<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="231"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τοὺς ταύτῃ χρωμένους τῇ τέχνῃ τίνας
<milestone n="231" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="231a"/> φήσομεν; ἐγὼ μὲν γὰρ φοβοῦμαι σοφιστὰς φάναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μὴ μεῖζον αὐτοῖς προσάπτωμεν γέρας.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ μὴν προσέοικέ γε τοιούτῳ τινὶ τὰ νῦν εἰρημένα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γὰρ κυνὶ λύκος, ἀγριώτατον ἡμερωτάτῳ. τὸν δὲ ἀσφαλῆ δεῖ πάντων μάλιστα περὶ τὰς ὁμοιότητας ἀεὶ ποιεῖσθαι τὴν φυλακήν· ὀλισθηρότατον γὰρ τὸ γένος. ὅμως δὲ ἔστω· οὐ γὰρ περὶ σμικρῶν ὅρων τὴν ἀμφισβήτησιν οἴομαι
<milestone unit="section" resp="Stephanus" n="231b"/> γενήσεσθαι τότε ὁπόταν ἱκανῶς φυλάττωσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν τό γε εἰκός.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔστω δὴ διακριτικῆς τέχνης καθαρτική, καθαρτικῆς δὲ τὸ περὶ ψυχὴν μέρος ἀφωρίσθω, τούτου δὲ διδασκαλική, διδασκαλικῆς δὲ παιδευτική· τῆς δὲ παιδευτικῆς ὁ περὶ τὴν μάταιον δοξοσοφίαν γιγνόμενος ἔλεγχος ἐν τῷ νῦν λόγῳ παραφανέντι μηδὲν ἄλλʼ ἡμῖν εἶναι λεγέσθω πλὴν ἡ γένει γενναία σοφιστική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λεγέσθω μέν· ἀπορῶ δὲ ἔγωγε ἤδη διὰ τὸ πολλὰ
<milestone unit="section" resp="Stephanus" n="231c"/> πεφάνθαι, τί χρή ποτε ὡς ἀληθῆ λέγοντα καὶ διισχυριζόμενον εἰπεῖν ὄντως εἶναι τὸν σοφιστήν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰκότως γε σὺ ἀπορῶν. ἀλλά τοι κἀκεῖνον ἡγεῖσθαι χρὴ νῦν ἤδη σφόδρα ἀπορεῖν ὅπῃ ποτὲ ἔτι διαδύσεται τὸν λόγον· ὀρθὴ γὰρ ἡ παροιμία, τὸ τὰς ἁπάσας μὴ ῥᾴδιον εἶναι διαφεύγειν. νῦν οὖν καὶ μάλιστα ἐπιθετέον αὐτῷ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πρῶτον δὴ στάντες οἷον ἐξαναπνεύσωμεν, καὶ πρὸς
<milestone unit="section" resp="Stephanus" n="231d"/> ἡμᾶς αὐτοὺς διαλογισώμεθα ἅμα ἀναπαυόμενοι, φέρε, ὁπόσα ἡμῖν ὁ σοφιστὴς πέφανται. δοκῶ μὲν γάρ, τὸ πρῶτον ηὑρέθη νέων καὶ πλουσίων ἔμμισθος θηρευτής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε δεύτερον ἔμπορός τις περὶ τὰ τῆς ψυχῆς μαθήματα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον δὲ ἆρα οὐ περὶ αὐτὰ ταῦτα κάπηλος ἀνεφάνη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, καὶ τέταρτόν γε αὐτοπώλης περὶ τὰ μαθήματα ἡμῖν <add>ἦν</add>.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀρθῶς ἐμνημόνευσας. πέμπτον δʼ ἐγὼ πειράσομαι
<milestone unit="section" resp="Stephanus" n="231e"/> μνημονεύειν· τῆς γὰρ ἀγωνιστικῆς περὶ λόγους ἦν τις ἀθλητής, τὴν ἐριστικὴν τέχνην ἀφωρισμένος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τό γε μὴν ἕκτον ἀμφισβητήσιμον μέν, ὅμως δʼ ἔθεμεν αὐτῷ συγχωρήσαντες δοξῶν ἐμποδίων μαθήμασιν περὶ ψυχὴν καθαρτὴν αὐτὸν εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="232"><p><said who="#Ξένος"><milestone n="232" unit="page"/><milestone unit="section" resp="Stephanus" n="232a"/><label>ΞΕ.</label> ἆρʼ οὖν ἐννοεῖς, ὅταν ἐπιστήμων τις πολλῶν φαίνηται, μιᾶς δὲ τέχνης ὀνόματι προσαγορεύηται, τὸ φάντασμα τοῦτο ὡς οὐκ ἔσθʼ ὑγιές, ἀλλὰ δῆλον ὡς ὁ πάσχων αὐτὸ πρός τινα τέχνην οὐ δύναται κατιδεῖν ἐκεῖνο αὐτῆς εἰς ὃ πάντα τὰ μαθήματα ταῦτα βλέπει, διὸ καὶ πολλοῖς ὀνόμασιν ἀνθʼ ἑνὸς τὸν ἔχοντα αὐτὰ προσαγορεύει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κινδυνεύει τοῦτο ταύτῃ πῃ μάλιστα πεφυκέναι.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="232b"/><label>ΞΕ.</label> μὴ τοίνυν ἡμεῖς γε αὐτὸ ἐν τῇ ζητήσει διʼ ἀργίαν πάσχωμεν, ἀλλʼ ἀναλάβωμεν <add>ἓν</add> πρῶτον τῶν περὶ τὸν σοφιστὴν εἰρημένων. ἓν γάρ τί μοι μάλιστα κατεφάνη αὐτὸν μηνῦον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀντιλογικὸν αὐτὸν ἔφαμεν εἶναί που.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ; οὐ καὶ τῶν ἄλλων αὐτοῦ τούτου διδάσκαλον γίγνεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκοπῶμεν δή, περὶ τίνος ἄρα καί φασιν οἱ τοιοῦτοι ποιεῖν ἀντιλογικούς. ἡ δὲ σκέψις ἡμῖν ἐξ ἀρχῆς ἔστω τῇδέ
<milestone unit="section" resp="Stephanus" n="232c"/> πῃ. φέρε, περὶ τῶν θείων, ὅσʼ ἀφανῆ τοῖς πολλοῖς, ἆρʼ ἱκανοὺς ποιοῦσι τοῦτο δρᾶν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γοῦν δὴ περὶ αὐτῶν ταῦτα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ ὅσα φανερὰ γῆς τε καὶ οὐρανοῦ καὶ τῶν περὶ τὰ τοιαῦτα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν ἔν γε ταῖς ἰδίαις συνουσίαις, ὁπόταν γενέσεώς τε καὶ οὐσίας πέρι κατὰ πάντων λέγηταί τι, σύνισμεν ὡς αὐτοί τε ἀντειπεῖν δεινοὶ τούς τε ἄλλους ὅτι ποιοῦσιν ἅπερ αὐτοὶ δυνατούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="232d"/><label>ΞΕ.</label> τί δʼ αὖ περὶ νόμων καὶ συμπάντων τῶν πολιτικῶν, ἆρʼ οὐχ ὑπισχνοῦνται ποιεῖν ἀμφισβητητικούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδεὶς γὰρ ἂν αὐτοῖς ὡς ἔπος εἰπεῖν διελέγετο μὴ τοῦτο ὑπισχνουμένοις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τά γε μὴν περὶ πασῶν τε καὶ κατὰ μίαν ἑκάστην τέχνην, ἃ δεῖ πρὸς ἕκαστον αὐτὸν τὸν δημιουργὸν ἀντειπεῖν, δεδημοσιωμένα που καταβέβληται γεγραμμένα τῷ βουλομένῳ μαθεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὰ Πρωταγόρειά μοι φαίνῃ περί τε πάλης καὶ
<milestone unit="section" resp="Stephanus" n="232e"/> τῶν ἄλλων τεχνῶν εἰρηκέναι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ πολλῶν γε, ὦ μακάριε, ἑτέρων. ἀτὰρ δὴ τὸ τῆς ἀντιλογικῆς τέχνης ἆρʼ οὐκ ἐν κεφαλαίῳ περὶ πάντων πρὸς ἀμφισβήτησιν ἱκανή τις δύναμις ἔοικʼ εἶναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται γοῦν δὴ σχεδὸν οὐδὲν ὑπολιπεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σὺ δὴ πρὸς θεῶν, ὦ παῖ, δυνατὸν ἡγῇ τοῦτο; τάχα γὰρ ἂν ὑμεῖς μὲν ὀξύτερον οἱ νέοι πρὸς αὐτὸ βλέποιτε, ἡμεῖς δὲ ἀμβλύτερον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="233"><p><said who="#Θεαίτητος"><milestone n="233" unit="page"/><milestone unit="section" resp="Stephanus" n="233a"/><label>ΘΕΑΙ.</label> τὸ ποῖον, καὶ πρὸς τί μάλιστα λέγεις; οὐ γάρ που κατανοῶ τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰ πάντα ἐπίστασθαί τινα ἀνθρώπων ἐστὶ δυνατόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μακάριον μεντἂν ἡμῶν, ὦ ξένε, ἦν τὸ γένος.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς οὖν ἄν ποτέ τις πρός γε τὸν ἐπιστάμενον αὐτὸς ἀνεπιστήμων ὢν δύναιτʼ ἂν ὑγιές τι λέγων ἀντειπεῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί ποτʼ οὖν ἂν εἴη τὸ τῆς σοφιστικῆς δυνάμεως θαῦμα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦ δὴ πέρι;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="233b"/><label>ΞΕ.</label> καθʼ ὅντινα τρόπον ποτὲ δυνατοὶ τοῖς νέοις δόξαν παρασκευάζειν ὡς εἰσὶ πάντα πάντων αὐτοὶ σοφώτατοι. δῆλον γὰρ ὡς εἰ μήτε ἀντέλεγον ὀρθῶς μήτε ἐκείνοις ἐφαίνοντο, φαινόμενοί τε εἰ μηδὲν αὖ μᾶλλον ἐδόκουν διὰ τὴν ἀμφισβήτησιν εἶναι φρόνιμοι, τὸ σὸν δὴ τοῦτο, σχολῇ ποτʼ ἂν αὐτοῖς τις χρήματα διδοὺς ἤθελεν ἂν τούτων αὐτῶν μαθητὴς γίγνεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχολῇ μεντἄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γʼ ἐθέλουσιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="233c"/><label>ΞΕ.</label> δοκοῦσι γὰρ οἶμαι πρὸς ταῦτα ἐπιστημόνως ἔχειν αὐτοὶ πρὸς ἅπερ ἀντιλέγουσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δρῶσι δέ γε τοῦτο πρὸς ἅπαντα, φαμέν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάντα ἄρα σοφοὶ τοῖς μαθηταῖς φαίνονται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ὄντες γε· ἀδύνατον γὰρ τοῦτό γε ἐφάνη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐκ ἀδύνατον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοξαστικὴν ἄρα τινὰ περὶ πάντων ἐπιστήμην ὁ σοφιστὴς ἡμῖν ἀλλʼ οὐκ ἀλήθειαν ἔχων ἀναπέφανται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="233d"/><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν, καὶ κινδυνεύει γε τὸ νῦν εἰρημένον ὀρθότατα περὶ αὐτῶν εἰρῆσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λάβωμεν τοίνυν σαφέστερόν τι παράδειγμα περὶ τούτων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε. καί μοι πειρῶ προσέχων τὸν νοῦν εὖ μάλα ἀποκρίνασθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴ τις φαίη μὴ λέγειν μηδʼ ἀντιλέγειν, ἀλλὰ ποιεῖν καὶ δρᾶν μιᾷ τέχνῃ συνάπαντα ἐπίστασθαι πράγματα—</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="233e"/><label>ΘΕΑΙ.</label> πῶς πάντα εἶπες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἀρχὴν τοῦ ῥηθέντος σύ γʼ ἡμῖν εὐθὺς ἀγνοεῖς· τὰ γὰρ σύμπαντα, ὡς ἔοικας, οὐ μανθάνεις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγω τοίνυν σὲ καὶ ἐμὲ τῶν πάντων καὶ πρὸς ἡμῖν τἆλλα ζῷα καὶ δένδρα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴ τις ἐμὲ καὶ σὲ καὶ τἆλλα φυτὰ πάντα ποιήσειν φαίη—</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="234"><p><said who="#Θεαίτητος"><milestone n="234" unit="page"/><milestone unit="section" resp="Stephanus" n="234a"/><label>ΘΕΑΙ.</label> τίνα δὴ λέγων τὴν ποίησιν; οὐ γὰρ δὴ γεωργόν γε ἐρεῖς τινα· καὶ γὰρ ζῴων αὐτὸν εἶπες ποιητήν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φημί, καὶ πρός γε θαλάττης καὶ γῆς καὶ οὐρανοῦ καὶ θεῶν καὶ τῶν ἄλλων συμπάντων· καὶ τοίνυν καὶ ταχὺ ποιήσας αὐτῶν ἕκαστα πάνυ σμικροῦ νομίσματος ἀποδίδοται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παιδιὰν λέγεις τινά.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὴν τοῦ λέγοντος ὅτι πάντα οἶδε καὶ ταῦτα ἕτερον ἂν διδάξειεν ὀλίγου καὶ ἐν ὀλίγῳ χρόνῳ, μῶν οὐ παιδιὰν νομιστέον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάντως που.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="234b"/><label>ΞΕ.</label> παιδιᾶς δὲ ἔχεις ἤ τι τεχνικώτερον ἢ καὶ χαριέστερον εἶδος ἢ τὸ μιμητικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς· πάμπολυ γὰρ εἴρηκας εἶδος εἰς ἓν πάντα συλλαβὼν καὶ σχεδὸν ποικιλώτατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν τόν γʼ ὑπισχνούμενον δυνατὸν εἶναι μιᾷ τέχνῃ πάντα ποιεῖν γιγνώσκομέν που τοῦτο, ὅτι μιμήματα καὶ ὁμώνυμα τῶν ὄντων ἀπεργαζόμενος τῇ γραφικῇ τέχνῃ δυνατὸς ἔσται τοὺς ἀνοήτους τῶν νέων παίδων, πόρρωθεν τὰ γεγραμμένα ἐπιδεικνύς, λανθάνειν ὡς ὅτιπερ ἂν βουληθῇ δρᾶν, τοῦτο ἱκανώτατος ὢν ἀποτελεῖν ἔργῳ.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="234c"/><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δή; περὶ τοὺς λόγους ἆρʼ οὐ προσδοκῶμεν εἶναί τινα ἄλλην τέχνην, ᾗ αὖ δυνατὸν <add>ὂν</add> <del>αὖ</del> τυγχάνει τοὺς νέους καὶ ἔτι πόρρω τῶν πραγμάτων τῆς ἀληθείας ἀφεστῶτας διὰ τῶν ὤτων τοῖς λόγοις γοητεύειν, δεικνύντας εἴδωλα λεγόμενα περὶ πάντων, ὥστε ποιεῖν ἀληθῆ δοκεῖν λέγεσθαι καὶ τὸν λέγοντα δὴ σοφώτατον πάντων ἅπαντʼ εἶναι;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="234d"/><label>ΘΕΑΙ.</label> τί γὰρ οὐκ ἂν εἴη ἄλλη τις τοιαύτη τέχνη;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς πολλοὺς οὖν, ὦ Θεαίτητε, τῶν τότε ἀκουόντων ἆρʼ οὐκ ἀνάγκη χρόνου τε ἐπελθόντος αὐτοῖς ἱκανοῦ καὶ προϊούσης ἡλικίας τοῖς τε οὖσι προσπίπτοντας ἐγγύθεν καὶ διὰ παθημάτων ἀναγκαζομένους ἐναργῶς ἐφάπτεσθαι τῶν ὄντων, μεταβάλλειν τὰς τότε γενομένας δόξας, ὥστε σμικρὰ μὲν φαίνεσθαι τὰ μεγάλα, χαλεπὰ δὲ τὰ ῥᾴδια, καὶ πάντα
<milestone unit="section" resp="Stephanus" n="234e"/> πάντῃ ἀνατετράφθαι τὰ ἐν τοῖς λόγοις φαντάσματα ὑπὸ τῶν ἐν ταῖς πράξεσιν ἔργων παραγενομένων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὡς γοῦν ἐμοὶ τηλικῷδε ὄντι κρῖναι. οἶμαι δὲ καὶ ἐμὲ τῶν ἔτι πόρρωθεν ἀφεστηκότων εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="235"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιγαροῦν ἡμεῖς σε οἵδε πάντες πειρασόμεθα καὶ νῦν πειρώμεθα ὡς ἐγγύτατα ἄνευ τῶν παθημάτων προσάγειν. περὶ δʼ οὖν τοῦ σοφιστοῦ τόδε μοι λέγε· πότερον ἤδη τοῦτο
<milestone n="235" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="235a"/> σαφές, ὅτι τῶν γοήτων ἐστί τις, μιμητὴς ὢν τῶν ὄντων, ἢ διστάζομεν ἔτι μὴ περὶ ὅσωνπερ ἀντιλέγειν δοκεῖ δυνατὸς εἶναι, περὶ τοσούτων καὶ τὰς ἐπιστήμας ἀληθῶς ἔχων τυγχάνει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς ἄν, ὦ ξένε; ἀλλὰ σχεδὸν ἤδη σαφὲς ἐκ τῶν εἰρημένων, ὅτι τῶν τῆς παιδιᾶς μετεχόντων ἐστί τις <sic>μερῶν</sic> εἷς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> γόητα μὲν δὴ καὶ μιμητὴν ἄρα θετέον αὐτόν τινα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐ θετέον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἄγε δή, νῦν ἡμέτερον ἔργον ἤδη τὸν θῆρα μηκέτʼ
<milestone unit="section" resp="Stephanus" n="235b"/> ἀνεῖναι· σχεδὸν γὰρ αὐτὸν περιειλήφαμεν ἐν ἀμφιβληστρικῷ τινι τῶν ἐν τοῖς λόγοις περὶ τὰ τοιαῦτα ὀργάνων, ὥστε οὐκέτʼ ἐκφεύξεται τόδε γε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὴ οὐ τοῦ γένους εἶναι τοῦ τῶν θαυματοποιῶν τις εἷς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κἀμοὶ τοῦτό γε οὕτω περὶ αὐτοῦ συνδοκεῖ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δέδοκται τοίνυν ὅτι τάχιστα διαιρεῖν τὴν εἰδωλοποιικὴν τέχνην, καὶ καταβάντας εἰς αὐτήν, ἐὰν μὲν ἡμᾶς εὐθὺς ὁ σοφιστὴς ὑπομείνῃ, συλλαβεῖν αὐτὸν κατὰ τὰ ἐπεσταλμένα
<milestone unit="section" resp="Stephanus" n="235c"/> ὑπὸ τοῦ βασιλικοῦ λόγου, κἀκείνῳ παραδόντας ἀποφῆναι τὴν ἄγραν· ἐὰν δʼ ἄρα κατὰ μέρη τῆς μιμητικῆς δύηταί πῃ, συνακολουθεῖν αὐτῷ διαιροῦντας ἀεὶ τὴν ὑποδεχομένην αὐτὸν μοῖραν, ἕωσπερ ἂν ληφθῇ. πάντως οὔτε οὗτος οὔτε ἄλλο γένος οὐδὲν μή ποτε ἐκφυγὸν ἐπεύξηται τὴν τῶν οὕτω δυναμένων μετιέναι καθʼ ἕκαστά τε καὶ ἐπὶ πάντα μέθοδον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεις εὖ, καὶ ταῦτα ταύτῃ ποιητέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ δὴ τὸν παρεληλυθότα τρόπον τῆς διαιρέσεως
<milestone unit="section" resp="Stephanus" n="235d"/> ἔγωγέ μοι καὶ νῦν φαίνομαι δύο καθορᾶν εἴδη τῆς μιμητικῆς· τὴν δὲ ζητουμένην ἰδέαν, ἐν ὁποτέρῳ ποθʼ ἡμῖν οὖσα τυγχάνει, καταμαθεῖν οὐδέπω μοι δοκῶ νῦν δυνατὸς εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σὺ δʼ ἀλλʼ εἰπὲ πρῶτον καὶ δίελε ἡμῖν τίνε τὼ δύο λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μίαν μὲν τὴν εἰκαστικὴν ὁρῶν ἐν αὐτῇ τέχνην. ἔστι δʼ αὕτη μάλιστα ὁπόταν κατὰ τὰς τοῦ παραδείγματος συμμετρίας τις ἐν μήκει καὶ πλάτει καὶ βάθει, καὶ πρὸς
<milestone unit="section" resp="Stephanus" n="235e"/> τούτοις ἔτι χρώματα ἀποδιδοὺς τὰ προσήκοντα ἑκάστοις, τὴν τοῦ μιμήματος γένεσιν ἀπεργάζηται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ; οὐ πάντες οἱ μιμούμενοί τι τοῦτʼ ἐπιχειροῦσι δρᾶν;</said></p></div></div></body></text></TEI>