Scaife ATLAS

CTS Library / Σοφιστής

Σοφιστής (231-235)

urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:231-235
Refs {'start': {'reference': '231', 'human_reference': 'Section 231'}, 'end': {'reference': '235', 'human_reference': 'Section 235'}}
Ancestors []
Children []
prev
plain textXML
next

ΞΕ. τί δέ; τοὺς ταύτῃ χρωμένους τῇ τέχνῃ τίνας
231
231a
φήσομεν; ἐγὼ μὲν γὰρ φοβοῦμαι σοφιστὰς φάναι.

ΘΕΑΙ. τί δή;

ΞΕ. μὴ μεῖζον αὐτοῖς προσάπτωμεν γέρας.

ΘΕΑΙ. ἀλλὰ μὴν προσέοικέ γε τοιούτῳ τινὶ τὰ νῦν εἰρημένα.

ΞΕ. καὶ γὰρ κυνὶ λύκος, ἀγριώτατον ἡμερωτάτῳ. τὸν δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ ποιεῖσθαι τὴν φυλακήν· ὀλισθηρότατον γὰρ τὸ γένος. ὅμως δὲ ἔστω· οὐ γὰρ περὶ σμικρῶν ὅρων τὴν ἀμφισβήτησιν οἴομαι
231b
γενήσεσθαι τότε ὁπόταν ἱκανῶς φυλάττωσιν.

ΘΕΑΙ. οὔκουν τό γε εἰκός.

ΞΕ. ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτικῆς δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική, διδασκαλικῆς δὲ παιδευτική· τῆς δὲ παιδευτικῆς περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ νῦν λόγῳ παραφανέντι μηδὲν ἄλλʼ ἡμῖν εἶναι λεγέσθω πλὴν γένει γενναία σοφιστική.

ΘΕΑΙ. λεγέσθω μέν· ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ
231c
πεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ διισχυριζόμενον εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν.

ΞΕ. εἰκότως γε σὺ ἀπορῶν. ἀλλά τοι κἀκεῖνον ἡγεῖσθαι χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι διαδύσεται τὸν λόγον· ὀρθὴ γὰρ παροιμία, τὸ τὰς ἁπάσας μὴ ῥᾴδιον εἶναι διαφεύγειν. νῦν οὖν καὶ μάλιστα ἐπιθετέον αὐτῷ.

ΘΕΑΙ. καλῶς λέγεις.

ΞΕ. πρῶτον δὴ στάντες οἷον ἐξαναπνεύσωμεν, καὶ πρὸς
231d
ἡμᾶς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι, φέρε, ὁπόσα ἡμῖν σοφιστὴς πέφανται. δοκῶ μὲν γάρ, τὸ πρῶτον ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτής.

ΘΕΑΙ. ναί.

ΞΕ. τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς μαθήματα.

ΘΕΑΙ. πάνυ γε.

ΞΕ. τρίτον δὲ ἆρα οὐ περὶ αὐτὰ ταῦτα κάπηλος ἀνεφάνη;

ΘΕΑΙ. ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα ἡμῖν ἦν.

ΞΕ. ὀρθῶς ἐμνημόνευσας. πέμπτον δʼ ἐγὼ πειράσομαι
231e
μνημονεύειν· τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.

ΘΕΑΙ. ἦν γὰρ οὖν.

ΞΕ. τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δʼ ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.

ΘΕΑΙ. παντάπασι μὲν οὖν.

232
232a
ΞΕ. ἆρʼ οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα τοῦτο ὡς οὐκ ἔσθʼ ὑγιές, ἀλλὰ δῆλον ὡς πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθʼ ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;

ΘΕΑΙ. κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.

232b
ΞΕ. μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει διʼ ἀργίαν πάσχωμεν, ἀλλʼ ἀναλάβωμεν ἓν πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.

ΘΕΑΙ. τὸ ποῖον;

ΞΕ. ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.

ΘΕΑΙ. ναί.

ΞΕ. τί δʼ; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;

ΘΕΑΙ. τί μήν;

ΞΕ. σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς. δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ
232c
πῃ. φέρε, περὶ τῶν θείων, ὅσʼ ἀφανῆ τοῖς πολλοῖς, ἆρʼ ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;

ΘΕΑΙ. λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.

ΞΕ. τί δʼ ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ τὰ τοιαῦτα;

ΘΕΑΙ. τί γάρ;

ΞΕ. ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;

ΘΕΑΙ. παντάπασί γε.

232d
ΞΕ. τί δʼ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;

ΘΕΑΙ. οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.

ΞΕ. τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.

ΘΕΑΙ. τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ
232e
τῶν ἄλλων τεχνῶν εἰρηκέναι.

ΞΕ. καὶ πολλῶν γε, μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ τῆς ἀντιλογικῆς τέχνης ἆρʼ οὐκ ἐν κεφαλαίῳ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικʼ εἶναι;

ΘΕΑΙ. φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν.

ΞΕ. σὺ δὴ πρὸς θεῶν, παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς δὲ ἀμβλύτερον.

233
233a
ΘΕΑΙ. τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.

ΞΕ. εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.

ΘΕΑΙ. μακάριον μεντἂν ἡμῶν, ξένε, ἦν τὸ γένος.

ΞΕ. πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτʼ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;

ΘΕΑΙ. οὐδαμῶς.

ΞΕ. τί ποτʼ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;

ΘΕΑΙ. τοῦ δὴ πέρι;

233b
ΞΕ. καθʼ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτʼ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.

ΘΕΑΙ. σχολῇ μεντἄν.

ΞΕ. νῦν δέ γʼ ἐθέλουσιν;

ΘΕΑΙ. καὶ μάλα.

233c
ΞΕ. δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.

ΘΕΑΙ. πῶς γὰρ οὔ;

ΞΕ. δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;

ΘΕΑΙ. ναί.

ΞΕ. πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.

ΘΕΑΙ. τί μήν;

ΞΕ. οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.

ΘΕΑΙ. πῶς γὰρ οὐκ ἀδύνατον;

ΞΕ. δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην σοφιστὴς ἡμῖν ἀλλʼ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.

233d
ΘΕΑΙ. παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.

ΞΕ. λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.

ΘΕΑΙ. τὸ ποῖον δή;

ΞΕ. τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.

ΘΕΑΙ. τὸ ποῖον;

ΞΕ. εἴ τις φαίη μὴ λέγειν μηδʼ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα

233e
ΘΕΑΙ. πῶς πάντα εἶπες;

ΞΕ. τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γʼ ἡμῖν εὐθὺς ἀγνοεῖς· τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.

ΘΕΑΙ. οὐ γὰρ οὖν.

ΞΕ. λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.

ΘΕΑΙ. πῶς λέγεις;

ΞΕ. εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη

234
234a
ΘΕΑΙ. τίνα δὴ λέγων τὴν ποίησιν; οὐ γὰρ δὴ γεωργόν γε ἐρεῖς τινα· καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν.

ΞΕ. φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ καὶ θεῶν καὶ τῶν ἄλλων συμπάντων· καὶ τοίνυν καὶ ταχὺ ποιήσας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀποδίδοται.

ΘΕΑΙ. παιδιὰν λέγεις τινά.

ΞΕ. τί δέ; τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ παιδιὰν νομιστέον;

ΘΕΑΙ. πάντως που.

234b
ΞΕ. παιδιᾶς δὲ ἔχεις τι τεχνικώτερον καὶ χαριέστερον εἶδος τὸ μιμητικόν;

ΘΕΑΙ. οὐδαμῶς· πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον.

ΞΕ. οὐκοῦν τόν γʼ ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.

234c
ΘΕΑΙ. πῶς γὰρ οὔ;

ΞΕ. τί δὲ δή; περὶ τοὺς λόγους ἆρʼ οὐ προσδοκῶμεν εἶναί τινα ἄλλην τέχνην, αὖ δυνατὸν ὂν αὖ τυγχάνει τοὺς νέους καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας ἀφεστῶτας διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέγεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντʼ εἶναι;

234d
ΘΕΑΙ. τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη;

ΞΕ. τοὺς πολλοὺς οὖν, Θεαίτητε, τῶν τότε ἀκουόντων ἆρʼ οὐκ ἀνάγκη χρόνου τε ἐπελθόντος αὐτοῖς ἱκανοῦ καὶ προϊούσης ἡλικίας τοῖς τε οὖσι προσπίπτοντας ἐγγύθεν καὶ διὰ παθημάτων ἀναγκαζομένους ἐναργῶς ἐφάπτεσθαι τῶν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ πάντα
234e
πάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα ὑπὸ τῶν ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων;

ΘΕΑΙ. ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι. οἶμαι δὲ καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι.

ΞΕ. τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσάγειν. περὶ δʼ οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε· πότερον ἤδη τοῦτο
235
235a
σαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων τυγχάνει;

ΘΕΑΙ. καὶ πῶς ἄν, ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις μερῶν εἷς.

ΞΕ. γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.

ΘΕΑΙ. πῶς γὰρ οὐ θετέον;

ΞΕ. ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτʼ
235b
ἀνεῖναι· σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε οὐκέτʼ ἐκφεύξεται τόδε γε.

ΘΕΑΙ. τὸ ποῖον;

ΞΕ. τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς.

ΘΕΑΙ. κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ.

ΞΕ. δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλοποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα
235c
ὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι τὴν ἄγραν· ἐὰν δʼ ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθʼ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.

ΘΕΑΙ. λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον.

ΞΕ. κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως
235d
ἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς· τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθʼ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι.

ΘΕΑΙ. σὺ δʼ ἀλλʼ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις.

ΞΕ. μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστι δʼ αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς
235e
τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται.

ΘΕΑΙ. τί δʼ; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτʼ ἐπιχειροῦσι δρᾶν;

Tokens

ΞΕ 1 w 2
τί 1 w 5
δέ 1 w 7
τοὺς 1 w 12
ταύτῃ 1 w 17
χρωμένους 1 w 26
τῇ 1 w 28
τέχνῃ 1 w 33
τίνας 1 w 38
φήσομεν 1 w 45
ἐγὼ 1 w 49
μὲν 1 w 52
γὰρ 1 w 55
φοβοῦμαι 1 w 63
σοφιστὰς 1 w 71
φάναι 1 w 76
ΘΕΑΙ 1 w 81
τί 3 w 84
δή 1 w 86
ΞΕ 2 w 89
μὴ 1 w 92
μεῖζον 1 w 98
αὐτοῖς 1 w 104
προσάπτωμεν 1 w 115
γέρας 1 w 120
ΘΕΑΙ 2 w 125
ἀλλὰ 1 w 130
μὴν 1 w 133
προσέοικέ 1 w 142
γε 1 w 144
τοιούτῳ 1 w 151
τινὶ 1 w 155
τὰ 2 w 157
νῦν 1 w 160
εἰρημένα 1 w 168
ΞΕ 3 w 171
καὶ 1 w 175
γὰρ 2 w 178
κυνὶ 1 w 182
λύκος 1 w 187
ἀγριώτατον 1 w 198
ἡμερωτάτῳ 1 w 207
τὸν 1 w 211
δὲ 1 w 213
ἀσφαλῆ 1 w 219
δεῖ 1 w 222
πάντων 1 w 228
μάλιστα 1 w 235
περὶ 1 w 239
τὰς 2 w 242
ὁμοιότητας 1 w 252
ἀεὶ 1 w 255
ποιεῖσθαι 1 w 264
τὴν 1 w 267
φυλακήν 1 w 274
ὀλισθηρότατον 1 w 288
γὰρ 3 w 291
τὸ 2 w 293
γένος 1 w 298
ὅμως 1 w 303
δὲ 2 w 305
ἔστω 1 w 309
οὐ 1 w 312
γὰρ 4 w 315
περὶ 2 w 319
σμικρῶν 1 w 326
ὅρων 1 w 330
τὴν 2 w 333
ἀμφισβήτησιν 1 w 345
οἴομαι 1 w 351
γενήσεσθαι 1 w 361
τότε 1 w 365
ὁπόταν 1 w 371
ἱκανῶς 1 w 377
φυλάττωσιν 1 w 387
ΘΕΑΙ 3 w 392
οὔκουν 1 w 399
τό 2 w 401
γε 3 w 403
εἰκός 1 w 408
ΞΕ 4 w 411
ἔστω 2 w 416
δὴ 1 w 418
διακριτικῆς 1 w 429
τέχνης 1 w 435
καθαρτική 1 w 444
καθαρτικῆς 1 w 455
δὲ 3 w 457
τὸ 3 w 459
περὶ 3 w 463
ψυχὴν 1 w 468
μέρος 1 w 473
ἀφωρίσθω 1 w 481
τούτου 1 w 488
δὲ 4 w 490
διδασκαλική 1 w 501
διδασκαλικῆς 1 w 514
δὲ 5 w 516
παιδευτική 1 w 526
τῆς 1 w 530
δὲ 6 w 532
παιδευτικῆς 1 w 543
3 w 544
περὶ 4 w 548
τὴν 3 w 551
μάταιον 1 w 558
δοξοσοφίαν 1 w 568
γιγνόμενος 1 w 578
ἔλεγχος 1 w 585
ἐν 1 w 587
τῷ 1 w 589
νῦν 2 w 592
λόγῳ 1 w 596
παραφανέντι 1 w 607
μηδὲν 1 w 612
ἄλλʼ 1 w 616
ἡμῖν 1 w 620
εἶναι 1 w 625
λεγέσθω 1 w 632
πλὴν 1 w 636
3 w 637
γένει 1 w 642
γενναία 1 w 649
σοφιστική 1 w 658
ΘΕΑΙ 4 w 663
λεγέσθω 2 w 671
μέν 3 w 674
ἀπορῶ 1 w 680
δὲ 8 w 682
ἔγωγε 1 w 687
ἤδη 1 w 690
διὰ 1 w 693
τὸ 4 w 695
πολλὰ 1 w 700
πεφάνθαι 1 w 708
τί 4 w 711
χρή 1 w 714
ποτε 1 w 718
ὡς 1 w 720
ἀληθῆ 1 w 725
λέγοντα 1 w 732
καὶ 2 w 735
διισχυριζόμενον 1 w 750
εἰπεῖν 1 w 756
ὄντως 1 w 761
εἶναι 2 w 766
τὸν 2 w 769
σοφιστήν 1 w 777
ΞΕ 5 w 780
εἰκότως 1 w 788
γε 6 w 790
σὺ 1 w 792
ἀπορῶν 1 w 798
ἀλλά 1 w 803
τοι 2 w 806
κἀκεῖνον 1 w 814
ἡγεῖσθαι 1 w 822
χρὴ 1 w 825
νῦν 3 w 828
ἤδη 2 w 831
σφόδρα 1 w 837
ἀπορεῖν 1 w 844
ὅπῃ 1 w 847
ποτὲ 1 w 851
ἔτι 1 w 854
διαδύσεται 1 w 864
τὸν 3 w 867
λόγον 1 w 872
ὀρθὴ 1 w 877
γὰρ 5 w 880
5 w 881
παροιμία 1 w 889
τὸ 7 w 892
τὰς 3 w 895
ἁπάσας 1 w 901
μὴ 3 w 903
ῥᾴδιον 1 w 909
εἶναι 3 w 914
διαφεύγειν 1 w 924
νῦν 4 w 928
οὖν 1 w 931
καὶ 3 w 934
μάλιστα 2 w 941
ἐπιθετέον 1 w 950
αὐτῷ 1 w 954
ΘΕΑΙ 5 w 959
καλῶς 1 w 965
λέγεις 1 w 971
ΞΕ 6 w 974
πρῶτον 1 w 981
δὴ 2 w 983
στάντες 1 w 990
οἷον 1 w 994
ἐξαναπνεύσωμεν 1 w 1008
καὶ 4 w 1012
πρὸς 1 w 1016
ἡμᾶς 1 w 1020
αὐτοὺς 1 w 1026
διαλογισώμεθα 1 w 1039
ἅμα 1 w 1042
ἀναπαυόμενοι 1 w 1054
φέρε 1 w 1059
ὁπόσα 1 w 1065
ἡμῖν 2 w 1069
5 w 1070
σοφιστὴς 1 w 1078
πέφανται 1 w 1086
δοκῶ 1 w 1091
μὲν 2 w 1094
γάρ 1 w 1097
τὸ 8 w 1100
πρῶτον 2 w 1106
ηὑρέθη 1 w 1112
νέων 1 w 1116
καὶ 5 w 1119
πλουσίων 1 w 1127
ἔμμισθος 1 w 1135
θηρευτής 1 w 1143
ΘΕΑΙ 6 w 1148
ναί 2 w 1152
ΞΕ 7 w 1155
τὸ 9 w 1158
δέ 2 w 1160
γε 10 w 1162
δεύτερον 1 w 1170
ἔμπορός 1 w 1177
τις 1 w 1180
περὶ 5 w 1184
τὰ 5 w 1186
τῆς 2 w 1189
ψυχῆς 1 w 1194
μαθήματα 1 w 1202
ΘΕΑΙ 7 w 1207
πάνυ 1 w 1212
γε 11 w 1214
ΞΕ 8 w 1217
τρίτον 1 w 1224
δὲ 9 w 1226
ἆρα 1 w 1229
οὐ 2 w 1231
περὶ 6 w 1235
αὐτὰ 1 w 1239
ταῦτα 1 w 1244
κάπηλος 1 w 1251
ἀνεφάνη 1 w 1258
ΘΕΑΙ 8 w 1263
ναί 3 w 1267
καὶ 6 w 1271
τέταρτόν 1 w 1279
γε 12 w 1281
αὐτοπώλης 1 w 1290
περὶ 7 w 1294
τὰ 7 w 1296
μαθήματα 2 w 1304
ἡμῖν 3 w 1308
ἦν 1 w 1310
ΞΕ 9 w 1313
ὀρθῶς 1 w 1319
ἐμνημόνευσας 1 w 1331
πέμπτον 1 w 1339
δʼ 1 w 1341
ἐγὼ 2 w 1344
πειράσομαι 1 w 1354
μνημονεύειν 1 w 1365
τῆς 3 w 1369
γὰρ 6 w 1372
ἀγωνιστικῆς 1 w 1383
περὶ 8 w 1387
λόγους 1 w 1393
ἦν 2 w 1395
τις 2 w 1398
ἀθλητής 1 w 1405
τὴν 4 w 1409
ἐριστικὴν 1 w 1418
τέχνην 1 w 1424
ἀφωρισμένος 1 w 1435
ΘΕΑΙ 9 w 1440
ἦν 3 w 1443
γὰρ 7 w 1446
οὖν 2 w 1449
ΞΕ 10 w 1452
τό 4 w 1455
γε 13 w 1457
μὴν 2 w 1460
ἕκτον 1 w 1465
ἀμφισβητήσιμον 1 w 1479
μέν 5 w 1482
ὅμως 2 w 1487
δʼ 2 w 1489
ἔθεμεν 1 w 1495
αὐτῷ 2 w 1499
συγχωρήσαντες 1 w 1512
δοξῶν 1 w 1517
ἐμποδίων 1 w 1525
μαθήμασιν 1 w 1534
περὶ 9 w 1538
ψυχὴν 2 w 1543
καθαρτὴν 1 w 1551
αὐτὸν 1 w 1556
εἶναι 4 w 1561
ΘΕΑΙ 10 w 1566
παντάπασι 1 w 1576
μὲν 3 w 1579
οὖν 3 w 1582
ΞΕ 11 w 1585
ἆρʼ 1 w 1589
οὖν 4 w 1592
ἐννοεῖς 1 w 1599
ὅταν 1 w 1604
ἐπιστήμων 1 w 1613
τις 3 w 1616
πολλῶν 1 w 1622
φαίνηται 1 w 1630
μιᾶς 1 w 1635
δὲ 10 w 1637
τέχνης 2 w 1643
ὀνόματι 1 w 1650
προσαγορεύηται 1 w 1664
τὸ 11 w 1667
φάντασμα 1 w 1675
τοῦτο 1 w 1680
ὡς 2 w 1682
οὐκ 1 w 1685
ἔσθʼ 1 w 1689
ὑγιές 1 w 1694
ἀλλὰ 2 w 1699
δῆλον 1 w 1704
ὡς 3 w 1706
6 w 1707
πάσχων 1 w 1713
αὐτὸ 2 w 1717
πρός 1 w 1721
τινα 1 w 1725
τέχνην 2 w 1731
οὐ 4 w 1733
δύναται 1 w 1740
κατιδεῖν 1 w 1748
ἐκεῖνο 1 w 1754
αὐτῆς 1 w 1759
εἰς 1 w 1762
1 w 1763
πάντα 1 w 1768
τὰ 8 w 1770
μαθήματα 3 w 1778
ταῦτα 2 w 1783
βλέπει 1 w 1789
διὸ 1 w 1793
καὶ 7 w 1796
πολλοῖς 1 w 1803
ὀνόμασιν 1 w 1811
ἀνθʼ 1 w 1815
ἑνὸς 1 w 1819
τὸν 5 w 1822
ἔχοντα 1 w 1828
αὐτὰ 2 w 1832
προσαγορεύει 1 w 1844
ΘΕΑΙ 11 w 1849
κινδυνεύει 1 w 1860
τοῦτο 2 w 1865
ταύτῃ 2 w 1870
πῃ 2 w 1872
μάλιστα 3 w 1879
πεφυκέναι 1 w 1888
ΞΕ 12 w 1891
μὴ 5 w 1894
τοίνυν 1 w 1900
ἡμεῖς 1 w 1905
γε 14 w 1907
αὐτὸ 3 w 1911
ἐν 3 w 1913
τῇ 2 w 1915
ζητήσει 1 w 1922
διʼ 1 w 1925
ἀργίαν 1 w 1931
πάσχωμεν 1 w 1939
ἀλλʼ 1 w 1944
ἀναλάβωμεν 1 w 1954
ἓν 1 w 1956
πρῶτον 3 w 1962
τῶν 1 w 1965
περὶ 10 w 1969
τὸν 6 w 1972
σοφιστὴν 1 w 1980
εἰρημένων 1 w 1989
ἓν 2 w 1992
γάρ 2 w 1995
τί 5 w 1997
μοι 2 w 2000
μάλιστα 4 w 2007
κατεφάνη 1 w 2015
αὐτὸν 2 w 2020
μηνῦον 1 w 2026
ΘΕΑΙ 12 w 2031
τὸ 17 w 2034
ποῖον 1 w 2039
ΞΕ 13 w 2042
ἀντιλογικὸν 1 w 2054
αὐτὸν 3 w 2059
ἔφαμεν 1 w 2065
εἶναί 1 w 2070
που 1 w 2073
ΘΕΑΙ 13 w 2078
ναί 5 w 2082
ΞΕ 14 w 2085
τί 6 w 2088
δʼ 3 w 2090
οὐ 5 w 2093
καὶ 8 w 2096
τῶν 2 w 2099
ἄλλων 1 w 2104
αὐτοῦ 1 w 2109
τούτου 2 w 2115
διδάσκαλον 1 w 2125
γίγνεσθαι 1 w 2134
ΘΕΑΙ 14 w 2139
τί 7 w 2142
μήν 1 w 2145
ΞΕ 15 w 2148
σκοπῶμεν 1 w 2157
δή 2 w 2159
περὶ 11 w 2164
τίνος 1 w 2169
ἄρα 1 w 2172
καί 1 w 2175
φασιν 1 w 2180
οἱ 1 w 2182
τοιοῦτοι 1 w 2190
ποιεῖν 1 w 2196
ἀντιλογικούς 1 w 2208
10 w 2210
δὲ 11 w 2212
σκέψις 1 w 2218
ἡμῖν 4 w 2222
ἐξ 2 w 2224
ἀρχῆς 1 w 2229
ἔστω 3 w 2233
τῇδέ 1 w 2237
πῃ 3 w 2239
φέρε 2 w 2244
περὶ 12 w 2249
τῶν 3 w 2252
θείων 1 w 2257
ὅσʼ 1 w 2261
ἀφανῆ 1 w 2266
τοῖς 2 w 2270
πολλοῖς 2 w 2277
ἆρʼ 2 w 2281
ἱκανοὺς 1 w 2288
ποιοῦσι 1 w 2295
τοῦτο 3 w 2300
δρᾶν 1 w 2304
ΘΕΑΙ 15 w 2309
λέγεται 1 w 2317
γοῦν 1 w 2321
δὴ 3 w 2323
περὶ 13 w 2327
αὐτῶν 1 w 2332
ταῦτα 3 w 2337
ΞΕ 16 w 2340
τί 9 w 2343
δʼ 4 w 2345
ὅσα 1 w 2348
φανερὰ 1 w 2354
γῆς 1 w 2357
τε 7 w 2359
καὶ 9 w 2362
οὐρανοῦ 1 w 2369
καὶ 10 w 2372
τῶν 5 w 2375
περὶ 14 w 2379
τὰ 10 w 2381
τοιαῦτα 1 w 2388
ΘΕΑΙ 16 w 2393
τί 10 w 2396
γάρ 3 w 2399
ΞΕ 17 w 2402
ἀλλὰ 3 w 2407
μὴν 3 w 2410
ἔν 1 w 2412
γε 16 w 2414
ταῖς 1 w 2418
ἰδίαις 1 w 2424
συνουσίαις 1 w 2434
ὁπόταν 2 w 2441
γενέσεώς 1 w 2449
τε 8 w 2451
καὶ 11 w 2454
οὐσίας 1 w 2460
πέρι 1 w 2464
κατὰ 1 w 2468
πάντων 2 w 2474
λέγηταί 1 w 2481
τι 20 w 2483
σύνισμεν 1 w 2492
ὡς 4 w 2494
αὐτοί 1 w 2499
τε 9 w 2501
ἀντειπεῖν 1 w 2510
δεινοὶ 1 w 2516
τούς 1 w 2520
τε 11 w 2522
ἄλλους 1 w 2528
ὅτι 1 w 2531
ποιοῦσιν 1 w 2539
ἅπερ 1 w 2543
αὐτοὶ 1 w 2548
δυνατούς 1 w 2556
ΘΕΑΙ 17 w 2561
παντάπασί 1 w 2571
γε 18 w 2573
ΞΕ 18 w 2576
τί 11 w 2579
δʼ 5 w 2581
αὖ 1 w 2583
περὶ 15 w 2587
νόμων 1 w 2592
καὶ 12 w 2595
συμπάντων 1 w 2604
τῶν 6 w 2607
πολιτικῶν 1 w 2616
ἆρʼ 3 w 2620
οὐχ 1 w 2623
ὑπισχνοῦνται 1 w 2635
ποιεῖν 2 w 2641
ἀμφισβητητικούς 1 w 2656
ΘΕΑΙ 18 w 2661
οὐδεὶς 1 w 2668
γὰρ 8 w 2671
ἂν 1 w 2673
αὐτοῖς 2 w 2679
ὡς 5 w 2681
ἔπος 1 w 2685
εἰπεῖν 2 w 2691
διελέγετο 1 w 2700
μὴ 7 w 2702
τοῦτο 4 w 2707
ὑπισχνουμένοις 1 w 2721
ΞΕ 19 w 2724
τά 5 w 2727
γε 20 w 2729
μὴν 4 w 2732
περὶ 16 w 2736
πασῶν 1 w 2741
τε 12 w 2743
καὶ 13 w 2746
κατὰ 2 w 2750
μίαν 1 w 2754
ἑκάστην 1 w 2761
τέχνην 3 w 2767
1 w 2769
δεῖ 3 w 2772
πρὸς 2 w 2776
ἕκαστον 1 w 2783
αὐτὸν 4 w 2788
τὸν 10 w 2791
δημιουργὸν 1 w 2801
ἀντειπεῖν 2 w 2810
δεδημοσιωμένα 1 w 2824
που 2 w 2827
καταβέβληται 1 w 2839
γεγραμμένα 1 w 2849
τῷ 4 w 2851
βουλομένῳ 1 w 2860
μαθεῖν 1 w 2866
ΘΕΑΙ 19 w 2871
τὰ 13 w 2874
Πρωταγόρειά 1 w 2885
μοι 3 w 2888
φαίνῃ 1 w 2893
περί 1 w 2897
τε 14 w 2899
πάλης 1 w 2904
καὶ 14 w 2907
τῶν 7 w 2910
ἄλλων 2 w 2915
τεχνῶν 1 w 2921
εἰρηκέναι 1 w 2930
ΞΕ 20 w 2933
καὶ 15 w 2937
πολλῶν 2 w 2943
γε 22 w 2945
1 w 2947
μακάριε 1 w 2954
ἑτέρων 1 w 2961
ἀτὰρ 1 w 2966
δὴ 4 w 2968
τὸ 21 w 2970
τῆς 5 w 2973
ἀντιλογικῆς 1 w 2984
τέχνης 3 w 2990
ἆρʼ 4 w 2993
οὐκ 2 w 2996
ἐν 4 w 2998
κεφαλαίῳ 1 w 3006
περὶ 17 w 3010
πάντων 4 w 3016
πρὸς 3 w 3020
ἀμφισβήτησιν 2 w 3032
ἱκανή 1 w 3037
τις 4 w 3040
δύναμις 1 w 3047
ἔοικʼ 1 w 3052
εἶναι 5 w 3057
ΘΕΑΙ 20 w 3062
φαίνεται 1 w 3071
γοῦν 2 w 3075
δὴ 5 w 3077
σχεδὸν 1 w 3083
οὐδὲν 1 w 3088
ὑπολιπεῖν 1 w 3097
ΞΕ 21 w 3100
σὺ 2 w 3103
δὴ 6 w 3105
πρὸς 4 w 3109
θεῶν 1 w 3113
2 w 3115
παῖ 1 w 3118
δυνατὸν 1 w 3126
ἡγῇ 1 w 3129
τοῦτο 5 w 3134
τάχα 1 w 3139
γὰρ 9 w 3142
ἂν 2 w 3144
ὑμεῖς 1 w 3149
μὲν 4 w 3152
ὀξύτερον 1 w 3160
οἱ 2 w 3162
νέοι 1 w 3166
πρὸς 5 w 3170
αὐτὸ 7 w 3174
βλέποιτε 1 w 3182
ἡμεῖς 2 w 3188
δὲ 13 w 3190
ἀμβλύτερον 1 w 3200
ΘΕΑΙ 21 w 3205
τὸ 24 w 3208
ποῖον 2 w 3213
καὶ 16 w 3217
πρὸς 6 w 3221
τί 12 w 3223
μάλιστα 5 w 3230
λέγεις 2 w 3236
οὐ 12 w 3239
γάρ 4 w 3242
που 3 w 3245
κατανοῶ 1 w 3252
τὸ 25 w 3254
νῦν 5 w 3257
ἐρωτώμενον 1 w 3267
ΞΕ 22 w 3270
εἰ 9 w 3273
πάντα 2 w 3278
ἐπίστασθαί 1 w 3288
τινα 2 w 3292
ἀνθρώπων 1 w 3300
ἐστὶ 1 w 3304
δυνατόν 1 w 3311
ΘΕΑΙ 22 w 3316
μακάριον 1 w 3325
μεντἂν 1 w 3331
ἡμῶν 1 w 3335
3 w 3337
ξένε 1 w 3341
ἦν 4 w 3344
τὸ 26 w 3346
γένος 2 w 3351
ΞΕ 23 w 3354
πῶς 1 w 3358
οὖν 5 w 3361
ἄν 1 w 3363
ποτέ 1 w 3367
τις 5 w 3370
πρός 2 w 3374
γε 24 w 3376
τὸν 12 w 3379
ἐπιστάμενον 1 w 3390
αὐτὸς 1 w 3395
ἀνεπιστήμων 1 w 3406
ὢν 1 w 3408
δύναιτʼ 1 w 3415
ἂν 4 w 3417
ὑγιές 2 w 3422
τι 28 w 3424
λέγων 1 w 3429
ἀντειπεῖν 3 w 3438
ΘΕΑΙ 23 w 3443
οὐδαμῶς 1 w 3451
ΞΕ 24 w 3454
τί 13 w 3457
ποτʼ 1 w 3461
οὖν 6 w 3464
ἂν 5 w 3466
εἴη 1 w 3469
τὸ 29 w 3471
τῆς 6 w 3474
σοφιστικῆς 1 w 3484
δυνάμεως 1 w 3492
θαῦμα 1 w 3497
ΘΕΑΙ 24 w 3502
τοῦ 7 w 3506
δὴ 7 w 3508
πέρι 2 w 3512
ΞΕ 25 w 3515
καθʼ 1 w 3520
ὅντινα 1 w 3526
τρόπον 1 w 3532
ποτὲ 2 w 3536
δυνατοὶ 1 w 3543
τοῖς 4 w 3547
νέοις 1 w 3552
δόξαν 1 w 3557
παρασκευάζειν 1 w 3570
ὡς 6 w 3572
εἰσὶ 1 w 3576
πάντα 3 w 3581
πάντων 5 w 3587
αὐτοὶ 2 w 3592
σοφώτατοι 1 w 3601
δῆλον 2 w 3607
γὰρ 10 w 3610
ὡς 7 w 3612
εἰ 11 w 3614
μήτε 1 w 3618
ἀντέλεγον 1 w 3627
ὀρθῶς 2 w 3632
μήτε 2 w 3636
ἐκείνοις 1 w 3644
ἐφαίνοντο 1 w 3653
φαινόμενοί 1 w 3664
τε 22 w 3666
εἰ 12 w 3668
μηδὲν 2 w 3673
αὖ 2 w 3675
μᾶλλον 1 w 3681
ἐδόκουν 1 w 3688
διὰ 2 w 3691
τὴν 7 w 3694
ἀμφισβήτησιν 3 w 3706
εἶναι 6 w 3711
φρόνιμοι 1 w 3719
τὸ 30 w 3722
σὸν 1 w 3725
δὴ 8 w 3727
τοῦτο 6 w 3732
σχολῇ 1 w 3738
ποτʼ 2 w 3742
ἂν 6 w 3744
αὐτοῖς 3 w 3750
τις 6 w 3753
χρήματα 1 w 3760
διδοὺς 1 w 3766
ἤθελεν 1 w 3772
ἂν 7 w 3774
τούτων 1 w 3780
αὐτῶν 2 w 3785
μαθητὴς 1 w 3792
γίγνεσθαι 2 w 3801
ΘΕΑΙ 25 w 3806
σχολῇ 2 w 3812
μεντἄν 1 w 3818
ΞΕ 26 w 3821
νῦν 6 w 3825
δέ 4 w 3827
γʼ 1 w 3829
ἐθέλουσιν 1 w 3838
ΘΕΑΙ 26 w 3843
καὶ 17 w 3847
μάλα 1 w 3851
ΞΕ 27 w 3854
δοκοῦσι 1 w 3862
γὰρ 11 w 3865
οἶμαι 1 w 3870
πρὸς 7 w 3874
ταῦτα 4 w 3879
ἐπιστημόνως 1 w 3890
ἔχειν 1 w 3895
αὐτοὶ 3 w 3900
πρὸς 8 w 3904
ἅπερ 2 w 3908
ἀντιλέγουσιν 1 w 3920
ΘΕΑΙ 27 w 3925
πῶς 2 w 3929
γὰρ 12 w 3932
οὔ 2 w 3934
ΞΕ 28 w 3937
δρῶσι 1 w 3943
δέ 5 w 3945
γε 25 w 3947
τοῦτο 7 w 3952
πρὸς 9 w 3956
ἅπαντα 1 w 3962
φαμέν 1 w 3968
ΘΕΑΙ 28 w 3973
ναί 6 w 3977
ΞΕ 29 w 3980
πάντα 4 w 3986
ἄρα 2 w 3989
σοφοὶ 1 w 3994
τοῖς 6 w 3998
μαθηταῖς 1 w 4006
φαίνονται 1 w 4015
ΘΕΑΙ 29 w 4020
τί 14 w 4023
μήν 2 w 4026
ΞΕ 30 w 4029
οὐκ 3 w 4033
ὄντες 1 w 4038
γε 26 w 4040
ἀδύνατον 1 w 4049
γὰρ 13 w 4052
τοῦτό 1 w 4057
γε 27 w 4059
ἐφάνη 1 w 4064
ΘΕΑΙ 30 w 4069
πῶς 3 w 4073
γὰρ 14 w 4076
οὐκ 4 w 4079
ἀδύνατον 2 w 4087
ΞΕ 31 w 4090
δοξαστικὴν 1 w 4101
ἄρα 3 w 4104
τινὰ 1 w 4108
περὶ 18 w 4112
πάντων 6 w 4118
ἐπιστήμην 1 w 4127
8 w 4128
σοφιστὴς 2 w 4136
ἡμῖν 5 w 4140
ἀλλʼ 2 w 4144
οὐκ 5 w 4147
ἀλήθειαν 1 w 4155
ἔχων 1 w 4159
ἀναπέφανται 1 w 4170
ΘΕΑΙ 31 w 4175
παντάπασι 2 w 4185
μὲν 5 w 4188
οὖν 7 w 4191
καὶ 18 w 4195
κινδυνεύει 2 w 4205
γε 28 w 4207
τὸ 31 w 4209
νῦν 7 w 4212
εἰρημένον 1 w 4221
ὀρθότατα 1 w 4229
περὶ 19 w 4233
αὐτῶν 3 w 4238
εἰρῆσθαι 1 w 4246
ΞΕ 32 w 4249
λάβωμεν 2 w 4257
τοίνυν 2 w 4263
σαφέστερόν 1 w 4273
τι 35 w 4275
παράδειγμα 1 w 4285
περὶ 20 w 4289
τούτων 2 w 4295
ΘΕΑΙ 32 w 4300
τὸ 32 w 4303
ποῖον 3 w 4308
δή 3 w 4310
ΞΕ 33 w 4313
τόδε 1 w 4318
καί 2 w 4322
μοι 5 w 4325
πειρῶ 1 w 4330
προσέχων 1 w 4338
τὸν 13 w 4341
νοῦν 2 w 4345
εὖ 1 w 4347
μάλα 2 w 4351
ἀποκρίνασθαι 1 w 4363
ΘΕΑΙ 33 w 4368
τὸ 34 w 4371
ποῖον 4 w 4376
ΞΕ 34 w 4379
εἴ 2 w 4382
τις 7 w 4385
φαίη 1 w 4389
μὴ 9 w 4391
λέγειν 1 w 4397
μηδʼ 1 w 4401
ἀντιλέγειν 1 w 4411
ἀλλὰ 4 w 4416
ποιεῖν 3 w 4422
καὶ 19 w 4425
δρᾶν 2 w 4429
μιᾷ 1 w 4432
τέχνῃ 2 w 4437
συνάπαντα 1 w 4446
ἐπίστασθαι 1 w 4456
πράγματα 1 w 4464
ΘΕΑΙ 34 w 4469
πῶς 4 w 4473
πάντα 5 w 4478
εἶπες 1 w 4483
ΞΕ 35 w 4486
τὴν 8 w 4490
ἀρχὴν 1 w 4495
τοῦ 11 w 4498
ῥηθέντος 1 w 4506
σύ 2 w 4508
γʼ 2 w 4510
ἡμῖν 6 w 4514
εὐθὺς 1 w 4519
ἀγνοεῖς 1 w 4526
τὰ 15 w 4529
γὰρ 15 w 4532
σύμπαντα 1 w 4540
ὡς 8 w 4543
ἔοικας 1 w 4549
οὐ 17 w 4552
μανθάνεις 1 w 4561
ΘΕΑΙ 35 w 4566
οὐ 18 w 4569
γὰρ 16 w 4572
οὖν 8 w 4575
ΞΕ 36 w 4578
λέγω 2 w 4583
τοίνυν 3 w 4589
σὲ 1 w 4591
καὶ 20 w 4594
ἐμὲ 1 w 4597
τῶν 10 w 4600
πάντων 7 w 4606
καὶ 21 w 4609
πρὸς 10 w 4613
ἡμῖν 7 w 4617
τἆλλα 1 w 4622
ζῷα 1 w 4625
καὶ 22 w 4628
δένδρα 1 w 4634
ΘΕΑΙ 36 w 4639
πῶς 5 w 4643
λέγεις 3 w 4649
ΞΕ 37 w 4652
εἴ 3 w 4655
τις 8 w 4658
ἐμὲ 2 w 4661
καὶ 23 w 4664
σὲ 2 w 4666
καὶ 24 w 4669
τἆλλα 2 w 4674
φυτὰ 1 w 4678
πάντα 6 w 4683
ποιήσειν 1 w 4691
φαίη 2 w 4695
ΘΕΑΙ 37 w 4700
τίνα 2 w 4705
δὴ 9 w 4707
λέγων 2 w 4712
τὴν 9 w 4715
ποίησιν 1 w 4722
οὐ 19 w 4725
γὰρ 17 w 4728
δὴ 10 w 4730
γεωργόν 1 w 4737
γε 33 w 4739
ἐρεῖς 1 w 4744
τινα 4 w 4748
καὶ 25 w 4752
γὰρ 18 w 4755
ζῴων 1 w 4759
αὐτὸν 5 w 4764
εἶπες 2 w 4769
ποιητήν 1 w 4776
ΞΕ 38 w 4779
φημί 1 w 4784
καὶ 26 w 4788
πρός 3 w 4792
γε 34 w 4794
θαλάττης 1 w 4802
καὶ 27 w 4805
γῆς 2 w 4808
καὶ 28 w 4811
οὐρανοῦ 2 w 4818
καὶ 29 w 4821
θεῶν 2 w 4825
καὶ 30 w 4828
τῶν 11 w 4831
ἄλλων 3 w 4836
συμπάντων 2 w 4845
καὶ 31 w 4849
τοίνυν 4 w 4855
καὶ 32 w 4858
ταχὺ 1 w 4862
ποιήσας 1 w 4869
αὐτῶν 4 w 4874
ἕκαστα 1 w 4880
πάνυ 2 w 4884
σμικροῦ 1 w 4891
νομίσματος 1 w 4901
ἀποδίδοται 1 w 4911
ΘΕΑΙ 38 w 4916
παιδιὰν 1 w 4924
λέγεις 4 w 4930
τινά 1 w 4934
ΞΕ 39 w 4937
τί 16 w 4940
δέ 7 w 4942
τὴν 10 w 4946
τοῦ 12 w 4949
λέγοντος 1 w 4957
ὅτι 2 w 4960
πάντα 7 w 4965
οἶδε 1 w 4969
καὶ 33 w 4972
ταῦτα 5 w 4977
ἕτερον 1 w 4983
ἂν 8 w 4985
διδάξειεν 1 w 4994
ὀλίγου 1 w 5000
καὶ 34 w 5003
ἐν 5 w 5005
ὀλίγῳ 1 w 5010
χρόνῳ 1 w 5015
μῶν 2 w 5019
οὐ 21 w 5021
παιδιὰν 2 w 5028
νομιστέον 1 w 5037
ΘΕΑΙ 39 w 5042
πάντως 1 w 5049
που 4 w 5052
ΞΕ 40 w 5055
παιδιᾶς 1 w 5063
δὲ 15 w 5065
ἔχεις 1 w 5070
4 w 5071
τι 42 w 5073
τεχνικώτερον 1 w 5085
1 w 5086
καὶ 35 w 5089
χαριέστερον 1 w 5100
εἶδος 1 w 5105
2 w 5106
τὸ 36 w 5108
μιμητικόν 1 w 5117
ΘΕΑΙ 40 w 5122
οὐδαμῶς 2 w 5130
πάμπολυ 1 w 5138
γὰρ 19 w 5141
εἴρηκας 1 w 5148
εἶδος 2 w 5153
εἰς 2 w 5156
ἓν 3 w 5158
πάντα 8 w 5163
συλλαβὼν 1 w 5171
καὶ 36 w 5174
σχεδὸν 2 w 5180
ποικιλώτατον 1 w 5192
ΞΕ 41 w 5195
οὐκοῦν 1 w 5202
τόν 3 w 5205
γʼ 3 w 5207
ὑπισχνούμενον 1 w 5220
δυνατὸν 2 w 5227
εἶναι 7 w 5232
μιᾷ 2 w 5235
τέχνῃ 3 w 5240
πάντα 9 w 5245
ποιεῖν 4 w 5251
γιγνώσκομέν 1 w 5262
που 5 w 5265
τοῦτο 8 w 5270
ὅτι 3 w 5274
μιμήματα 1 w 5282
καὶ 37 w 5285
ὁμώνυμα 1 w 5292
τῶν 13 w 5295
ὄντων 1 w 5300
ἀπεργαζόμενος 1 w 5313
τῇ 4 w 5315
γραφικῇ 1 w 5322
τέχνῃ 4 w 5327
δυνατὸς 1 w 5334
ἔσται 1 w 5339
τοὺς 3 w 5343
ἀνοήτους 1 w 5351
τῶν 14 w 5354
νέων 2 w 5358
παίδων 1 w 5364
πόρρωθεν 1 w 5373
τὰ 17 w 5375
γεγραμμένα 2 w 5385
ἐπιδεικνύς 1 w 5395
λανθάνειν 1 w 5405
ὡς 9 w 5407
ὅτιπερ 1 w 5413
ἂν 9 w 5415
βουληθῇ 1 w 5422
δρᾶν 3 w 5426
τοῦτο 9 w 5432
ἱκανώτατος 1 w 5442
ὢν 2 w 5444
ἀποτελεῖν 1 w 5453
ἔργῳ 1 w 5457
ΘΕΑΙ 41 w 5462
πῶς 6 w 5466
γὰρ 20 w 5469
οὔ 3 w 5471
ΞΕ 42 w 5474
τί 17 w 5477
δὲ 16 w 5479
δή 4 w 5481
περὶ 21 w 5486
τοὺς 4 w 5490
λόγους 2 w 5496
ἆρʼ 5 w 5499
οὐ 24 w 5501
προσδοκῶμεν 1 w 5512
εἶναί 2 w 5517
τινα 5 w 5521
ἄλλην 1 w 5526
τέχνην 4 w 5532
1 w 5534
αὖ 3 w 5536
δυνατὸν 3 w 5543
ὂν 1 w 5545
αὖ 4 w 5547
τυγχάνει 1 w 5555
τοὺς 5 w 5559
νέους 1 w 5564
καὶ 38 w 5567
ἔτι 2 w 5570
πόρρω 2 w 5575
τῶν 15 w 5578
πραγμάτων 1 w 5587
τῆς 7 w 5590
ἀληθείας 1 w 5598
ἀφεστῶτας 1 w 5607
διὰ 5 w 5610
τῶν 16 w 5613
ὤτων 1 w 5617
τοῖς 7 w 5621
λόγοις 1 w 5627
γοητεύειν 1 w 5636
δεικνύντας 1 w 5647
εἴδωλα 1 w 5653
λεγόμενα 1 w 5661
περὶ 22 w 5665
πάντων 9 w 5671
ὥστε 1 w 5676
ποιεῖν 5 w 5682
ἀληθῆ 2 w 5687
δοκεῖν 1 w 5693
λέγεσθαι 1 w 5701
καὶ 39 w 5704
τὸν 17 w 5707
λέγοντα 2 w 5714
δὴ 11 w 5716
σοφώτατον 1 w 5725
πάντων 10 w 5731
ἅπαντʼ 1 w 5737
εἶναι 8 w 5742
ΘΕΑΙ 42 w 5747
τί 18 w 5750
γὰρ 21 w 5753
οὐκ 7 w 5756
ἂν 10 w 5758
εἴη 2 w 5761
ἄλλη 2 w 5765
τις 9 w 5768
τοιαύτη 1 w 5775
τέχνη 8 w 5780
ΞΕ 43 w 5783
τοὺς 6 w 5788
πολλοὺς 1 w 5795
οὖν 9 w 5798
4 w 5800
Θεαίτητε 1 w 5808
τῶν 17 w 5812
τότε 2 w 5816
ἀκουόντων 1 w 5825
ἆρʼ 6 w 5828
οὐκ 8 w 5831
ἀνάγκη 1 w 5837
χρόνου 1 w 5843
τε 34 w 5845
ἐπελθόντος 1 w 5855
αὐτοῖς 4 w 5861
ἱκανοῦ 1 w 5867
καὶ 40 w 5870
προϊούσης 1 w 5879
ἡλικίας 1 w 5886
τοῖς 9 w 5890
τε 35 w 5892
οὖσι 1 w 5896
προσπίπτοντας 1 w 5909
ἐγγύθεν 1 w 5916
καὶ 41 w 5919
διὰ 6 w 5922
παθημάτων 1 w 5931
ἀναγκαζομένους 1 w 5945
ἐναργῶς 1 w 5952
ἐφάπτεσθαι 1 w 5962
τῶν 18 w 5965
ὄντων 2 w 5970
μεταβάλλειν 1 w 5982
τὰς 4 w 5985
τότε 3 w 5989
γενομένας 1 w 5998
δόξας 1 w 6003
ὥστε 2 w 6008
σμικρὰ 1 w 6014
μὲν 6 w 6017
φαίνεσθαι 1 w 6026
τὰ 19 w 6028
μεγάλα 1 w 6034
χαλεπὰ 1 w 6041
δὲ 17 w 6043
τὰ 20 w 6045
ῥᾴδια 1 w 6050
καὶ 42 w 6054
πάντα 10 w 6059
πάντῃ 1 w 6064
ἀνατετράφθαι 1 w 6076
τὰ 21 w 6078
ἐν 7 w 6080
τοῖς 10 w 6084
λόγοις 2 w 6090
φαντάσματα 1 w 6100
ὑπὸ 1 w 6103
τῶν 19 w 6106
ἐν 8 w 6108
ταῖς 3 w 6112
πράξεσιν 1 w 6120
ἔργων 1 w 6125
παραγενομένων 1 w 6138
ΘΕΑΙ 43 w 6143
ὡς 10 w 6146
γοῦν 3 w 6150
ἐμοὶ 1 w 6154
τηλικῷδε 1 w 6162
ὄντι 1 w 6166
κρῖναι 1 w 6172
οἶμαι 2 w 6178
δὲ 18 w 6180
καὶ 43 w 6183
ἐμὲ 3 w 6186
τῶν 20 w 6189
ἔτι 3 w 6192
πόρρωθεν 2 w 6200
ἀφεστηκότων 1 w 6211
εἶναι 9 w 6216
ΞΕ 44 w 6219
τοιγαροῦν 1 w 6229
ἡμεῖς 3 w 6234
σε 6 w 6236
οἵδε 1 w 6240
πάντες 1 w 6246
πειρασόμεθα 1 w 6257
καὶ 44 w 6260
νῦν 8 w 6263
πειρώμεθα 1 w 6272
ὡς 11 w 6274
ἐγγύτατα 1 w 6282
ἄνευ 1 w 6286
τῶν 21 w 6289
παθημάτων 2 w 6298
προσάγειν 1 w 6307
περὶ 23 w 6312
δʼ 7 w 6314
οὖν 10 w 6317
τοῦ 15 w 6320
σοφιστοῦ 1 w 6328
τόδε 2 w 6332
μοι 6 w 6335
λέγε 10 w 6339
πότερον 1 w 6347
ἤδη 3 w 6350
τοῦτο 10 w 6355
σαφές 1 w 6360
ὅτι 5 w 6364
τῶν 22 w 6367
γοήτων 1 w 6373
ἐστί 1 w 6377
τις 10 w 6380
μιμητὴς 1 w 6388
ὢν 3 w 6390
τῶν 23 w 6393
ὄντων 3 w 6398
3 w 6400
διστάζομεν 1 w 6410
ἔτι 4 w 6413
μὴ 10 w 6415
περὶ 24 w 6419
ὅσωνπερ 1 w 6426
ἀντιλέγειν 2 w 6436
δοκεῖ 2 w 6441
δυνατὸς 2 w 6448
εἶναι 10 w 6453
περὶ 25 w 6458
τοσούτων 1 w 6466
καὶ 45 w 6469
τὰς 5 w 6472
ἐπιστήμας 1 w 6481
ἀληθῶς 1 w 6487
ἔχων 2 w 6491
τυγχάνει 2 w 6499
ΘΕΑΙ 44 w 6504
καὶ 46 w 6508
πῶς 7 w 6511
ἄν 4 w 6513
5 w 6515
ξένε 2 w 6519
ἀλλὰ 5 w 6524
σχεδὸν 3 w 6530
ἤδη 4 w 6533
σαφὲς 1 w 6538
ἐκ 3 w 6540
τῶν 24 w 6543
εἰρημένων 2 w 6552
ὅτι 6 w 6556
τῶν 25 w 6559
τῆς 8 w 6562
παιδιᾶς 2 w 6569
μετεχόντων 1 w 6579
ἐστί 2 w 6583
τις 11 w 6586
μερῶν 1 w 6591
εἷς 1 w 6594
ΞΕ 45 w 6597
γόητα 1 w 6603
μὲν 7 w 6606
δὴ 12 w 6608
καὶ 47 w 6611
μιμητὴν 1 w 6618
ἄρα 4 w 6621
θετέον 2 w 6627
αὐτόν 1 w 6632
τινα 6 w 6636
ΘΕΑΙ 45 w 6641
πῶς 8 w 6645
γὰρ 22 w 6648
οὐ 27 w 6650
θετέον 3 w 6656
ΞΕ 46 w 6659
ἄγε 1 w 6663
δή 5 w 6665
νῦν 9 w 6669
ἡμέτερον 1 w 6677
ἔργον 1 w 6682
ἤδη 5 w 6685
τὸν 18 w 6688
θῆρα 1 w 6692
μηκέτʼ 1 w 6698
ἀνεῖναι 1 w 6705
σχεδὸν 4 w 6712
γὰρ 23 w 6715
αὐτὸν 6 w 6720
περιειλήφαμεν 1 w 6733
ἐν 9 w 6735
ἀμφιβληστρικῷ 1 w 6748
τινι 1 w 6752
τῶν 26 w 6755
ἐν 10 w 6757
τοῖς 11 w 6761
λόγοις 3 w 6767
περὶ 26 w 6771
τὰ 23 w 6773
τοιαῦτα 2 w 6780
ὀργάνων 1 w 6787
ὥστε 3 w 6792
οὐκέτʼ 1 w 6798
ἐκφεύξεται 1 w 6808
τόδε 3 w 6812
γε 44 w 6814
ΘΕΑΙ 46 w 6819
τὸ 44 w 6822
ποῖον 5 w 6827
ΞΕ 47 w 6830
τὸ 45 w 6833
μὴ 11 w 6835
οὐ 29 w 6837
τοῦ 18 w 6840
γένους 1 w 6846
εἶναι 11 w 6851
τοῦ 19 w 6854
τῶν 27 w 6857
θαυματοποιῶν 1 w 6869
τις 12 w 6872
εἷς 2 w 6875
ΘΕΑΙ 47 w 6880
κἀμοὶ 1 w 6886
τοῦτό 2 w 6891
γε 45 w 6893
οὕτω 1 w 6897
περὶ 27 w 6901
αὐτοῦ 2 w 6906
συνδοκεῖ 1 w 6914
ΞΕ 48 w 6917
δέδοκται 1 w 6926
τοίνυν 5 w 6932
ὅτι 7 w 6935
τάχιστα 1 w 6942
διαιρεῖν 1 w 6950
τὴν 12 w 6953
εἰδωλοποιικὴν 1 w 6966
τέχνην 5 w 6972
καὶ 48 w 6976
καταβάντας 1 w 6986
εἰς 3 w 6989
αὐτήν 1 w 6994
ἐὰν 1 w 6998
μὲν 8 w 7001
ἡμᾶς 2 w 7005
εὐθὺς 2 w 7010
10 w 7011
σοφιστὴς 3 w 7019
ὑπομείνῃ 1 w 7027
συλλαβεῖν 1 w 7037
αὐτὸν 7 w 7042
κατὰ 3 w 7046
τὰ 25 w 7048
ἐπεσταλμένα 1 w 7059
ὑπὸ 2 w 7062
τοῦ 22 w 7065
βασιλικοῦ 1 w 7074
λόγου 3 w 7079
κἀκείνῳ 1 w 7087
παραδόντας 1 w 7097
ἀποφῆναι 1 w 7105
τὴν 13 w 7108
ἄγραν 1 w 7113
ἐὰν 2 w 7117
δʼ 8 w 7119
ἄρα 5 w 7122
κατὰ 4 w 7126
μέρη 1 w 7130
τῆς 9 w 7133
μιμητικῆς 1 w 7142
δύηταί 1 w 7148
πῃ 4 w 7150
συνακολουθεῖν 1 w 7164
αὐτῷ 3 w 7168
διαιροῦντας 1 w 7179
ἀεὶ 2 w 7182
τὴν 14 w 7185
ὑποδεχομένην 1 w 7197
αὐτὸν 8 w 7202
μοῖραν 1 w 7208
ἕωσπερ 1 w 7215
ἂν 11 w 7217
ληφθῇ 1 w 7222
πάντως 2 w 7229
οὔτε 1 w 7233
οὗτος 1 w 7238
οὔτε 2 w 7242
ἄλλο 2 w 7246
γένος 3 w 7251
οὐδὲν 2 w 7256
μή 6 w 7258
ποτε 3 w 7262
ἐκφυγὸν 1 w 7269
ἐπεύξηται 1 w 7278
τὴν 15 w 7281
τῶν 28 w 7284
οὕτω 2 w 7288
δυναμένων 1 w 7297
μετιέναι 1 w 7305
καθʼ 2 w 7309
ἕκαστά 1 w 7315
τε 48 w 7317
καὶ 49 w 7320
ἐπὶ 1 w 7323
πάντα 11 w 7328
μέθοδον 1 w 7335
ΘΕΑΙ 48 w 7340
λέγεις 5 w 7347
εὖ 2 w 7349
καὶ 50 w 7353
ταῦτα 6 w 7358
ταύτῃ 3 w 7363
ποιητέον 1 w 7371
ΞΕ 49 w 7374
κατὰ 5 w 7379
δὴ 13 w 7381
τὸν 22 w 7384
παρεληλυθότα 1 w 7396
τρόπον 2 w 7402
τῆς 10 w 7405
διαιρέσεως 1 w 7415
ἔγωγέ 1 w 7420
μοι 7 w 7423
καὶ 51 w 7426
νῦν 10 w 7429
φαίνομαι 1 w 7437
δύο 1 w 7440
καθορᾶν 1 w 7447
εἴδη 1 w 7451
τῆς 11 w 7454
μιμητικῆς 2 w 7463
τὴν 16 w 7467
δὲ 20 w 7469
ζητουμένην 1 w 7479
ἰδέαν 1 w 7484
ἐν 11 w 7487
ὁποτέρῳ 1 w 7494
ποθʼ 1 w 7498
ἡμῖν 8 w 7502
οὖσα 1 w 7506
τυγχάνει 3 w 7514
καταμαθεῖν 1 w 7525
οὐδέπω 1 w 7531
μοι 8 w 7534
δοκῶ 3 w 7538
νῦν 11 w 7541
δυνατὸς 3 w 7548
εἶναι 12 w 7553
ΘΕΑΙ 49 w 7558
σὺ 3 w 7561
δʼ 9 w 7563
ἀλλʼ 3 w 7567
εἰπὲ 1 w 7571
πρῶτον 4 w 7577
καὶ 52 w 7580
δίελε 1 w 7585
ἡμῖν 9 w 7589
τίνε 1 w 7593
τὼ 1 w 7595
δύο 2 w 7598
λέγεις 6 w 7604
ΞΕ 50 w 7607
μίαν 2 w 7612
μὲν 9 w 7615
τὴν 17 w 7618
εἰκαστικὴν 1 w 7628
ὁρῶν 1 w 7632
ἐν 12 w 7634
αὐτῇ 1 w 7638
τέχνην 6 w 7644
ἔστι 1 w 7649
δʼ 10 w 7651
αὕτη 1 w 7655
μάλιστα 6 w 7662
ὁπόταν 3 w 7668
κατὰ 6 w 7672
τὰς 6 w 7675
τοῦ 23 w 7678
παραδείγματος 1 w 7691
συμμετρίας 1 w 7701
τις 13 w 7704
ἐν 13 w 7706
μήκει 1 w 7711
καὶ 53 w 7714
πλάτει 1 w 7720
καὶ 54 w 7723
βάθει 1 w 7728
καὶ 55 w 7732
πρὸς 11 w 7736
τούτοις 1 w 7743
ἔτι 5 w 7746
χρώματα 1 w 7753
ἀποδιδοὺς 1 w 7762
τὰ 30 w 7764
προσήκοντα 1 w 7774
ἑκάστοις 1 w 7782
τὴν 18 w 7786
τοῦ 24 w 7789
μιμήματος 1 w 7798
γένεσιν 1 w 7805
ἀπεργάζηται 1 w 7816
ΘΕΑΙ 50 w 7821
τί 22 w 7824
δʼ 11 w 7826
οὐ 32 w 7829
πάντες 2 w 7835
οἱ 3 w 7837
μιμούμενοί 1 w 7847
τι 68 w 7849
τοῦτʼ 1 w 7854
ἐπιχειροῦσι 1 w 7865
δρᾶν 4 w 7869