Scaife ATLAS

CTS Library / Κρατύλος

Κρατύλος (428-432)

urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:428-432
Refs {'start': {'reference': '428', 'human_reference': 'Section 428'}, 'end': {'reference': '432', 'human_reference': 'Section 432'}}
Ancestors []
Children []
prev
plain textXML
next

428
428a
ΕΡΜ. μὰ Δίʼ, οὐκ ἔμοιγε. ἀλλὰ τὸ τοῦ Ἡσιόδου καλῶς μοι φαίνεται ἔχειν, τὸ εἰ καί τις σμικρὸν ἐπὶ σμικρῷ καταθείη, προὔργου εἶναι. εἰ οὖν καὶ σμικρόν τι οἷός τʼ εἶ πλέον ποιῆσαι, μὴ ἀπόκαμνε ἀλλʼ εὐεργέτει καὶ Σωκράτη τόνδεδίκαιος δʼ εἶκαὶ ἐμέ.

ΣΩ. καὶ μὲν δὴ ἔγωγε καὶ αὐτός, Κρατύλε, οὐδὲν ἂν ἰσχυρισαίμην ὧν εἴρηκα, δέ μοι ἐφαίνετο μεθʼ Ἑρμογένους ἐπεσκεψάμην, ὥστε τούτου γε ἕνεκα θαρρῶν λέγε, εἴ τι
428b
ἔχεις βέλτιον, ὡς ἐμοῦ ἐνδεξομένου. εἰ μέντοι ἔχεις τι σὺ κάλλιον τούτων λέγειν, οὐκ ἂν θαυμάζοιμι· δοκεῖς γάρ μοι αὐτός τε ἐσκέφθαι τὰ τοιαῦτα καὶ παρʼ ἄλλων μεμαθηκέναι. ἐὰν οὖν λέγῃς τι κάλλιον, ἕνα τῶν μαθητῶν περὶ ὀρθότητος ὀνομάτων καὶ ἐμὲ γράφου.

ΚΡ. ἀλλὰ μὲν δή, Σώκρατες, ὥσπερ σὺ λέγεις, μεμέληκέν τέ μοι περὶ αὐτῶν καὶ ἴσως ἄν σε ποιησαίμην
428c
μαθητήν. φοβοῦμαι μέντοι μὴ τούτου πᾶν τοὐναντίον , ὅτι μοί πως ἐπέρχεται λέγειν πρὸς σὲ τὸ τοῦ Ἀχιλλέως, ἐκεῖνος ἐν Λιταῖς πρὸς τὸν Αἴαντα λέγει. φησὶ δὲ
Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν,
πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι.
ηομ. ιλ. 9.644καὶ ἐμοὶ σύ, Σώκρατες, ἐπιεικῶς φαίνῃ κατὰ νοῦν χρησμῳδεῖν, εἴτε παρʼ Εὐθύφρονος ἐπίπνους γενόμενος, εἴτε καὶ ἄλλη τις Μοῦσα πάλαι σε ἐνοῦσα ἐλελήθει.

428d
ΣΩ. ὠγαθὲ Κρατύλε, θαυμάζω καὶ αὐτὸς πάλαι τὴν ἐμαυτοῦ σοφίαν καὶ ἀπιστῶ. δοκεῖ οὖν μοι χρῆναι ἐπανασκέψασθαι τί καὶ λέγω. τὸ γὰρ ἐξαπατᾶσθαι αὐτὸν ὑφʼ αὑτοῦ πάντων χαλεπώτατον· ὅταν γὰρ μηδὲ σμικρὸν ἀποστατῇ ἀλλʼ ἀεὶ παρῇ ἐξαπατήσων, πῶς οὐ δεινόν; δεῖ δή, ὡς ἔοικε, θαμὰ μεταστρέφεσθαι ἐπὶ τὰ προειρημένα, καὶ πειρᾶσθαι, τὸ ἐκείνου τοῦ ποιητοῦ, βλέπειν ἅμα πρόσσω καὶ ὀπίσσω. καὶ δὴ καὶ νυνὶ ἡμεῖς ἴδωμεν τί ἡμῖν εἴρηται.
428e
ὀνόματος, φαμέν, ὀρθότης ἐστὶν αὕτη, ἥτις ἐνδείξεται οἷόν ἐστι τὸ πρᾶγμα· τοῦτο φῶμεν ἱκανῶς εἰρῆσθαι;

ΚΡ. ἐμοὶ μὲν δοκεῖ πάνυ σφόδρα, Σώκρατες.

ΣΩ. διδασκαλίας ἄρα ἕνεκα τὰ ὀνόματα λέγεται;

ΚΡ. πάνυ γε.

ΣΩ. οὐκοῦν φῶμεν καὶ ταύτην τέχνην εἶναι καὶ δημιουργοὺς αὐτῆς;

ΚΡ. πάνυ γε.

ΣΩ. τίνας;

429
429a
ΚΡ. οὕσπερ σὺ κατʼ ἀρχὰς ἔλεγες, τοὺς νομοθέτας.

ΣΩ. πότερον οὖν καὶ ταύτην φῶμεν τὴν τέχνην ἐν τοῖς ἀνθρώποις ἐγγίγνεσθαι ὥσπερ καὶ τὰς ἄλλας μή; βούλομαι δὲ λέγειν τὸ τοιόνδε. ζωγράφοι εἰσίν που οἱ μὲν χείρους, οἱ δὲ ἀμείνους;

ΚΡ. πάνυ γε.

ΣΩ. οὐκοῦν οἱ μὲν ἀμείνους τὰ αὑτῶν ἔργα καλλίω παρέχονται, τὰ ζῷα, οἱ δὲ φαυλότερα; καὶ οἰκοδόμοι ὡσαύτως οἱ μὲν καλλίους τὰς οἰκίας ἐργάζονται, οἱ δὲ αἰσχίους;

ΚΡ. ναί.

429b
ΣΩ. ἆρʼ οὖν καὶ νομοθέται οἱ μὲν καλλίω τὰ ἔργα αὑτῶν παρέχονται, οἱ δὲ αἰσχίω;

ΚΡ. οὔ μοι δοκεῖ τοῦτο ἔτι.

ΣΩ. οὐκ ἄρα δοκοῦσί σοι νόμοι οἱ μὲν βελτίους, οἱ δὲ φαυλότεροι εἶναι;

ΚΡ. οὐ δῆτα.

ΣΩ. οὐδὲ δὴ ὄνομα, ὡς ἔοικε, δοκεῖ σοι κεῖσθαι τὸ μὲν χεῖρον, τὸ δὲ ἄμεινον;

ΚΡ. οὐ δῆτα.

ΣΩ. πάντα ἄρα τὰ ὀνόματα ὀρθῶς κεῖται;

ΚΡ. ὅσα γε ὀνόματά ἐστιν.

ΣΩ. τί οὖν; καὶ ἄρτι ἐλέγετο, Ἑρμογένει τῷδε πότερον
429c
μηδὲ ὄνομα τοῦτο κεῖσθαι φῶμεν, εἰ μή τι αὐτῷ Ἑρμοῦ γενέσεως προσήκει, κεῖσθαι μέν, οὐ μέντοι ὀρθῶς γε;

ΚΡ. οὐδὲ κεῖσθαι ἔμοιγε δοκεῖ, Σώκρατες, ἀλλὰ δοκεῖν κεῖσθαι, εἶναι δὲ ἑτέρου τοῦτο τοὔνομα, οὗπερ καὶ φύσις τὸ ὄνομα δηλοῦσα.

ΣΩ. πότερον οὐδὲ ψεύδεται ὅταν τις φῇ Ἑρμογένη αὐτὸν εἶναι; μὴ γὰρ οὐδὲ τοῦτο αὖ , τὸ τοῦτον φάναι Ἑρμογένη εἶναι, εἰ μὴ ἔστιν;

ΚΡ. πῶς λέγεις;

429d
ΣΩ. ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται λόγος; συχνοὶ γάρ τινες οἱ λέγοντες, φίλε Κρατύλε, καὶ νῦν καὶ πάλαι.

ΚΡ. πῶς γὰρ ἄν, Σώκρατες, λέγων γέ τις τοῦτο λέγει, μὴ τὸ ὂν λέγοι; οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν, τὸ μὴ τὰ ὄντα λέγειν;

ΣΩ. κομψότερος μὲν λόγος κατʼ ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε·
429e
πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ;

ΚΡ. οὔ μοι δοκεῖ οὐδὲ φάναι.

ΣΩ. οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι· χαῖρε, ξένε Ἀθηναῖε, ὑὲ Σμικρίωνος Ἑρμόγενες, οὗτος λέξειεν ἂν ταῦτα φαίη ἂν ταῦτα εἴποι ἂν ταῦτα προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; οὐδένα;

ΚΡ. ἐμοὶ μὲν δοκεῖ, Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.

430
430a
ΣΩ. ἀλλʼ ἀγαπητὸν καὶ τοῦτο. πότερον γὰρ ἀληθῆ ἂν φθέγξαιτο ταῦτα φθεγξάμενος ψευδῆ; τὸ μέν τι αὐτῶν ἀληθές, τὸ δὲ ψεῦδος; καὶ γὰρ ἂν καὶ τοῦτο ἐξαρκοῖ.

ΚΡ. ψοφεῖν ἔγωγʼ ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.

ΣΩ. φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, Κρατύλε· ἆρʼ οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;

ΚΡ. ἔγωγε.

ΣΩ. οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ
430b
πράγματος;

ΚΡ. πάντων μάλιστα.

ΣΩ. οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;

ΚΡ. ναί.

ΣΩ. φέρε δήἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτʼ ἔστιν λέγεις, σὺ δὲ τάχʼ ἂν ὀρθῶς λέγοιςἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, οὔ;

430c
ΚΡ. ἔστιν.

ΣΩ. πρῶτον μὲν δὴ σκόπει τόδε. ἆρʼ ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;

ΚΡ. πάνυ μὲν οὖν.

ΣΩ. οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;

ΚΡ. ἔστι καὶ ταῦτα.

ΣΩ. ἆρʼ οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἑτέρα;

ΚΡ. ἑτέρα.

ΣΩ. ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόν τε καὶ τὸ ὅμοιον ἀποδιδῷ.

ΚΡ. ἔμοιγε δοκεῖ.

430d
ΣΩ. ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώ τε καὶ σὺ φίλοι ὄντες, ἀπόδεξαί μου λέγω. τὴν τοιαύτην γάρ, ἑταῖρε, καλῶ ἔγωγε διανομὴν ἐπʼ ἀμφοτέροις μὲν τοῖς μιμήμασιν, τοῖς τε ζῴοις καὶ τοῖς ὀνόμασιν, ὀρθήν, ἐπὶ δὲ τοῖς ὀνόμασι πρὸς τῷ ὀρθὴν καὶ ἀληθῆ· τὴν δʼ ἑτέραν, τὴν τοῦ ἀνομοίου δόσιν τε καὶ ἐπιφοράν, οὐκ ὀρθήν, καὶ ψευδῆ ὅταν ἐπʼ ὀνόμασιν .

ΚΡ. ἀλλʼ ὅπως μή, Σώκρατες, ἐν μὲν τοῖς ζωγραφήμασιν
430e
τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλʼ ἀναγκαῖον ἀεὶ ὀρθῶς.

ΣΩ. πῶς λέγεις; τί τοῦτο ἐκείνου διαφέρει; ἆρʼ οὐκ ἔστι προσελθόντα ἀνδρί τῳ εἰπεῖν ὅτι τουτί ἐστι σὸν γράμμα, καὶ δεῖξαι αὐτῷ, ἂν μὲν τύχῃ, ἐκείνου εἰκόνα, ἂν δὲ τύχῃ, γυναικός; τὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι.

ΚΡ. πάνυ γε.

ΣΩ. τί δέ; πάλιν αὐτῷ τούτῳ προσελθόντα εἰπεῖν ὅτι τουτί ἐστιν σὸν ὄνομα; ἔστι δέ που καὶ τὸ ὄνομα μίμημα ὥσπερ τὸ ζωγράφημα. τοῦτο δὴ λέγω· ἆρʼ οὐκ ἂν εἴη αὐτῷ
431
431a
εἰπεῖν ὅτι τουτί ἐστι σὸν ὄνομα, καὶ μετὰ τοῦτο εἰς τὴν τῆς ἀκοῆς αὖ αἴσθησιν καταστῆσαι, ἂν μὲν τύχῃ, τὸ ἐκείνου μίμημα, εἰπόντα ὅτι ἀνήρ, ἂν δὲ τύχῃ, τὸ τοῦ θήλεος τοῦ ἀνθρωπίνου γένους, εἰπόντα ὅτι γυνή; οὐ δοκεῖ σοι τοῦτο οἷόν τʼ εἶναι καὶ γίγνεσθαι ἐνίοτε;

ΚΡ. ἐθέλω σοι, Σώκρατες, συγχωρῆσαι καὶ ἔστω οὕτως.

ΣΩ. καλῶς γε σὺ ποιῶν, φίλε, εἰ ἔστι τοῦτο οὕτως· οὐδὲν γὰρ δεῖ νῦν πάνυ διαμάχεσθαι περὶ αὐτοῦ. εἰ δʼ οὖν
431b
ἔστι τοιαύτη τις διανομὴ καὶ ἐνταῦθα, τὸ μὲν ἕτερον τούτων ἀληθεύειν βουλόμεθα καλεῖν, τὸ δʼ ἕτερον ψεύδεσθαι. εἰ δὲ τοῦτο οὕτως ἔχει, καὶ ἔστι μὴ ὀρθῶς διανέμειν τὰ ὀνόματα μηδὲ ἀποδιδόναι τὰ προσήκοντα ἑκάστῳ, ἀλλʼ ἐνίοτε τὰ μὴ προσήκοντα, εἴη ἂν καὶ ῥήματα ταὐτὸν τοῦτο ποιεῖν. εἰ δὲ ῥήματα καὶ ὀνόματα ἔστιν οὕτω τιθέναι, ἀνάγκη καὶ λόγους·
431c
λόγοι γάρ που, ὡς ἐγᾦμαι, τούτων σύνθεσίς ἐστιν· πῶς λέγεις, Κρατύλε;

ΚΡ. οὕτω· καλῶς γάρ μοι δοκεῖς λέγειν.

ΣΩ. οὐκοῦν εἰ γράμμασιν αὖ τὰ πρῶτα ὀνόματα ἀπεικάζομεν, ἔστιν ὥσπερ ἐν τοῖς ζωγραφήμασιν καὶ πάντα τὰ προσήκοντα χρώματά τε καὶ σχήματα ἀποδοῦναι, καὶ μὴ πάντα αὖ, ἀλλʼ ἔνια ἐλλείπειν, ἔνια δὲ καὶ προστιθέναι, καὶ πλείω καὶ μείζω· οὐκ ἔστιν;

ΚΡ. ἔστιν.

ΣΩ. οὐκοῦν μὲν ἀποδιδοὺς πάντα καλὰ τὰ γράμματά τε καὶ τὰς εἰκόνας ἀποδίδωσιν, δὲ προστιθεὶς ἀφαιρῶν γράμματα μὲν καὶ εἰκόνας ἐργάζεται καὶ οὗτος, ἀλλὰ πονηράς;

431d
ΚΡ. ναί.

ΣΩ. τί δὲ διὰ τῶν συλλαβῶν τε καὶ γραμμάτων τὴν οὐσίαν τῶν πραγμάτων ἀπομιμούμενος; ἆρα οὐ κατὰ τὸν αὐτὸν λόγον, ἂν μὲν πάντα ἀποδῷ τὰ προσήκοντα, καλὴ εἰκὼν ἔσταιτοῦτο δʼ ἐστὶν ὄνομαἐὰν δὲ σμικρὰ ἐλλείπῃ προστιθῇ ἐνίοτε, εἰκὼν μὲν γενήσεται, καλὴ δὲ οὔ; ὥστε τὰ μὲν καλῶς εἰργασμένα ἔσται τῶν ὀνομάτων, τὰ δὲ κακῶς;

ΚΡ. ἴσως.

431e
ΣΩ. ἴσως ἄρα ἔσται μὲν ἀγαθὸς δημιουργὸς ὀνομάτων, δὲ κακός;

ΚΡ. ναί.

ΣΩ. οὐκοῦν τούτῳ νομοθέτης ἦν ὄνομα.

ΚΡ. ναί.

ΣΩ. ἴσως ἄρα νὴ Δίʼ ἔσται, ὥσπερ ἐν ταῖς ἄλλαις τέχναις, καὶ νομοθέτης μὲν ἀγαθός, δὲ κακός, ἐάνπερ τὰ ἔμπροσθεν ἐκεῖνα ὁμολογηθῇ ἡμῖν.

ΚΡ. ἔστι ταῦτα. ἀλλʼ ὁρᾷς, Σώκρατες, ὅταν ταῦτα τὰ γράμματα, τό τε ἄλφα καὶ τὸ βῆτα καὶ ἕκαστον τῶν στοιχείων, τοῖς ὀνόμασιν ἀποδιδῶμεν τῇ γραμματικῇ τέχνῃ,
432
432a
ἐάν τι ἀφέλωμεν προσθῶμεν μεταθῶμέν τι, οὐ γέγραπται μὲν ἡμῖν τὸ ὄνομα, οὐ μέντοι ὀρθῶς, ἀλλὰ τὸ παράπαν οὐδὲ γέγραπται, ἀλλʼ εὐθὺς ἕτερόν ἐστιν ἐάν τι τούτων πάθῃ.

ΣΩ. μὴ γὰρ οὐ καλῶς σκοπῶμεν οὕτω σκοποῦντες, Κρατύλε.

ΚΡ. πῶς δή;

ΣΩ. ἴσως ὅσα ἔκ τινος ἀριθμοῦ ἀναγκαῖον εἶναι μὴ εἶναι πάσχοι ἂν τοῦτο σὺ λέγεις, ὥσπερ καὶ αὐτὰ τὰ δέκα ὅστις βούλει ἄλλος ἀριθμός, ἐὰν ἀφέλῃς τι
432b
προσθῇς, ἕτερος εὐθὺς γέγονε· τοῦ δὲ ποιοῦ τινος καὶ συμπάσης εἰκόνος μὴ οὐχ αὕτη ὀρθότης, ἀλλὰ τὸ ἐναντίον οὐδὲ τὸ παράπαν δέῃ πάντα ἀποδοῦναι οἷόν ἐστιν εἰκάζει, εἰ μέλλει εἰκὼν εἶναι. σκόπει δὲ εἰ τὶ λέγω. ἆρʼ ἂν δύο πράγματα εἴη τοιάδε, οἷον Κρατύλος καὶ Κρατύλου εἰκών, εἴ τις θεῶν μὴ μόνον τὸ σὸν χρῶμα καὶ σχῆμα ἀπεικάσειεν ὥσπερ οἱ ζωγράφοι, ἀλλὰ καὶ τὰ ἐντὸς πάντα τοιαῦτα ποιήσειεν οἷάπερ τὰ σά, καὶ μαλακότητας
432c
καὶ θερμότητας τὰς αὐτὰς ἀποδοίη, καὶ κίνησιν καὶ ψυχὴν καὶ φρόνησιν οἵαπερ παρὰ σοὶ ἐνθείη αὐτοῖς, καὶ ἑνὶ λόγῳ πάντα ἅπερ σὺ ἔχεις, τοιαῦτα ἕτερα καταστήσειεν πλησίον σου; πότερον Κρατύλος ἂν καὶ εἰκὼν Κρατύλου τότʼ εἴη τὸ τοιοῦτον, δύο Κρατύλοι;

ΚΡ. δύο ἔμοιγε δοκοῦσιν, Σώκρατες, Κρατύλοι.

ΣΩ. ὁρᾷς οὖν, φίλε, ὅτι ἄλλην χρὴ εἰκόνος ὀρθότητα ζητεῖν καὶ ὧν νυνδὴ ἐλέγομεν, καὶ οὐκ ἀναγκάζειν, ἐάν τι
432d
ἀπῇ προσῇ, μηκέτι αὐτὴν εἰκόνα εἶναι; οὐκ αἰσθάνῃ ὅσου ἐνδέουσιν αἱ εἰκόνες τὰ αὐτὰ ἔχειν ἐκείνοις ὧν εἰκόνες εἰσίν;

ΚΡ. ἔγωγε.

ΣΩ. γελοῖα γοῦν, Κρατύλε, ὑπὸ τῶν ὀνομάτων πάθοι ἂν ἐκεῖνα ὧν ὀνόματά ἐστιν τὰ ὀνόματα, εἰ πάντα πανταχῇ αὐτοῖς ὁμοιωθείη. διττὰ γὰρ ἄν που πάντα γένοιτο, καὶ οὐκ ἂν ἔχοι αὐτῶν εἰπεῖν οὐδεὶς οὐδέτερον ὁπότερόν ἐστι τὸ μὲν αὐτό, τὸ δὲ ὄνομα.

ΚΡ. ἀληθῆ λέγεις.

ΣΩ. θαρρῶν τοίνυν, γενναῖε, ἔα καὶ ὄνομα τὸ μὲν εὖ
432e
κεῖσθαι, τὸ δὲ μή, καὶ μὴ ἀνάγκαζε πάντʼ ἔχειν τὰ γράμματα, ἵνα κομιδῇ τοιοῦτον οἷόνπερ οὗ ὄνομά ἐστιν, ἀλλʼ ἔα καὶ τὸ μὴ προσῆκον γράμμα ἐπιφέρειν. εἰ δὲ γράμμα, καὶ ὄνομα ἐν λόγῳ· εἰ δὲ ὄνομα, καὶ λόγον ἐν λόγῳ μὴ προσήκοντα τοῖς πράγμασιν ἐπιφέρεσθαι, καὶ μηδὲν ἧττον ὀνομάζεσθαι τὸ πρᾶγμα καὶ λέγεσθαι, ἕως ἂν τύπος ἐνῇ τοῦ πράγματος περὶ οὗ ἂν λόγος , ὥσπερ ἐν τοῖς
433
433a
τῶν στοιχείων ὀνόμασιν, εἰ μέμνησαι νυνδὴ ἐγὼ καὶ Ἑρμογένης ἐλέγομεν.

Tokens

ΕΡΜ 1 w 3
μὰ 1 w 6
Δίʼ 1 w 9
οὐκ 1 w 13
ἔμοιγε 1 w 19
ἀλλὰ 1 w 24
τὸ 1 w 26
τοῦ 1 w 29
Ἡσιόδου 1 w 36
καλῶς 1 w 41
μοι 2 w 44
φαίνεται 1 w 52
ἔχειν 1 w 57
τὸ 2 w 60
εἰ 1 w 62
καί 1 w 65
τις 1 w 68
σμικρὸν 1 w 75
ἐπὶ 1 w 78
σμικρῷ 1 w 84
καταθείη 1 w 92
προὔργου 1 w 101
εἶναι 1 w 106
εἰ 2 w 109
οὖν 1 w 112
καὶ 1 w 115
σμικρόν 1 w 122
τι 2 w 124
οἷός 1 w 128
τʼ 1 w 130
εἶ 2 w 132
πλέον 1 w 137
ποιῆσαι 1 w 144
μὴ 1 w 147
ἀπόκαμνε 1 w 155
ἀλλʼ 1 w 159
εὐεργέτει 1 w 168
καὶ 2 w 171
Σωκράτη 1 w 178
τόνδε 1 w 183
δίκαιος 1 w 191
δʼ 1 w 193
εἶ 3 w 195
καὶ 3 w 199
ἐμέ 1 w 202
ΣΩ 1 w 205
καὶ 4 w 209
μὲν 1 w 212
δὴ 1 w 214
ἔγωγε 1 w 219
καὶ 5 w 222
αὐτός 1 w 227
1 w 229
Κρατύλε 1 w 236
οὐδὲν 1 w 242
ἂν 1 w 244
ἰσχυρισαίμην 1 w 256
ὧν 1 w 258
εἴρηκα 1 w 264
1 w 266
δέ 1 w 268
μοι 3 w 271
ἐφαίνετο 1 w 279
μεθʼ 1 w 283
Ἑρμογένους 1 w 293
ἐπεσκεψάμην 1 w 304
ὥστε 1 w 309
τούτου 1 w 315
γε 3 w 317
ἕνεκα 1 w 322
θαρρῶν 1 w 328
λέγε 1 w 332
εἴ 2 w 335
τι 3 w 337
ἔχεις 1 w 342
βέλτιον 1 w 349
ὡς 1 w 352
ἐμοῦ 1 w 356
ἐνδεξομένου 1 w 367
εἰ 3 w 370
μέντοι 1 w 376
ἔχεις 2 w 381
τι 5 w 383
σὺ 1 w 385
κάλλιον 1 w 392
τούτων 1 w 398
λέγειν 1 w 404
οὐκ 2 w 408
ἂν 2 w 410
θαυμάζοιμι 1 w 420
δοκεῖς 1 w 427
γάρ 1 w 430
μοι 4 w 433
αὐτός 2 w 438
τε 3 w 440
ἐσκέφθαι 1 w 448
τὰ 1 w 450
τοιαῦτα 1 w 457
καὶ 6 w 460
παρʼ 1 w 464
ἄλλων 1 w 469
μεμαθηκέναι 1 w 480
ἐὰν 1 w 484
οὖν 2 w 487
λέγῃς 1 w 492
τι 6 w 494
κάλλιον 2 w 501
ἕνα 1 w 505
τῶν 1 w 508
μαθητῶν 1 w 515
περὶ 1 w 519
ὀρθότητος 1 w 528
ὀνομάτων 1 w 536
καὶ 7 w 539
ἐμὲ 1 w 542
γράφου 1 w 548
ΚΡ 1 w 551
ἀλλὰ 2 w 556
μὲν 2 w 559
δή 1 w 561
2 w 563
Σώκρατες 1 w 571
ὥσπερ 1 w 577
σὺ 2 w 579
λέγεις 1 w 585
μεμέληκέν 1 w 595
τέ 1 w 597
μοι 5 w 600
περὶ 2 w 604
αὐτῶν 1 w 609
καὶ 8 w 612
ἴσως 1 w 616
ἄν 1 w 618
σε 1 w 620
ποιησαίμην 1 w 630
μαθητήν 1 w 637
φοβοῦμαι 1 w 646
μέντοι 2 w 652
μὴ 2 w 654
τούτου 2 w 660
πᾶν 1 w 663
τοὐναντίον 1 w 673
1 w 674
ὅτι 1 w 678
μοί 1 w 681
πως 1 w 684
ἐπέρχεται 1 w 693
λέγειν 2 w 699
πρὸς 1 w 703
σὲ 1 w 705
τὸ 3 w 707
τοῦ 2 w 710
Ἀχιλλέως 1 w 718
1 w 720
ἐκεῖνος 1 w 727
ἐν 2 w 729
Λιταῖς 1 w 735
πρὸς 2 w 739
τὸν 1 w 742
Αἴαντα 1 w 748
λέγει 4 w 753
φησὶ 1 w 758
δὲ 2 w 760
Αἶαν 1 w 764
διογενὲς 1 w 772
Τελαμώνιε 1 w 781
κοίρανε 1 w 789
λαῶν 1 w 793
πάντα 1 w 799
τί 2 w 801
μοι 6 w 804
κατὰ 1 w 808
θυμὸν 1 w 813
ἐείσω 1 w 818
μυθήσασθαι 1 w 828
ηομ 1 w 832
ιλ 2 w 835
9 1 w 837
644 1 w 841
καὶ 9 w 844
ἐμοὶ 1 w 848
σύ 1 w 850
3 w 852
Σώκρατες 2 w 860
ἐπιεικῶς 1 w 869
φαίνῃ 1 w 874
κατὰ 2 w 878
νοῦν 1 w 882
χρησμῳδεῖν 1 w 892
εἴτε 1 w 897
παρʼ 2 w 901
Εὐθύφρονος 1 w 911
ἐπίπνους 1 w 919
γενόμενος 1 w 928
εἴτε 2 w 933
καὶ 10 w 936
ἄλλη 1 w 940
τις 2 w 943
Μοῦσα 1 w 948
πάλαι 1 w 953
σε 2 w 955
ἐνοῦσα 1 w 961
ἐλελήθει 1 w 969
ΣΩ 2 w 972
ὠγαθὲ 1 w 978
Κρατύλε 2 w 985
θαυμάζω 1 w 993
καὶ 11 w 996
αὐτὸς 1 w 1001
πάλαι 2 w 1006
τὴν 1 w 1009
ἐμαυτοῦ 1 w 1016
σοφίαν 1 w 1022
καὶ 12 w 1025
ἀπιστῶ 1 w 1031
δοκεῖ 2 w 1037
οὖν 3 w 1040
μοι 7 w 1043
χρῆναι 1 w 1049
ἐπανασκέψασθαι 1 w 1063
τί 3 w 1065
καὶ 13 w 1068
λέγω 1 w 1072
τὸ 6 w 1075
γὰρ 1 w 1078
ἐξαπατᾶσθαι 1 w 1089
αὐτὸν 1 w 1094
ὑφʼ 1 w 1097
αὑτοῦ 1 w 1102
πάντων 1 w 1108
χαλεπώτατον 1 w 1119
ὅταν 1 w 1124
γὰρ 2 w 1127
μηδὲ 1 w 1131
σμικρὸν 2 w 1138
ἀποστατῇ 1 w 1146
ἀλλʼ 2 w 1150
ἀεὶ 1 w 1153
παρῇ 1 w 1157
1 w 1158
ἐξαπατήσων 1 w 1168
πῶς 1 w 1172
οὐ 5 w 1174
δεινόν 1 w 1180
δεῖ 2 w 1184
δή 2 w 1186
ὡς 2 w 1189
ἔοικε 1 w 1194
θαμὰ 1 w 1199
μεταστρέφεσθαι 1 w 1213
ἐπὶ 2 w 1216
τὰ 4 w 1218
προειρημένα 1 w 1229
καὶ 14 w 1233
πειρᾶσθαι 1 w 1242
τὸ 8 w 1245
ἐκείνου 1 w 1252
τοῦ 5 w 1255
ποιητοῦ 1 w 1262
βλέπειν 1 w 1270
ἅμα 1 w 1273
πρόσσω 1 w 1279
καὶ 15 w 1282
ὀπίσσω 1 w 1288
καὶ 16 w 1292
δὴ 2 w 1294
καὶ 17 w 1297
νυνὶ 1 w 1301
ἡμεῖς 1 w 1306
ἴδωμεν 1 w 1312
τί 4 w 1314
ἡμῖν 1 w 1318
εἴρηται 1 w 1325
ὀνόματος 1 w 1334
φαμέν 1 w 1340
ὀρθότης 1 w 1348
ἐστὶν 1 w 1353
αὕτη 1 w 1357
ἥτις 1 w 1362
ἐνδείξεται 1 w 1372
οἷόν 1 w 1376
ἐστι 1 w 1380
τὸ 9 w 1382
πρᾶγμα 1 w 1388
τοῦτο 1 w 1394
φῶμεν 1 w 1399
ἱκανῶς 1 w 1405
εἰρῆσθαι 1 w 1413
ΚΡ 2 w 1416
ἐμοὶ 2 w 1421
μὲν 3 w 1424
δοκεῖ 3 w 1429
πάνυ 1 w 1433
σφόδρα 1 w 1439
4 w 1441
Σώκρατες 3 w 1449
ΣΩ 3 w 1452
διδασκαλίας 1 w 1464
ἄρα 1 w 1467
ἕνεκα 2 w 1472
τὰ 5 w 1474
ὀνόματα 1 w 1481
λέγεται 1 w 1488
ΚΡ 3 w 1491
πάνυ 2 w 1496
γε 12 w 1498
ΣΩ 4 w 1501
οὐκοῦν 1 w 1508
φῶμεν 2 w 1513
καὶ 18 w 1516
ταύτην 1 w 1522
τέχνην 1 w 1528
εἶναι 2 w 1533
καὶ 19 w 1536
δημιουργοὺς 1 w 1547
αὐτῆς 1 w 1552
ΚΡ 4 w 1555
πάνυ 3 w 1560
γε 13 w 1562
ΣΩ 5 w 1565
τίνας 1 w 1571
ΚΡ 5 w 1574
οὕσπερ 1 w 1581
σὺ 3 w 1583
κατʼ 1 w 1587
ἀρχὰς 1 w 1592
ἔλεγες 1 w 1598
τοὺς 1 w 1603
νομοθέτας 1 w 1612
ΣΩ 6 w 1615
πότερον 1 w 1623
οὖν 4 w 1626
καὶ 20 w 1629
ταύτην 2 w 1635
φῶμεν 3 w 1640
τὴν 2 w 1643
τέχνην 2 w 1649
ἐν 5 w 1651
τοῖς 1 w 1655
ἀνθρώποις 1 w 1664
ἐγγίγνεσθαι 1 w 1675
ὥσπερ 2 w 1680
καὶ 21 w 1683
τὰς 1 w 1686
ἄλλας 1 w 1691
1 w 1692
μή 1 w 1694
βούλομαι 1 w 1703
δὲ 4 w 1705
λέγειν 3 w 1711
τὸ 10 w 1713
τοιόνδε 1 w 1720
ζωγράφοι 1 w 1729
εἰσίν 1 w 1734
που 1 w 1737
οἱ 1 w 1739
μὲν 4 w 1742
χείρους 1 w 1749
οἱ 2 w 1752
δὲ 5 w 1754
ἀμείνους 1 w 1762
ΚΡ 6 w 1765
πάνυ 4 w 1770
γε 16 w 1772
ΣΩ 7 w 1775
οὐκοῦν 2 w 1782
οἱ 3 w 1784
μὲν 5 w 1787
ἀμείνους 2 w 1795
τὰ 7 w 1797
αὑτῶν 1 w 1802
ἔργα 1 w 1806
καλλίω 1 w 1812
παρέχονται 1 w 1822
τὰ 8 w 1825
ζῷα 1 w 1828
οἱ 4 w 1831
δὲ 6 w 1833
φαυλότερα 1 w 1842
καὶ 22 w 1846
οἰκοδόμοι 1 w 1855
ὡσαύτως 1 w 1862
οἱ 5 w 1864
μὲν 6 w 1867
καλλίους 1 w 1875
τὰς 2 w 1878
οἰκίας 1 w 1884
ἐργάζονται 1 w 1894
οἱ 6 w 1897
δὲ 7 w 1899
αἰσχίους 1 w 1907
ΚΡ 7 w 1910
ναί 1 w 1914
ΣΩ 8 w 1917
ἆρʼ 1 w 1921
οὖν 5 w 1924
καὶ 23 w 1927
νομοθέται 1 w 1936
οἱ 7 w 1938
μὲν 7 w 1941
καλλίω 2 w 1947
τὰ 10 w 1949
ἔργα 2 w 1953
αὑτῶν 2 w 1958
παρέχονται 2 w 1968
οἱ 8 w 1971
δὲ 8 w 1973
αἰσχίω 1 w 1979
ΚΡ 8 w 1982
οὔ 2 w 1985
μοι 9 w 1988
δοκεῖ 4 w 1993
τοῦτο 2 w 1998
ἔτι 1 w 2001
ΣΩ 9 w 2004
οὐκ 5 w 2008
ἄρα 2 w 2011
δοκοῦσί 1 w 2018
σοι 1 w 2021
νόμοι 1 w 2026
οἱ 9 w 2028
μὲν 8 w 2031
βελτίους 1 w 2039
οἱ 10 w 2042
δὲ 9 w 2044
φαυλότεροι 1 w 2054
εἶναι 3 w 2059
ΚΡ 9 w 2062
οὐ 9 w 2065
δῆτα 1 w 2069
ΣΩ 10 w 2072
οὐδὲ 2 w 2077
δὴ 3 w 2079
ὄνομα 1 w 2084
ὡς 3 w 2087
ἔοικε 2 w 2092
δοκεῖ 5 w 2098
σοι 2 w 2101
κεῖσθαι 1 w 2108
τὸ 11 w 2110
μὲν 9 w 2113
χεῖρον 1 w 2119
τὸ 12 w 2122
δὲ 11 w 2124
ἄμεινον 1 w 2131
ΚΡ 10 w 2134
οὐ 11 w 2137
δῆτα 2 w 2141
ΣΩ 11 w 2144
πάντα 2 w 2150
ἄρα 3 w 2153
τὰ 11 w 2155
ὀνόματα 2 w 2162
ὀρθῶς 1 w 2167
κεῖται 1 w 2173
ΚΡ 11 w 2176
ὅσα 1 w 2180
γε 17 w 2182
ὀνόματά 1 w 2189
ἐστιν 1 w 2194
ΣΩ 12 w 2197
τί 7 w 2200
οὖν 6 w 2203
2 w 2205
καὶ 24 w 2208
ἄρτι 1 w 2212
ἐλέγετο 1 w 2219
Ἑρμογένει 1 w 2229
τῷδε 1 w 2233
πότερον 2 w 2240
μηδὲ 2 w 2244
ὄνομα 2 w 2249
τοῦτο 3 w 2254
κεῖσθαι 2 w 2261
φῶμεν 4 w 2266
εἰ 6 w 2269
μή 2 w 2271
τι 14 w 2273
αὐτῷ 1 w 2277
Ἑρμοῦ 1 w 2282
γενέσεως 1 w 2290
προσήκει 1 w 2298
2 w 2300
κεῖσθαι 3 w 2307
μέν 6 w 2310
οὐ 12 w 2313
μέντοι 3 w 2319
ὀρθῶς 2 w 2324
γε 20 w 2326
ΚΡ 12 w 2329
οὐδὲ 3 w 2334
κεῖσθαι 4 w 2341
ἔμοιγε 2 w 2347
δοκεῖ 6 w 2352
5 w 2354
Σώκρατες 4 w 2362
ἀλλὰ 3 w 2367
δοκεῖν 1 w 2373
κεῖσθαι 5 w 2380
εἶναι 4 w 2386
δὲ 14 w 2388
ἑτέρου 1 w 2394
τοῦτο 4 w 2399
τοὔνομα 1 w 2406
οὗπερ 1 w 2412
καὶ 25 w 2415
3 w 2416
φύσις 1 w 2421
4 w 2422
τὸ 13 w 2424
ὄνομα 3 w 2429
δηλοῦσα 1 w 2436
ΣΩ 13 w 2439
πότερον 3 w 2447
οὐδὲ 4 w 2451
ψεύδεται 1 w 2459
ὅταν 2 w 2463
τις 4 w 2466
φῇ 1 w 2468
Ἑρμογένη 1 w 2476
αὐτὸν 2 w 2481
εἶναι 5 w 2486
μὴ 3 w 2489
γὰρ 3 w 2492
οὐδὲ 5 w 2496
τοῦτο 5 w 2501
αὖ 1 w 2503
2 w 2504
τὸ 15 w 2507
τοῦτον 1 w 2513
φάναι 1 w 2518
Ἑρμογένη 2 w 2526
εἶναι 6 w 2531
εἰ 7 w 2534
μὴ 4 w 2536
ἔστιν 1 w 2541
ΚΡ 13 w 2544
πῶς 2 w 2548
λέγεις 2 w 2554
ΣΩ 14 w 2557
ἆρα 1 w 2561
ὅτι 2 w 2564
ψευδῆ 1 w 2569
λέγειν 4 w 2575
τὸ 16 w 2577
παράπαν 1 w 2584
οὐκ 6 w 2587
ἔστιν 2 w 2592
ἆρα 2 w 2596
τοῦτό 1 w 2601
σοι 3 w 2604
δύναται 1 w 2611
2 w 2612
λόγος 1 w 2617
συχνοὶ 1 w 2624
γάρ 2 w 2627
τινες 1 w 2632
οἱ 11 w 2634
λέγοντες 1 w 2642
6 w 2644
φίλε 1 w 2648
Κρατύλε 3 w 2655
καὶ 26 w 2659
νῦν 1 w 2662
καὶ 27 w 2665
πάλαι 3 w 2670
ΚΡ 14 w 2673
πῶς 3 w 2677
γὰρ 4 w 2680
ἄν 2 w 2682
7 w 2684
Σώκρατες 5 w 2692
λέγων 1 w 2698
γέ 6 w 2700
τις 5 w 2703
τοῦτο 7 w 2708
3 w 2709
λέγει 8 w 2714
μὴ 5 w 2717
τὸ 17 w 2719
ὂν 1 w 2721
λέγοι 1 w 2726
3 w 2728
οὐ 17 w 2730
τοῦτό 2 w 2735
ἐστιν 2 w 2740
τὸ 18 w 2742
ψευδῆ 2 w 2747
λέγειν 5 w 2753
τὸ 19 w 2756
μὴ 6 w 2758
τὰ 12 w 2760
ὄντα 1 w 2764
λέγειν 6 w 2770
ΣΩ 15 w 2773
κομψότερος 1 w 2784
μὲν 10 w 2787
3 w 2788
λόγος 2 w 2793
4 w 2794
κατʼ 2 w 2798
ἐμὲ 2 w 2801
καὶ 28 w 2804
κατὰ 3 w 2808
τὴν 3 w 2811
ἐμὴν 1 w 2815
ἡλικίαν 1 w 2822
8 w 2824
ἑταῖρε 1 w 2830
ὅμως 1 w 2835
μέντοι 4 w 2841
εἰπέ 1 w 2845
μοι 12 w 2848
τοσόνδε 1 w 2855
πότερον 4 w 2863
λέγειν 7 w 2869
μὲν 11 w 2872
οὐ 18 w 2874
δοκεῖ 8 w 2879
σοι 4 w 2882
εἶναι 7 w 2887
ψευδῆ 3 w 2892
φάναι 2 w 2898
δέ 2 w 2900
ΚΡ 15 w 2903
οὔ 4 w 2906
μοι 13 w 2909
δοκεῖ 9 w 2914
οὐδὲ 6 w 2918
φάναι 3 w 2923
ΣΩ 16 w 2926
οὐδὲ 7 w 2931
εἰπεῖν 1 w 2937
οὐδὲ 8 w 2941
προσειπεῖν 1 w 2951
οἷον 1 w 2956
εἴ 6 w 2958
τις 6 w 2961
ἀπαντήσας 1 w 2970
σοι 5 w 2973
ἐπὶ 3 w 2976
ξενίας 1 w 2982
λαβόμενος 1 w 2992
τῆς 2 w 2995
χειρὸς 1 w 3001
εἴποι 1 w 3006
χαῖρε 1 w 3012
9 w 3014
ξένε 1 w 3018
Ἀθηναῖε 1 w 3025
ὑὲ 1 w 3028
Σμικρίωνος 1 w 3038
Ἑρμόγενες 1 w 3047
οὗτος 1 w 3053
λέξειεν 1 w 3060
ἂν 3 w 3062
ταῦτα 1 w 3067
5 w 3068
φαίη 1 w 3072
ἂν 4 w 3074
ταῦτα 2 w 3079
6 w 3080
εἴποι 2 w 3085
ἂν 5 w 3087
ταῦτα 3 w 3092
7 w 3093
προσείποι 1 w 3102
ἂν 6 w 3104
οὕτω 1 w 3108
σὲ 2 w 3110
μὲν 12 w 3113
οὔ 5 w 3115
Ἑρμογένη 3 w 3124
δὲ 20 w 3126
τόνδε 2 w 3131
8 w 3133
οὐδένα 1 w 3139
ΚΡ 16 w 3142
ἐμοὶ 3 w 3147
μὲν 13 w 3150
δοκεῖ 10 w 3155
10 w 3157
Σώκρατες 6 w 3165
ἄλλως 1 w 3171
ἂν 7 w 3173
οὗτος 2 w 3178
ταῦτα 4 w 3183
φθέγξασθαι 1 w 3193
ΣΩ 17 w 3196
ἀλλʼ 3 w 3201
ἀγαπητὸν 1 w 3209
καὶ 29 w 3212
τοῦτο 8 w 3217
πότερον 5 w 3225
γὰρ 5 w 3228
ἀληθῆ 1 w 3233
ἂν 8 w 3235
φθέγξαιτο 1 w 3244
ταῦτα 5 w 3249
4 w 3250
φθεγξάμενος 1 w 3261
9 w 3262
ψευδῆ 4 w 3267
10 w 3269
τὸ 21 w 3271
μέν 9 w 3274
τι 23 w 3276
αὐτῶν 2 w 3281
ἀληθές 1 w 3287
τὸ 22 w 3290
δὲ 21 w 3292
ψεῦδος 1 w 3298
καὶ 30 w 3302
γὰρ 6 w 3305
ἂν 9 w 3307
καὶ 31 w 3310
τοῦτο 9 w 3315
ἐξαρκοῖ 1 w 3322
ΚΡ 17 w 3325
ψοφεῖν 1 w 3332
ἔγωγʼ 1 w 3337
ἂν 10 w 3339
φαίην 1 w 3344
τὸν 5 w 3347
τοιοῦτον 1 w 3355
μάτην 1 w 3361
αὐτὸν 3 w 3366
ἑαυτὸν 1 w 3372
κινοῦντα 1 w 3380
ὥσπερ 3 w 3386
ἂν 11 w 3388
εἴ 9 w 3390
τις 7 w 3393
χαλκίον 1 w 3400
κινήσειε 1 w 3408
κρούσας 1 w 3415
ΣΩ 18 w 3418
φέρε 1 w 3423
δή 3 w 3425
ἐάν 1 w 3429
πῃ 1 w 3431
διαλλαχθῶμεν 1 w 3443
11 w 3445
Κρατύλε 4 w 3452
ἆρʼ 2 w 3456
οὐκ 7 w 3459
ἄλλο 1 w 3463
μὲν 14 w 3466
ἂν 12 w 3468
φαίης 1 w 3473
τὸ 26 w 3475
ὄνομα 4 w 3480
εἶναι 8 w 3485
ἄλλο 2 w 3490
δὲ 22 w 3492
ἐκεῖνο 2 w 3498
οὗ 4 w 3500
τὸ 27 w 3502
ὄνομά 1 w 3507
ἐστιν 3 w 3512
ΚΡ 18 w 3515
ἔγωγε 2 w 3521
ΣΩ 19 w 3524
οὐκοῦν 3 w 3531
καὶ 32 w 3534
τὸ 28 w 3536
ὄνομα 5 w 3541
ὁμολογεῖς 1 w 3550
μίμημά 1 w 3556
τι 26 w 3558
εἶναι 9 w 3563
τοῦ 18 w 3566
πράγματος 1 w 3575
ΚΡ 19 w 3578
πάντων 2 w 3585
μάλιστα 1 w 3592
ΣΩ 20 w 3595
οὐκοῦν 4 w 3602
καὶ 33 w 3605
τὰ 14 w 3607
ζωγραφήματα 1 w 3618
τρόπον 1 w 3624
τινὰ 1 w 3628
ἄλλον 1 w 3633
λέγεις 3 w 3639
μιμήματα 1 w 3647
εἶναι 10 w 3652
πραγμάτων 1 w 3661
τινῶν 1 w 3666
ΚΡ 20 w 3669
ναί 2 w 3673
ΣΩ 21 w 3676
φέρε 2 w 3681
δή 4 w 3683
ἴσως 2 w 3688
γὰρ 7 w 3691
ἐγὼ 1 w 3694
οὐ 26 w 3696
μανθάνω 1 w 3703
ἅττα 1 w 3707
ποτʼ 1 w 3711
ἔστιν 3 w 3716
1 w 3717
λέγεις 4 w 3723
σὺ 4 w 3726
δὲ 23 w 3728
τάχʼ 1 w 3732
ἂν 13 w 3734
ὀρθῶς 3 w 3739
λέγοις 1 w 3745
ἔστι 4 w 3750
διανεῖμαι 1 w 3759
καὶ 34 w 3762
προσενεγκεῖν 1 w 3774
ταῦτα 6 w 3779
ἀμφότερα 1 w 3787
τὰ 15 w 3789
μιμήματα 2 w 3797
τά 3 w 3800
τε 22 w 3802
ζωγραφήματα 2 w 3813
κἀκεῖνα 1 w 3820
τὰ 16 w 3822
ὀνόματα 3 w 3829
τοῖς 2 w 3834
πράγμασιν 1 w 3843
ὧν 2 w 3845
μιμήματά 1 w 3853
ἐστιν 4 w 3858
11 w 3860
οὔ 6 w 3862
ΚΡ 21 w 3865
ἔστιν 4 w 3871
ΣΩ 22 w 3874
πρῶτον 1 w 3881
μὲν 15 w 3884
δὴ 4 w 3886
σκόπει 1 w 3892
τόδε 1 w 3896
ἆρʼ 3 w 3900
ἄν 3 w 3902
τις 8 w 3905
τὴν 4 w 3908
μὲν 16 w 3911
τοῦ 19 w 3914
ἀνδρὸς 1 w 3920
εἰκόνα 1 w 3926
τῷ 3 w 3928
ἀνδρὶ 1 w 3933
ἀποδοίη 1 w 3940
τὴν 5 w 3944
δὲ 24 w 3946
τῆς 3 w 3949
γυναικὸς 1 w 3957
τῇ 2 w 3959
γυναικί 1 w 3966
καὶ 35 w 3970
τἆλλα 1 w 3975
οὕτως 1 w 3980
ΚΡ 22 w 3983
πάνυ 5 w 3988
μὲν 17 w 3991
οὖν 7 w 3994
ΣΩ 23 w 3997
οὐκοῦν 5 w 4004
καὶ 36 w 4007
τοὐναντίον 2 w 4017
τὴν 6 w 4020
μὲν 18 w 4023
τοῦ 20 w 4026
ἀνδρὸς 2 w 4032
τῇ 3 w 4034
γυναικί 2 w 4041
τὴν 7 w 4045
δὲ 25 w 4047
τῆς 4 w 4050
γυναικὸς 2 w 4058
τῷ 4 w 4060
ἀνδρί 1 w 4065
ΚΡ 23 w 4068
ἔστι 6 w 4073
καὶ 37 w 4076
ταῦτα 7 w 4081
ΣΩ 24 w 4084
ἆρʼ 4 w 4088
οὖν 8 w 4091
αὗται 1 w 4096
αἱ 1 w 4098
διανομαὶ 1 w 4106
ἀμφότεραι 1 w 4115
ὀρθαί 1 w 4120
12 w 4122
6 w 4123
ἑτέρα 1 w 4128
ΚΡ 24 w 4131
7 w 4133
ἑτέρα 2 w 4138
ΣΩ 25 w 4141
1 w 4143
ἂν 14 w 4145
ἑκάστῳ 1 w 4151
οἶμαι 1 w 4156
τὸ 29 w 4158
προσῆκόν 1 w 4166
τε 24 w 4168
καὶ 38 w 4171
τὸ 30 w 4173
ὅμοιον 1 w 4179
ἀποδιδῷ 1 w 4186
ΚΡ 25 w 4189
ἔμοιγε 3 w 4196
δοκεῖ 11 w 4201
ΣΩ 26 w 4204
ἵνα 1 w 4208
τοίνυν 1 w 4214
μὴ 8 w 4216
μαχώμεθα 1 w 4224
ἐν 6 w 4226
τοῖς 3 w 4230
λόγοις 1 w 4236
ἐγώ 1 w 4239
τε 25 w 4241
καὶ 39 w 4244
σὺ 5 w 4246
φίλοι 1 w 4251
ὄντες 1 w 4256
ἀπόδεξαί 1 w 4265
μου 1 w 4268
4 w 4269
λέγω 3 w 4273
τὴν 8 w 4277
τοιαύτην 1 w 4285
γάρ 3 w 4288
12 w 4290
ἑταῖρε 2 w 4296
καλῶ 2 w 4301
ἔγωγε 3 w 4306
διανομὴν 1 w 4314
ἐπʼ 1 w 4317
ἀμφοτέροις 1 w 4327
μὲν 19 w 4330
τοῖς 4 w 4334
μιμήμασιν 1 w 4343
τοῖς 5 w 4348
τε 27 w 4350
ζῴοις 1 w 4355
καὶ 40 w 4358
τοῖς 6 w 4362
ὀνόμασιν 1 w 4370
ὀρθήν 1 w 4376
ἐπὶ 4 w 4380
δὲ 26 w 4382
τοῖς 7 w 4386
ὀνόμασι 2 w 4393
πρὸς 3 w 4397
τῷ 5 w 4399
ὀρθὴν 1 w 4404
καὶ 41 w 4407
ἀληθῆ 2 w 4412
τὴν 9 w 4416
δʼ 2 w 4418
ἑτέραν 1 w 4424
τὴν 10 w 4428
τοῦ 21 w 4431
ἀνομοίου 1 w 4439
δόσιν 1 w 4444
τε 28 w 4446
καὶ 42 w 4449
ἐπιφοράν 1 w 4457
οὐκ 11 w 4461
ὀρθήν 2 w 4466
καὶ 43 w 4470
ψευδῆ 5 w 4475
ὅταν 3 w 4479
ἐπʼ 2 w 4482
ὀνόμασιν 2 w 4490
3 w 4491
ΚΡ 26 w 4494
ἀλλʼ 4 w 4499
ὅπως 1 w 4503
μή 7 w 4505
13 w 4507
Σώκρατες 7 w 4515
ἐν 7 w 4518
μὲν 20 w 4521
τοῖς 8 w 4525
ζωγραφήμασιν 1 w 4537
4 w 4538
τοῦτο 10 w 4543
τὸ 31 w 4546
μὴ 10 w 4548
ὀρθῶς 4 w 4553
διανέμειν 1 w 4562
ἐπὶ 5 w 4566
δὲ 27 w 4568
τοῖς 9 w 4572
ὀνόμασιν 3 w 4580
οὔ 7 w 4582
ἀλλʼ 5 w 4587
ἀναγκαῖον 1 w 4596
5 w 4597
ἀεὶ 2 w 4600
ὀρθῶς 5 w 4605
ΣΩ 27 w 4608
πῶς 4 w 4612
λέγεις 5 w 4618
τί 9 w 4621
τοῦτο 11 w 4626
ἐκείνου 2 w 4633
διαφέρει 1 w 4641
ἆρʼ 5 w 4645
οὐκ 12 w 4648
ἔστι 7 w 4652
προσελθόντα 1 w 4663
ἀνδρί 2 w 4668
τῳ 2 w 4670
εἰπεῖν 2 w 4676
ὅτι 3 w 4679
τουτί 1 w 4684
ἐστι 6 w 4688
σὸν 1 w 4691
γράμμα 1 w 4697
καὶ 44 w 4701
δεῖξαι 1 w 4707
αὐτῷ 2 w 4711
ἂν 15 w 4714
μὲν 21 w 4717
τύχῃ 1 w 4721
ἐκείνου 3 w 4729
εἰκόνα 2 w 4735
ἂν 16 w 4738
δὲ 28 w 4740
τύχῃ 2 w 4744
γυναικός 1 w 4753
τὸ 32 w 4756
δὲ 29 w 4758
δεῖξαι 2 w 4764
λέγω 4 w 4768
εἰς 1 w 4771
τὴν 11 w 4774
τῶν 7 w 4777
ὀφθαλμῶν 1 w 4785
αἴσθησιν 1 w 4793
καταστῆσαι 1 w 4803
ΚΡ 27 w 4806
πάνυ 6 w 4811
γε 36 w 4813
ΣΩ 28 w 4816
τί 11 w 4819
δέ 4 w 4821
πάλιν 1 w 4827
αὐτῷ 3 w 4831
τούτῳ 1 w 4836
προσελθόντα 2 w 4847
εἰπεῖν 3 w 4853
ὅτι 4 w 4856
τουτί 2 w 4861
ἐστιν 5 w 4866
σὸν 2 w 4869
ὄνομα 6 w 4874
ἔστι 8 w 4879
δέ 5 w 4881
που 2 w 4884
καὶ 45 w 4887
τὸ 33 w 4889
ὄνομα 7 w 4894
μίμημα 1 w 4900
ὥσπερ 4 w 4905
τὸ 34 w 4907
ζωγράφημα 1 w 4916
τοῦτο 12 w 4922
δὴ 5 w 4924
λέγω 5 w 4928
ἆρʼ 6 w 4932
οὐκ 13 w 4935
ἂν 17 w 4937
εἴη 1 w 4940
αὐτῷ 4 w 4944
εἰπεῖν 4 w 4950
ὅτι 5 w 4953
τουτί 3 w 4958
ἐστι 8 w 4962
σὸν 3 w 4965
ὄνομα 8 w 4970
καὶ 46 w 4974
μετὰ 1 w 4978
τοῦτο 13 w 4983
εἰς 2 w 4986
τὴν 12 w 4989
τῆς 5 w 4992
ἀκοῆς 1 w 4997
αὖ 2 w 4999
αἴσθησιν 2 w 5007
καταστῆσαι 2 w 5017
ἂν 18 w 5020
μὲν 22 w 5023
τύχῃ 3 w 5027
τὸ 35 w 5030
ἐκείνου 4 w 5037
μίμημα 2 w 5043
εἰπόντα 1 w 5051
ὅτι 6 w 5054
ἀνήρ 1 w 5058
ἂν 19 w 5061
δὲ 30 w 5063
τύχῃ 4 w 5067
τὸ 36 w 5070
τοῦ 26 w 5073
θήλεος 1 w 5079
τοῦ 27 w 5082
ἀνθρωπίνου 1 w 5092
γένους 2 w 5098
εἰπόντα 2 w 5106
ὅτι 7 w 5109
γυνή 1 w 5113
οὐ 32 w 5116
δοκεῖ 12 w 5121
σοι 6 w 5124
τοῦτο 14 w 5129
οἷόν 2 w 5133
τʼ 5 w 5135
εἶναι 11 w 5140
καὶ 47 w 5143
γίγνεσθαι 2 w 5152
ἐνίοτε 1 w 5158
ΚΡ 28 w 5161
ἐθέλω 1 w 5167
σοι 7 w 5170
14 w 5172
Σώκρατες 8 w 5180
συγχωρῆσαι 1 w 5191
καὶ 48 w 5194
ἔστω 1 w 5198
οὕτως 2 w 5203
ΣΩ 29 w 5206
καλῶς 2 w 5212
γε 37 w 5214
σὺ 6 w 5216
ποιῶν 1 w 5221
15 w 5223
φίλε 2 w 5227
εἰ 19 w 5230
ἔστι 9 w 5234
τοῦτο 15 w 5239
οὕτως 3 w 5244
οὐδὲν 2 w 5250
γὰρ 8 w 5253
δεῖ 5 w 5256
νῦν 2 w 5259
πάνυ 7 w 5263
διαμάχεσθαι 1 w 5274
περὶ 3 w 5278
αὐτοῦ 1 w 5283
εἰ 20 w 5286
δʼ 3 w 5288
οὖν 9 w 5291
ἔστι 10 w 5295
τοιαύτη 2 w 5302
τις 9 w 5305
διανομὴ 2 w 5312
καὶ 49 w 5315
ἐνταῦθα 1 w 5322
τὸ 37 w 5325
μὲν 23 w 5328
ἕτερον 1 w 5334
τούτων 2 w 5340
ἀληθεύειν 1 w 5349
βουλόμεθα 1 w 5358
καλεῖν 1 w 5364
τὸ 38 w 5367
δʼ 4 w 5369
ἕτερον 2 w 5375
ψεύδεσθαι 1 w 5384
εἰ 21 w 5387
δὲ 32 w 5389
τοῦτο 16 w 5394
οὕτως 4 w 5399
ἔχει 4 w 5403
καὶ 50 w 5407
ἔστι 11 w 5411
μὴ 12 w 5413
ὀρθῶς 6 w 5418
διανέμειν 2 w 5427
τὰ 18 w 5429
ὀνόματα 4 w 5436
μηδὲ 3 w 5440
ἀποδιδόναι 1 w 5450
τὰ 19 w 5452
προσήκοντα 1 w 5462
ἑκάστῳ 2 w 5468
ἀλλʼ 6 w 5473
ἐνίοτε 2 w 5479
τὰ 20 w 5481
μὴ 13 w 5483
προσήκοντα 2 w 5493
εἴη 2 w 5497
ἂν 20 w 5499
καὶ 51 w 5502
ῥήματα 1 w 5508
ταὐτὸν 1 w 5514
τοῦτο 17 w 5519
ποιεῖν 1 w 5525
εἰ 22 w 5528
δὲ 34 w 5530
ῥήματα 2 w 5536
καὶ 52 w 5539
ὀνόματα 5 w 5546
ἔστιν 5 w 5551
οὕτω 6 w 5555
τιθέναι 1 w 5562
ἀνάγκη 1 w 5569
καὶ 53 w 5572
λόγους 1 w 5578
λόγοι 2 w 5584
γάρ 4 w 5587
που 3 w 5590
ὡς 4 w 5593
ἐγᾦμαι 1 w 5599
8 w 5601
τούτων 3 w 5607
σύνθεσίς 1 w 5615
ἐστιν 6 w 5620
13 w 5622
πῶς 5 w 5625
λέγεις 6 w 5631
16 w 5633
Κρατύλε 5 w 5640
ΚΡ 29 w 5643
οὕτω 7 w 5648
καλῶς 3 w 5654
γάρ 5 w 5657
μοι 16 w 5660
δοκεῖς 2 w 5666
λέγειν 8 w 5672
ΣΩ 30 w 5675
οὐκοῦν 6 w 5682
εἰ 23 w 5684
γράμμασιν 1 w 5693
αὖ 3 w 5695
τὰ 21 w 5697
πρῶτα 1 w 5702
ὀνόματα 6 w 5709
ἀπεικάζομεν 1 w 5720
ἔστιν 6 w 5726
ὥσπερ 5 w 5731
ἐν 11 w 5733
τοῖς 10 w 5737
ζωγραφήμασιν 2 w 5749
καὶ 54 w 5752
πάντα 3 w 5757
τὰ 22 w 5759
προσήκοντα 3 w 5769
χρώματά 1 w 5776
τε 35 w 5778
καὶ 55 w 5781
σχήματα 1 w 5788
ἀποδοῦναι 1 w 5797
καὶ 56 w 5801
μὴ 14 w 5803
πάντα 4 w 5808
αὖ 4 w 5810
ἀλλʼ 7 w 5815
ἔνια 1 w 5819
ἐλλείπειν 1 w 5828
ἔνια 2 w 5833
δὲ 35 w 5835
καὶ 57 w 5838
προστιθέναι 1 w 5849
καὶ 58 w 5853
πλείω 1 w 5858
καὶ 59 w 5861
μείζω 1 w 5866
14 w 5868
οὐκ 15 w 5871
ἔστιν 7 w 5876
ΚΡ 30 w 5879
ἔστιν 8 w 5885
ΣΩ 31 w 5888
οὐκοῦν 7 w 5895
6 w 5896
μὲν 24 w 5899
ἀποδιδοὺς 1 w 5908
πάντα 5 w 5913
καλὰ 1 w 5917
τὰ 23 w 5919
γράμματά 1 w 5927
τε 36 w 5929
καὶ 60 w 5932
τὰς 3 w 5935
εἰκόνας 1 w 5942
ἀποδίδωσιν 1 w 5952
7 w 5954
δὲ 36 w 5956
15 w 5957
προστιθεὶς 1 w 5967
16 w 5968
ἀφαιρῶν 1 w 5975
γράμματα 1 w 5983
μὲν 25 w 5986
καὶ 61 w 5989
εἰκόνας 2 w 5996
ἐργάζεται 1 w 6005
καὶ 62 w 6008
οὗτος 3 w 6013
ἀλλὰ 4 w 6018
πονηράς 1 w 6025
ΚΡ 31 w 6028
ναί 3 w 6032
ΣΩ 32 w 6035
τί 14 w 6038
δὲ 37 w 6040
8 w 6041
διὰ 1 w 6044
τῶν 8 w 6047
συλλαβῶν 1 w 6055
τε 37 w 6057
καὶ 63 w 6060
γραμμάτων 1 w 6069
τὴν 13 w 6072
οὐσίαν 1 w 6078
τῶν 9 w 6081
πραγμάτων 2 w 6090
ἀπομιμούμενος 1 w 6103
ἆρα 3 w 6107
οὐ 38 w 6109
κατὰ 4 w 6113
τὸν 9 w 6116
αὐτὸν 5 w 6121
λόγον 1 w 6126
ἂν 21 w 6129
μὲν 26 w 6132
πάντα 6 w 6137
ἀποδῷ 1 w 6142
τὰ 26 w 6144
προσήκοντα 4 w 6154
καλὴ 1 w 6159
9 w 6160
εἰκὼν 1 w 6165
ἔσται 1 w 6170
τοῦτο 18 w 6176
δʼ 5 w 6178
ἐστὶν 2 w 6183
ὄνομα 9 w 6188
ἐὰν 2 w 6192
δὲ 38 w 6194
σμικρὰ 1 w 6200
ἐλλείπῃ 1 w 6207
17 w 6208
προστιθῇ 1 w 6216
ἐνίοτε 3 w 6222
εἰκὼν 2 w 6228
μὲν 27 w 6231
γενήσεται 1 w 6240
καλὴ 2 w 6245
δὲ 39 w 6247
οὔ 8 w 6249
ὥστε 2 w 6254
τὰ 27 w 6256
μὲν 28 w 6259
καλῶς 4 w 6264
εἰργασμένα 1 w 6274
ἔσται 2 w 6279
τῶν 10 w 6282
ὀνομάτων 2 w 6290
τὰ 28 w 6293
δὲ 40 w 6295
κακῶς 1 w 6300
ΚΡ 32 w 6303
ἴσως 3 w 6308
ΣΩ 33 w 6311
ἴσως 4 w 6316
ἄρα 4 w 6319
ἔσται 3 w 6324
9 w 6325
μὲν 29 w 6328
ἀγαθὸς 1 w 6334
δημιουργὸς 1 w 6344
ὀνομάτων 3 w 6352
10 w 6354
δὲ 41 w 6356
κακός 1 w 6361
ΚΡ 33 w 6364
ναί 4 w 6368
ΣΩ 34 w 6371
οὐκοῦν 8 w 6378
τούτῳ 2 w 6383
11 w 6384
νομοθέτης 1 w 6393
ἦν 1 w 6395
ὄνομα 10 w 6400
ΚΡ 34 w 6403
ναί 5 w 6407
ΣΩ 35 w 6410
ἴσως 5 w 6415
ἄρα 5 w 6418
νὴ 1 w 6420
Δίʼ 2 w 6423
ἔσται 4 w 6428
ὥσπερ 6 w 6434
ἐν 13 w 6436
ταῖς 2 w 6440
ἄλλαις 1 w 6446
τέχναις 1 w 6453
καὶ 64 w 6457
νομοθέτης 2 w 6466
12 w 6467
μὲν 30 w 6470
ἀγαθός 1 w 6476
13 w 6478
δὲ 42 w 6480
κακός 2 w 6485
ἐάνπερ 1 w 6492
τὰ 29 w 6494
ἔμπροσθεν 1 w 6503
ἐκεῖνα 1 w 6509
ὁμολογηθῇ 1 w 6518
ἡμῖν 2 w 6522
ΚΡ 35 w 6525
ἔστι 16 w 6530
ταῦτα 8 w 6535
ἀλλʼ 8 w 6540
ὁρᾷς 1 w 6544
17 w 6546
Σώκρατες 9 w 6554
ὅταν 4 w 6559
ταῦτα 9 w 6564
τὰ 30 w 6566
γράμματα 2 w 6574
τό 8 w 6577
τε 41 w 6579
ἄλφα 1 w 6583
καὶ 65 w 6586
τὸ 42 w 6588
βῆτα 1 w 6592
καὶ 66 w 6595
ἕκαστον 1 w 6602
τῶν 11 w 6605
στοιχείων 1 w 6614
τοῖς 11 w 6619
ὀνόμασιν 4 w 6627
ἀποδιδῶμεν 1 w 6637
τῇ 4 w 6639
γραμματικῇ 1 w 6649
τέχνῃ 1 w 6654
ἐάν 3 w 6658
τι 60 w 6660
ἀφέλωμεν 1 w 6668
18 w 6669
προσθῶμεν 1 w 6678
19 w 6679
μεταθῶμέν 1 w 6688
τι 61 w 6690
οὐ 40 w 6693
γέγραπται 1 w 6702
μὲν 31 w 6705
ἡμῖν 3 w 6709
τὸ 43 w 6711
ὄνομα 11 w 6716
οὐ 41 w 6719
μέντοι 5 w 6725
ὀρθῶς 7 w 6730
ἀλλὰ 5 w 6735
τὸ 44 w 6737
παράπαν 2 w 6744
οὐδὲ 10 w 6748
γέγραπται 2 w 6757
ἀλλʼ 9 w 6762
εὐθὺς 1 w 6767
ἕτερόν 1 w 6773
ἐστιν 7 w 6778
ἐάν 4 w 6781
τι 63 w 6783
τούτων 4 w 6789
πάθῃ 1 w 6793
ΣΩ 36 w 6796
μὴ 15 w 6799
γὰρ 9 w 6802
οὐ 43 w 6804
καλῶς 5 w 6809
σκοπῶμεν 1 w 6817
οὕτω 8 w 6821
σκοποῦντες 1 w 6831
18 w 6833
Κρατύλε 6 w 6840
ΚΡ 36 w 6843
πῶς 6 w 6847
δή 5 w 6849
ΣΩ 37 w 6852
ἴσως 6 w 6857
ὅσα 2 w 6860
ἔκ 1 w 6862
τινος 1 w 6867
ἀριθμοῦ 1 w 6874
ἀναγκαῖον 2 w 6883
εἶναι 12 w 6888
20 w 6889
μὴ 16 w 6891
εἶναι 13 w 6896
πάσχοι 1 w 6902
ἂν 22 w 6904
τοῦτο 19 w 6909
5 w 6910
σὺ 7 w 6912
λέγεις 7 w 6918
ὥσπερ 7 w 6924
καὶ 67 w 6927
αὐτὰ 1 w 6931
τὰ 32 w 6933
δέκα 1 w 6937
21 w 6938
ὅστις 1 w 6943
βούλει 1 w 6949
ἄλλος 1 w 6954
ἀριθμός 1 w 6961
ἐὰν 3 w 6965
ἀφέλῃς 1 w 6971
τι 66 w 6973
22 w 6974
προσθῇς 1 w 6981
ἕτερος 1 w 6988
εὐθὺς 2 w 6993
γέγονε 1 w 6999
τοῦ 35 w 7003
δὲ 44 w 7005
ποιοῦ 1 w 7010
τινος 2 w 7015
καὶ 68 w 7018
συμπάσης 1 w 7026
εἰκόνος 1 w 7033
μὴ 17 w 7035
οὐχ 1 w 7038
αὕτη 2 w 7042
6 w 7043
12 w 7044
ὀρθότης 2 w 7051
ἀλλὰ 6 w 7056
τὸ 45 w 7058
ἐναντίον 1 w 7066
οὐδὲ 11 w 7070
τὸ 46 w 7072
παράπαν 3 w 7079
δέῃ 1 w 7082
πάντα 7 w 7087
ἀποδοῦναι 2 w 7096
οἷόν 3 w 7100
ἐστιν 8 w 7105
1 w 7106
εἰκάζει 1 w 7113
εἰ 31 w 7116
μέλλει 1 w 7122
εἰκὼν 3 w 7127
εἶναι 14 w 7132
σκόπει 2 w 7139
δὲ 46 w 7141
εἰ 33 w 7143
τὶ 3 w 7145
λέγω 6 w 7149
ἆρʼ 7 w 7153
ἂν 23 w 7155
δύο 1 w 7158
πράγματα 1 w 7166
εἴη 3 w 7169
τοιάδε 1 w 7175
οἷον 2 w 7180
Κρατύλος 1 w 7188
καὶ 69 w 7191
Κρατύλου 1 w 7199
εἰκών 1 w 7204
εἴ 13 w 7207
τις 11 w 7210
θεῶν 1 w 7214
μὴ 18 w 7216
μόνον 1 w 7221
τὸ 47 w 7223
σὸν 4 w 7226
χρῶμα 1 w 7231
καὶ 70 w 7234
σχῆμα 1 w 7239
ἀπεικάσειεν 1 w 7250
ὥσπερ 8 w 7255
οἱ 12 w 7257
ζωγράφοι 2 w 7265
ἀλλὰ 7 w 7270
καὶ 71 w 7273
τὰ 33 w 7275
ἐντὸς 1 w 7280
πάντα 8 w 7285
τοιαῦτα 2 w 7292
ποιήσειεν 1 w 7301
οἷάπερ 1 w 7307
τὰ 34 w 7309
σά 1 w 7311
καὶ 72 w 7315
μαλακότητας 1 w 7326
καὶ 73 w 7329
θερμότητας 1 w 7339
τὰς 4 w 7342
αὐτὰς 1 w 7347
ἀποδοίη 2 w 7354
καὶ 74 w 7358
κίνησιν 1 w 7365
καὶ 75 w 7368
ψυχὴν 1 w 7373
καὶ 76 w 7376
φρόνησιν 1 w 7384
οἵαπερ 1 w 7390
13 w 7391
παρὰ 1 w 7395
σοὶ 1 w 7398
ἐνθείη 1 w 7404
αὐτοῖς 1 w 7410
καὶ 77 w 7414
ἑνὶ 1 w 7417
λόγῳ 1 w 7421
πάντα 9 w 7426
ἅπερ 1 w 7430
σὺ 8 w 7432
ἔχεις 3 w 7437
τοιαῦτα 3 w 7445
ἕτερα 1 w 7450
καταστήσειεν 1 w 7462
πλησίον 1 w 7469
σου 1 w 7472
πότερον 6 w 7480
Κρατύλος 2 w 7488
ἂν 24 w 7490
καὶ 78 w 7493
εἰκὼν 4 w 7498
Κρατύλου 2 w 7506
τότʼ 1 w 7510
εἴη 4 w 7513
τὸ 49 w 7515
τοιοῦτον 2 w 7523
23 w 7525
δύο 2 w 7528
Κρατύλοι 1 w 7536
ΚΡ 37 w 7539
δύο 3 w 7543
ἔμοιγε 4 w 7549
δοκοῦσιν 1 w 7557
19 w 7559
Σώκρατες 10 w 7567
Κρατύλοι 2 w 7576
ΣΩ 38 w 7579
ὁρᾷς 2 w 7584
οὖν 10 w 7587
20 w 7589
φίλε 3 w 7593
ὅτι 8 w 7597
ἄλλην 1 w 7602
χρὴ 1 w 7605
εἰκόνος 2 w 7612
ὀρθότητα 1 w 7620
ζητεῖν 1 w 7626
καὶ 79 w 7629
ὧν 3 w 7631
νυνδὴ 1 w 7636
ἐλέγομεν 1 w 7644
καὶ 80 w 7648
οὐκ 18 w 7651
ἀναγκάζειν 1 w 7661
ἐάν 5 w 7665
τι 71 w 7667
ἀπῇ 1 w 7670
24 w 7671
προσῇ 1 w 7676
μηκέτι 1 w 7683
αὐτὴν 1 w 7688
εἰκόνα 5 w 7694
εἶναι 15 w 7699
25 w 7701
οὐκ 19 w 7704
αἰσθάνῃ 1 w 7711
ὅσου 1 w 7715
ἐνδέουσιν 1 w 7724
αἱ 2 w 7726
εἰκόνες 1 w 7733
τὰ 37 w 7735
αὐτὰ 3 w 7739
ἔχειν 2 w 7744
ἐκείνοις 1 w 7752
ὧν 4 w 7754
εἰκόνες 2 w 7761
εἰσίν 2 w 7766
ΚΡ 38 w 7769
ἔγωγε 4 w 7775
ΣΩ 39 w 7778
γελοῖα 1 w 7785
γοῦν 1 w 7789
21 w 7791
Κρατύλε 7 w 7798
ὑπὸ 1 w 7802
τῶν 12 w 7805
ὀνομάτων 4 w 7813
πάθοι 1 w 7818
ἂν 25 w 7820
ἐκεῖνα 2 w 7826
ὧν 5 w 7828
ὀνόματά 2 w 7835
ἐστιν 9 w 7840
τὰ 39 w 7842
ὀνόματα 7 w 7849
εἰ 41 w 7852
πάντα 10 w 7857
πανταχῇ 1 w 7864
αὐτοῖς 2 w 7870
ὁμοιωθείη 1 w 7879
διττὰ 1 w 7885
γὰρ 10 w 7888
ἄν 4 w 7890
που 4 w 7893
πάντα 11 w 7898
γένοιτο 1 w 7905
καὶ 81 w 7909
οὐκ 20 w 7912
ἂν 26 w 7914
ἔχοι 1 w 7918
αὐτῶν 3 w 7923
εἰπεῖν 5 w 7929
οὐδεὶς 1 w 7935
οὐδέτερον 1 w 7944
ὁπότερόν 1 w 7952
ἐστι 13 w 7956
τὸ 50 w 7958
μὲν 32 w 7961
αὐτό 3 w 7965
τὸ 51 w 7968
δὲ 47 w 7970
ὄνομα 12 w 7975
ΚΡ 39 w 7978
ἀληθῆ 3 w 7984
λέγεις 8 w 7990
ΣΩ 40 w 7993
θαρρῶν 2 w 8000
τοίνυν 2 w 8006
22 w 8008
γενναῖε 1 w 8015
ἔα 1 w 8018
καὶ 82 w 8021
ὄνομα 13 w 8026
τὸ 52 w 8028
μὲν 33 w 8031
εὖ 1 w 8033
κεῖσθαι 6 w 8040
τὸ 53 w 8043
δὲ 48 w 8045
μή 8 w 8047
καὶ 83 w 8051
μὴ 19 w 8053
ἀνάγκαζε 1 w 8061
πάντʼ 1 w 8066
ἔχειν 3 w 8071
τὰ 41 w 8073
γράμματα 3 w 8081
ἵνα 2 w 8085
κομιδῇ 1 w 8091
7 w 8092
τοιοῦτον 3 w 8100
οἷόνπερ 1 w 8107
οὗ 6 w 8109
ὄνομά 2 w 8114
ἐστιν 10 w 8119
ἀλλʼ 10 w 8124
ἔα 2 w 8126
καὶ 84 w 8129
τὸ 54 w 8131
μὴ 20 w 8133
προσῆκον 1 w 8141
γράμμα 7 w 8147
ἐπιφέρειν 1 w 8156
εἰ 43 w 8159
δὲ 49 w 8161
γράμμα 8 w 8167
καὶ 85 w 8171
ὄνομα 14 w 8176
ἐν 18 w 8178
λόγῳ 2 w 8182
εἰ 44 w 8185
δὲ 50 w 8187
ὄνομα 15 w 8192
καὶ 86 w 8196
λόγον 2 w 8201
ἐν 19 w 8203
λόγῳ 3 w 8207
μὴ 21 w 8209
προσήκοντα 5 w 8219
τοῖς 14 w 8223
πράγμασιν 2 w 8232
ἐπιφέρεσθαι 1 w 8243
καὶ 87 w 8247
μηδὲν 1 w 8252
ἧττον 1 w 8257
ὀνομάζεσθαι 1 w 8268
τὸ 55 w 8270
πρᾶγμα 2 w 8276
καὶ 88 w 8279
λέγεσθαι 1 w 8287
ἕως 1 w 8291
ἂν 27 w 8293
19 w 8294
τύπος 1 w 8299
ἐνῇ 1 w 8302
τοῦ 36 w 8305
πράγματος 2 w 8314
περὶ 4 w 8318
οὗ 7 w 8320
ἂν 28 w 8322
20 w 8323
λόγος 3 w 8328
8 w 8329
ὥσπερ 9 w 8335
ἐν 21 w 8337
τοῖς 15 w 8341
τῶν 14 w 8344
στοιχείων 2 w 8353
ὀνόμασιν 5 w 8361
εἰ 45 w 8364
μέμνησαι 1 w 8372
2 w 8373
νυνδὴ 2 w 8378
ἐγὼ 2 w 8381
καὶ 89 w 8384
Ἑρμογένης 1 w 8393
ἐλέγομεν 2 w 8401