Scaife ATLAS

CTS Library / De praenotione ad Epigenem

De praenotione ad Epigenem (9-10)

urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1:9-10
Refs {'start': {'reference': '9', 'human_reference': 'Chapter 9'}, 'end': {'reference': '10', 'human_reference': 'Chapter 10'}}
Ancestors []
Children []
prev
plain textXML
next

[Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ
πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.] Κἀγὼ θεασάμενος
αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι
πρᾶξαι κωλυθῶ τῆς ἐς Ἀσίαν ἐπανόδου

845
, παρεκάλεσα
βραχὺν ἐπισχεῖν χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς
τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι. καὶ τοίνυν
ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων
πόλεως ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα
καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν οἴκησιν·
προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων,
ἡμέρᾳ μιᾷ τῶν ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα
τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν τε παραχρῆμα
καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν
εἰς τὴν πατρίδα παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον
ἐπράχθη. ἐγὼ δ ἀνὰ Καμπανίαν γενόμενος, εἶτ ἐκεῖθεν
ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα
κατὰ τὴν πρώτην ἀναγενομένην ναῦν, εἴτ ἐς Δυῤῥάχιον
εἴτ ἐπὶ τῆς Ἑλλάδος πλέοι, διαπεραιωθῆναι· δεδιὼς μή
649
τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν καὶ αὐτὸς αὐτοκράτωρ
γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην
εἰς Ῥώμην ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως
μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα. ζητοῦντες
δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου
πυνθανόμενοι ποῦ ποτ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ
διατρίβειν με, τὸ μὲν πρῶτον ὑπώπτευον τὸ γεγονός·
προϊόντος δὲ τοῦ χρόνου μήθ ὁρῶντες μήτε τὸν ἐμὸν ἄνθρωπον
ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα·
καὶ τότε μόγις ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν
ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν Ῥώμην,
ὅτι μὴ ψευδῶς, ἀλλ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ
οὐ πολὺν ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ ἑτέρου
τοῦ
459
πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει.
γενομένου δὲ λόγου περὶ τῶν ἔργοις, οὐ λόγοις
ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν
περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες
οὖν ἤδη τῆς πόλεως, ὡς ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ
650
χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι, παρεσκευακότες τε καὶ συγκροτοῦντες
τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν
ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος
εἰς θεοὺς ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην
τὸ σῶμα καὶ ποιήσας ἀμφ αὐτῷ τὰ νομιζόμενα, τῆς ἐπὶ
τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ.
χρηστὸν δ ὄντα καὶ φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα,
πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ ταχέων
ἐπανήξειν. παντὶ δ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ
μεμνημένος τῆς συνήθους κακοηθείας τῶν κατὰ τὴν
πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν αὐτῆς
ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν υἱὸς αὐτοῦ Κόμμοδος,
ὑπὸ Πειθολάῳ τρεφόμενος ἐντολὰς ἔχοντι παρ αὐτοῦ
τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν ἐπιμέλειαν
ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ αὐτοῦ
χρονίσαντος ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ
χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους τε καὶ ἰατρικὰς,
ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην
αἰτήσασι τοῖς φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας
651
αὐτὰς ἔσεσθαι. ὡς εἴ γε ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς
ἀναξίοις, οὐκ ἂν οὐδ ἐκείνοις ἔδωκα. καλῶ δ ἀναξίους ὅσοι
μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν
ἀνάγνωσιν ἥκουσιν, ἀλλ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν
ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις θεωρία πᾶσα γέγραπται
τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν
ἅλλων προγνωστικῶν σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην
ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν βουληθέντι
σοι μαθεῖν
846
ἐκ τίνος θεωρίας ἐγένετο, ῥᾳδία
καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι,
γεγυμνασμένῳ τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ
τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις ἰατροῖς,
ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς
πανουργίαν δ ἐκτραπόμενοι τὴν ἐπ αὐτῇ τέχνην ἤσκησαν,
οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων δύνανται οὔτε
ἀκουσθῆναι.

[Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις
αὐτῆς δι ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου υἱὸς ἤρξατο
μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν

652
ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ αὐτοῦ τούτου πρόγνωσίς
ἐστι, διὰ τῶν περὶ κρίσεως ὑπομνημάτων γέγραπται, δι ὧν
καὶ ὅτι προεκρήγνυται πολλάκις κρίσις, οὐ περιμείνασα
τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ
Ἕξστῳ δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς
προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ κοιτωνίτῃ τι θεσπίζοιμι
περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό
μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων
εἶναι προειρηκότος. ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς
μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν τὸ νόσημα·
κριθήσεσθαι δὲ πάντως ἑκταῖον, ἑβδομαῖον.
ἑκταῖον μὲν οὖν κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ
βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν κρίσιν ἐξ
ἀνάγκης δι ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως
γε ἐκρίθη, φιλόνεικος ὢν ἐσχάτως Ἕξστος, ὅπως ἐλέγξῃ
ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο μὲν καθ ἑκάστην
ἡμέραν, οὔτε δ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν
χυλοῦ πτισάνης, αὐτὴν, μετὰ ψίχας ἄρτου· πολλάκις
653
δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν ὕδατι βρέξας ἠρκεῖτο μόνον.
ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ
αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν
τρισκαιδεκάτην ἡμέραν τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ
τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ ποιήσασθαι
τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ
κατά τε τὴν ἑξῆς ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην
οὖσαν ἀρξάμενος πυρέττειν ἐκέλευσε μηδένα
μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν
μηδὲ πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης
τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἐφαιδρύνετο, Κλαύδιος
Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν
τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν,
εὑρών τε σφοδρῶς ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο
τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου πυρετοῦ
νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ αὐτοῦ
τὸ ἀληθὲς, ὡς διὰ φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα
πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν ἐπίσκεψιν τοῦ
Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων
654
γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς
τοῦ νοσήματος. ἀπεκρινάμην οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ
προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν
ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς·
εἶτα κριθησομένου κατὰ τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς
ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει γενησομένην
λύσιν ἑτοίμως ἐπίστευσεν· γὰρ ἕκαστος βούλεται δηλονότι,
τοῦτο καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ ὅτι οὐκ ἂν
σφαλείην ὑπὲρ τοῦ
847
σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ
μοι· τὸ δὲ τῆς ἡμέρας ἐν τελέως ἀπαλλαγοῖτο τοῦ
νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ
περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον
ὑπὲρ τῶν εἰς τετάρτην ἡμέραν ἐσομένων. ἅτε δ οὕτως
διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν Ἕξστου
περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην
ἐπίσκεψιν. ὡς δὲ θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς
αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, διαμενεῖς ἐπὶ τῶν
αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην χθὲς ἀποφήνασθαί μοι
655
τὰ αὐτὰ, μετ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ
βεβαίως εἴην πεπεισμένος Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν
οὖν παρ ἐμοῦ μᾶλλον χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ
καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι
τὴν αὐτὴν γνώμην ἐπὶ τοῖς προειρημένοις, τι καὶ μετακινοῖμι
τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων κινεῖν,
προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο
τί τοῦτό ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης
ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ δευτέραν ὥραν
νυκτερινήν. ἆρ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ εἶπας; εἰρηκέναι
τε ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν
σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ. πάντως οὖν ἔφη
καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην,
οὗτος ἔφη· ἐμοὶ δ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης,
οὐ γὰρ περιέρχομαι κηρύττων τὰς ἐμὰς προγνώσεις τε καὶ
θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι,
γόητά τε καὶ μάντιν ἕτερά τε κατ ἐμοῦ τοιαῦτα
θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις ὅσοι κατεγνώκατε
656
460
τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας, ἐπιδείκνυμι
τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς
δὲ ἰατροὺς τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους
φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου βέλτιον βιοῦντες
ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα
μὲν εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν
τῶν ἰατρῶν σχεδὸν ἁπάντων εὐχομένων φανερῶς
ἀποτυχεῖν με πεμπόντων τε δι ὅλης ἡμέρας τοὺς γνωσομένους
τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν
με τῷ Σεβήρῳ καὶ Πειθολάῳ προειρηκότα δείλης
ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ τὴν
ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες
καὶ φανερῶς ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν
ἔλεγον κερτομοῦντες ὡς θαυμαστὴ μαντεία τοῦ Γαληνοῦ
κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως,
ὡς προειρήκειν κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην
ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ ταῦτα
τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι
657
διά τε τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν
περὶ τῶν κρίσεων πραγματείαν. τούτοις μέντοι τοῖς ἰατροῖς,
οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς,
ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ
μάλιστα ἐὰν ἀπύρετος γενόμενος κάμνων, αὖθις ἐξ ὑποστροφῆς
πυρέττῃ. καίτοι παρ Ἱπποκράτους κατὰ τῶν ἐπιδημιῶν
βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ ἑκάστῳ
τῶν ἀῤῥώστων ἄχρι τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ
τὴν ιδ. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ. π. τύχῃ γεγενημένη.
αὕτη μὲν οὖν πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ
τοῖς πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ οὐ τοιαύτη γε κατ
ἀλήθειαν ἦν, ὥσπερ οὐδ μετὰ γνώσεως τῶν ἐνεστώτων
θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν
ἐκείνου γενομένη.

Tokens

Γαληνοῦ 1 w 8
ἐπάνοδος 1 w 16
εἰς 1 w 19
τὴν 1 w 22
πατρίδα 1 w 29
καὶ 1 w 32
1 w 33
πρὸς 1 w 37
τῶν 1 w 40
αὐτοκρατόρων 1 w 52
ἐπανάκλησις 1 w 63
αὐτοῦ 1 w 68
Κἀγὼ 1 w 74
θεασάμενος 1 w 84
αὐτῶν 1 w 89
τὴν 2 w 92
ὁρμὴν 1 w 97
καὶ 2 w 100
δείσας 1 w 106
μὴ 2 w 108
φθασάντων 1 w 117
τι 1 w 119
πρᾶξαι 1 w 125
κωλυθῶ 1 w 131
τῆς 1 w 134
ἐς 1 w 136
Ἀσίαν 1 w 141
ἐπανόδου 1 w 149
παρεκάλεσα 1 w 160
βραχὺν 1 w 166
ἐπισχεῖν 1 w 174
χρόνον 1 w 180
ἐγὼ 1 w 184
γὰρ 1 w 187
ἔφην 1 w 191
ἐρεῖν 1 w 196
αὐτοῖς 1 w 202
τὸν 1 w 205
καιρὸν 1 w 211
ὁπόταν 1 w 218
βουληθῶ 1 w 225
τοῦτό 1 w 230
μοι 1 w 233
γενέσθαι 1 w 241
καὶ 3 w 245
τοίνυν 1 w 251
ὅταν 1 w 255
ἐπυνθανόμην 1 w 266
πεπαῦσθαι 1 w 275
τὴν 3 w 278
στάσιν 1 w 284
ἄφνω 1 w 289
τῆς 2 w 292
Ῥωμαίων 1 w 299
πόλεως 1 w 305
ἐξῆλθον 1 w 312
ὡς 1 w 315
δῆθεν 1 w 320
εἰς 2 w 323
Καμπανίαν 1 w 332
ἀπιὼν 1 w 337
ἕνα 1 w 341
καταλιπὼν 1 w 350
οἰκέτην 1 w 357
φυλάττοντα 1 w 367
τὰ 1 w 369
κατὰ 1 w 373
τὴν 4 w 376
οἴκησιν 1 w 383
1 w 385
προσέταξα 1 w 394
πλοῖον 1 w 400
ἐπιτηρήσαντι 1 w 412
τῶν 3 w 415
εἰς 3 w 418
Ἀσίαν 2 w 423
ἐξιόντων 1 w 431
ἡμέρᾳ 1 w 437
μιᾷ 1 w 440
τῶν 4 w 443
ἐκ 1 w 445
τῆς 3 w 448
Βηβούρας 1 w 456
κερκώπων 1 w 464
παραλαβόντα 1 w 475
τινὰ 1 w 479
πωλῆσαί 1 w 486
τε 1 w 488
τὰ 3 w 490
κατὰ 2 w 494
τὴν 5 w 497
οἰκίαν 1 w 503
ἐξελθεῖν 1 w 512
τε 2 w 514
παραχρῆμα 1 w 523
καὶ 4 w 526
τῆς 4 w 529
νεὼς 1 w 533
ἐπιβάντα 1 w 541
κατὰ 3 w 545
τὸν 2 w 548
ἐπὶ 1 w 551
Σικελίας 1 w 559
πλοῦν 1 w 564
εἰς 4 w 567
τὴν 6 w 570
πατρίδα 2 w 577
παραγενέσθαι 1 w 589
ταῦτα 1 w 595
μὲν 1 w 598
οὖν 1 w 601
ὀλίγον 1 w 607
ὕστερον 1 w 614
ἐπράχθη 1 w 621
ἐγὼ 2 w 625
δ 7 w 626
ἀνὰ 1 w 629
Καμπανίαν 2 w 638
γενόμενος 1 w 647
εἶτ 1 w 651
ἐκεῖθεν 1 w 658
ἔσπευσα 1 w 665
μὲν 2 w 668
εἰς 5 w 671
τὸ 3 w 673
Βρεντήσιον 1 w 683
ἀφικόμενος 1 w 694
δὲ 1 w 696
ὥρισα 1 w 701
κατὰ 4 w 705
τὴν 7 w 708
πρώτην 1 w 714
ἀναγενομένην 1 w 726
ναῦν 1 w 730
εἴτ 1 w 734
ἐς 2 w 736
Δυῤῥάχιον 1 w 745
εἴτ 2 w 748
ἐπὶ 2 w 751
τῆς 5 w 754
Ἑλλάδος 1 w 761
πλέοι 1 w 766
διαπεραιωθῆναι 1 w 781
δεδιὼς 1 w 788
μή 1 w 790
τις 1 w 793
ἄρα 1 w 796
τῶν 5 w 799
πολὺ 1 w 803
δυναμένων 1 w 812
ἀνδρῶν 1 w 818
1 w 819
καὶ 5 w 822
αὐτὸς 1 w 827
3 w 828
αὐτοκράτωρ 1 w 838
γνούς 1 w 843
μου 1 w 846
τὴν 8 w 849
ἔξοδον 1 w 855
ὡς 2 w 858
δραπέτου 1 w 866
πέμψας 1 w 872
στρατιώτην 1 w 882
εἰς 6 w 885
Ῥώμην 1 w 890
ἐπανελθεῖν 1 w 900
κελεύσειεν 1 w 910
ἐγὼ 3 w 914
μὲν 3 w 917
οὖν 2 w 920
οὕτως 1 w 925
μετὰ 1 w 929
μίαν 1 w 933
ἡμέραν 1 w 939
εἰς 7 w 942
Κασσιόπην 1 w 951
ἔπλευσα 1 w 958
ζητοῦντες 1 w 968
δέ 1 w 970
με 5 w 972
οἱ 1 w 974
ἐν 1 w 976
Ῥώμῃ 1 w 980
φίλοι 1 w 985
παρά 1 w 990
τε 5 w 992
τοῦ 4 w 995
καταλειφθέντος 1 w 1009
οἰκέτου 1 w 1016
πυνθανόμενοι 1 w 1028
ποῦ 1 w 1031
ποτ 1 w 1034
εἴην 1 w 1038
ἀκούοντες 1 w 1048
δὲ 2 w 1050
ἐν 2 w 1052
τῇ 1 w 1054
Καμπανίᾳ 1 w 1062
διατρίβειν 1 w 1072
με 7 w 1074
τὸ 5 w 1077
μὲν 4 w 1080
πρῶτον 1 w 1086
ὑπώπτευον 1 w 1095
τὸ 6 w 1097
γεγονός 1 w 1104
προϊόντος 1 w 1114
δὲ 3 w 1116
τοῦ 5 w 1119
χρόνου 1 w 1125
μήθ 1 w 1128
ὁρῶντες 1 w 1135
μήτε 1 w 1139
τὸν 3 w 1142
ἐμὸν 1 w 1146
ἄνθρωπον 1 w 1154
ἐν 3 w 1156
Ῥώμῃ 2 w 1160
ἔγνωσαν 1 w 1168
πεποιηκότα 1 w 1178
με 8 w 1180
τὰ 8 w 1182
ἐξαρχῆς 1 w 1189
λεγόμενα 1 w 1197
καὶ 6 w 1201
τότε 1 w 1205
μόγις 1 w 1210
ἐπείσθησαν 1 w 1220
ἅπαντες 1 w 1227
οἱ 2 w 1229
πρόσθεν 1 w 1236
ἀπιστοῦντες 1 w 1247
ὄντως 1 w 1252
προκεῖσθαί 1 w 1262
μοι 2 w 1265
καταλιπεῖν 1 w 1275
τὴν 9 w 1278
Ῥώμην 2 w 1283
ὅτι 1 w 1287
μὴ 3 w 1289
ψευδῶς 1 w 1295
ἀλλ 1 w 1299
ἀληθῶς 1 w 1305
ἔφασκον 1 w 1312
τοῦτο 1 w 1317
μετὰ 2 w 1322
χρόνον 2 w 1328
δ 22 w 1329
οὐ 1 w 1331
πολὺν 1 w 1336
ἐπανεληλυθότος 1 w 1350
τοῦ 8 w 1353
Λευκίου 1 w 1360
πολέμου 1 w 1368
δ 23 w 1369
ἑτέρου 1 w 1375
τοῦ 9 w 1378
πρὸς 2 w 1382
Γερμανοὺς 1 w 1391
πολεμηθέντος 1 w 1403
αὐτοῖς 2 w 1409
ἀρχὴ 1 w 1413
καθεστήκει 1 w 1423
γενομένου 1 w 1433
δὲ 4 w 1435
λόγου 1 w 1440
περὶ 1 w 1444
τῶν 6 w 1447
ἔργοις 1 w 1453
οὐ 2 w 1456
λόγοις 1 w 1462
ἐπιδεικνυμένων 1 w 1476
ἰατρικήν 1 w 1484
τε 13 w 1486
καὶ 7 w 1489
φιλοσοφίαν 1 w 1499
οὐκ 1 w 1503
ὀλίγοι 1 w 1509
τῶν 7 w 1512
περὶ 2 w 1516
αὐτοὺς 1 w 1522
ὠνόμαζον 1 w 1530
ἐμὲ 1 w 1533
τοιοῦτον 1 w 1541
ὑπάρχειν 1 w 1549
ἐξωρμηκότες 1 w 1561
οὖν 3 w 1564
ἤδη 1 w 1567
τῆς 6 w 1570
πόλεως 2 w 1576
ὡς 3 w 1579
ἐπὶ 3 w 1582
τὸν 4 w 1585
πόλεμον 1 w 1592
ὡρικότες 1 w 1601
τε 16 w 1603
τοῦ 10 w 1606
χειμῶνος 1 w 1614
ἐν 4 w 1616
Ἀκυληΐᾳ 1 w 1623
διατρῖψαι 1 w 1632
παρεσκευακότες 1 w 1647
τε 18 w 1649
καὶ 8 w 1652
συγκροτοῦντες 1 w 1665
τὸ 9 w 1667
στράτευμα 1 w 1676
πέμπουσιν 1 w 1685
ὡς 4 w 1687
ἐμὲ 2 w 1690
κελεύοντες 1 w 1700
ἥκειν 1 w 1705
ὡς 5 w 1707
αὐτούς 1 w 1713
ἀλλὰ 1 w 1718
τοῦ 12 w 1721
Λευκίου 2 w 1728
κατὰ 5 w 1732
μέσον 1 w 1737
τοῦ 13 w 1740
χειμῶνος 2 w 1748
μεταστάντος 1 w 1759
εἰς 8 w 1762
θεοὺς 1 w 1767
5 w 1768
ἀδελφὸς 1 w 1775
αὐτοῦ 2 w 1780
κομίσας 1 w 1787
εἰς 9 w 1790
Ῥώμην 3 w 1795
τὸ 10 w 1797
σῶμα 1 w 1801
καὶ 9 w 1804
ποιήσας 1 w 1811
ἀμφ 1 w 1814
αὐτῷ 1 w 1818
τὰ 11 w 1820
νομιζόμενα 1 w 1830
τῆς 7 w 1834
ἐπὶ 4 w 1837
τοὺς 2 w 1841
Γερμανοὺς 2 w 1850
ὁδοιπορίας 1 w 1860
εἴχετο 1 w 1866
κελεύων 1 w 1873
ἕπεσθαι 1 w 1880
κᾀμέ 1 w 1884
χρηστὸν 1 w 1892
δ 30 w 1893
ὄντα 1 w 1897
καὶ 10 w 1900
φιλάνθρωπον 1 w 1911
αὐτὸν 1 w 1916
ἐδυνήθην 1 w 1924
ὡς 6 w 1927
οἶσθα 1 w 1932
πεῖσαι 1 w 1939
καταλιπεῖν 2 w 1949
ἐν 5 w 1951
τῇ 2 w 1953
Ῥώμῃ 3 w 1957
με 13 w 1959
καὶ 11 w 1963
γὰρ 2 w 1966
διὰ 1 w 1969
ταχέων 1 w 1975
ἐπανήξειν 1 w 1984
παντὶ 1 w 1990
δ 33 w 1991
οὖν 4 w 1994
τῷ 2 w 1996
τῆς 8 w 1999
ἀποδημίας 1 w 2008
αὐτοῦ 3 w 2013
χρόνῳ 1 w 2018
μεμνημένος 1 w 2028
τῆς 9 w 2031
συνήθους 1 w 2039
κακοηθείας 1 w 2049
τῶν 8 w 2052
κατὰ 6 w 2056
τὴν 10 w 2059
πόλιν 1 w 2064
ἰατρῶν 1 w 2070
τε 22 w 2072
καὶ 12 w 2075
φιλοσόφων 1 w 2084
ἔγνων 1 w 2089
ἀναχωρεῖν 1 w 2098
αὐτῆς 1 w 2103
ἄλλοτε 1 w 2109
εἰς 10 w 2112
ἄλλο 2 w 2116
χωρίον 1 w 2122
ἐν 6 w 2125
ᾧπερ 1 w 2129
ἂν 1 w 2131
7 w 2132
υἱὸς 1 w 2136
αὐτοῦ 4 w 2141
Κόμμοδος 1 w 2149
ὑπὸ 1 w 2153
Πειθολάῳ 1 w 2161
τρεφόμενος 1 w 2171
ἐντολὰς 1 w 2178
ἔχοντι 1 w 2184
παρ 7 w 2187
αὐτοῦ 5 w 2192
τοῦ 18 w 2195
αὐτοκράτορος 1 w 2207
Ἀντωνίνου 1 w 2216
καλεῖν 1 w 2223
πρὸς 3 w 2227
τὴν 11 w 2230
ἐπιμέλειαν 1 w 2240
ἐπὶ 5 w 2243
παιδὸς 1 w 2249
εἰ 11 w 2252
νοσήσειέ 1 w 2260
ποτε 1 w 2264
παρὰ 1 w 2269
προσδοκίαν 1 w 2279
δ 38 w 2280
αὐτοῦ 6 w 2285
χρονίσαντος 1 w 2296
ἐν 8 w 2298
τῷ 3 w 2300
Γερμανικῷ 1 w 2309
πολέμῳ 1 w 2315
παντὶ 2 w 2321
τούτῳ 1 w 2326
τῷ 4 w 2328
χρόνῳ 2 w 2333
πολλὰς 1 w 2339
πραγματείας 1 w 2350
ἔγραψα 1 w 2356
φιλοσόφους 1 w 2366
τε 26 w 2368
καὶ 13 w 2371
ἰατρικὰς 1 w 2379
ἃς 1 w 2382
ὑποστρέψαντος 1 w 2395
τοῦ 20 w 2398
βασιλέως 1 w 2406
εἰς 11 w 2409
τὴν 12 w 2412
Ῥώμην 4 w 2417
αἰτήσασι 1 w 2425
τοῖς 3 w 2429
φίλοις 1 w 2435
ἔδωκα 1 w 2440
παρὰ 2 w 2445
μόνοις 1 w 2451
ἐκείνοις 1 w 2459
ἐλπίσας 1 w 2466
αὐτὰς 1 w 2471
ἔσεσθαι 1 w 2478
ὡς 7 w 2481
εἴ 5 w 2483
γε 7 w 2485
ἠπιστάμην 1 w 2494
ἐκδοθήσεσθαι 1 w 2506
τοῖς 4 w 2510
ἀναξίοις 1 w 2518
οὐκ 2 w 2522
ἂν 2 w 2524
οὐδ 1 w 2527
ἐκείνοις 2 w 2535
ἔδωκα 2 w 2540
καλῶ 1 w 2545
δ 43 w 2546
ἀναξίους 1 w 2554
ὅσοι 1 w 2558
μοχθηροὶ 1 w 2566
τὴν 13 w 2569
ψυχὴν 1 w 2574
οὐχ 1 w 2578
ἕνεκα 1 w 2583
τοῦ 21 w 2586
μαθεῖν 1 w 2592
τι 8 w 2594
πρὸς 4 w 2598
τὴν 14 w 2601
ἀνάγνωσιν 1 w 2610
ἥκουσιν 1 w 2617
ἀλλ 3 w 2621
ὅπως 1 w 2625
ἐπηρεάσαι 1 w 2634
τινὰ 2 w 2638
δυνηθῶσιν 1 w 2647
ἐξ 6 w 2649
αὐτῶν 2 w 2654
ἐν 9 w 2657
τούτοις 1 w 2664
οὖν 5 w 2667
τοῖς 5 w 2671
βιβλίοις 1 w 2679
4 w 2680
θεωρία 1 w 2686
πᾶσα 1 w 2690
γέγραπται 1 w 2699
τῆς 11 w 2702
τε 27 w 2704
διὰ 2 w 2707
τῶν 10 w 2710
σφυγμῶν 1 w 2717
προγνώσεως 1 w 2727
καὶ 14 w 2730
τῶν 11 w 2733
ἅλλων 1 w 2738
προγνωστικῶν 1 w 2750
σημείων 1 w 2757
ἣν 1 w 2760
οὖν 6 w 2763
πρόγνωσιν 1 w 2772
ἐποιησάμην 1 w 2782
ἐπὶ 6 w 2785
θατέρου 1 w 2792
τῶν 12 w 2795
Κυιντιλιανοῦ 1 w 2807
υἱῶν 1 w 2811
ἐξ 7 w 2813
αὐτῶν 3 w 2818
βουληθέντι 1 w 2828
σοι 2 w 2831
μαθεῖν 2 w 2837
ἐκ 6 w 2839
τίνος 1 w 2844
θεωρίας 1 w 2851
ἐγένετο 1 w 2858
ῥᾳδία 1 w 2864
καὶ 15 w 2867
καταφανὴς 1 w 2876
ἔσται 1 w 2881
τὴν 15 w 2884
περὶ 3 w 2888
κρίσεων 1 w 2895
πραγματείαν 1 w 2906
ἀναγνόντι 1 w 2915
γεγυμνασμένῳ 1 w 2928
τὸν 7 w 2931
λογισμὸν 1 w 2939
ἐκ 7 w 2941
παιδὸς 2 w 2947
ἐν 10 w 2949
γεωμετρίᾳ 1 w 2958
τε 29 w 2960
καὶ 16 w 2963
διαλεκτικῇ 1 w 2973
τοῖς 6 w 2978
πολλοῖς 1 w 2985
δὲ 5 w 2987
τούτοις 2 w 2994
ἰατροῖς 1 w 3001
ὅσοι 2 w 3006
τῆς 12 w 3009
μὲν 5 w 3012
ἐν 11 w 3014
τοῖς 7 w 3018
ἔργοις 2 w 3024
γυμνασίας 1 w 3033
ἀπέστησαν 1 w 3042
εἰς 12 w 3046
πανουργίαν 1 w 3056
δ 50 w 3057
ἐκτραπόμενοι 1 w 3069
τὴν 16 w 3072
ἐπ 23 w 3074
αὐτῇ 1 w 3078
τέχνην 1 w 3084
ἤσκησαν 1 w 3091
οὔτε 1 w 3096
γνωσθῆναί 1 w 3105
τι 15 w 3107
τῶν 14 w 3110
γεγραμμένων 1 w 3121
δύνανται 1 w 3129
οὔτε 2 w 3133
ἀκουσθῆναι 1 w 3143
Πρόγνωσις 1 w 3154
ὑποστροφῆς 1 w 3164
πυρετοῦ 1 w 3171
καὶ 17 w 3174
λύσις 1 w 3179
αὐτῆς 2 w 3184
δι 8 w 3186
ἱδρῶτος 1 w 3193
Ἕξστος 1 w 3201
οὖν 7 w 3204
Ἀντωνίνου 2 w 3213
υἱὸς 2 w 3217
ἤρξατο 1 w 3223
μὲν 6 w 3226
ὀξύτατα 1 w 3233
νοσεῖν 1 w 3239
ὡς 8 w 3242
μὴ 4 w 3244
δύνασθαι 1 w 3252
τὴν 17 w 3255
ἑβδόμην 1 w 3262
ἡμέραν 2 w 3268
ὑπερβαλεῖν 1 w 3278
ἄνευ 1 w 3282
κρίσεως 1 w 3289
ἥτις 1 w 3294
δ 56 w 3295
αὐτοῦ 7 w 3300
τούτου 1 w 3306
πρόγνωσίς 1 w 3315
ἐστι 1 w 3319
διὰ 3 w 3323
τῶν 15 w 3326
περὶ 4 w 3330
κρίσεως 2 w 3337
ὑπομνημάτων 1 w 3348
γέγραπται 2 w 3357
δι 10 w 3360
ὧν 1 w 3362
καὶ 18 w 3365
ὅτι 2 w 3368
προεκρήγνυται 1 w 3381
πολλάκις 1 w 3389
6 w 3390
κρίσις 1 w 3396
οὐ 7 w 3399
περιμείνασα 1 w 3410
τὴν 18 w 3413
πιστῶς 1 w 3419
κρίνουσαν 1 w 3428
δεδήλωται 1 w 3437
συμβῆναι 1 w 3446
δὲ 6 w 3448
τοῦτο 2 w 3453
τῷ 5 w 3455
Ἕξστῳ 1 w 3460
δυνάμενον 1 w 3469
ἔγνων 2 w 3474
κατὰ 7 w 3478
τὴν 19 w 3481
τετάρτην 1 w 3489
ἡμέραν 3 w 3495
ὡς 9 w 3498
προειπεῖν 1 w 3507
ἐρομένῳ 1 w 3514
Πειθολάῳ 2 w 3522
τῷ 6 w 3524
κοιτωνίτῃ 1 w 3533
7 w 3534
τι 19 w 3536
θεσπίζοιμι 1 w 3546
περὶ 5 w 3550
τῶν 16 w 3553
μελλόντων 1 w 3562
ἤρετο 1 w 3568
γὰρ 3 w 3571
οὗτος 1 w 3576
ἐπειδὴ 1 w 3583
προεπειρᾶτό 1 w 3594
μου 3 w 3597
πολλὰ 2 w 3603
τῶν 17 w 3606
δοκούντων 1 w 3615
τοῖς 8 w 3619
σοφωτάτοις 1 w 3629
ἰατροῖς 2 w 3636
ἀδυνάτων 1 w 3644
εἶναι 1 w 3649
προειρηκότος 1 w 3661
ἀπεκρινάμην 1 w 3673
οὖν 8 w 3676
αὐτῷ 2 w 3680
γελάσας 1 w 3687
τῆς 14 w 3691
μὲν 7 w 3694
ἑβδόμης 1 w 3701
ἡμέρας 1 w 3707
ἐξωτέρω 1 w 3714
μὴ 5 w 3716
δύνασθαι 2 w 3724
προελθεῖν 1 w 3733
τὸ 14 w 3735
νόσημα 1 w 3741
κριθήσεσθαι 1 w 3753
δὲ 7 w 3755
πάντως 1 w 3761
2 w 3762
ἑκταῖον 1 w 3769
3 w 3771
ἑβδομαῖον 1 w 3780
ἑκταῖον 2 w 3788
μὲν 8 w 3791
οὖν 9 w 3794
κριθὲν 1 w 3800
ὑποστρέφειν 1 w 3811
αὐτό 1 w 3815
ἑβδομαῖον 2 w 3825
δὲ 8 w 3827
βεβαίαν 1 w 3834
ἕξειν 1 w 3839
τὴν 20 w 3842
κρίσιν 1 w 3848
ἔσεσθαι 2 w 3856
μέντοι 1 w 3862
τὴν 21 w 3865
κρίσιν 2 w 3871
ἐξ 9 w 3873
ἀνάγκης 1 w 3880
δι 11 w 3882
ἱδρῶτος 2 w 3889
ἐπεὶ 1 w 3894
δὲ 9 w 3896
κατὰ 8 w 3900
τὴν 22 w 3903
ἕκτην 1 w 3908
ἡμέραν 4 w 3914
οὕτως 2 w 3919
γε 12 w 3921
ἐκρίθη 1 w 3927
φιλόνεικος 1 w 3938
ὢν 1 w 3940
ἐσχάτως 1 w 3947
8 w 3948
Ἕξστος 2 w 3954
ὅπως 2 w 3959
ἐλέγξῃ 1 w 3965
ἐμὲ 3 w 3968
μὴ 6 w 3970
γενομένης 1 w 3979
ὑποστροφῆς 2 w 3989
ἐλούετο 1 w 3997
μὲν 9 w 4000
καθ 2 w 4003
ἑκάστην 1 w 4010
ἡμέραν 5 w 4016
οὔτε 3 w 4021
δ 75 w 4022
οἶνον 1 w 4027
ἔπινεν 1 w 4033
οὔτε 4 w 4037
προσηνέγκατό 1 w 4049
τι 20 w 4051
πλὴν 1 w 4055
χυλοῦ 1 w 4060
πτισάνης 1 w 4068
4 w 4070
αὐτὴν 1 w 4075
5 w 4077
μετὰ 3 w 4081
ψίχας 1 w 4086
ἄρτου 1 w 4091
πολλάκις 2 w 4100
δὲ 10 w 4102
καὶ 19 w 4105
αὐτὸς 2 w 4110
τὸν 8 w 4113
ἄρτον 1 w 4118
ἐν 12 w 4120
ὕδατι 1 w 4125
βρέξας 1 w 4131
ἠρκεῖτο 1 w 4138
μόνον 1 w 4143
ταῦτα 2 w 4149
ποιήσας 2 w 4156
ἄχρι 1 w 4160
τῆς 15 w 4163
δωδεκάτης 1 w 4172
ἡμέρας 2 w 4178
ἐκαυχήσατο 1 w 4188
κατ 15 w 4191
αὐτὴν 2 w 4196
νενικηκέναι 1 w 4207
μου 4 w 4210
τὴν 25 w 4213
πρόγνωσιν 2 w 4222
ἔπιε 1 w 4227
δὲ 11 w 4229
κατὰ 9 w 4233
τὴν 26 w 4236
τρισκαιδεκάτην 1 w 4250
ἡμέραν 6 w 4256
τρίτῃ 1 w 4261
ὥρᾳ 1 w 4264
ὑδατώδους 1 w 4273
οἴνου 1 w 4278
βραχύ 1 w 4283
τι 23 w 4285
σὺν 1 w 4288
τῷ 8 w 4290
καὶ 20 w 4293
τὴν 27 w 4296
ὅλην 1 w 4300
δίαιταν 1 w 4307
ἁδροτέραν 1 w 4316
βραχὺ 2 w 4321
ποιήσασθαι 1 w 4331
τῆς 16 w 4334
ἔμπροσθεν 1 w 4343
ἔτι 1 w 4347
μέντοι 2 w 4353
φυλάττων 1 w 4361
λεπτήν 1 w 4367
ἀλλὰ 2 w 4372
κατά 1 w 4376
τε 35 w 4378
τὴν 28 w 4381
ἑξῆς 1 w 4385
ἡμέραν 7 w 4391
ἀπὸ 1 w 4394
τῆς 17 w 4397
πρώτης 1 w 4403
κατακλίσεως 1 w 4414
τεσσαρεσκαιδεκάτην 1 w 4432
οὖσαν 1 w 4437
ἀρξάμενος 1 w 4446
πυρέττειν 1 w 4455
ἐκέλευσε 1 w 4463
μηδένα 1 w 4469
μοι 3 w 4472
δηλῶσαι 1 w 4479
νομίζων 1 w 4487
μηδὲ 1 w 4491
σφοδρὸν 1 w 4498
ἔσεσθαι 3 w 4505
τὸν 9 w 4508
πυρετὸν 1 w 4515
μηδὲ 2 w 4519
πλέον 1 w 4524
ἡμέρας 3 w 4530
μιᾶς 1 w 4534
ἐκταθήσεσθαι 1 w 4546
αὐτόν 1 w 4551
ἐπεὶ 2 w 4556
δὲ 14 w 4558
προϊούσης 1 w 4567
τῆς 18 w 4570
ἡμέρας 4 w 4576
ἀεὶ 1 w 4579
καὶ 21 w 4582
μᾶλλον 1 w 4588
ἐφαιδρύνετο 1 w 4599
Κλαύδιος 1 w 4608
Σεβῆρος 1 w 4615
ὑποστρέφων 1 w 4625
εἰς 13 w 4628
τὴν 29 w 4631
ἑαυτοῦ 1 w 4637
οἰκίαν 2 w 4643
πλησίον 1 w 4650
οὖσαν 2 w 4655
τῆς 19 w 4658
ἐκείνου 1 w 4665
πυθόμενος 1 w 4675
αὐτὸν 2 w 4680
πυρέττειν 2 w 4689
ἐπορεύθη 1 w 4697
πρὸς 5 w 4701
αὐτὸν 3 w 4706
εὑρών 1 w 4712
τε 39 w 4714
σφοδρῶς 1 w 4721
ἤδη 2 w 4724
πυρέττοντα 1 w 4734
πρῶτον 2 w 4741
μὲν 10 w 4744
ἐπύθετο 1 w 4751
τίνα 1 w 4755
γνώμην 1 w 4761
ἐγὼ 4 w 4764
περὶ 6 w 4768
τῆς 20 w 4771
ἀρχῆς 1 w 4776
τοῦ 26 w 4779
γεγενημένου 1 w 4790
πυρετοῦ 2 w 4797
νῦν 1 w 4800
αὐτῷ 3 w 4805
φαινοίμην 1 w 4814
ἔχων 1 w 4818
ἀκούσας 1 w 4826
δὲ 15 w 4828
παρ 10 w 4831
αὐτοῦ 8 w 4836
τὸ 21 w 4838
ἀληθὲς 1 w 4844
ὡς 10 w 4847
διὰ 4 w 4850
φιλονεικίαν 1 w 4861
οὐκ 3 w 4864
ἐδήλωσε 1 w 4871
πορευθῆναί 1 w 4881
τινα 1 w 4885
πρός 1 w 4889
με 25 w 4891
ἐκέλευσε 2 w 4900
παρακαλεῖν 1 w 4910
με 26 w 4912
εἰς 14 w 4915
τὴν 30 w 4918
ἐπίσκεψιν 1 w 4927
τοῦ 29 w 4930
Ἕξστου 1 w 4936
καὶ 22 w 4939
μετὰ 4 w 4943
ταῦτα 3 w 4948
πρὸς 6 w 4952
αὐτὸν 4 w 4957
ἀφικέσθαι 1 w 4966
τούτων 1 w 4973
γενομένων 1 w 4982
ἐπυνθάνετο 1 w 4992
τί 3 w 4994
μοι 4 w 4997
δοκεῖ 1 w 5002
περὶ 7 w 5006
τῆς 21 w 5009
ὑποστροφῆς 3 w 5019
τοῦ 30 w 5022
νοσήματος 1 w 5031
ἀπεκρινάμην 2 w 5043
οὖν 10 w 5046
αὐτῷ 4 w 5050
ὅπερ 1 w 5054
καὶ 23 w 5057
τῷ 11 w 5059
Ἕξστῳ 2 w 5064
προειρήκειν 1 w 5075
μετὰ 5 w 5080
τρεῖς 1 w 5085
ἡμέρας 5 w 5091
λυθήσεσθαι 1 w 5101
τὴν 31 w 5104
ἐπιβολὴν 1 w 5112
ταύτην 1 w 5118
ἱκανῶς 1 w 5124
θερμοῦ 1 w 5130
γενομένου 2 w 5139
τοῦ 31 w 5142
πυρετοῦ 3 w 5149
κατὰ 10 w 5153
αὐτάς 1 w 5158
εἶτα 1 w 5163
κριθησομένου 1 w 5175
κατὰ 11 w 5179
τὴν 32 w 5182
ἑπτακαιδεκάτην 1 w 5196
ἀπὸ 2 w 5199
τῆς 22 w 5202
ἀρχῆς 2 w 5207
ἡμέραν 8 w 5213
Ἕξστος 3 w 5220
οὖν 11 w 5223
ἡδέως 1 w 5228
ἀκούσας 2 w 5235
τὴν 33 w 5238
ἐν 13 w 5240
τάχει 1 w 5245
γενησομένην 1 w 5256
λύσιν 1 w 5261
ἑτοίμως 1 w 5268
ἐπίστευσεν 1 w 5278
1 w 5280
γὰρ 4 w 5283
ἕκαστος 1 w 5290
βούλεται 1 w 5298
δηλονότι 1 w 5306
τοῦτο 3 w 5312
καὶ 24 w 5315
οἴεται 1 w 5321
γενήσεσθαι 1 w 5331
Σεβῆρος 2 w 5339
δ 104 w 5340
ὅτι 3 w 5343
οὐκ 4 w 5346
ἂν 3 w 5348
σφαλείην 1 w 5356
ὑπὲρ 1 w 5360
τοῦ 34 w 5363
σωθήσεσθαι 1 w 5373
τὸν 14 w 5376
Ἕξστον 1 w 5382
ἐπίστευσέ 1 w 5391
μοι 5 w 5394
τὸ 24 w 5397
δὲ 16 w 5399
τῆς 23 w 5402
ἡμέρας 6 w 5408
ἐν 14 w 5410
1 w 5411
τελέως 1 w 5417
ἀπαλλαγοῖτο 1 w 5428
τοῦ 35 w 5431
νοσήματος 2 w 5440
οὐκ 5 w 5443
ἐπίστευε 1 w 5451
δύσκολον 1 w 5460
εἶναι 2 w 5465
νομίζων 2 w 5472
ἄνευ 2 w 5476
τοῦ 36 w 5479
περιμεῖναι 1 w 5489
κᾂν 1 w 5492
τὴν 34 w 5495
ἑξῆς 2 w 5499
ἡμέραν 9 w 5505
ἀποφήνασθαί 1 w 5516
τι 28 w 5518
βέβαιον 1 w 5525
ὑπὲρ 2 w 5529
τῶν 18 w 5532
εἰς 15 w 5535
τετάρτην 2 w 5543
ἡμέραν 10 w 5549
ἐσομένων 1 w 5557
ἅτε 1 w 5561
δ 107 w 5562
οὕτως 3 w 5567
διακείμενος 1 w 5578
ἔπεμψεν 1 w 5585
ὄρθρου 1 w 5591
βαθέος 1 w 5597
ἐπὶ 7 w 5600
τὴν 35 w 5603
οἰκίαν 3 w 5609
Ἕξστου 2 w 5615
περιμένοντά 1 w 5626
τε 46 w 5628
καὶ 25 w 5631
πρὸς 7 w 5635
αὐτὸν 5 w 5640
ἄξοντα 1 w 5646
μετὰ 6 w 5650
τὴν 36 w 5653
ἐσομένην 1 w 5661
ἐπίσκεψιν 2 w 5670
ὡς 11 w 5673
δὲ 17 w 5675
θεασάμενος 2 w 5685
τὸν 16 w 5688
Ἕξστον 2 w 5694
ἐπορεύθην 1 w 5703
πρὸς 8 w 5707
αὐτὸν 6 w 5712
ἀντιφήσεις 1 w 5723
ἔφη 2 w 5727
οἷς 1 w 5731
χθὲς 1 w 5735
εἶπες 1 w 5740
6 w 5742
διαμενεῖς 1 w 5751
ἐπὶ 8 w 5754
τῶν 19 w 5757
αὐτῶν 4 w 5762
ἐπεὶ 3 w 5767
δὲ 18 w 5769
νῦν 2 w 5772
μᾶλλον 2 w 5778
ἔφην 2 w 5782
7 w 5783
χθὲς 2 w 5787
ἀποφήνασθαί 2 w 5798
μοι 6 w 5801
τὰ 23 w 5803
αὐτὰ 2 w 5807
μετ 9 w 5811
ἄριστον 1 w 5818
αὖθίς 1 w 5823
με 35 w 5825
καλέσας 1 w 5832
ἤρετο 2 w 5837
πάλιν 1 w 5842
εἰ 17 w 5844
βεβαίως 1 w 5851
εἴην 2 w 5855
πεπεισμένος 1 w 5866
Ἕξστῳ 3 w 5871
ἐσομένην 2 w 5879
κρίσιν 3 w 5885
ἤκουεν 1 w 5892
οὖν 12 w 5895
παρ 12 w 5898
ἐμοῦ 1 w 5902
μᾶλλον 3 w 5908
8 w 5909
χθὲς 3 w 5913
ἔχειν 1 w 5918
διατείνασθαι 1 w 5930
ὡς 12 w 5933
δὲ 19 w 5935
καὶ 26 w 5938
τὴν 37 w 5941
δευτέραν 1 w 5949
ἡμέραν 11 w 5955
ἐπύθετό 1 w 5962
μου 5 w 5965
πότερον 1 w 5972
φυλάττοιμι 1 w 5982
τὴν 38 w 5985
αὐτὴν 3 w 5990
γνώμην 2 w 5996
ἐπὶ 9 w 5999
τοῖς 9 w 6003
προειρημένοις 1 w 6016
8 w 6018
τι 30 w 6020
καὶ 27 w 6023
μετακινοῖμι 1 w 6034
τῶν 21 w 6037
ῥηθέντων 1 w 6045
ἤκουσεν 1 w 6053
οὐδὲν 1 w 6058
μὲν 11 w 6061
ἐκείνων 1 w 6068
κινεῖν 1 w 6074
προστίθεσθαι 1 w 6087
δέ 4 w 6089
τι 31 w 6091
τοῖς 10 w 6095
εἰρημένοις 1 w 6105
ἔχων 2 w 6109
καὶ 28 w 6113
ὅς 1 w 6115
αὖθις 1 w 6120
ἤρετο 3 w 6125
τί 5 w 6127
τοῦτό 2 w 6132
ἐστιν 1 w 6137
ἤκουσεν 2 w 6145
ὅτι 4 w 6148
διελθούσης 1 w 6158
τῆς 24 w 6161
ἑπτακαιδεκάτης 1 w 6175
ἡμέρας 7 w 6181
ἄρξασθαι 1 w 6189
τὸν 18 w 6192
ἱδρῶτα 1 w 6198
περὶ 8 w 6202
δευτέραν 2 w 6210
ὥραν 1 w 6214
νυκτερινήν 1 w 6224
ἆρ 1 w 6227
οὖν 13 w 6230
ἔφη 4 w 6234
καὶ 29 w 6238
Πειθολάῳ 3 w 6246
ταῦτ 4 w 6250
εἶπας 1 w 6255
εἰρηκέναι 1 w 6265
τε 50 w 6267
ἔφην 3 w 6271
αὐτῷ 5 w 6275
καὶ 30 w 6278
πεπεῖσθαί 1 w 6287
γε 20 w 6289
ἐκεῖνον 1 w 6296
ὡς 13 w 6298
οὐκ 6 w 6301
ἂν 4 w 6303
σφαλείην 2 w 6311
ἐν 15 w 6313
τῇ 4 w 6315
προῤῥήσει 1 w 6324
καὶ 31 w 6327
θεραπείᾳ 1 w 6335
πάντως 2 w 6342
οὖν 14 w 6345
ἔφη 6 w 6348
καὶ 32 w 6351
τῷ 13 w 6353
αὐτοκράτορι 1 w 6364
δεδηλωκέναι 1 w 6375
Πειθόλαον 1 w 6384
ἴσως 1 w 6389
ἔφην 4 w 6394
οὗτος 2 w 6400
ἔφη 8 w 6403
ἐμοὶ 1 w 6408
δ 123 w 6409
οὐ 13 w 6411
μέλει 2 w 6416
τῆς 25 w 6419
ἐπὶ 10 w 6422
τοῖς 11 w 6426
τοιούτοις 1 w 6435
δόξης 1 w 6440
οὐ 14 w 6443
γὰρ 5 w 6446
περιέρχομαι 1 w 6457
κηρύττων 1 w 6465
τὰς 2 w 6468
ἐμὰς 1 w 6472
προγνώσεις 1 w 6482
τε 51 w 6484
καὶ 33 w 6487
θεραπείας 1 w 6496
ἵνα 1 w 6500
μᾶλλον 4 w 6506
οἱ 3 w 6508
ἰατροί 1 w 6514
τε 52 w 6516
καὶ 34 w 6519
φιλόσοφοί 1 w 6528
με 37 w 6530
μισῶσι 1 w 6536
γόητά 1 w 6542
τε 53 w 6544
καὶ 35 w 6547
μάντιν 1 w 6553
ἕτερά 1 w 6558
τε 55 w 6560
κατ 21 w 6563
ἐμοῦ 2 w 6567
τοιαῦτα 1 w 6574
θρυλοῦντες 1 w 6584
ὑμῖν 1 w 6589
δὲ 21 w 6591
τοῖς 12 w 6595
φίλοις 2 w 6601
ὅσοι 3 w 6605
κατεγνώκατε 1 w 6616
τῆς 26 w 6619
ἰατρικῆς 1 w 6627
τέχνης 1 w 6633
ἐκ 17 w 6635
τῆς 27 w 6638
τούτων 2 w 6644
ἀμαθίας 1 w 6651
ἐπιδείκνυμι 1 w 6663
τὴν 40 w 6666
μὲν 12 w 6669
τέχνην 2 w 6675
ἀξίαν 1 w 6680
Ἀπόλλωνός 1 w 6689
τε 59 w 6691
καὶ 36 w 6694
Ἀσκληπιοῦ 1 w 6703
τοὺς 3 w 6708
δὲ 22 w 6710
ἰατροὺς 1 w 6717
τούτους 1 w 6724
ὑβρίζειν 1 w 6732
αὐτήν 1 w 6737
ὥσπερ 1 w 6743
καὶ 37 w 6746
τοὺς 4 w 6750
φιλοσόφους 2 w 6760
φιλοσοφίαν 2 w 6770
οἵ 1 w 6773
γε 21 w 6775
μηδενὸς 1 w 6782
ἰδιώτου 1 w 6789
βέλτιον 1 w 6796
βιοῦντες 1 w 6804
ὀνομάζουσιν 1 w 6815
αὑτοὺς 1 w 6821
ὀνόματι 1 w 6828
σεμνῷ 1 w 6833
τῷ 14 w 6835
τῆς 28 w 6838
φιλοσοφίας 1 w 6848
ταῦτα 4 w 6854
μὲν 13 w 6857
εἶπον 1 w 6862
τῷ 15 w 6864
Σεβήρῳ 1 w 6870
σὺ 2 w 6873
δὲ 23 w 6875
1 w 6877
Ἐπίγενες 1 w 6885
ἔγνως 1 w 6891
τὴν 41 w 6894
κακοήθειαν 1 w 6904
τῶν 22 w 6907
ἰατρῶν 2 w 6913
σχεδὸν 1 w 6919
ἁπάντων 1 w 6926
εὐχομένων 1 w 6935
φανερῶς 1 w 6942
ἀποτυχεῖν 1 w 6951
με 38 w 6953
πεμπόντων 1 w 6962
τε 61 w 6964
δι 19 w 6966
ὅλης 1 w 6970
ἡμέρας 8 w 6976
τοὺς 6 w 6980
γνωσομένους 1 w 6991
τε 62 w 6993
καὶ 38 w 6996
ἀγγέλλοντας 1 w 7007
αὐτοῖς 3 w 7013
τὸ 29 w 7015
γενησόμενον 1 w 7026
οὐ 15 w 7029
γὰρ 6 w 7032
ᾔδεσάν 1 w 7038
με 40 w 7040
τῷ 16 w 7042
Σεβήρῳ 2 w 7048
καὶ 39 w 7051
Πειθολάῳ 4 w 7059
προειρηκότα 1 w 7070
δείλης 1 w 7076
ὄψεσθαι 1 w 7083
ἐσομένην 3 w 7091
τὴν 42 w 7094
ἀρχὴν 1 w 7099
τῆς 29 w 7102
κρίσεως 3 w 7109
ἐπεὶ 4 w 7114
δὲ 24 w 7116
περὶ 9 w 7120
τὴν 43 w 7123
ἑβδόμην 2 w 7130
ὥραν 2 w 7134
ἐπιπαροξυνθέντα 1 w 7149
τὸν 19 w 7152
Ἕξστον 3 w 7158
ἐπύθοντο 1 w 7166
καταγελῶντες 1 w 7179
καὶ 40 w 7182
φανερῶς 2 w 7189
ἐπιχαίροντες 1 w 7201
ἅπασι 1 w 7206
τοῖς 14 w 7210
ἀπαντῶσιν 1 w 7219
ἔλεγον 1 w 7225
κερτομοῦντες 1 w 7237
ὡς 14 w 7239
25 w 7240
θαυμαστὴ 1 w 7248
μαντεία 1 w 7255
τοῦ 38 w 7258
Γαληνοῦ 2 w 7265
κατὰ 12 w 7269
τοὐναντίον 1 w 7279
ἀπέβη 1 w 7284
γενομένης 2 w 7294
μέντοι 3 w 7300
τῆς 30 w 7303
κρίσεως 4 w 7310
ὡς 15 w 7313
προειρήκειν 2 w 7324
κατὰ 13 w 7328
τὴν 44 w 7331
προτεραίαν 1 w 7341
ἔφασαν 1 w 7348
ἑπομένην 1 w 7356
ἐναλλὰξ 1 w 7363
ἐτρέποντο 1 w 7373
πάντες 1 w 7379
αἰσχυνόμενοι 1 w 7391
καὶ 41 w 7395
ταῦτα 5 w 7400
τῆς 31 w 7403
προγνώσεως 2 w 7413
οὐδὲν 2 w 7418
ἐχούσης 1 w 7425
θαυμαστὸν 1 w 7434
ὡς 16 w 7437
ἔδειξά 1 w 7443
σοι 5 w 7446
διά 1 w 7449
τε 69 w 7451
τῶν 23 w 7454
εἰς 16 w 7457
πρῶτον 3 w 7463
ἐπιδημιῶν 1 w 7472
ὑπομνημάτων 2 w 7483
ἔτι 2 w 7487
τε 70 w 7489
τὴν 45 w 7492
περὶ 10 w 7496
τῶν 24 w 7499
κρίσεων 2 w 7506
πραγματείαν 2 w 7517
τούτοις 3 w 7525
μέντοι 4 w 7531
τοῖς 15 w 7535
ἰατροῖς 3 w 7542
οὐ 18 w 7545
μόνον 2 w 7550
ἀγνοεῖν 1 w 7557
ὑπάρχει 2 w 7564
τὰ 28 w 7566
γεγραμμένα 1 w 7576
τοῖς 16 w 7580
παλαιοῖς 1 w 7588
ἀλλὰ 3 w 7593
μηδὲ 3 w 7597
τὰς 3 w 7600
ἡμέρας 9 w 7606
ἀριθμεῖν 1 w 7614
ἔτι 3 w 7617
μετὰ 7 w 7621
τὴν 46 w 7624
ἑβδόμην 3 w 7631
καὶ 42 w 7634
μάλιστα 1 w 7641
ἐὰν 1 w 7644
ἀπύρετος 1 w 7652
γενόμενος 2 w 7661
9 w 7662
κάμνων 1 w 7668
αὖθις 2 w 7674
ἐξ 10 w 7676
ὑποστροφῆς 4 w 7686
πυρέττῃ 1 w 7693
καίτοι 1 w 7700
παρ 14 w 7703
Ἱπποκράτους 1 w 7714
κατὰ 14 w 7718
τῶν 25 w 7721
ἐπιδημιῶν 2 w 7730
βιβλία 1 w 7736
γεγραμμένων 2 w 7747
ἁπασῶν 1 w 7753
τῶν 26 w 7756
ἡμερῶν 1 w 7762
ἐφ 2 w 7764
ἑκάστῳ 1 w 7770
τῶν 27 w 7773
ἀῤῥώστων 1 w 7781
ἄχρι 2 w 7785
τῆς 32 w 7788
ἐσχάτης 1 w 7795
λύσεως 1 w 7801
οὐ 19 w 7803
μόνον 3 w 7808
εἰ 21 w 7810
κατὰ 15 w 7814
τὴν 47 w 7817
ιδ 13 w 7819
ἡμέραν 12 w 7826
ἀλλὰ 4 w 7830
καὶ 43 w 7833
κατὰ 16 w 7837
τὴν 48 w 7840
ξ 43 w 7841
9 w 7843
π 275 w 7844
τύχῃ 1 w 7849
γεγενημένη 1 w 7859
αὕτη 1 w 7864
μὲν 14 w 7867
οὖν 15 w 7870
29 w 7871
πρόῤῥησις 1 w 7880
ὡς 17 w 7883
ἔφην 5 w 7887
εἰ 22 w 7890
καὶ 44 w 7893
θαυμαστὴ 2 w 7901
τοῖς 17 w 7905
πολλοῖς 2 w 7912
τούτοις 4 w 7919
ἰατροῖς 4 w 7926
ἔταξεν 1 w 7932
ἀλλ 7 w 7936
οὐ 20 w 7938
τοιαύτη 1 w 7945
γε 31 w 7947
κατ 30 w 7950
ἀλήθειαν 1 w 7958
ἦν 1 w 7960
ὥσπερ 2 w 7966
οὐδ 4 w 7969
30 w 7970
μετὰ 8 w 7974
γνώσεως 3 w 7981
τῶν 28 w 7984
ἐνεστώτων 1 w 7993
θεραπεία 2 w 8001
τοῦ 39 w 8004
παιδὸς 3 w 8010
αὐτοῦ 9 w 8015
Κομμόδου 1 w 8023
κατὰ 17 w 8027
τὴν 49 w 8030
ἐπιδημίαν 1 w 8039
ἐκείνου 2 w 8046
γενομένη 4 w 8054