3584
ἐρίων 1 w 3589
ὑφάσματα 1 w 3597
τάχα 1 w 3602
γὰρ 4 w 3605
ἂν 6 w 3607
ἡμῖν 9 w 3611
καὶ 28 w 3614
τοῦτο 5 w 3619
τὸ 18 w 3621
μέρος 3 w 3626
αὐτῆς 1 w 3631
μαρτυρήσειε 1 w 3642
προαιρεθὲν 1 w 3652
1 w 3653
βουλόμεθα 1 w 3662
ΝΕ 16 w 3665
ΣΩ 16 w 3668
τί 4 w 3671
γὰρ 5 w 3674
οὔ 4 w 3676
ΞΕ 16 w 3679
τί 5 w 3682
δῆτα 2 w 3686
οὐ 9 w 3688
καθάπερ 2 w 3696
ἐν 15 w 3698
τοῖς 5 w 3702
ἔμπροσθε 3 w 3710
τέμνοντες 1 w 3719
μέρη 1 w 3723
μερῶν 1 w 3728
ἕκαστον 4 w 3735
διῃρούμεθα 1 w 3745
καὶ 29 w 3749
νῦν 3 w 3752
περὶ 10 w 3756
ὑφαντικὴν 2 w 3765
ταὐτὸν 6 w 3771
τοῦτʼ 2 w 3776
ἐδράσαμεν 1 w 3785
καὶ 30 w 3789
κατὰ 4 w 3793
δύναμιν 1 w 3800
ὅτι 3 w 3803
μάλιστα 1 w 3810
διὰ 3 w 3813
βραχέων 1 w 3820
ταχὺ 2 w 3824
πάντʼ 2 w 3829
ἐπελθόντες 1 w 3839
πάλιν 5 w 3844
ἤλθομεν 1 w 3851
ἐπὶ 3 w 3854
τὸ 20 w 3856
νῦν 4 w 3859
χρήσιμον 1 w 3867
ΝΕ 17 w 3870
ΣΩ 17 w 3873
πῶς 6 w 3877
λέγεις 1 w 3883
ΞΕ 17 w 3886
αὐτὴν 3 w 3892
τὴν 12 w 3895
διέξοδον 1 w 3903
ἀπόκρισίν 1 w 3912
σοι 1 w 3915
ποιήσομαι 1 w 3924
ΝΕ 18 w 3927
ΣΩ 18 w 3930
κάλλιστʼ 1 w 3939
εἶπες 2 w 3944
ΞΕ 18 w 3947
ἔστι 1 w 3952
τοίνυν 1 w 3958
πάντα 2 w 3963
ἡμῖν 10 w 3967
ὁπόσα 1 w 3972
δημιουργοῦμεν 1 w 3985
καὶ 31 w 3988
κτώμεθα 1 w 3995
τὰ 19 w 3998
μὲν 11 w 4001
ἕνεκα 2 w 4006
τοῦ 14 w 4009
ποιεῖν 1 w 4015
τι 22 w 4017
τὰ 20 w 4020
δὲ 12 w 4022
τοῦ 15 w 4025
μὴ 6 w 4027
πάσχειν 1 w 4034
ἀμυντήρια 1 w 4043
καὶ 32 w 4047
τῶν 14 w 4050
ἀμυντηρίων 1 w 4060
τὰ 21 w 4062
μὲν 12 w 4065
ἀλεξιφάρμακα 1 w 4077
καὶ 33 w 4080
θεῖα 1 w 4084
καὶ 34 w 4087
ἀνθρώπινα 1 w 4096
τὰ 22 w 4099
δὲ 13 w 4101
προβλήματα 1 w 4111
τῶν 15 w 4115
δὲ 14 w 4117
προβλημάτων 1 w 4128
τὰ 23 w 4130
μὲν 13 w 4133
πρὸς 4 w 4137
τὸν 10 w 4140
πόλεμον 1 w 4147
ὁπλίσματα 1 w 4156
τὰ 24 w 4159
δὲ 15 w 4161
φράγματα 1 w 4169
καὶ 35 w 4173
τῶν 16 w 4176
φραγμάτων 1 w 4185
τὰ 25 w 4187
μὲν 14 w 4190
παραπετάσματα 1 w 4203
τὰ 26 w 4206
δὲ 16 w 4208
πρὸς 5 w 4212
χειμῶνας 1 w 4220
καὶ 36 w 4223
καύματα 1 w 4230
ἀλεξητήρια 1 w 4240
τῶν 17 w 4244
δὲ 17 w 4246
ἀλεξητηρίων 1 w 4257
τὰ 27 w 4259
μὲν 15 w 4262
στεγάσματα 1 w 4272
τὰ 28 w 4275
δὲ 18 w 4277
σκεπάσματα 1 w 4287
καὶ 37 w 4291
τῶν 18 w 4294
σκεπασμάτων 1 w 4305
ὑποπετάσματα 1 w 4317
μὲν 16 w 4320
ἄλλα 2 w 4324
περικαλύμματα 1 w 4338
δὲ 19 w 4340
ἕτερα 1 w 4345
περικαλυμμάτων 1 w 4360
δὲ 20 w 4362
τὰ 29 w 4364
μὲν 17 w 4367
ὁλόσχιστα 1 w 4376
σύνθετα 1 w 4384
δὲ 21 w 4386
ἕτερα 2 w 4391
τῶν 19 w 4395
δὲ 22 w 4397
συνθέτων 1 w 4405
τὰ 30 w 4407
μὲν 18 w 4410
τρητά 1 w 4415
τὰ 31 w 4418
δὲ 23 w 4420
ἄνευ 1 w 4424
τρήσεως 1 w 4431
συνδετά 1 w 4438
καὶ 38 w 4442
τῶν 20 w 4445
ἀτρήτων 1 w 4452
τὰ 32 w 4454
μὲν 19 w 4457
νεύρινα 1 w 4464
φυτῶν 1 w 4469
ἐκ 5 w 4471
γῆς 1 w 4474
τὰ 33 w 4477
δὲ 24 w 4479
τρίχινα 1 w 4486
τῶν 22 w 4490
δὲ 25 w 4492
τριχίνων 1 w 4500
τὰ 34 w 4502
μὲν 20 w 4505
ὕδασι 1 w 4510
καὶ 39 w 4513
γῇ 1 w 4515
κολλητά 1 w 4522
τὰ 35 w 4525
δὲ 26 w 4527
αὐτὰ 5 w 4531
αὑτοῖς 1 w 4537
συνδετά 2 w 4544
τούτοισι 1 w 4553
δὴ 8 w 4555
τοῖς 7 w 4559
ἐκ 6 w 4561
τῶν 23 w 4564
ἑαυτοῖς 1 w 4571
συνδουμένων 1 w 4582
ἐργασθεῖσιν 1 w 4593
ἀμυντηρίοις 1 w 4604
καὶ 40 w 4607
σκεπάσμασι 1 w 4617
τὸ 22 w 4619
μὲν 21 w 4622
ὄνομα 1 w 4627
ἱμάτια 1 w 4633
ἐκαλέσαμεν 1 w 4643
τὴν 13 w 4647
δὲ 27 w 4649
τῶν 24 w 4652
ἱματίων 1 w 4659
μάλιστα 2 w 4666
ἐπιμελουμένην 1 w 4679
τέχνην 1 w 4685
ὥσπερ 3 w 4691
τότε 2 w 4695
τὴν 14 w 4698
τῆς 6 w 4701
πόλεως 1 w 4707
πολιτικὴν 1 w 4716
εἴπομεν 1 w 4723
οὕτω 3 w 4728
καὶ 41 w 4731
νῦν 5 w 4734
ταύτην 2 w 4740
προσείπωμεν 1 w 4751
ἀπʼ 2 w 4754
αὐτοῦ 2 w 4759
τοῦ 17 w 4762
πράγματος 1 w 4771
ἱματιουργικήν 1 w 4784
φῶμεν 1 w 4790
δὲ 28 w 4792
καὶ 42 w 4795
ὑφαντικήν 1 w 4804
ὅσον 1 w 4809
ἐπὶ 4 w 4812
τῇ 2 w 4814
τῶν 25 w 4817
ἱματίων 2 w 4824
ἐργασίᾳ 1 w 4831
μέγιστον 2 w 4839
ἦν 1 w 4841
μόριον 1 w 4847
μηδὲν 2 w 4853
διαφέρειν 1 w 4862
πλὴν 1 w 4866
ὀνόματι 1 w 4873
ταύτης 1 w 4879
τῆς 7 w 4882
ἱματιουργικῆς 1 w 4895
καθάπερ 3 w 4903
κἀκεῖ 1 w 4908
τότε 3 w 4912
τὴν 15 w 4915
βασιλικὴν 1 w 4924
τῆς 8 w 4927
πολιτικῆς 1 w 4936
ΝΕ 19 w 4939
ΣΩ 19 w 4942
ὀρθότατά 1 w 4951
γε 14 w 4953
ΞΕ 19 w 4956
τὸ 23 w 4959
μετὰ 3 w 4963
τοῦτο 6 w 4968
δὴ 9 w 4970
συλλογισώμεθα 1 w 4983
ὅτι 4 w 4986
τὴν 16 w 4989
ἱματίων 3 w 4996
ὑφαντικὴν 3 w 5005
οὕτω 4 w 5009
ῥηθεῖσάν 1 w 5017
τις 3 w 5020
τάχʼ 1 w 5024
ἂν 7 w 5026
ἱκανῶς 7 w 5032
εἰρῆσθαι 2 w 5040
δόξειεν 1 w 5047
μὴ 7 w 5050
δυνάμενος 1 w 5059
συννοεῖν 1 w 5067
ὅτι 5 w 5070
τῶν 26 w 5073
μὲν 22 w 5076
ἐγγὺς 1 w 5081
συνεργῶν 1 w 5089
οὔπω 3 w 5093
διώρισται 1 w 5102
πολλῶν 1 w 5109
δὲ 30 w 5111
ἑτέρων 1 w 5117
συγγενῶν 1 w 5125
ἀπεμερίσθη 1 w 5135
ΝΕ 20 w 5138
ΣΩ 20 w 5141
ποίων 1 w 5147
εἰπέ 1 w 5152
συγγενῶν 2 w 5161
ΞΕ 20 w 5164
οὐχ 2 w 5168
ἕσπου 1 w 5173
τοῖς 9 w 5177
λεχθεῖσιν 1 w 5186
ὡς 5 w 5189
φαίνῃ 1 w 5194
πάλιν 6 w 5200
οὖν 8 w 5203
ἔοικεν 2 w 5209
ἐπανιτέον 1 w 5218
ἀρχόμενον 1 w 5227
ἀπὸ 2 w 5230
τελευτῆς 1 w 5238
εἰ 10 w 5241
γὰρ 6 w 5244
συννοεῖς 1 w 5252
τὴν 17 w 5255
οἰκειότητα 1 w 5265
τὴν 18 w 5269
μὲν 23 w 5272
διετέμομεν 1 w 5282
ἀπʼ 3 w 5285
αὐτῆς 2 w 5290
νυνδή 1 w 5295
τὴν 19 w 5299
τῶν 27 w 5302
στρωμάτων 1 w 5311
σύνθεσιν 1 w 5319
περιβολῇ 1 w 5327
χωρίζοντες 1 w 5337
καὶ 43 w 5340
ὑποβολῇ 1 w 5347
ΝΕ 21 w 5350
ΣΩ 21 w 5353
μανθάνω 1 w 5361
ΞΕ 21 w 5364
καὶ 44 w 5368
μὴν 2 w 5371
τὴν 20 w 5374
ἐκ 8 w 5376
τῶν 28 w 5379
λίνων 1 w 5384
καὶ 45 w 5387
σπάρτων 1 w 5394
καὶ 46 w 5397
πάντων 3 w 5403
ὁπόσα 2 w 5408
φυτῶν 2 w 5413
ἄρτι 2 w 5417
νεῦρα 1 w 5422
κατὰ 5 w 5426
λόγον 2 w 5431
εἴπομεν 2 w 5438
δημιουργίαν 1 w 5450
πᾶσαν 2 w 5455
ἀφείλομεν 1 w 5464
τήν 2 w 5468
τε 29 w 5470
αὖ 5 w 5472
πιλητικὴν 1 w 5481
ἀφωρισάμεθα 1 w 5492
καὶ 47 w 5495
τὴν 21 w 5498
τρήσει 1 w 5504
καὶ 48 w 5507
ῥαφῇ 1 w 5511
χρωμένην 1 w 5519
σύνθεσιν 2 w 5527
ἧς 1 w 5530
17 w 5531
πλείστη 1 w 5538
σκυτοτομική 1 w 5549
ΝΕ 22 w 5552
ΣΩ 22 w 5555
πάνυ 3 w 5560
μὲν 24 w 5563
οὖν 9 w 5566
ΞΕ 22 w 5569
καὶ 49 w 5573
τοίνυν 2 w 5579
τὴν 22 w 5582
τῶν 30 w 5585
ὁλοσχίστων 1 w 5595
σκεπασμάτων 2 w 5606
θεραπείαν 2 w 5615
δερματουργικὴν 1 w 5629
καὶ 50 w 5632
τὰς 3 w 5635
τῶν 31 w 5638
στεγασμάτων 1 w 5649
ὅσαι 1 w 5654
τε 31 w 5656
ἐν 16 w 5658
οἰκοδομικῇ 1 w 5668
καὶ 51 w 5671
ὅλῃ 1 w 5674
τεκτονικῇ 1 w 5683
καὶ 52 w 5686
ἐν 17 w 5688
ἄλλαις 2 w 5694
τέχναις 1 w 5701
ῥευμάτων 1 w 5709
στεκτικαὶ 1 w 5718
γίγνονται 2 w 5727
συμπάσας 1 w 5736
ἀφείλομεν 2 w 5745
ὅσαι 2 w 5750
τε 34 w 5752
περὶ 11 w 5756
τὰς 4 w 5759
κλοπὰς 1 w 5765
καὶ 54 w 5768
τὰς 5 w 5771
βίᾳ 1 w 5774
πράξεις 1 w 5781
διακωλυτικὰ 1 w 5792
ἔργα 1 w 5796
παρέχονται 1 w 5806
τέχναι 2 w 5812
φραγμάτων 2 w 5821
περί 1 w 5826
τε 35 w 5828
γένεσιν 1 w 5835
ἐπιθηματουργίας 1 w 5850
οὖσαι 1 w 5855
καὶ 55 w 5858
τὰς 6 w 5861
τῶν 32 w 5864
θυρωμάτων 1 w 5873
πήξεις 1 w 5879
γομφωτικῆς 1 w 5890
ἀπονεμηθεῖσαι 1 w 5903
μόρια 1 w 5908
τέχνης 1 w 5914
τήν 3 w 5918
τε 36 w 5920
ὁπλοποιικὴν 1 w 5931
ἀπετεμόμεθα 1 w 5942
μεγάλης 1 w 5950
καὶ 56 w 5953
παντοίας 1 w 5961
τῆς 11 w 5964
προβληματουργικῆς 1 w 5981
τμῆμα 1 w 5986
οὖσαν 2 w 5991
δυνάμεως 1 w 5999
καὶ 57 w 6003
δὴ 10 w 6005
καὶ 58 w 6008
τὴν 23 w 6011
μαγευτικὴν 1 w 6021
τὴν 24 w 6024
περὶ 12 w 6028
τὰ 43 w 6030
ἀλεξιφάρμακα 2 w 6042
κατʼ 1 w 6046
ἀρχὰς 1 w 6051
εὐθὺς 1 w 6056
διωρισάμεθα 1 w 6067
σύμπασαν 1 w 6075
καὶ 59 w 6079
λελοίπαμεν 1 w 6089
ὡς 6 w 6092
δόξαιμεν 1 w 6100
ἄν 5 w 6102
αὐτὴν 4 w 6108
τὴν 26 w 6111
ζητηθεῖσαν 1 w 6121
ἀμυντικὴν 1 w 6130
χειμώνων 1 w 6138
ἐρεοῦ 1 w 6144
προβλήματος 1 w 6155
ἐργαστικήν 1 w 6165
ὄνομα 2 w 6171
δὲ 31 w 6173
ὑφαντικὴν 4 w 6182
λεχθεῖσαν 1 w 6191
ΝΕ 23 w 6194
ΣΩ 23 w 6197
ἔοικε 3 w 6203
γὰρ 7 w 6206
οὖν 10 w 6209
ΞΕ 23 w 6212
ἀλλʼ 3 w 6217
οὐκ 5 w 6220
ἔστι 2 w 6224
πω 9 w 6226
τέλεον 2 w 6232
7 w 6234
παῖ 2 w 6237
τοῦτο 7 w 6243
λελεγμένον 1 w 6253
11 w 6255
γὰρ 8 w 6258
ἐν 18 w 6260
ἀρχῇ 1 w 6264
τῆς 12 w 6267
τῶν 33 w 6270
ἱματίων 4 w 6277
ἐργασίας 1 w 6285
ἁπτόμενος 1 w 6294
τοὐναντίον 1 w 6304
ὑφῇ 1 w 6307
δρᾶν 1 w 6311
φαίνεται 3 w 6319
ΝΕ 24 w 6322
ΣΩ 24 w 6325
πῶς 7 w 6329
ΞΕ 24 w 6332
τὸ 24 w 6335
μὲν 25 w 6338
τῆς 13 w 6341
ὑφῆς 1 w 6345
συμπλοκή 1 w 6353
τίς 1 w 6356
ἐστί 1 w 6360
που 3 w 6363
ΝΕ 25 w 6366
ΣΩ 25 w 6369
ναί 1 w 6373
ΞΕ 25 w 6376
τὸ 25 w 6379
δέ 7 w 6381
γε 18 w 6383
τῶν 34 w 6386
συνεστώτων 1 w 6396
καὶ 60 w 6399
συμπεπιλημένων 1 w 6413
διαλυτική 1 w 6422
ΝΕ 26 w 6425
ΣΩ 26 w 6428
τὸ 26 w 6431
ποῖον 2 w 6436
δή 4 w 6438
ΞΕ 26 w 6441
τὸ 27 w 6444
τῆς 14 w 6447
τοῦ 20 w 6450
ξαίνοντος 1 w 6459
τέχνης 2 w 6465
ἔργον 1 w 6470
1 w 6472
τὴν 27 w 6475
ξαντικὴν 1 w 6483
τολμήσομεν 1 w 6493
ὑφαντικὴν 5 w 6502
καὶ 61 w 6505
τὸν 11 w 6508
ξάντην 1 w 6514
ὡς 7 w 6516
ὄντα 1 w 6520
ὑφάντην 1 w 6527
καλεῖν 1 w 6533
ΝΕ 27 w 6536
ΣΩ 27 w 6539
οὐδαμῶς 2 w 6547
ΞΕ 27 w 6550
καὶ 62 w 6554
μὴν 3 w 6557
τήν 4 w 6560
γε 19 w 6562
αὖ 6 w 6564
στήμονος 1 w 6572
ἐργαστικὴν 1 w 6582
καὶ 63 w 6585
κρόκης 1 w 6591
εἴ 3 w 6593
τις 4 w 6596
ὑφαντικὴν 6 w 6605
προσαγορεύει 1 w 6617
παράδοξόν 1 w 6627
τε 38 w 6629
καὶ 64 w 6632
ψεῦδος 1 w 6638
ὄνομα 3 w 6643
λέγει 2 w 6648
ΝΕ 28 w 6651
ΣΩ 28 w 6654
πῶς 8 w 6658
γὰρ 9 w 6661
οὔ 6 w 6663
ΞΕ 28 w 6666
τί 13 w 6669
δέ 8 w 6671
κναφευτικὴν 1 w 6683
σύμπασαν 2 w 6691
καὶ 65 w 6694
τὴν 28 w 6697
ἀκεστικὴν 1 w 6706
πότερα 1 w 6712
μηδεμίαν 1 w 6720
ἐπιμέλειαν 1 w 6730
μηδέ 1 w 6734
τινα 1 w 6738
θεραπείαν 3 w 6747
ἐσθῆτος 1 w 6754
θῶμεν 1 w 6759
2 w 6761
καὶ 66 w 6764
ταύτας 1 w 6770
πάσας 2 w 6775
ὡς 8 w 6777
ὑφαντικὰς 1 w 6786
λέξομεν 1 w 6793
ΝΕ 29 w 6796
ΣΩ 29 w 6799
οὐδαμῶς 3 w 6807
ΞΕ 29 w 6810
ἀλλὰ 3 w 6815
μὴν 4 w 6818
τῆς 15 w 6821
γε 21 w 6823
θεραπείας 1 w 6832
ἀμφισβητήσουσιν 1 w 6847
αὗται 1 w 6852
σύμπασαι 1 w 6860
καὶ 67 w 6863
τῆς 16 w 6866
γενέσεως 1 w 6874
τῆς 17 w 6877
τῶν 35 w 6880
ἱματίων 5 w 6887
τῇ 3 w 6889
τῆς 18 w 6892
ὑφαντικῆς 1 w 6901
δυνάμει 1 w 6908
μέγιστον 3 w 6917
μὲν 26 w 6920
μέρος 4 w 6925
ἐκείνῃ 1 w 6931
διδοῦσαι 1 w 6939
μεγάλα 2 w 6946
δὲ 32 w 6948
καὶ 68 w 6951
σφίσιν 1 w 6957
αὐταῖς 1 w 6963
ἀπονέμουσαι 1 w 6974
ΝΕ 30 w 6977
ΣΩ 30 w 6980
πάνυ 4 w 6985
γε 23 w 6987
ΞΕ 30 w 6990
πρὸς 6 w 6995
τοίνυν 3 w 7001
ταύταις 1 w 7008
ἔτι 1 w 7011
τὰς 7 w 7014
τῶν 36 w 7017
ἐργαλείων 1 w 7026
δημιουργοὺς 1 w 7037
τέχνας 1 w 7043
διʼ 1 w 7047
ὧν 1 w 7049
ἀποτελεῖται 1 w 7060
τὰ 45 w 7062
τῆς 19 w 7065
ὑφῆς 2 w 7069
ἔργα 2 w 7073
δοκεῖν 2 w 7080
χρὴ 1 w 7083
τό 9 w 7085
γε 24 w 7087
συναιτίας 1 w 7096
εἶναι 1 w 7101
προσποιήσασθαι 1 w 7115
παντὸς 1 w 7121
ὑφάσματος 1 w 7130
ΝΕ 31 w 7133
ΣΩ 31 w 7136
ὀρθότατα 1 w 7145
ΞΕ 31 w 7148
πότερον 1 w 7156
οὖν 11 w 7159
ἡμῖν 11 w 7163
12 w 7164
περὶ 13 w 7168
τῆς 20 w 7171
ὑφαντικῆς 2 w 7180
λόγος 2 w 7185
οὗ 1 w 7188
προειλόμεθα 1 w 7199
μέρους 1 w 7205
ἱκανῶς 8 w 7212
ἔσται 1 w 7217
διωρισμένος 1 w 7228
ἐὰν 1 w 7232
ἄρʼ 1 w 7235
αὐτὴν 5 w 7240
τῶν 37 w 7243
ἐπιμελειῶν 1 w 7253
ὁπόσαι 1 w 7259
περὶ 14 w 7263
τὴν 30 w 7266
ἐρεᾶν 1 w 7271
ἐσθῆτα 1 w 7277
εἰς 2 w 7281
τὴν 31 w 7284
καλλίστην 1 w 7293
καὶ 69 w 7296
μεγίστην 1 w 7304
πασῶν 1 w 7309
τιθῶμεν 1 w 7316
3 w 7318
λέγοιμεν 1 w 7326
μὲν 27 w 7329
ἄν 6 w 7331
τι 58 w 7333
ἀληθές 1 w 7339
οὐ 15 w 7342
μὴν 5 w 7345
σαφές 1 w 7350
γε 25 w 7352
οὐδὲ 2 w 7356
τέλεον 3 w 7362
πρὶν 1 w 7367
ἂν 8 w 7369
καὶ 70 w 7372
ταύτας 2 w 7378
αὐτῆς 3 w 7383
πάσας 3 w 7388
περιέλωμεν 1 w 7398
ΝΕ 32 w 7401
ΣΩ 32 w 7404
ὀρθῶς 6 w 7410
ΞΕ 32 w 7413
οὐκοῦν 3 w 7420
μετὰ 4 w 7424
ταῦτα 7 w 7429
ποιητέον 1 w 7437
2 w 7438
λέγομεν 1 w 7445
ἵνʼ 1 w 7449
ἐφεξῆς 1 w 7455
ἡμῖν 12 w 7459
14 w 7460
λόγος 3 w 7465
ἴῃ 1 w 7467
ΝΕ 33 w 7470
ΣΩ 33 w 7473
πῶς 9 w 7477
δʼ 3 w 7479
οὔ 7 w 7481
ΞΕ 33 w 7484
πρῶτον 3 w 7491
μὲν 28 w 7494
τοίνυν 4 w 7500
δύο 1 w 7503
τέχνας 2 w 7509
οὔσας 1 w 7514
περὶ 15 w 7518
πάντα 3 w 7523
τὰ 47 w 7525
δρώμενα 1 w 7532
θεασώμεθα 1 w 7541
ΝΕ 34 w 7544
ΣΩ 34 w 7547
τίνας 1 w 7553
ΞΕ 34 w 7556
τὴν 32 w 7560
μὲν 29 w 7563
γενέσεως 2 w 7571
οὖσαν 3 w 7576
συναίτιον 1 w 7585
τὴν 33 w 7589
δʼ 4 w 7591
αὐτὴν 6 w 7596
αἰτίαν 1 w 7602
ΝΕ 35 w 7605
ΣΩ 35 w 7608
πῶς 10 w 7612
ΞΕ 35 w 7615
ὅσαι 3 w 7620
μὲν 30 w 7623
τὸ 30 w 7625
πρᾶγμα 1 w 7631
αὐτὸ 8 w 7635
μὴ 12 w 7637
δημιουργοῦσι 1 w 7649
ταῖς 5 w 7654
δὲ 34 w 7656
δημιουργούσαις 1 w 7670
ὄργανα 1 w 7676
παρασκευάζουσιν 1 w 7691
ὧν 2 w 7694
μὴ 13 w 7696
παραγενομένων 1 w 7709
οὐκ 7 w 7712
ἄν 7 w 7714
ποτε 3 w 7718
ἐργασθείη 1 w 7727
τὸ 32 w 7729
προστεταγμένον 1 w 7743
ἑκάστῃ 1 w 7749
τῶν 38 w 7752
τεχνῶν 1 w 7758
ταύτας 3 w 7765
μὲν 31 w 7768
συναιτίους 1 w 7778
τὰς 8 w 7782
δὲ 35 w 7784
αὐτὸ 9 w 7788
τὸ 34 w 7790
πρᾶγμα 2 w 7796
ἀπεργαζομένας 1 w 7809
αἰτίας 1 w 7815
ΝΕ 36 w 7818
ΣΩ 36 w 7821
ἔχει 4 w 7826
γοῦν 1 w 7830
λόγον 3 w 7835
ΞΕ 36 w 7838
μετὰ 5 w 7843
τοῦτο 8 w 7848
δὴ 11 w 7850
τὰς 9 w 7853
μὲν 32 w 7856
περί 2 w 7860
τε 45 w 7862
ἀτράκτους 1 w 7871
καὶ 71 w 7874
κερκίδας 1 w 7882
καὶ 72 w 7885
ὁπόσα 4 w 7890
ἄλλα 4 w 7894
ὄργανα 2 w 7900
τῆς 22 w 7903
περὶ 16 w 7907
τὰ 51 w 7909
ἀμφιέσματα 1 w 7919
γενέσεως 3 w 7927
κοινωνεῖ 1 w 7935
πάσας 4 w 7941
συναιτίους 2 w 7951
εἴπωμεν 1 w 7958
τὰς 10 w 7962
δὲ 36 w 7964
αὐτὰ 6 w 7968
θεραπευούσας 1 w 7980
καὶ 73 w 7983
δημιουργούσας 1 w 7996
αἰτίας 2 w 8002
ΝΕ 37 w 8005
ΣΩ 37 w 8008
ὀρθότατα 2 w 8017