<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="246"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵνʼ ἐκ πάντων ἴδωμεν
<milestone n="246" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="246a"/> ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτʼ ἔστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν
<milestone unit="section" resp="Stephanus" n="246b"/> τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τίς <add>τι</add> φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων συχνοῖς προσέτυχον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπʼ αὐτῶν ἀλήθειαν
<milestone unit="section" resp="Stephanus" n="246c"/> κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντʼ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ συνέστηκεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παρʼ ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος λάβωμεν λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς οὖν δὴ ληψόμεθα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον, ἡμερώτεροι γάρ· παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων
<milestone unit="section" resp="Stephanus" n="246d"/> βίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλʼ ὧδέ μοι δεῖν δοκεῖ περὶ αὐτῶν δρᾶν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον ἢ τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="246e"/><label>ΘΕΑΙ.</label> ὀρθότατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταῦτʼ ἔσται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τιθέντες τι τῶν ὄντων ψυχήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="247"><p><said who="#Θεαίτητος"><milestone n="247" unit="page"/><milestone unit="section" resp="Stephanus" n="247a"/><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, καὶ ταῦτα σύμφασιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φασὶ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="247b"/><label>ΞΕ.</label> οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν ἢ πάντα ἀόρατα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται
<milestone unit="section" resp="Stephanus" n="247c"/> τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν ἢ πάντʼ εἶναι σώματα διισχυρίζεσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σαφῶς γὰρ ἡμῖν, ὦ Θεαίτητε, βελτίους γεγόνασιν ἇνδρες· ἐπεὶ τούτων οὐδʼ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντʼ ἂν πᾶν ὃ μὴ δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ παράπαν ἐστίν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οἷα διανοοῦνται λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς· εἰ γάρ τι καὶ
<milestone unit="section" resp="Stephanus" n="247d"/> σμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ. τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπʼ ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός, εἰς ὃ βλέποντες ἀμφότερα εἶναι λέγουσι, τοῦτο αὐτοῖς ῥητέον. τάχʼ οὖν ἴσως ἂν ἀποροῖεν· εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρʼ ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδʼ εἶναι τὸ ὄν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγω δὴ τὸ καὶ ὁποιανοῦν <del>τινα</del> κεκτημένον δύναμιν
<milestone unit="section" resp="Stephanus" n="247e"/> εἴτʼ εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτʼ εἰς τὸ παθεῖν καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ, πᾶν τοῦτο ὄντως εἶναι· τίθεμαι γὰρ ὅρον <del>ὁρίζειν</del> τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ παρόντι τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="248"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς· ἴσως γὰρ ἂν εἰς ὕστερον ἡμῖν τε καὶ τούτοις
<milestone n="248" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="248a"/> ἕτερον ἂν φανείη. πρὸς μὲν οὖν τούτους τοῦτο ἡμῖν ἐνταῦθα μενέτω συνομολογηθέν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μένει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρὸς δὴ τοὺς ἑτέρους ἴωμεν, τοὺς τῶν εἰδῶν φίλους· σὺ δʼ ἡμῖν καὶ τὰ παρὰ τούτων ἀφερμήνευε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταῦτʼ ἔσται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> γένεσιν, τὴν δὲ οὐσίαν χωρίς που διελόμενοι λέγετε; ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ σώματι μὲν ἡμᾶς γενέσει διʼ αἰσθήσεως κοινωνεῖν, διὰ λογισμοῦ δὲ ψυχῇ πρὸς τὴν ὄντως οὐσίαν, ἣν ἀεὶ κατὰ ταὐτὰ ὡσαύτως ἔχειν φατέ, γένεσιν δὲ ἄλλοτε ἄλλως.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="248b"/><label>ΘΕΑΙ.</label> φαμὲν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ δὴ κοινωνεῖν, ὦ πάντων ἄριστοι, τί τοῦθʼ ὑμᾶς ἐπʼ ἀμφοῖν λέγειν φῶμεν; ἆρʼ οὐ τὸ νυνδὴ παρʼ ἡμῶν ῥηθέν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάθημα ἢ ποίημα ἐκ δυνάμεώς τινος ἀπὸ τῶν πρὸς ἄλληλα συνιόντων γιγνόμενον. τάχʼ οὖν, ὦ Θεαίτητε, αὐτῶν τὴν πρὸς ταῦτα ἀπόκρισιν σὺ μὲν οὐ κατακούεις, ἐγὼ δὲ ἴσως διὰ συνήθειαν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνʼ οὖν δὴ λέγουσι λόγον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="248c"/><label>ΞΕ.</label> οὐ συγχωροῦσιν ἡμῖν τὸ νυνδὴ ῥηθὲν πρὸς τοὺς γηγενεῖς οὐσίας πέρι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἱκανὸν ἔθεμεν ὅρον που τῶν ὄντων, ὅταν τῳ παρῇ ἡ τοῦ πάσχειν ἢ δρᾶν καὶ πρὸς τὸ σμικρότατον δύναμις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρὸς δὴ ταῦτα τόδε λέγουσιν, ὅτι γενέσει μὲν μέτεστι τοῦ πάσχειν καὶ ποιεῖν δυνάμεως, πρὸς δὲ οὐσίαν τούτων οὐδετέρου τὴν δύναμιν ἁρμόττειν φασίν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν λέγουσί τι;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρὸς ὅ γε λεκτέον ἡμῖν ὅτι δεόμεθα παρʼ αὐτῶν
<milestone unit="section" resp="Stephanus" n="248d"/> ἔτι πυθέσθαι σαφέστερον εἰ προσομολογοῦσι τὴν μὲν ψυχὴν γιγνώσκειν, τὴν δʼ οὐσίαν γιγνώσκεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φασὶ μὴν τοῦτό γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ γιγνώσκειν ἢ τὸ γιγνώσκεσθαί φατε ποίημα ἢ πάθος ἢ ἀμφότερον; ἢ τὸ μὲν πάθημα, τὸ δὲ θάτερον; ἢ παντάπασιν οὐδέτερον οὐδετέρου τούτων μεταλαμβάνειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὡς οὐδέτερον οὐδετέρου· τἀναντία γὰρ ἂν τοῖς ἔμπροσθεν λέγοιεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μανθάνω· τόδε γε, ὡς τὸ γιγνώσκειν εἴπερ ἔσται
<milestone unit="section" resp="Stephanus" n="248e"/> ποιεῖν τι, τὸ γιγνωσκόμενον ἀναγκαῖον αὖ συμβαίνει πάσχειν. τὴν οὐσίαν δὴ κατὰ τὸν λόγον τοῦτον γιγνωσκομένην ὑπὸ τῆς γνώσεως, καθʼ ὅσον γιγνώσκεται, κατὰ τοσοῦτον κινεῖσθαι διὰ τὸ πάσχειν, ὃ δή φαμεν οὐκ ἂν γενέσθαι περὶ τὸ ἠρεμοῦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="249"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ πρὸς Διός; ὡς ἀληθῶς κίνησιν καὶ ζωὴν καὶ ψυχὴν καὶ φρόνησιν ἦ ῥᾳδίως πεισθησόμεθα τῷ παντελῶς
<milestone n="249" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="249a"/> ὄντι μὴ παρεῖναι, μηδὲ ζῆν αὐτὸ μηδὲ φρονεῖν, ἀλλὰ σεμνὸν καὶ ἅγιον, νοῦν οὐκ ἔχον, ἀκίνητον ἑστὸς εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δεινὸν μεντἄν, ὦ ξένε, λόγον συγχωροῖμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ νοῦν μὲν ἔχειν, ζωὴν δὲ μὴ φῶμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ ταῦτα μὲν ἀμφότερα ἐνόντʼ αὐτῷ λέγομεν, οὐ μὴν ἐν ψυχῇ γε φήσομεν αὐτὸ ἔχειν αὐτά;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τίνʼ ἂν ἕτερον ἔχοι τρόπον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ δῆτα νοῦν μὲν καὶ ζωὴν καὶ ψυχὴν <add>ἔχειν</add>, ἀκίνητον μέντοι τὸ παράπαν ἔμψυχον ὂν ἑστάναι;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="249b"/><label>ΘΕΑΙ.</label> πάντα ἔμοιγε ἄλογα ταῦτʼ εἶναι φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸ κινούμενον δὴ καὶ κίνησιν συγχωρητέον ὡς ὄντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συμβαίνει δʼ οὖν, ὦ Θεαίτητε, ἀκινήτων τε ὄντων νοῦν μηδενὶ περὶ μηδενὸς εἶναι μηδαμοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἐὰν αὖ φερόμενα καὶ κινούμενα πάντʼ εἶναι συγχωρῶμεν, καὶ τούτῳ τῷ λόγῳ ταὐτὸν τοῦτο ἐκ τῶν ὄντων ἐξαιρήσομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως καὶ περὶ τὸ αὐτὸ δοκεῖ
<milestone unit="section" resp="Stephanus" n="249c"/> σοι χωρὶς στάσεως γενέσθαι ποτʼ ἄν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; ἄνευ τούτων νοῦν καθορᾷς ὄντα ἢ γενόμενον ἂν καὶ ὁπουοῦν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἥκιστα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν πρός γε τοῦτον παντὶ λόγῳ μαχετέον, ὃς ἂν ἐπιστήμην ἢ φρόνησιν ἢ νοῦν ἀφανίζων ἰσχυρίζηται περί τινος ὁπῃοῦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ δὴ φιλοσόφῳ καὶ ταῦτα μάλιστα τιμῶντι πᾶσα, ὡς ἔοικεν, ἀνάγκη διὰ ταῦτα μήτε τῶν ἓν ἢ καὶ τὰ πολλὰ
<milestone unit="section" resp="Stephanus" n="249d"/> εἴδη λεγόντων τὸ πᾶν ἑστηκὸς ἀποδέχεσθαι, τῶν τε αὖ πανταχῇ τὸ ὂν κινούντων μηδὲ τὸ παράπαν ἀκούειν, ἀλλὰ κατὰ τὴν τῶν παίδων εὐχήν, ὅσα ἀκίνητα καὶ κεκινημένα, τὸ ὄν τε καὶ τὸ πᾶν συναμφότερα λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; ἆρʼ οὐκ ἐπιεικῶς ἤδη φαινόμεθα περιειληφέναι τῷ λόγῳ τὸ ὄν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> βαβαὶ <sic>μέντʼ ἂν ἄρα,</sic> ὦ Θεαίτητε, ὥς μοι δοκοῦμεν νῦν αὐτοῦ γνώσεσθαι πέρι τὴν ἀπορίαν τῆς σκέψεως.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="249e"/><label>ΘΕΑΙ.</label> πῶς αὖ καὶ τί τοῦτʼ εἴρηκας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ μακάριε, οὐκ ἐννοεῖς ὅτι νῦν ἐσμεν ἐν ἀγνοίᾳ τῇ πλείστῃ περὶ αὐτοῦ, φαινόμεθα δέ τι λέγειν ἡμῖν αὐτοῖς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐμοὶ γοῦν· ὅπῃ δʼ αὖ λελήθαμεν οὕτως ἔχοντες, οὐ πάνυ συνίημι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="250"><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκόπει δὴ σαφέστερον εἰ τὰ νῦν συνομολογοῦντες
<milestone n="250" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="250a"/> δικαίως ἂν ἐπερωτηθεῖμεν ἅπερ αὐτοὶ τότε ἠρωτῶμεν τοὺς λέγοντας εἶναι τὸ πᾶν θερμὸν καὶ ψυχρόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα; ὑπόμνησόν με.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάνυ μὲν οὖν· καὶ πειράσομαί γε δρᾶν τοῦτο ἐρωτῶν σὲ καθάπερ ἐκείνους τότε, ἵνα ἅμα τι καὶ προΐωμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἶεν δή, κίνησιν καὶ στάσιν ἆρʼ οὐκ ἐναντιώτατα λέγεις ἀλλήλοις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν εἶναί γε ὁμοίως φῂς ἀμφότερα αὐτὰ καὶ ἑκάτερον;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="250b"/><label>ΘΕΑΙ.</label> φημὶ γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρα κινεῖσθαι λέγων ἀμφότερα καὶ ἑκάτερον, ὅταν εἶναι συγχωρῇς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ ἑστάναι σημαίνεις λέγων αὐτὰ ἀμφότερα εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον ἄρα τι παρὰ ταῦτα τὸ ὂν ἐν τῇ ψυχῇ τιθείς, ὡς ὑπʼ ἐκείνου τήν τε στάσιν καὶ τὴν κίνησιν περιεχομένην, συλλαβὼν καὶ ἀπιδὼν αὐτῶν πρὸς τὴν τῆς οὐσίας κοινωνίαν, οὕτως εἶναι προσεῖπας ἀμφότερα;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="250c"/><label>ΘΕΑΙ.</label> κινδυνεύομεν ὡς ἀληθῶς τρίτον ἀπομαντεύεσθαί τι τὸ ὄν, ὅταν κίνησιν καὶ στάσιν εἶναι λέγωμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἄρα κίνησις καὶ στάσις ἐστὶ συναμφότερον τὸ ὂν ἀλλʼ ἕτερον δή τι τούτων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ τὴν αὑτοῦ φύσιν ἄρα τὸ ὂν οὔτε ἕστηκεν οὔτε κινεῖται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποῖ δὴ χρὴ τὴν διάνοιαν ἔτι τρέπειν τὸν βουλόμενον ἐναργές τι περὶ αὐτοῦ παρʼ ἑαυτῷ βεβαιώσασθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖ γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶμαι μὲν οὐδαμόσε ἔτι ῥᾴδιον. εἰ γάρ τι μὴ
<milestone unit="section" resp="Stephanus" n="250d"/> κινεῖται, πῶς οὐχ ἕστηκεν; ἢ τὸ μηδαμῶς ἑστὸς πῶς οὐκ αὖ κινεῖται; τὸ δὲ ὂν ἡμῖν νῦν ἐκτὸς τούτων ἀμφοτέρων ἀναπέφανται. ἦ δυνατὸν οὖν τοῦτο;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάντων μὲν οὖν ἀδυνατώτατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε τοίνυν μνησθῆναι δίκαιον ἐπὶ τούτοις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι τοῦ μὴ ὄντος ἐρωτηθέντες τοὔνομα ἐφʼ ὅτι ποτὲ δεῖ φέρειν, πάσῃ συνεσχόμεθα ἀπορίᾳ. μέμνησαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="250e"/><label>ΞΕ.</label> μῶν οὖν ἐν ἐλάττονί τινι νῦν ἐσμεν ἀπορίᾳ περὶ τὸ ὄν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐμοὶ μέν, ὦ ξένε, εἰ δυνατὸν εἰπεῖν, ἐν πλείονι φαινόμεθα.</said></p></div></div></body></text></TEI>