Scaife ATLAS

CTS Library / Σοφιστής

Σοφιστής (246-250)

urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:246-250
Refs {'start': {'reference': '246', 'human_reference': 'Section 246'}, 'end': {'reference': '250', 'human_reference': 'Section 250'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΞΕ. τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵνʼ ἐκ πάντων ἴδωμεν
246
246a
ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτʼ ἔστιν.

ΘΕΑΙ. οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.

ΞΕ. καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.

ΘΕΑΙ. πῶς;

ΞΕ. οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον παρέχει προσβολὴν καὶ ἐπαφήν
246b
τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τίς τι φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.

ΘΕΑΙ. δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων συχνοῖς προσέτυχον.

ΞΕ. τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπʼ αὐτῶν ἀλήθειαν
246c
κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντʼ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, Θεαίτητε, ἀεὶ συνέστηκεν.

ΘΕΑΙ. ἀληθῆ.

ΞΕ. παρʼ ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος λάβωμεν λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.

ΘΕΑΙ. πῶς οὖν δὴ ληψόμεθα;

ΞΕ. παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον, ἡμερώτεροι γάρ· παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων
246d
βίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλʼ ὧδέ μοι δεῖν δοκεῖ περὶ αὐτῶν δρᾶν.

ΘΕΑΙ. πῶς;

ΞΕ. μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.

246e
ΘΕΑΙ. ὀρθότατα.

ΞΕ. κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε.

ΘΕΑΙ. ταῦτʼ ἔσται.

ΞΕ. λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.

ΘΕΑΙ. πῶς δʼ οὔ;

ΞΕ. τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;

ΘΕΑΙ. πάνυ γε.

ΞΕ. τιθέντες τι τῶν ὄντων ψυχήν;

247
247a
ΘΕΑΙ. ναί.

ΞΕ. τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;

ΘΕΑΙ. τί μήν;

ΞΕ. ἀλλʼ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;

ΘΕΑΙ. ναί, καὶ ταῦτα σύμφασιν.

ΞΕ. ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.

ΘΕΑΙ. φασὶ μὲν οὖν.

247b
ΞΕ. οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν πάντα ἀόρατα;

ΘΕΑΙ. σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.

ΞΕ. τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;

ΘΕΑΙ. τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται
247c
τὸ τολμᾶν μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν πάντʼ εἶναι σώματα διισχυρίζεσθαι.

ΞΕ. σαφῶς γὰρ ἡμῖν, Θεαίτητε, βελτίους γεγόνασιν ἇνδρες· ἐπεὶ τούτων οὐδʼ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντʼ ἂν πᾶν μὴ δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ παράπαν ἐστίν.

ΘΕΑΙ. σχεδὸν οἷα διανοοῦνται λέγεις.

ΞΕ. πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς· εἰ γάρ τι καὶ
247d
σμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ. τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπʼ ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός, εἰς βλέποντες ἀμφότερα εἶναι λέγουσι, τοῦτο αὐτοῖς ῥητέον. τάχʼ οὖν ἴσως ἂν ἀποροῖεν· εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρʼ ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδʼ εἶναι τὸ ὄν.

ΘΕΑΙ. τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.

ΞΕ. λέγω δὴ τὸ καὶ ὁποιανοῦν τινα κεκτημένον δύναμιν
247e
εἴτʼ εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτʼ εἰς τὸ παθεῖν καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ, πᾶν τοῦτο ὄντως εἶναι· τίθεμαι γὰρ ὅρον ὁρίζειν τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.

ΘΕΑΙ. ἀλλʼ ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ παρόντι τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.

ΞΕ. καλῶς· ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμῖν τε καὶ τούτοις
248
248a
ἕτερον ἂν φανείη. πρὸς μὲν οὖν τούτους τοῦτο ἡμῖν ἐνταῦθα μενέτω συνομολογηθέν.

ΘΕΑΙ. μένει.

ΞΕ. πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τῶν εἰδῶν φίλους· σὺ δʼ ἡμῖν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε.

ΘΕΑΙ. ταῦτʼ ἔσται.

ΞΕ. γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι λέγετε; γάρ;

ΘΕΑΙ. ναί.

ΞΕ. καὶ σώματι μὲν ἡμᾶς γενέσει διʼ αἰσθήσεως κοινωνεῖν, διὰ λογισμοῦ δὲ ψυχῇ πρὸς τὴν ὄντως οὐσίαν, ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε ἄλλως.

248b
ΘΕΑΙ. φαμὲν γὰρ οὖν.

ΞΕ. τὸ δὲ δὴ κοινωνεῖν, πάντων ἄριστοι, τί τοῦθʼ ὑμᾶς ἐπʼ ἀμφοῖν λέγειν φῶμεν; ἆρʼ οὐ τὸ νυνδὴ παρʼ ἡμῶν ῥηθέν;

ΘΕΑΙ. τὸ ποῖον;

ΞΕ. πάθημα ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τῶν πρὸς ἄλληλα συνιόντων γιγνόμενον. τάχʼ οὖν, Θεαίτητε, αὐτῶν τὴν πρὸς ταῦτα ἀπόκρισιν σὺ μὲν οὐ κατακούεις, ἐγὼ δὲ ἴσως διὰ συνήθειαν.

ΘΕΑΙ. τίνʼ οὖν δὴ λέγουσι λόγον;

248c
ΞΕ. οὐ συγχωροῦσιν ἡμῖν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς γηγενεῖς οὐσίας πέρι.

ΘΕΑΙ. τὸ ποῖον;

ΞΕ. ἱκανὸν ἔθεμεν ὅρον που τῶν ὄντων, ὅταν τῳ παρῇ τοῦ πάσχειν δρᾶν καὶ πρὸς τὸ σμικρότατον δύναμις;

ΘΕΑΙ. ναί.

ΞΕ. πρὸς δὴ ταῦτα τόδε λέγουσιν, ὅτι γενέσει μὲν μέτεστι τοῦ πάσχειν καὶ ποιεῖν δυνάμεως, πρὸς δὲ οὐσίαν τούτων οὐδετέρου τὴν δύναμιν ἁρμόττειν φασίν.

ΘΕΑΙ. οὐκοῦν λέγουσί τι;

ΞΕ. πρὸς γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρʼ αὐτῶν
248d
ἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψυχὴν γιγνώσκειν, τὴν δʼ οὐσίαν γιγνώσκεσθαι.

ΘΕΑΙ. φασὶ μὴν τοῦτό γε.

ΞΕ. τί δέ; τὸ γιγνώσκειν τὸ γιγνώσκεσθαί φατε ποίημα πάθος ἀμφότερον; τὸ μὲν πάθημα, τὸ δὲ θάτερον; παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μεταλαμβάνειν;

ΘΕΑΙ. δῆλον ὡς οὐδέτερον οὐδετέρου· τἀναντία γὰρ ἂν τοῖς ἔμπροσθεν λέγοιεν.

ΞΕ. μανθάνω· τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται
248e
ποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν. τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκομένην ὑπὸ τῆς γνώσεως, καθʼ ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ τὸ πάσχειν, δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν.

ΘΕΑΙ. ὀρθῶς.

ΞΕ. τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς
249
249a
ὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι;

ΘΕΑΙ. δεινὸν μεντἄν, ξένε, λόγον συγχωροῖμεν.

ΞΕ. ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν;

ΘΕΑΙ. καὶ πῶς;

ΞΕ. ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντʼ αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;

ΘΕΑΙ. καὶ τίνʼ ἂν ἕτερον ἔχοι τρόπον;

ΞΕ. ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχὴν ἔχειν, ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;

249b
ΘΕΑΙ. πάντα ἔμοιγε ἄλογα ταῦτʼ εἶναι φαίνεται.

ΞΕ. καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς ὄντα.

ΘΕΑΙ. πῶς δʼ οὔ;

ΞΕ. συμβαίνει δʼ οὖν, Θεαίτητε, ἀκινήτων τε ὄντων νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.

ΘΕΑΙ. κομιδῇ μὲν οὖν.

ΞΕ. καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντʼ εἶναι συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ τῶν ὄντων ἐξαιρήσομεν.

ΘΕΑΙ. πῶς;

ΞΕ. τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκεῖ
249c
σοι χωρὶς στάσεως γενέσθαι ποτʼ ἄν;

ΘΕΑΙ. οὐδαμῶς.

ΞΕ. τί δʼ; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα γενόμενον ἂν καὶ ὁπουοῦν;

ΘΕΑΙ. ἥκιστα.

ΞΕ. καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὃς ἂν ἐπιστήμην φρόνησιν νοῦν ἀφανίζων ἰσχυρίζηται περί τινος ὁπῃοῦν.

ΘΕΑΙ. σφόδρα γε.

ΞΕ. τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι πᾶσα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν καὶ τὰ πολλὰ
249d
εἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶν τε αὖ πανταχῇ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ ὄν τε καὶ τὸ πᾶν συναμφότερα λέγειν.

ΘΕΑΙ. ἀληθέστατα.

ΞΕ. τί οὖν; ἆρʼ οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περιειληφέναι τῷ λόγῳ τὸ ὄν;

ΘΕΑΙ. πάνυ μὲν οὖν.

ΞΕ. βαβαὶ μέντʼ ἂν ἄρα, Θεαίτητε, ὥς μοι δοκοῦμεν νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς σκέψεως.

249e
ΘΕΑΙ. πῶς αὖ καὶ τί τοῦτʼ εἴρηκας;

ΞΕ. μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ τῇ πλείστῃ περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν αὐτοῖς;

ΘΕΑΙ. ἐμοὶ γοῦν· ὅπῃ δʼ αὖ λελήθαμεν οὕτως ἔχοντες, οὐ πάνυ συνίημι.

ΞΕ. σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες
250
250a
δικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.

ΘΕΑΙ. ποῖα; ὑπόμνησόν με.

ΞΕ. πάνυ μὲν οὖν· καὶ πειράσομαί γε δρᾶν τοῦτο ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.

ΘΕΑΙ. ὀρθῶς.

ΞΕ. εἶεν δή, κίνησιν καὶ στάσιν ἆρʼ οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοις;

ΘΕΑΙ. πῶς γὰρ οὔ;

ΞΕ. καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;

250b
ΘΕΑΙ. φημὶ γὰρ οὖν.

ΞΕ. ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;

ΘΕΑΙ. οὐδαμῶς.

ΞΕ. ἀλλʼ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;

ΘΕΑΙ. καὶ πῶς;

ΞΕ. τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπʼ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;

250c
ΘΕΑΙ. κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.

ΞΕ. οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλʼ ἕτερον δή τι τούτων.

ΘΕΑΙ. ἔοικεν.

ΞΕ. κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται.

ΘΕΑΙ. σχεδόν.

ΞΕ. ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτοῦ παρʼ ἑαυτῷ βεβαιώσασθαι;

ΘΕΑΙ. ποῖ γάρ;

ΞΕ. οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον. εἰ γάρ τι μὴ
250d
κινεῖται, πῶς οὐχ ἕστηκεν; τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ αὖ κινεῖται; τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων ἀναπέφανται. δυνατὸν οὖν τοῦτο;

ΘΕΑΙ. πάντων μὲν οὖν ἀδυνατώτατον.

ΞΕ. τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.

ΘΕΑΙ. τὸ ποῖον;

ΞΕ. ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφʼ ὅτι ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ. μέμνησαι;

ΘΕΑΙ. πῶς γὰρ οὔ;

250e
ΞΕ. μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ τὸ ὄν;

ΘΕΑΙ. ἐμοὶ μέν, ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι φαινόμεθα.

Tokens

ΞΕ 1 w 2
τοὺς 1 w 7
μὲν 1 w 10
τοίνυν 1 w 16
διακριβολογουμένους 1 w 35
ὄντος 1 w 40
τε 1 w 42
πέρι 1 w 46
καὶ 1 w 49
μή 1 w 51
πάντας 1 w 58
μὲν 2 w 61
οὐ 1 w 63
διεληλύθαμεν 1 w 75
ὅμως 1 w 80
δὲ 1 w 82
ἱκανῶς 1 w 88
ἐχέτω 1 w 93
τοὺς 2 w 98
δὲ 2 w 100
ἄλλως 1 w 105
λέγοντας 1 w 113
αὖ 1 w 115
θεατέον 1 w 122
ἵνʼ 1 w 126
ἐκ 1 w 128
πάντων 1 w 134
ἴδωμεν 1 w 140
ὅτι 1 w 143
τὸ 1 w 145
ὂν 1 w 147
τοῦ 1 w 150
μὴ 1 w 152
ὄντος 2 w 157
οὐδὲν 1 w 162
εὐπορώτερον 1 w 173
εἰπεῖν 1 w 179
ὅτι 2 w 182
ποτʼ 1 w 186
ἔστιν 1 w 191
ΘΕΑΙ 1 w 196
οὐκοῦν 1 w 203
πορεύεσθαι 1 w 213
χρὴ 1 w 216
καὶ 2 w 219
ἐπὶ 1 w 222
τούτους 1 w 229
ΞΕ 2 w 232
καὶ 3 w 236
μὴν 1 w 239
ἔοικέ 1 w 244
γε 1 w 246
ἐν 1 w 248
αὐτοῖς 1 w 254
οἷον 1 w 258
γιγαντομαχία 1 w 270
τις 1 w 273
εἶναι 1 w 278
διὰ 1 w 281
τὴν 1 w 284
ἀμφισβήτησιν 1 w 296
περὶ 1 w 300
τῆς 1 w 303
οὐσίας 1 w 309
πρὸς 1 w 313
ἀλλήλους 1 w 321
ΘΕΑΙ 2 w 326
πῶς 1 w 330
ΞΕ 3 w 333
οἱ 1 w 336
μὲν 3 w 339
εἰς 1 w 342
γῆν 1 w 345
ἐξ 1 w 347
οὐρανοῦ 1 w 354
καὶ 4 w 357
τοῦ 2 w 360
ἀοράτου 1 w 367
πάντα 2 w 372
ἕλκουσι 1 w 379
ταῖς 1 w 384
χερσὶν 1 w 390
ἀτεχνῶς 1 w 397
πέτρας 1 w 403
καὶ 5 w 406
δρῦς 1 w 410
περιλαμβάνοντες 1 w 425
τῶν 1 w 429
γὰρ 1 w 432
τοιούτων 1 w 440
ἐφαπτόμενοι 1 w 451
πάντων 2 w 457
διισχυρίζονται 1 w 471
τοῦτο 1 w 476
εἶναι 2 w 481
μόνον 1 w 486
1 w 487
παρέχει 1 w 494
προσβολὴν 1 w 503
καὶ 6 w 506
ἐπαφήν 1 w 512
τινα 1 w 516
ταὐτὸν 1 w 523
σῶμα 1 w 527
καὶ 7 w 530
οὐσίαν 1 w 536
ὁριζόμενοι 1 w 546
τῶν 2 w 550
δὲ 4 w 552
ἄλλων 1 w 557
εἴ 1 w 559
τίς 1 w 562
τι 6 w 564
φήσει 1 w 569
μὴ 3 w 571
σῶμα 2 w 575
ἔχον 1 w 579
εἶναι 3 w 584
καταφρονοῦντες 1 w 599
τὸ 3 w 601
παράπαν 1 w 608
καὶ 8 w 611
οὐδὲν 2 w 616
ἐθέλοντες 1 w 625
ἄλλο 1 w 629
ἀκούειν 1 w 636
ΘΕΑΙ 3 w 641
1 w 643
δεινοὺς 1 w 650
εἴρηκας 1 w 657
ἄνδρας 1 w 663
ἤδη 1 w 667
γὰρ 2 w 670
καὶ 9 w 673
ἐγὼ 1 w 676
τούτων 1 w 682
συχνοῖς 1 w 689
προσέτυχον 1 w 699
ΞΕ 4 w 702
τοιγαροῦν 1 w 712
οἱ 2 w 714
πρὸς 2 w 718
αὐτοὺς 1 w 724
ἀμφισβητοῦντες 1 w 738
μάλα 1 w 742
εὐλαβῶς 1 w 749
ἄνωθεν 1 w 755
ἐξ 2 w 757
ἀοράτου 2 w 764
ποθὲν 1 w 769
ἀμύνονται 1 w 778
νοητὰ 1 w 784
ἄττα 1 w 788
καὶ 10 w 791
ἀσώματα 1 w 798
εἴδη 1 w 802
βιαζόμενοι 1 w 812
τὴν 2 w 815
ἀληθινὴν 1 w 823
οὐσίαν 2 w 829
εἶναι 4 w 834
τὰ 2 w 837
δὲ 6 w 839
ἐκείνων 1 w 846
σώματα 2 w 852
καὶ 11 w 855
τὴν 3 w 858
λεγομένην 1 w 867
ὑπʼ 1 w 870
αὐτῶν 1 w 875
ἀλήθειαν 1 w 883
κατὰ 1 w 887
σμικρὰ 1 w 893
διαθραύοντες 1 w 905
ἐν 2 w 907
τοῖς 2 w 911
λόγοις 1 w 917
γένεσιν 1 w 924
ἀντʼ 1 w 928
οὐσίας 2 w 934
φερομένην 1 w 943
τινὰ 1 w 947
προσαγορεύουσιν 1 w 962
ἐν 3 w 965
μέσῳ 1 w 969
δὲ 7 w 971
περὶ 2 w 975
ταῦτα 1 w 980
ἄπλετος 1 w 987
ἀμφοτέρων 1 w 996
μάχη 1 w 1000
τις 2 w 1003
1 w 1005
Θεαίτητε 1 w 1013
ἀεὶ 1 w 1017
συνέστηκεν 1 w 1027
ΘΕΑΙ 4 w 1032
ἀληθῆ 1 w 1038
ΞΕ 5 w 1041
παρʼ 1 w 1046
ἀμφοῖν 1 w 1052
τοίνυν 2 w 1058
τοῖν 1 w 1062
γενοῖν 1 w 1068
κατὰ 2 w 1072
μέρος 1 w 1077
λάβωμεν 1 w 1084
λόγον 1 w 1089
ὑπὲρ 1 w 1093
ἧς 1 w 1095
τίθενται 1 w 1103
τῆς 2 w 1106
οὐσίας 3 w 1112
ΘΕΑΙ 5 w 1117
πῶς 2 w 1121
οὖν 1 w 1124
δὴ 1 w 1126
ληψόμεθα 1 w 1134
ΞΕ 6 w 1137
παρὰ 1 w 1142
μὲν 4 w 1145
τῶν 4 w 1148
ἐν 4 w 1150
εἴδεσιν 1 w 1157
αὐτὴν 1 w 1162
τιθεμένων 1 w 1171
ῥᾷον 1 w 1175
ἡμερώτεροι 1 w 1186
γάρ 1 w 1189
παρὰ 2 w 1194
δὲ 8 w 1196
τῶν 5 w 1199
εἰς 2 w 1202
σῶμα 3 w 1206
πάντα 3 w 1211
ἑλκόντων 1 w 1219
βίᾳ 1 w 1222
χαλεπώτερον 1 w 1233
ἴσως 1 w 1238
δὲ 9 w 1240
καὶ 12 w 1243
σχεδὸν 1 w 1249
ἀδύνατον 1 w 1257
ἀλλʼ 1 w 1262
ὧδέ 1 w 1265
μοι 1 w 1268
δεῖν 1 w 1272
δοκεῖ 1 w 1277
περὶ 3 w 1281
αὐτῶν 2 w 1286
δρᾶν 1 w 1290
ΘΕΑΙ 6 w 1295
πῶς 3 w 1299
ΞΕ 7 w 1302
μάλιστα 1 w 1310
μέν 5 w 1313
εἴ 5 w 1316
πῃ 1 w 1318
δυνατὸν 1 w 1325
ἦν 1 w 1327
ἔργῳ 1 w 1332
βελτίους 1 w 1340
αὐτοὺς 2 w 1346
ποιεῖν 1 w 1352
εἰ 4 w 1355
δὲ 10 w 1357
τοῦτο 2 w 1362
μὴ 4 w 1364
ἐγχωρεῖ 1 w 1371
λόγῳ 1 w 1376
ποιῶμεν 1 w 1383
ὑποτιθέμενοι 1 w 1396
νομιμώτερον 1 w 1407
αὐτοὺς 3 w 1413
1 w 1414
νῦν 1 w 1417
ἐθέλοντας 1 w 1426
ἂν 1 w 1428
ἀποκρίνασθαι 1 w 1440
τὸ 5 w 1443
γὰρ 3 w 1446
ὁμολογηθὲν 1 w 1456
παρὰ 3 w 1460
βελτιόνων 1 w 1469
που 1 w 1472
κυριώτερον 1 w 1482
2 w 1483
τὸ 6 w 1485
παρὰ 4 w 1489
χειρόνων 1 w 1497
ἡμεῖς 1 w 1503
δὲ 11 w 1505
οὐ 11 w 1507
τούτων 2 w 1513
φροντίζομεν 1 w 1524
ἀλλὰ 1 w 1529
τἀληθὲς 1 w 1536
ζητοῦμεν 1 w 1544
ΘΕΑΙ 7 w 1549
ὀρθότατα 1 w 1558
ΞΕ 8 w 1561
κέλευε 1 w 1568
δὴ 2 w 1570
τοὺς 6 w 1574
βελτίους 2 w 1582
γεγονότας 1 w 1591
ἀποκρίνασθαί 1 w 1603
σοι 1 w 1606
καὶ 13 w 1610
τὸ 7 w 1612
λεχθὲν 1 w 1618
παρʼ 2 w 1622
αὐτῶν 3 w 1627
ἀφερμήνευε 1 w 1637
ΘΕΑΙ 8 w 1642
ταῦτʼ 1 w 1648
ἔσται 1 w 1653
ΞΕ 9 w 1656
λεγόντων 1 w 1665
δὴ 3 w 1667
θνητὸν 1 w 1673
ζῷον 1 w 1677
εἴ 6 w 1679
φασιν 1 w 1684
εἶναί 1 w 1689
τι 12 w 1691
ΘΕΑΙ 9 w 1696
πῶς 4 w 1700
δʼ 1 w 1702
οὔ 1 w 1704
ΞΕ 10 w 1707
τοῦτο 3 w 1713
δὲ 12 w 1715
οὐ 12 w 1717
σῶμα 4 w 1721
ἔμψυχον 1 w 1728
ὁμολογοῦσιν 1 w 1739
ΘΕΑΙ 10 w 1744
πάνυ 1 w 1749
γε 4 w 1751
ΞΕ 11 w 1754
τιθέντες 1 w 1763
τι 14 w 1765
τῶν 8 w 1768
ὄντων 1 w 1773
ψυχήν 1 w 1778
ΘΕΑΙ 11 w 1783
ναί 2 w 1787
ΞΕ 12 w 1790
τί 6 w 1793
δέ 2 w 1795
ψυχὴν 1 w 1801
οὐ 13 w 1803
τὴν 5 w 1806
μὲν 5 w 1809
δικαίαν 1 w 1816
τὴν 6 w 1820
δὲ 13 w 1822
ἄδικόν 1 w 1828
φασιν 2 w 1833
εἶναι 5 w 1838
καὶ 14 w 1842
τὴν 7 w 1845
μὲν 6 w 1848
φρόνιμον 1 w 1856
τὴν 8 w 1860
δὲ 14 w 1862
ἄφρονα 1 w 1868
ΘΕΑΙ 12 w 1873
τί 7 w 1876
μήν 2 w 1879
ΞΕ 13 w 1882
ἀλλʼ 2 w 1887
οὐ 14 w 1889
δικαιοσύνης 1 w 1900
ἕξει 1 w 1904
καὶ 15 w 1907
παρουσίᾳ 1 w 1915
τοιαύτην 1 w 1923
αὐτῶν 4 w 1928
ἑκάστην 1 w 1935
γίγνεσθαι 1 w 1944
καὶ 16 w 1948
τῶν 10 w 1951
ἐναντίων 1 w 1959
τὴν 9 w 1962
ἐναντίαν 1 w 1970
ΘΕΑΙ 13 w 1975
ναί 3 w 1979
καὶ 17 w 1983
ταῦτα 2 w 1988
σύμφασιν 1 w 1996
ΞΕ 14 w 1999
ἀλλὰ 2 w 2004
μὴν 2 w 2007
τό 2 w 2009
γε 5 w 2011
δυνατόν 1 w 2018
τῳ 1 w 2020
παραγίγνεσθαι 1 w 2033
καὶ 18 w 2036
ἀπογίγνεσθαι 1 w 2048
πάντως 1 w 2054
εἶναί 2 w 2059
τι 15 w 2061
φήσουσιν 1 w 2069
ΘΕΑΙ 14 w 2074
φασὶ 1 w 2079
μὲν 7 w 2082
οὖν 2 w 2085
ΞΕ 15 w 2088
οὔσης 1 w 2094
οὖν 3 w 2097
δικαιοσύνης 2 w 2108
καὶ 19 w 2111
φρονήσεως 1 w 2120
καὶ 20 w 2123
τῆς 3 w 2126
ἄλλης 1 w 2131
ἀρετῆς 1 w 2137
καὶ 21 w 2140
τῶν 11 w 2143
ἐναντίων 2 w 2151
καὶ 22 w 2155
δὴ 4 w 2157
καὶ 23 w 2160
ψυχῆς 1 w 2165
ἐν 8 w 2167
1 w 2168
ταῦτα 3 w 2173
ἐγγίγνεται 1 w 2183
πότερον 1 w 2191
ὁρατὸν 1 w 2197
καὶ 24 w 2200
ἁπτὸν 1 w 2205
εἶναί 3 w 2210
φασί 1 w 2214
τι 16 w 2216
αὐτῶν 5 w 2221
3 w 2222
πάντα 4 w 2227
ἀόρατα 1 w 2233
ΘΕΑΙ 15 w 2238
σχεδὸν 2 w 2245
οὐδὲν 3 w 2250
τούτων 3 w 2256
γε 6 w 2258
ὁρατόν 1 w 2264
ΞΕ 16 w 2267
τί 11 w 2270
δὲ 16 w 2272
τῶν 13 w 2275
τοιούτων 2 w 2283
μῶν 1 w 2287
σῶμά 1 w 2291
τι 17 w 2293
λέγουσιν 1 w 2301
ἴσχειν 1 w 2307
ΘΕΑΙ 16 w 2312
τοῦτο 4 w 2318
οὐκέτι 1 w 2324
κατὰ 3 w 2328
ταὐτὰ 1 w 2333
ἀποκρίνονται 1 w 2345
πᾶν 1 w 2348
ἀλλὰ 3 w 2353
τὴν 10 w 2356
μὲν 8 w 2359
ψυχὴν 2 w 2364
αὐτὴν 2 w 2369
δοκεῖν 1 w 2375
σφίσι 1 w 2380
σῶμά 2 w 2384
τι 19 w 2386
κεκτῆσθαι 1 w 2395
φρόνησιν 1 w 2404
δὲ 17 w 2406
καὶ 25 w 2409
τῶν 14 w 2412
ἄλλων 2 w 2417
ἕκαστον 1 w 2424
ὧν 1 w 2426
ἠρώτηκας 1 w 2434
αἰσχύνονται 1 w 2446
τὸ 11 w 2448
τολμᾶν 1 w 2454
4 w 2455
μηδὲν 1 w 2460
τῶν 15 w 2463
ὄντων 2 w 2468
αὐτὰ 2 w 2472
ὁμολογεῖν 1 w 2481
5 w 2482
πάντʼ 1 w 2487
εἶναι 6 w 2492
σώματα 3 w 2498
διισχυρίζεσθαι 1 w 2512
ΞΕ 17 w 2515
σαφῶς 1 w 2521
γὰρ 4 w 2524
ἡμῖν 1 w 2528
2 w 2530
Θεαίτητε 2 w 2538
βελτίους 3 w 2547
γεγόνασιν 1 w 2556
ἇνδρες 1 w 2562
ἐπεὶ 1 w 2567
τούτων 4 w 2573
οὐδʼ 1 w 2577
ἂν 2 w 2579
ἓν 1 w 2581
ἐπαισχυνθεῖεν 1 w 2594
οἵ 1 w 2596
γε 9 w 2598
αὐτῶν 6 w 2603
σπαρτοί 1 w 2610
τε 17 w 2612
καὶ 26 w 2615
αὐτόχθονες 1 w 2625
ἀλλὰ 4 w 2630
διατείνοιντʼ 1 w 2642
ἂν 3 w 2644
πᾶν 2 w 2647
2 w 2648
μὴ 6 w 2650
δυνατοὶ 1 w 2657
ταῖς 2 w 2661
χερσὶ 2 w 2666
συμπιέζειν 1 w 2676
εἰσίν 1 w 2681
ὡς 1 w 2684
ἄρα 1 w 2687
τοῦτο 5 w 2692
οὐδὲν 4 w 2697
τὸ 12 w 2699
παράπαν 2 w 2706
ἐστίν 1 w 2711
ΘΕΑΙ 17 w 2716
σχεδὸν 3 w 2723
οἷα 1 w 2726
διανοοῦνται 1 w 2737
λέγεις 1 w 2743
ΞΕ 18 w 2746
πάλιν 1 w 2752
τοίνυν 3 w 2758
ἀνερωτῶμεν 1 w 2768
αὐτούς 1 w 2774
εἰ 6 w 2777
γάρ 2 w 2780
τι 20 w 2782
καὶ 27 w 2785
σμικρὸν 1 w 2792
ἐθέλουσι 1 w 2800
τῶν 17 w 2803
ὄντων 3 w 2808
συγχωρεῖν 1 w 2817
ἀσώματον 1 w 2825
ἐξαρκεῖ 1 w 2833
τὸ 13 w 2836
γὰρ 5 w 2839
ἐπί 1 w 2842
τε 19 w 2844
τούτοις 1 w 2851
ἅμα 1 w 2854
καὶ 28 w 2857
ἐπʼ 1 w 2860
ἐκείνοις 1 w 2868
ὅσα 1 w 2871
ἔχει 1 w 2875
σῶμα 5 w 2879
συμφυὲς 1 w 2886
γεγονός 1 w 2893
εἰς 3 w 2897
3 w 2898
βλέποντες 1 w 2907
ἀμφότερα 1 w 2915
εἶναι 7 w 2920
λέγουσι 2 w 2927
τοῦτο 6 w 2933
αὐτοῖς 2 w 2939
ῥητέον 1 w 2945
τάχʼ 1 w 2950
οὖν 4 w 2953
ἴσως 2 w 2957
ἂν 4 w 2959
ἀποροῖεν 1 w 2967
εἰ 8 w 2970
δή 1 w 2972
τι 21 w 2974
τοιοῦτον 1 w 2982
πεπόνθασι 1 w 2991
σκόπει 1 w 2998
προτεινομένων 1 w 3012
ἡμῶν 1 w 3016
ἆρʼ 1 w 3020
ἐθέλοιεν 1 w 3028
ἂν 5 w 3030
δέχεσθαι 1 w 3038
καὶ 29 w 3041
ὁμολογεῖν 2 w 3050
τοιόνδʼ 1 w 3057
εἶναι 8 w 3062
τὸ 14 w 3064
ὄν 6 w 3066
ΘΕΑΙ 18 w 3071
τὸ 15 w 3074
ποῖον 1 w 3079
δή 2 w 3081
λέγε 2 w 3086
καὶ 30 w 3090
τάχα 1 w 3094
εἰσόμεθα 1 w 3102
ΞΕ 19 w 3105
λέγω 1 w 3110
δὴ 5 w 3112
τὸ 16 w 3114
καὶ 31 w 3117
ὁποιανοῦν 1 w 3126
τινα 2 w 3130
κεκτημένον 1 w 3140
δύναμιν 1 w 3147
εἴτʼ 1 w 3151
εἰς 4 w 3154
τὸ 17 w 3156
ποιεῖν 2 w 3162
ἕτερον 1 w 3168
ὁτιοῦν 1 w 3174
πεφυκὸς 1 w 3181
εἴτʼ 2 w 3185
εἰς 5 w 3188
τὸ 18 w 3190
παθεῖν 1 w 3196
καὶ 32 w 3199
σμικρότατον 1 w 3210
ὑπὸ 1 w 3213
τοῦ 11 w 3216
φαυλοτάτου 1 w 3226
κἂν 1 w 3230
εἰ 12 w 3232
μόνον 2 w 3237
εἰς 6 w 3240
ἅπαξ 1 w 3244
πᾶν 3 w 3248
τοῦτο 7 w 3253
ὄντως 1 w 3258
εἶναι 9 w 3263
τίθεμαι 1 w 3271
γὰρ 6 w 3274
ὅρον 1 w 3278
ὁρίζειν 1 w 3285
τὰ 8 w 3287
ὄντα 1 w 3291
ὡς 2 w 3293
ἔστιν 2 w 3298
οὐκ 3 w 3301
ἄλλο 2 w 3305
τι 25 w 3307
πλὴν 1 w 3311
δύναμις 1 w 3318
ΘΕΑΙ 19 w 3323
ἀλλʼ 3 w 3328
ἐπείπερ 1 w 3335
αὐτοί 1 w 3340
γε 14 w 3342
οὐκ 4 w 3345
ἔχουσιν 1 w 3352
ἐν 9 w 3354
τῷ 1 w 3356
παρόντι 1 w 3363
τούτου 2 w 3369
βέλτιον 1 w 3376
λέγειν 1 w 3382
δέχονται 1 w 3391
τοῦτο 8 w 3396
ΞΕ 20 w 3399
καλῶς 1 w 3405
ἴσως 3 w 3410
γὰρ 7 w 3413
ἂν 7 w 3415
εἰς 7 w 3418
ὕστερον 1 w 3425
ἡμῖν 2 w 3429
τε 25 w 3431
καὶ 33 w 3434
τούτοις 2 w 3441
ἕτερον 2 w 3447
ἂν 8 w 3449
φανείη 1 w 3455
πρὸς 3 w 3460
μὲν 9 w 3463
οὖν 5 w 3466
τούτους 2 w 3473
τοῦτο 9 w 3478
ἡμῖν 3 w 3482
ἐνταῦθα 1 w 3489
μενέτω 1 w 3495
συνομολογηθέν 1 w 3508
ΘΕΑΙ 20 w 3513
μένει 1 w 3519
ΞΕ 21 w 3522
πρὸς 4 w 3527
δὴ 6 w 3529
τοὺς 7 w 3533
ἑτέρους 1 w 3540
ἴωμεν 1 w 3545
τοὺς 8 w 3550
τῶν 18 w 3553
εἰδῶν 1 w 3558
φίλους 1 w 3564
σὺ 1 w 3567
δʼ 4 w 3569
ἡμῖν 4 w 3573
καὶ 34 w 3576
τὰ 9 w 3578
παρὰ 5 w 3582
τούτων 5 w 3588
ἀφερμήνευε 2 w 3598
ΘΕΑΙ 21 w 3603
ταῦτʼ 2 w 3609
ἔσται 2 w 3614
ΞΕ 22 w 3617
γένεσιν 2 w 3625
τὴν 12 w 3629
δὲ 20 w 3631
οὐσίαν 3 w 3637
χωρίς 1 w 3642
που 2 w 3645
διελόμενοι 1 w 3655
λέγετε 1 w 3661
3 w 3663
γάρ 3 w 3666
ΘΕΑΙ 22 w 3671
ναί 6 w 3675
ΞΕ 23 w 3678
καὶ 35 w 3682
σώματι 1 w 3688
μὲν 10 w 3691
ἡμᾶς 1 w 3695
γενέσει 1 w 3702
διʼ 1 w 3705
αἰσθήσεως 1 w 3714
κοινωνεῖν 1 w 3723
διὰ 2 w 3727
λογισμοῦ 1 w 3735
δὲ 21 w 3737
ψυχῇ 1 w 3741
πρὸς 5 w 3745
τὴν 13 w 3748
ὄντως 2 w 3753
οὐσίαν 4 w 3759
ἣν 1 w 3762
ἀεὶ 2 w 3765
κατὰ 4 w 3769
ταὐτὰ 2 w 3774
ὡσαύτως 1 w 3781
ἔχειν 1 w 3786
φατέ 1 w 3790
γένεσιν 3 w 3798
δὲ 22 w 3800
ἄλλοτε 1 w 3806
ἄλλως 2 w 3811
ΘΕΑΙ 23 w 3816
φαμὲν 1 w 3822
γὰρ 8 w 3825
οὖν 6 w 3828
ΞΕ 24 w 3831
τὸ 19 w 3834
δὲ 23 w 3836
δὴ 7 w 3838
κοινωνεῖν 2 w 3847
3 w 3849
πάντων 3 w 3855
ἄριστοι 1 w 3862
τί 15 w 3865
τοῦθʼ 1 w 3870
ὑμᾶς 1 w 3874
ἐπʼ 2 w 3877
ἀμφοῖν 2 w 3883
λέγειν 2 w 3889
φῶμεν 1 w 3894
ἆρʼ 2 w 3898
οὐ 23 w 3900
τὸ 20 w 3902
νυνδὴ 1 w 3907
παρʼ 3 w 3911
ἡμῶν 2 w 3915
ῥηθέν 1 w 3920
ΘΕΑΙ 24 w 3925
τὸ 21 w 3928
ποῖον 2 w 3933
ΞΕ 25 w 3936
πάθημα 1 w 3943
6 w 3944
ποίημα 1 w 3950
ἐκ 4 w 3952
δυνάμεώς 1 w 3960
τινος 1 w 3965
ἀπὸ 1 w 3968
τῶν 19 w 3971
πρὸς 6 w 3975
ἄλληλα 1 w 3981
συνιόντων 1 w 3990
γιγνόμενον 1 w 4000
τάχʼ 2 w 4005
οὖν 7 w 4008
4 w 4010
Θεαίτητε 3 w 4018
αὐτῶν 7 w 4024
τὴν 14 w 4027
πρὸς 7 w 4031
ταῦτα 4 w 4036
ἀπόκρισιν 1 w 4045
σὺ 2 w 4047
μὲν 12 w 4050
οὐ 24 w 4052
κατακούεις 1 w 4062
ἐγὼ 2 w 4066
δὲ 24 w 4068
ἴσως 4 w 4072
διὰ 3 w 4075
συνήθειαν 1 w 4084
ΘΕΑΙ 25 w 4089
τίνʼ 1 w 4094
οὖν 8 w 4097
δὴ 9 w 4099
λέγουσι 3 w 4106
λόγον 2 w 4111
ΞΕ 26 w 4114
οὐ 25 w 4117
συγχωροῦσιν 1 w 4128
ἡμῖν 5 w 4132
τὸ 22 w 4134
νυνδὴ 2 w 4139
ῥηθὲν 1 w 4144
πρὸς 8 w 4148
τοὺς 9 w 4152
γηγενεῖς 1 w 4160
οὐσίας 4 w 4166
πέρι 2 w 4170
ΘΕΑΙ 26 w 4175
τὸ 23 w 4178
ποῖον 3 w 4183
ΞΕ 27 w 4186
ἱκανὸν 1 w 4193
ἔθεμεν 1 w 4199
ὅρον 2 w 4203
που 3 w 4206
τῶν 21 w 4209
ὄντων 4 w 4214
ὅταν 1 w 4219
τῳ 2 w 4221
παρῇ 1 w 4225
11 w 4226
τοῦ 16 w 4229
πάσχειν 1 w 4236
7 w 4237
δρᾶν 2 w 4241
καὶ 36 w 4244
πρὸς 9 w 4248
τὸ 24 w 4250
σμικρότατον 2 w 4261
δύναμις 2 w 4268
ΘΕΑΙ 27 w 4273
ναί 7 w 4277
ΞΕ 28 w 4280
πρὸς 10 w 4285
δὴ 11 w 4287
ταῦτα 5 w 4292
τόδε 1 w 4296
λέγουσιν 2 w 4304
ὅτι 3 w 4308
γενέσει 2 w 4315
μὲν 13 w 4318
μέτεστι 1 w 4325
τοῦ 17 w 4328
πάσχειν 2 w 4335
καὶ 37 w 4338
ποιεῖν 3 w 4344
δυνάμεως 1 w 4352
πρὸς 11 w 4357
δὲ 25 w 4359
οὐσίαν 5 w 4365
τούτων 6 w 4371
οὐδετέρου 1 w 4380
τὴν 15 w 4383
δύναμιν 2 w 4390
ἁρμόττειν 1 w 4399
φασίν 1 w 4404
ΘΕΑΙ 28 w 4409
οὐκοῦν 2 w 4416
λέγουσί 1 w 4423
τι 32 w 4425
ΞΕ 29 w 4428
πρὸς 12 w 4433
9 w 4434
γε 21 w 4436
λεκτέον 1 w 4443
ἡμῖν 6 w 4447
ὅτι 4 w 4450
δεόμεθα 1 w 4457
παρʼ 4 w 4461
αὐτῶν 8 w 4466
ἔτι 1 w 4469
πυθέσθαι 1 w 4477
σαφέστερον 1 w 4487
εἰ 16 w 4489
προσομολογοῦσι 1 w 4503
τὴν 16 w 4506
μὲν 14 w 4509
ψυχὴν 3 w 4514
γιγνώσκειν 1 w 4524
τὴν 17 w 4528
δʼ 5 w 4530
οὐσίαν 6 w 4536
γιγνώσκεσθαι 1 w 4548
ΘΕΑΙ 29 w 4553
φασὶ 2 w 4558
μὴν 3 w 4561
τοῦτό 1 w 4566
γε 22 w 4568
ΞΕ 30 w 4571
τί 17 w 4574
δέ 5 w 4576
τὸ 25 w 4579
γιγνώσκειν 2 w 4589
8 w 4590
τὸ 26 w 4592
γιγνώσκεσθαί 1 w 4604
φατε 1 w 4608
ποίημα 2 w 4614
9 w 4615
πάθος 1 w 4620
10 w 4621
ἀμφότερον 1 w 4630
11 w 4632
τὸ 27 w 4634
μὲν 15 w 4637
πάθημα 2 w 4643
τὸ 28 w 4646
δὲ 26 w 4648
θάτερον 1 w 4655
12 w 4657
παντάπασιν 1 w 4667
οὐδέτερον 1 w 4676
οὐδετέρου 2 w 4685
τούτων 7 w 4691
μεταλαμβάνειν 1 w 4704
ΘΕΑΙ 30 w 4709
δῆλον 1 w 4715
ὡς 3 w 4717
οὐδέτερον 2 w 4726
οὐδετέρου 3 w 4735
τἀναντία 1 w 4744
γὰρ 9 w 4747
ἂν 9 w 4749
τοῖς 4 w 4753
ἔμπροσθεν 1 w 4762
λέγοιεν 1 w 4769
ΞΕ 31 w 4772
μανθάνω 1 w 4780
τόδε 2 w 4785
γε 23 w 4787
ὡς 4 w 4790
τὸ 29 w 4792
γιγνώσκειν 3 w 4802
εἴπερ 1 w 4807
ἔσται 3 w 4812
ποιεῖν 4 w 4818
τι 35 w 4820
τὸ 30 w 4823
γιγνωσκόμενον 1 w 4836
ἀναγκαῖον 1 w 4845
αὖ 2 w 4847
συμβαίνει 1 w 4856
πάσχειν 3 w 4863
τὴν 18 w 4867
οὐσίαν 7 w 4873
δὴ 12 w 4875
κατὰ 5 w 4879
τὸν 6 w 4882
λόγον 3 w 4887
τοῦτον 1 w 4893
γιγνωσκομένην 1 w 4906
ὑπὸ 2 w 4909
τῆς 5 w 4912
γνώσεως 1 w 4919
καθʼ 1 w 4924
ὅσον 1 w 4928
γιγνώσκεται 1 w 4939
κατὰ 6 w 4944
τοσοῦτον 1 w 4952
κινεῖσθαι 1 w 4961
διὰ 4 w 4964
τὸ 32 w 4966
πάσχειν 4 w 4973
4 w 4975
δή 3 w 4977
φαμεν 1 w 4982
οὐκ 6 w 4985
ἂν 10 w 4987
γενέσθαι 1 w 4995
περὶ 4 w 4999
τὸ 33 w 5001
ἠρεμοῦν 1 w 5008
ΘΕΑΙ 31 w 5013
ὀρθῶς 1 w 5019
ΞΕ 32 w 5022
τί 19 w 5025
δὲ 27 w 5027
πρὸς 13 w 5031
Διός 1 w 5035
ὡς 5 w 5038
ἀληθῶς 1 w 5044
κίνησιν 1 w 5051
καὶ 38 w 5054
ζωὴν 1 w 5058
καὶ 39 w 5061
ψυχὴν 4 w 5066
καὶ 40 w 5069
φρόνησιν 2 w 5077
4 w 5078
ῥᾳδίως 1 w 5084
πεισθησόμεθα 1 w 5096
τῷ 2 w 5098
παντελῶς 1 w 5106
ὄντι 1 w 5110
μὴ 8 w 5112
παρεῖναι 1 w 5120
μηδὲ 2 w 5125
ζῆν 1 w 5128
αὐτὸ 2 w 5132
μηδὲ 3 w 5136
φρονεῖν 1 w 5143
ἀλλὰ 5 w 5148
σεμνὸν 1 w 5154
καὶ 41 w 5157
ἅγιον 1 w 5162
νοῦν 3 w 5167
οὐκ 7 w 5170
ἔχον 2 w 5174
ἀκίνητον 1 w 5183
ἑστὸς 1 w 5188
εἶναι 10 w 5193
ΘΕΑΙ 32 w 5198
δεινὸν 1 w 5205
μεντἄν 1 w 5211
5 w 5213
ξένε 1 w 5217
λόγον 4 w 5223
συγχωροῖμεν 1 w 5234
ΞΕ 33 w 5237
ἀλλὰ 6 w 5242
νοῦν 4 w 5246
μὲν 16 w 5249
ἔχειν 2 w 5254
ζωὴν 2 w 5259
δὲ 30 w 5261
μὴ 9 w 5263
φῶμεν 2 w 5268
ΘΕΑΙ 33 w 5273
καὶ 42 w 5277
πῶς 5 w 5280
ΞΕ 34 w 5283
ἀλλὰ 7 w 5288
ταῦτα 6 w 5293
μὲν 17 w 5296
ἀμφότερα 2 w 5304
ἐνόντʼ 1 w 5310
αὐτῷ 1 w 5314
λέγομεν 1 w 5321
οὐ 38 w 5324
μὴν 4 w 5327
ἐν 12 w 5329
ψυχῇ 2 w 5333
γε 25 w 5335
φήσομεν 1 w 5342
αὐτὸ 3 w 5346
ἔχειν 3 w 5351
αὐτά 1 w 5355
ΘΕΑΙ 34 w 5360
καὶ 43 w 5364
τίνʼ 2 w 5368
ἂν 11 w 5370
ἕτερον 3 w 5376
ἔχοι 1 w 5380
τρόπον 1 w 5386
ΞΕ 35 w 5389
ἀλλὰ 8 w 5394
δῆτα 1 w 5398
νοῦν 5 w 5402
μὲν 18 w 5405
καὶ 44 w 5408
ζωὴν 3 w 5412
καὶ 45 w 5415
ψυχὴν 5 w 5420
ἔχειν 4 w 5425
ἀκίνητον 2 w 5434
μέντοι 1 w 5440
τὸ 37 w 5442
παράπαν 3 w 5449
ἔμψυχον 2 w 5456
ὂν 2 w 5458
ἑστάναι 1 w 5465
ΘΕΑΙ 35 w 5470
πάντα 5 w 5476
ἔμοιγε 1 w 5482
ἄλογα 1 w 5487
ταῦτʼ 3 w 5492
εἶναι 11 w 5497
φαίνεται 1 w 5505
ΞΕ 36 w 5508
καὶ 46 w 5512
τὸ 38 w 5514
κινούμενον 1 w 5524
δὴ 13 w 5526
καὶ 47 w 5529
κίνησιν 2 w 5536
συγχωρητέον 1 w 5547
ὡς 6 w 5549
ὄντα 2 w 5553
ΘΕΑΙ 36 w 5558
πῶς 6 w 5562
δʼ 6 w 5564
οὔ 3 w 5566
ΞΕ 37 w 5569
συμβαίνει 2 w 5579
δʼ 7 w 5581
οὖν 9 w 5584
6 w 5586
Θεαίτητε 4 w 5594
ἀκινήτων 1 w 5603
τε 42 w 5605
ὄντων 5 w 5610
νοῦν 6 w 5614
μηδενὶ 1 w 5620
περὶ 5 w 5624
μηδενὸς 1 w 5631
εἶναι 12 w 5636
μηδαμοῦ 1 w 5643
ΘΕΑΙ 37 w 5648
κομιδῇ 1 w 5655
μὲν 19 w 5658
οὖν 10 w 5661
ΞΕ 38 w 5664
καὶ 48 w 5668
μὴν 5 w 5671
ἐὰν 1 w 5674
αὖ 3 w 5676
φερόμενα 1 w 5684
καὶ 49 w 5687
κινούμενα 1 w 5696
πάντʼ 2 w 5701
εἶναι 13 w 5706
συγχωρῶμεν 1 w 5716
καὶ 50 w 5720
τούτῳ 1 w 5725
τῷ 4 w 5727
λόγῳ 2 w 5731
ταὐτὸν 2 w 5737
τοῦτο 11 w 5742
ἐκ 5 w 5744
τῶν 23 w 5747
ὄντων 6 w 5752
ἐξαιρήσομεν 1 w 5763
ΘΕΑΙ 38 w 5768
πῶς 7 w 5772
ΞΕ 39 w 5775
τὸ 40 w 5778
κατὰ 7 w 5782
ταὐτὰ 3 w 5787
καὶ 51 w 5790
ὡσαύτως 2 w 5797
καὶ 52 w 5800
περὶ 6 w 5804
τὸ 41 w 5806
αὐτὸ 5 w 5810
δοκεῖ 3 w 5815
σοι 2 w 5818
χωρὶς 1 w 5823
στάσεως 1 w 5830
γενέσθαι 2 w 5838
ποτʼ 2 w 5842
ἄν 4 w 5844
ΘΕΑΙ 39 w 5849
οὐδαμῶς 1 w 5857
ΞΕ 40 w 5860
τί 21 w 5863
δʼ 8 w 5865
ἄνευ 1 w 5870
τούτων 8 w 5876
νοῦν 7 w 5880
καθορᾷς 1 w 5887
ὄντα 3 w 5891
13 w 5892
γενόμενον 1 w 5901
ἂν 12 w 5903
καὶ 53 w 5906
ὁπουοῦν 1 w 5913
ΘΕΑΙ 40 w 5918
ἥκιστα 1 w 5925
ΞΕ 41 w 5928
καὶ 54 w 5932
μὴν 6 w 5935
πρός 1 w 5939
γε 29 w 5941
τοῦτον 2 w 5947
παντὶ 1 w 5952
λόγῳ 3 w 5956
μαχετέον 1 w 5964
ὃς 1 w 5967
ἂν 13 w 5969
ἐπιστήμην 1 w 5978
14 w 5979
φρόνησιν 3 w 5987
15 w 5988
νοῦν 8 w 5992
ἀφανίζων 1 w 6000
ἰσχυρίζηται 1 w 6011
περί 1 w 6015
τινος 2 w 6020
ὁπῃοῦν 1 w 6026
ΘΕΑΙ 41 w 6031
σφόδρα 1 w 6038
γε 30 w 6040
ΞΕ 42 w 6043
τῷ 5 w 6046
δὴ 14 w 6048
φιλοσόφῳ 1 w 6056
καὶ 55 w 6059
ταῦτα 7 w 6064
μάλιστα 2 w 6071
τιμῶντι 1 w 6078
πᾶσα 1 w 6082
ὡς 7 w 6085
ἔοικεν 1 w 6091
ἀνάγκη 1 w 6098
διὰ 5 w 6101
ταῦτα 8 w 6106
μήτε 1 w 6110
τῶν 24 w 6113
ἓν 2 w 6115
16 w 6116
καὶ 56 w 6119
τὰ 16 w 6121
πολλὰ 1 w 6126
εἴδη 2 w 6130
λεγόντων 2 w 6138
τὸ 43 w 6140
πᾶν 4 w 6143
ἑστηκὸς 1 w 6150
ἀποδέχεσθαι 1 w 6161
τῶν 25 w 6165
τε 44 w 6167
αὖ 4 w 6169
πανταχῇ 1 w 6176
τὸ 44 w 6178
ὂν 3 w 6180
κινούντων 1 w 6189
μηδὲ 4 w 6193
τὸ 45 w 6195
παράπαν 4 w 6202
ἀκούειν 2 w 6209
ἀλλὰ 9 w 6214
κατὰ 8 w 6218
τὴν 19 w 6221
τῶν 26 w 6224
παίδων 1 w 6230
εὐχήν 1 w 6235
ὅσα 2 w 6239
ἀκίνητα 1 w 6246
καὶ 57 w 6249
κεκινημένα 1 w 6259
τὸ 46 w 6262
ὄν 16 w 6264
τε 45 w 6266
καὶ 58 w 6269
τὸ 47 w 6271
πᾶν 5 w 6274
συναμφότερα 1 w 6285
λέγειν 3 w 6291
ΘΕΑΙ 42 w 6296
ἀληθέστατα 1 w 6307
ΞΕ 43 w 6310
τί 22 w 6313
οὖν 11 w 6316
ἆρʼ 3 w 6320
οὐκ 8 w 6323
ἐπιεικῶς 1 w 6331
ἤδη 2 w 6334
φαινόμεθα 1 w 6343
περιειληφέναι 1 w 6356
τῷ 6 w 6358
λόγῳ 4 w 6362
τὸ 48 w 6364
ὄν 17 w 6366
ΘΕΑΙ 43 w 6371
πάνυ 2 w 6376
μὲν 20 w 6379
οὖν 12 w 6382
ΞΕ 44 w 6385
βαβαὶ 1 w 6391
μέντʼ 1 w 6396
ἂν 14 w 6398
ἄρα 2 w 6401
7 w 6403
Θεαίτητε 5 w 6411
ὥς 1 w 6414
μοι 3 w 6417
δοκοῦμεν 1 w 6425
νῦν 2 w 6428
αὐτοῦ 1 w 6433
γνώσεσθαι 1 w 6442
πέρι 3 w 6446
τὴν 20 w 6449
ἀπορίαν 1 w 6456
τῆς 6 w 6459
σκέψεως 1 w 6466
ΘΕΑΙ 44 w 6471
πῶς 8 w 6475
αὖ 5 w 6477
καὶ 59 w 6480
τί 23 w 6482
τοῦτʼ 1 w 6487
εἴρηκας 2 w 6494
ΞΕ 45 w 6497
8 w 6499
μακάριε 1 w 6506
οὐκ 9 w 6510
ἐννοεῖς 1 w 6517
ὅτι 5 w 6520
νῦν 3 w 6523
ἐσμεν 1 w 6528
ἐν 14 w 6530
ἀγνοίᾳ 1 w 6536
τῇ 1 w 6538
πλείστῃ 1 w 6545
περὶ 7 w 6549
αὐτοῦ 2 w 6554
φαινόμεθα 2 w 6564
δέ 9 w 6566
τι 41 w 6568
λέγειν 4 w 6574
ἡμῖν 7 w 6578
αὐτοῖς 3 w 6584
ΘΕΑΙ 45 w 6589
ἐμοὶ 1 w 6594
γοῦν 1 w 6598
ὅπῃ 1 w 6602
δʼ 9 w 6604
αὖ 6 w 6606
λελήθαμεν 1 w 6615
οὕτως 1 w 6620
ἔχοντες 1 w 6627
οὐ 42 w 6630
πάνυ 3 w 6634
συνίημι 1 w 6641
ΞΕ 46 w 6644
σκόπει 2 w 6651
δὴ 15 w 6653
σαφέστερον 2 w 6663
εἰ 17 w 6665
τὰ 18 w 6667
νῦν 4 w 6670
συνομολογοῦντες 1 w 6685
δικαίως 1 w 6692
ἂν 15 w 6694
ἐπερωτηθεῖμεν 1 w 6707
ἅπερ 1 w 6711
αὐτοὶ 1 w 6716
τότε 1 w 6720
ἠρωτῶμεν 1 w 6728
τοὺς 10 w 6732
λέγοντας 2 w 6740
εἶναι 14 w 6745
τὸ 49 w 6747
πᾶν 6 w 6750
θερμὸν 1 w 6756
καὶ 60 w 6759
ψυχρόν 1 w 6765
ΘΕΑΙ 46 w 6770
ποῖα 1 w 6775
ὑπόμνησόν 1 w 6785
με 47 w 6787
ΞΕ 47 w 6790
πάνυ 4 w 6795
μὲν 21 w 6798
οὖν 13 w 6801
καὶ 61 w 6805
πειράσομαί 1 w 6815
γε 33 w 6817
δρᾶν 3 w 6821
τοῦτο 13 w 6826
ἐρωτῶν 1 w 6832
σὲ 1 w 6834
καθάπερ 1 w 6841
ἐκείνους 1 w 6849
τότε 2 w 6853
ἵνα 1 w 6857
ἅμα 2 w 6860
τι 42 w 6862
καὶ 62 w 6865
προΐωμεν 1 w 6873
ΘΕΑΙ 47 w 6878
ὀρθῶς 2 w 6884
ΞΕ 48 w 6887
εἶεν 1 w 6892
δή 4 w 6894
κίνησιν 3 w 6902
καὶ 63 w 6905
στάσιν 1 w 6911
ἆρʼ 4 w 6914
οὐκ 10 w 6917
ἐναντιώτατα 1 w 6928
λέγεις 2 w 6934
ἀλλήλοις 1 w 6942
ΘΕΑΙ 48 w 6947
πῶς 9 w 6951
γὰρ 10 w 6954
οὔ 4 w 6956
ΞΕ 49 w 6959
καὶ 64 w 6963
μὴν 7 w 6966
εἶναί 4 w 6971
γε 35 w 6973
ὁμοίως 1 w 6979
φῂς 1 w 6982
ἀμφότερα 3 w 6990
αὐτὰ 5 w 6994
καὶ 65 w 6997
ἑκάτερον 1 w 7005
ΘΕΑΙ 49 w 7010
φημὶ 1 w 7015
γὰρ 11 w 7018
οὖν 14 w 7021
ΞΕ 50 w 7024
ἆρα 1 w 7028
κινεῖσθαι 2 w 7037
λέγων 1 w 7042
ἀμφότερα 4 w 7050
καὶ 66 w 7053
ἑκάτερον 2 w 7061
ὅταν 2 w 7066
εἶναι 15 w 7071
συγχωρῇς 1 w 7079
ΘΕΑΙ 50 w 7084
οὐδαμῶς 2 w 7092
ΞΕ 51 w 7095
ἀλλʼ 4 w 7100
ἑστάναι 2 w 7107
σημαίνεις 1 w 7116
λέγων 2 w 7121
αὐτὰ 6 w 7125
ἀμφότερα 5 w 7133
εἶναι 16 w 7138
ΘΕΑΙ 51 w 7143
καὶ 67 w 7147
πῶς 10 w 7150
ΞΕ 52 w 7153
τρίτον 1 w 7160
ἄρα 3 w 7163
τι 44 w 7165
παρὰ 6 w 7169
ταῦτα 9 w 7174
τὸ 50 w 7176
ὂν 4 w 7178
ἐν 16 w 7180
τῇ 2 w 7182
ψυχῇ 3 w 7186
τιθείς 1 w 7192
ὡς 8 w 7195
ὑπʼ 2 w 7198
ἐκείνου 2 w 7205
τήν 1 w 7208
τε 58 w 7210
στάσιν 2 w 7216
καὶ 68 w 7219
τὴν 21 w 7222
κίνησιν 4 w 7229
περιεχομένην 1 w 7241
συλλαβὼν 1 w 7250
καὶ 69 w 7253
ἀπιδὼν 1 w 7259
αὐτῶν 9 w 7264
πρὸς 14 w 7268
τὴν 22 w 7271
τῆς 7 w 7274
οὐσίας 5 w 7280
κοινωνίαν 1 w 7289
οὕτως 2 w 7295
εἶναι 17 w 7300
προσεῖπας 1 w 7309
ἀμφότερα 6 w 7317
ΘΕΑΙ 52 w 7322
κινδυνεύομεν 1 w 7335
ὡς 9 w 7337
ἀληθῶς 2 w 7343
τρίτον 2 w 7349
ἀπομαντεύεσθαί 1 w 7363
τι 46 w 7365
τὸ 51 w 7367
ὄν 18 w 7369
ὅταν 3 w 7374
κίνησιν 5 w 7381
καὶ 70 w 7384
στάσιν 3 w 7390
εἶναι 18 w 7395
λέγωμεν 1 w 7402
ΞΕ 53 w 7405
οὐκ 11 w 7409
ἄρα 4 w 7412
κίνησις 1 w 7419
καὶ 71 w 7422
στάσις 1 w 7428
ἐστὶ 1 w 7432
συναμφότερον 1 w 7444
τὸ 52 w 7446
ὂν 5 w 7448
ἀλλʼ 5 w 7452
ἕτερον 4 w 7458
δή 5 w 7460
τι 47 w 7462
τούτων 9 w 7468
ΘΕΑΙ 53 w 7473
ἔοικεν 2 w 7480
ΞΕ 54 w 7483
κατὰ 9 w 7488
τὴν 23 w 7491
αὑτοῦ 1 w 7496
φύσιν 1 w 7501
ἄρα 5 w 7504
τὸ 53 w 7506
ὂν 6 w 7508
οὔτε 1 w 7512
ἕστηκεν 1 w 7519
οὔτε 2 w 7523
κινεῖται 1 w 7531
ΘΕΑΙ 54 w 7536
σχεδόν 1 w 7543
ΞΕ 55 w 7546
ποῖ 5 w 7550
δὴ 16 w 7552
χρὴ 2 w 7555
τὴν 24 w 7558
διάνοιαν 1 w 7566
ἔτι 2 w 7569
τρέπειν 1 w 7576
τὸν 8 w 7579
βουλόμενον 1 w 7589
ἐναργές 1 w 7596
τι 49 w 7598
περὶ 8 w 7602
αὐτοῦ 3 w 7607
παρʼ 5 w 7611
ἑαυτῷ 1 w 7616
βεβαιώσασθαι 1 w 7628
ΘΕΑΙ 55 w 7633
ποῖ 6 w 7637
γάρ 4 w 7640
ΞΕ 56 w 7643
οἶμαι 1 w 7649
μὲν 22 w 7652
οὐδαμόσε 1 w 7660
ἔτι 3 w 7663
ῥᾴδιον 1 w 7669
εἰ 18 w 7672
γάρ 5 w 7675
τι 51 w 7677
μὴ 14 w 7679
κινεῖται 2 w 7687
πῶς 11 w 7691
οὐχ 1 w 7694
ἕστηκεν 2 w 7701
17 w 7703
τὸ 55 w 7705
μηδαμῶς 1 w 7712
ἑστὸς 2 w 7717
πῶς 12 w 7720
οὐκ 12 w 7723
αὖ 7 w 7725
κινεῖται 3 w 7733
τὸ 57 w 7736
δὲ 32 w 7738
ὂν 7 w 7740
ἡμῖν 8 w 7744
νῦν 5 w 7747
ἐκτὸς 1 w 7752
τούτων 10 w 7758
ἀμφοτέρων 2 w 7767
ἀναπέφανται 1 w 7778
5 w 7780
δυνατὸν 2 w 7787
οὖν 15 w 7790
τοῦτο 14 w 7795
ΘΕΑΙ 56 w 7800
πάντων 4 w 7807
μὲν 23 w 7810
οὖν 16 w 7813
ἀδυνατώτατον 1 w 7825
ΞΕ 57 w 7828
τόδε 3 w 7833
τοίνυν 4 w 7839
μνησθῆναι 1 w 7848
δίκαιον 1 w 7855
ἐπὶ 2 w 7858
τούτοις 3 w 7865
ΘΕΑΙ 57 w 7870
τὸ 60 w 7873
ποῖον 4 w 7878
ΞΕ 58 w 7881
ὅτι 6 w 7885
τοῦ 29 w 7888
μὴ 15 w 7890
ὄντος 3 w 7895
ἐρωτηθέντες 1 w 7906
τοὔνομα 1 w 7913
ἐφʼ 1 w 7916
ὅτι 7 w 7919
ποτὲ 1 w 7923
δεῖ 2 w 7926
φέρειν 1 w 7932
πάσῃ 1 w 7937
συνεσχόμεθα 1 w 7948
ἀπορίᾳ 1 w 7954
μέμνησαι 1 w 7963
ΘΕΑΙ 58 w 7968
πῶς 13 w 7972
γὰρ 12 w 7975
οὔ 8 w 7977
ΞΕ 59 w 7980
μῶν 5 w 7984
οὖν 17 w 7987
ἐν 18 w 7989
ἐλάττονί 1 w 7997
τινι 1 w 8001
νῦν 6 w 8004
ἐσμεν 2 w 8009
ἀπορίᾳ 2 w 8015
περὶ 9 w 8019
τὸ 61 w 8021
ὄν 20 w 8023
ΘΕΑΙ 59 w 8028
ἐμοὶ 2 w 8033
μέν 14 w 8036
9 w 8038
ξένε 2 w 8042
εἰ 19 w 8045
δυνατὸν 3 w 8052
εἰπεῖν 2 w 8058
ἐν 19 w 8061
πλείονι 1 w 8068
φαινόμεθα 3 w 8077