<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0057.tlg083.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="9"><p>[Γαληνοῦ ἐπάνοδος εἰς τὴν πατρίδα καὶ ἡ <lb/>πρὸς τῶν αὐτοκρατόρων ἐπανάκλησις αὐτοῦ.]
						Κἀγὼ θεασάμενος <lb/>αὐτῶν τὴν ὁρμὴν καὶ δείσας μὴ φθασάντων τι <lb/>πρᾶξαι κωλυθῶ τῆς
						ἐς Ἀσίαν ἐπανόδου <milestone unit="ed2page" n="845"/>, παρεκάλεσα <lb/>βραχὺν ἐπισχεῖν
						χρόνον. ἐγὼ γὰρ ἔφην ἐρεῖν αὐτοῖς <lb/>τὸν καιρὸν, ὁπόταν βουληθῶ τοῦτό μοι γενέσθαι.
						καὶ τοίνυν <lb/>ὅταν ἐπυνθανόμην πεπαῦσθαι τὴν στάσιν, ἄφνω τῆς Ῥωμαίων <lb/>πόλεως
						ἐξῆλθον, ὡς δῆθεν εἰς Καμπανίαν ἀπιὼν, ἕνα <lb/>καταλιπὼν οἰκέτην φυλάττοντα τὰ κατὰ τὴν
						οἴκησιν· ᾧ <lb/>προσέταξα πλοῖον ἐπιτηρήσαντι τῶν εἰς Ἀσίαν ἐξιόντων, <lb/>ἡμέρᾳ μιᾷ τῶν
						ἐκ τῆς Βηβούρας κερκώπων παραλαβόντα <lb/>τινὰ πωλῆσαί τε τὰ κατὰ τὴν οἰκίαν, ἐξελθεῖν
						τε παραχρῆμα <lb/>καὶ τῆς νεὼς ἐπιβάντα κατὰ τὸν ἐπὶ Σικελίας πλοῦν <lb/>εἰς τὴν πατρίδα
						παραγενέσθαι. ταῦτα μὲν οὖν ὀλίγον ὕστερον <lb/>ἐπράχθη. ἐγὼ δ᾿ ἀνὰ Καμπανίαν γενόμενος,
						εἶτ᾿ ἐκεῖθεν <lb/>ἔσπευσα μὲν εἰς τὸ Βρεντήσιον· ἀφικόμενος δὲ ὥρισα <lb/>κατὰ τὴν
						πρώτην ἀναγενομένην ναῦν, εἴτ᾿ ἐς Δυῤῥάχιον <lb/>εἴτ᾿ ἐπὶ τῆς Ἑλλάδος πλέοι,
						διαπεραιωθῆναι· δεδιὼς μή ﻿<pb n="649"/> τις ἄρα τῶν πολὺ δυναμένων ἀνδρῶν ἢ καὶ αὐτὸς ὁ
						αὐτοκράτωρ <lb/>γνούς μου τὴν ἔξοδον, ὡς δραπέτου πέμψας στρατιώτην <lb/>εἰς Ῥώμην
						ἐπανελθεῖν κελεύσειεν. ἐγὼ μὲν οὖν οὕτως <lb/>μετὰ μίαν ἡμέραν εἰς Κασσιόπην ἔπλευσα.
						ζητοῦντες <lb/>δέ με οἱ ἐν Ῥώμῃ φίλοι, παρά τε τοῦ καταλειφθέντος οἰκέτου
						<lb/>πυνθανόμενοι ποῦ ποτ᾿ εἴην, ἀκούοντες δὲ ἐν τῇ Καμπανίᾳ <lb/>διατρίβειν με, τὸ μὲν
						πρῶτον ὑπώπτευον τὸ γεγονός· <lb/>προϊόντος δὲ τοῦ χρόνου μήθ᾿ ὁρῶντες μήτε τὸν ἐμὸν
						ἄνθρωπον <lb/>ἐν Ῥώμῃ, ἔγνωσαν πεποιηκότα με τὰ ἐξαρχῆς λεγόμενα· <lb/>καὶ τότε μόγις
						ἐπείσθησαν ἅπαντες οἱ πρόσθεν <lb/>ἀπιστοῦντες ὄντως προκεῖσθαί μοι καταλιπεῖν τὴν
						Ῥώμην, <lb/>ὅτι μὴ ψευδῶς, ἀλλ᾿ ἀληθῶς ἔφασκον τοῦτο. μετὰ χρόνον δ᾿ <lb/>οὐ πολὺν
						ἐπανεληλυθότος τοῦ Λευκίου, πολέμου δ᾿ ἑτέρου <lb/>τοῦ <milestone unit="ed1page" n="459"/>πρὸς Γερμανοὺς πολεμηθέντος αὐτοῖς ἀρχὴ καθεστήκει. <lb/>γενομένου δὲ λόγου περὶ τῶν
						ἔργοις, οὐ λόγοις <lb/>ἐπιδεικνυμένων ἰατρικήν τε καὶ φιλοσοφίαν, οὐκ ὀλίγοι τῶν
						<lb/>περὶ αὐτοὺς ὠνόμαζον ἐμὲ τοιοῦτον ὑπάρχειν. ἐξωρμηκότες <lb/>οὖν ἤδη τῆς πόλεως, ὡς
						ἐπὶ τὸν πόλεμον, ὡρικότες τε τοῦ <pb n="650"/> χειμῶνος ἐν Ἀκυληΐᾳ διατρῖψαι,
						παρεσκευακότες τε καὶ συγκροτοῦντες <lb/>τὸ στράτευμα πέμπουσιν ὡς ἐμὲ κελεύοντες ἥκειν
						<lb/>ὡς αὐτούς. ἀλλὰ τοῦ Λευκίου κατὰ μέσον τοῦ χειμῶνος μεταστάντος <lb/>εἰς θεοὺς ὁ
						ἀδελφὸς αὐτοῦ κομίσας εἰς Ῥώμην <lb/>τὸ σῶμα καὶ ποιήσας ἀμφ᾿ αὐτῷ τὰ νομιζόμενα, τῆς
						ἐπὶ <lb/>τοὺς Γερμανοὺς ὁδοιπορίας εἴχετο κελεύων ἕπεσθαι κᾀμέ. <lb/>χρηστὸν δ᾿ ὄντα καὶ
						φιλάνθρωπον αὐτὸν ἐδυνήθην, ὡς οἶσθα, <lb/>πεῖσαι καταλιπεῖν ἐν τῇ Ῥώμῃ με· καὶ γὰρ διὰ
						ταχέων <lb/>ἐπανήξειν. παντὶ δ᾿ οὖν τῷ τῆς ἀποδημίας αὐτοῦ χρόνῳ <lb/>μεμνημένος τῆς
						συνήθους κακοηθείας τῶν κατὰ τὴν <lb/>πόλιν ἰατρῶν τε καὶ φιλοσόφων ἔγνων ἀναχωρεῖν
						αὐτῆς <lb/>ἄλλοτε εἰς ἄλλο χωρίον, ἐν ᾧπερ ἂν ὁ υἱὸς αὐτοῦ Κόμμοδος, <lb/>ὑπὸ Πειθολάῳ
						τρεφόμενος ἐντολὰς ἔχοντι παρ᾿ αὐτοῦ <lb/>τοῦ αὐτοκράτορος Ἀντωνίνου, καλεῖν πρὸς τὴν
						ἐπιμέλειαν <lb/>ἐπὶ παιδὸς, εἰ νοσήσειέ ποτε. παρὰ προσδοκίαν δ᾿ αὐτοῦ <lb/>χρονίσαντος
						ἐν τῷ Γερμανικῷ πολέμῳ, παντὶ τούτῳ τῷ <lb/>χρόνῳ πολλὰς πραγματείας ἔγραψα φιλοσόφους
						τε καὶ ἰατρικὰς, <lb/>ἃς ὑποστρέψαντος τοῦ βασιλέως εἰς τὴν Ῥώμην <lb/>αἰτήσασι τοῖς
						φίλοις ἔδωκα, παρὰ μόνοις ἐκείνοις ἐλπίσας <pb n="651"/> αὐτὰς ἔσεσθαι. ὡς εἴ γε
						ἠπιστάμην ἐκδοθήσεσθαι τοῖς <lb/>ἀναξίοις, οὐκ ἂν οὐδ᾿ ἐκείνοις ἔδωκα. καλῶ δ᾿ ἀναξίους
						ὅσοι <lb/>μοχθηροὶ τὴν ψυχὴν, οὐχ ἕνεκα τοῦ μαθεῖν τι πρὸς τὴν <lb/>ἀνάγνωσιν ἥκουσιν,
						ἀλλ᾿ ὅπως ἐπηρεάσαι τινὰ δυνηθῶσιν <lb/>ἐξ αὐτῶν. ἐν τούτοις οὖν τοῖς βιβλίοις ἡ θεωρία
						πᾶσα γέγραπται <lb/>τῆς τε διὰ τῶν σφυγμῶν προγνώσεως καὶ τῶν <lb/>ἅλλων προγνωστικῶν
						σημείων. ἣν οὖν πρόγνωσιν ἐποιησάμην <lb/>ἐπὶ θατέρου τῶν Κυιντιλιανοῦ υἱῶν ἐξ αὐτῶν
						βουληθέντι <lb/>σοι μαθεῖν <milestone unit="ed2page" n="846"/>ἐκ τίνος θεωρίας ἐγένετο,
						ῥᾳδία <lb/>καὶ καταφανὴς ἔσται τὴν περὶ κρίσεων πραγματείαν ἀναγνόντι, <lb/>γεγυμνασμένῳ
						τὸν λογισμὸν ἐκ παιδὸς ἐν γεωμετρίᾳ <lb/>τε καὶ διαλεκτικῇ. τοῖς πολλοῖς δὲ τούτοις
						ἰατροῖς, <lb/>ὅσοι τῆς μὲν ἐν τοῖς ἔργοις γυμνασίας ἀπέστησαν, εἰς <lb/>πανουργίαν δ᾿
						ἐκτραπόμενοι τὴν ἐπ᾿ αὐτῇ τέχνην ἤσκησαν, <lb/>οὔτε γνωσθῆναί τι τῶν γεγραμμένων
						δύνανται οὔτε <lb/>ἀκουσθῆναι. </p></div><div type="textpart" subtype="chapter" n="10"><p>[Πρόγνωσις ὑποστροφῆς πυρετοῦ καὶ λύσις <lb/>αὐτῆς δι᾿ ἱδρῶτος.] Ἕξστος οὖν Ἀντωνίνου
						υἱὸς ἤρξατο <lb/>μὲν ὀξύτατα νοσεῖν, ὡς μὴ δύνασθαι τὴν ἑβδόμην ἡμέραν <pb n="652"/>
						ὑπερβαλεῖν ἄνευ κρίσεως. ἥτις δ᾿ αὐτοῦ τούτου πρόγνωσίς <lb/>ἐστι, διὰ τῶν περὶ κρίσεως
						ὑπομνημάτων γέγραπται, δι᾿ ὧν <lb/>καὶ ὅτι προεκρήγνυται πολλάκις ἡ κρίσις, οὐ
						περιμείνασα <lb/>τὴν πιστῶς κρίνουσαν δεδήλωται. συμβῆναι δὲ τοῦτο τῷ <lb/>Ἕξστῳ
						δυνάμενον ἔγνων κατὰ τὴν τετάρτην ἡμέραν, ὡς <lb/>προειπεῖν ἐρομένῳ Πειθολάῳ τῷ
						κοιτωνίτῃ ὅ τι θεσπίζοιμι <lb/>περὶ τῶν μελλόντων. ἤρετο γὰρ οὗτος, ἐπειδὴ προεπειρᾶτό
						<lb/>μου, πολλὰ τῶν δοκούντων τοῖς σοφωτάτοις ἰατροῖς ἀδυνάτων <lb/>εἶναι προειρηκότος.
						ἀπεκρινάμην οὖν αὐτῷ γελάσας, τῆς <lb/>μὲν ἑβδόμης ἡμέρας ἐξωτέρω μὴ δύνασθαι προελθεῖν
						τὸ νόσημα· <lb/>κριθήσεσθαι δὲ πάντως ἢ ἑκταῖον, ἢ ἑβδομαῖον. <lb/>ἑκταῖον μὲν οὖν
						κριθὲν ὑποστρέφειν αὐτό· ἑβδομαῖον δὲ <lb/>βεβαίαν ἕξειν τὴν κρίσιν·ἔσεσθαι μέντοι τὴν
						κρίσιν ἐξ <lb/>ἀνάγκης δι᾿ ἱδρῶτος. ἐπεὶ δὲ κατὰ τὴν ἕκτην ἡμέραν οὕτως <lb/>γε ἐκρίθη,
						φιλόνεικος ὢν ἐσχάτως ὁ Ἕξστος, ὅπως ἐλέγξῃ <lb/>ἐμὲ μὴ γενομένης ὑποστροφῆς, ἐλούετο
						μὲν καθ᾿ ἑκάστην <lb/>ἡμέραν, οὔτε δ᾿ οἶνον ἔπινεν οὔτε προσηνέγκατό τι πλὴν <lb/>χυλοῦ
						πτισάνης, ἢ αὐτὴν, ἢ μετὰ ψίχας ἄρτου· πολλάκις <pb n="653"/> δὲ καὶ αὐτὸς τὸν ἄρτον ἐν
						ὕδατι βρέξας ἠρκεῖτο μόνον. <lb/>ταῦτα ποιήσας ἄχρι τῆς δωδεκάτης ἡμέρας ἐκαυχήσατο κατ᾿
						<lb/>αὐτὴν νενικηκέναι μου τὴν πρόγνωσιν. ἔπιε δὲ κατὰ τὴν <lb/>τρισκαιδεκάτην ἡμέραν
						τρίτῃ ὥρᾳ ὑδατώδους οἴνου βραχύ <lb/>τι σὺν τῷ καὶ τὴν ὅλην δίαιταν ἁδροτέραν βραχὺ
						ποιήσασθαι <lb/>τῆς ἔμπροσθεν, ἔτι μέντοι φυλάττων λεπτήν· ἀλλὰ <lb/>κατά τε τὴν ἑξῆς
						ἡμέραν ἀπὸ τῆς πρώτης κατακλίσεως τεσσαρεσκαιδεκάτην <lb/>οὖσαν ἀρξάμενος πυρέττειν
						ἐκέλευσε μηδένα <lb/>μοι δηλῶσαι, νομίζων μηδὲ σφοδρὸν ἔσεσθαι τὸν πυρετὸν <lb/>μηδὲ
						πλέον ἡμέρας μιᾶς ἐκταθήσεσθαι αὐτόν. ἐπεὶ δὲ προϊούσης <lb/>τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον
						ἐφαιδρύνετο, Κλαύδιος <lb/>Σεβῆρος ὑποστρέφων εἰς τὴν ἑαυτοῦ οἰκίαν πλησίον οὖσαν
						<lb/>τῆς ἐκείνου, πυθόμενος αὐτὸν πυρέττειν ἐπορεύθη πρὸς αὐτὸν, <lb/>εὑρών τε σφοδρῶς
						ἤδη πυρέττοντα, πρῶτον μὲν ἐπύθετο <lb/>τίνα γνώμην ἐγὼ περὶ τῆς ἀρχῆς τοῦ γεγενημένου
						πυρετοῦ <lb/>νῦν [αὐτῷ φαινοίμην ἔχων, ἀκούσας δὲ παρ᾿ αὐτοῦ <lb/>τὸ ἀληθὲς, ὡς διὰ
						φιλονεικίαν οὐκ ἐδήλωσε πορευθῆναί τινα <lb/>πρός με, ἐκέλευσε παρακαλεῖν με εἰς τὴν
						ἐπίσκεψιν τοῦ <lb/>Ἕξστου καὶ μετὰ ταῦτα πρὸς αὐτὸν ἀφικέσθαι. τούτων ﻿<pb n="654"/>
						γενομένων ἐπυνθάνετο τί μοι δοκεῖ περὶ τῆς ὑποστροφῆς <lb/>τοῦ νοσήματος. ἀπεκρινάμην
						οὖν αὐτῷ ὅπερ καὶ τῷ Ἕξστῳ <lb/>προειρήκειν, μετὰ τρεῖς ἡμέρας λυθήσεσθαι τὴν ἐπιβολὴν
						<lb/>ταύτην ἱκανῶς θερμοῦ γενομένου τοῦ πυρετοῦ κατὰ αὐτάς· <lb/>εἶτα κριθησομένου κατὰ
						τὴν ἑπτακαιδεκάτην ἀπὸ τῆς ἀρχῆς <lb/>ἡμέραν. Ἕξστος οὖν ἡδέως ἀκούσας τὴν ἐν τάχει
						γενησομένην <lb/>λύσιν ἑτοίμως ἐπίστευσεν· ὃ γὰρ ἕκαστος βούλεται δηλονότι, <lb/>τοῦτο
						καὶ οἴεται γενήσεσθαι. Σεβῆρος δ᾿ ὅτι οὐκ ἂν <lb/>σφαλείην ὑπὲρ τοῦ <milestone unit="ed2page" n="847"/>σωθήσεσθαι τὸν Ἕξστον ἐπίστευσέ <lb/>μοι· τὸ δὲ τῆς ἡμέρας ἐν
						ᾗ τελέως ἀπαλλαγοῖτο τοῦ <lb/>νοσήματος οὐκ ἐπίστευε, δύσκολον εἶναι νομίζων ἄνευ τοῦ
						<lb/>περιμεῖναι κᾂν τὴν ἑξῆς ἡμέραν ἀποφήνασθαί τι βέβαιον <lb/>ὑπὲρ τῶν εἰς τετάρτην
						ἡμέραν ἐσομένων. ἅτε δ᾿ οὕτως <lb/>διακείμενος ἔπεμψεν ὄρθρου βαθέος ἐπὶ τὴν οἰκίαν
						Ἕξστου <lb/>περιμένοντά τε καὶ πρὸς αὐτὸν ἄξοντα μετὰ τὴν ἐσομένην <lb/>ἐπίσκεψιν. ὡς δὲ
						θεασάμενος τὸν Ἕξστον ἐπορεύθην πρὸς <lb/>αὐτὸν, ἀντιφήσεις, ἔφη, οἷς χθὲς εἶπες, ἢ
						διαμενεῖς ἐπὶ τῶν <lb/>αὐτῶν; ἐπεὶ δὲ νῦν μᾶλλον ἔφην ἢ χθὲς ἀποφήνασθαί μοι <pb n="655"/> τὰ αὐτὰ, μετ᾿ ἄριστον αὖθίς με καλέσας ἤρετο πάλιν εἰ <lb/>βεβαίως εἴην πεπεισμένος
						Ἕξστῳ ἐσομένην κρίσιν. ἤκουεν <lb/>οὖν παρ᾿ ἐμοῦ μᾶλλον ἢ χθὲς ἔχειν διατείνασθαι. ὡς δὲ
						<lb/>καὶ τὴν δευτέραν ἡμέραν ἐπύθετό μου πότερον φυλάττοιμι <lb/>τὴν αὐτὴν γνώμην ἐπὶ
						τοῖς προειρημένοις, ἤ τι καὶ μετακινοῖμι <lb/>τῶν ῥηθέντων, ἤκουσεν οὐδὲν μὲν ἐκείνων
						κινεῖν, <lb/>προστίθεσθαι δέ τι τοῖς εἰρημένοις ἔχων. καὶ ὅς αὖθις ἤρετο <lb/>τί τοῦτό
						ἐστιν; ἤκουσεν ὅτι διελθούσης τῆς ἑπτακαιδεκάτης <lb/>ἡμέρας ἄρξασθαι τὸν ἱδρῶτα περὶ
						δευτέραν ὥραν <lb/>νυκτερινήν. ἆρ᾿ οὖν, ἔφη, καὶ Πειθολάῳ ταῦτ᾿ εἶπας; εἰρηκέναι <lb/>τε
						ἔφην αὐτῷ καὶ πεπεῖσθαί γε ἐκεῖνον ὡς οὐκ ἂν <lb/>σφαλείην ἐν τῇ προῤῥήσει καὶ θεραπείᾳ.
						πάντως οὖν ἔφη <lb/>καὶ τῷ αὐτοκράτορι δεδηλωκέναι Πειθόλαον. ἴσως, ἔφην, <lb/>οὗτος
						ἔφη· ἐμοὶ δ᾿ οὐ μέλει τῆς ἐπὶ τοῖς τοιούτοις δόξης, <lb/>οὐ γὰρ περιέρχομαι κηρύττων τὰς
						ἐμὰς προγνώσεις τε καὶ <lb/>θεραπείας, ἵνα μᾶλλον οἱ ἰατροί τε καὶ φιλόσοφοί με μισῶσι,
						<lb/>γόητά τε καὶ μάντιν ἕτερά τε κατ᾿ ἐμοῦ τοιαῦτα <lb/>θρυλοῦντες. ὑμῖν δὲ τοῖς φίλοις
						ὅσοι κατεγνώκατε <pb n="656"/>
						<milestone unit="ed1page" n="460"/>τῆς ἰατρικῆς τέχνης ἐκ τῆς τούτων ἀμαθίας,
						ἐπιδείκνυμι <lb/>τὴν μὲν τέχνην ἀξίαν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ, τοὺς <lb/>δὲ ἰατροὺς
						τούτους ὑβρίζειν αὐτήν· ὥσπερ καὶ τοὺς φιλοσόφους <lb/>φιλοσοφίαν, οἵ γε μηδενὸς ἰδιώτου
						βέλτιον βιοῦντες <lb/>ὀνομάζουσιν αὑτοὺς ὀνόματι σεμνῷ τῷ τῆς φιλοσοφίας. ταῦτα <lb/>μὲν
						εἶπον τῷ Σεβήρῳ· σὺ δὲ, ὦ Ἐπίγενες, ἔγνως τὴν κακοήθειαν <lb/>τῶν ἰατρῶν σχεδὸν ἁπάντων
						εὐχομένων φανερῶς <lb/>ἀποτυχεῖν με πεμπόντων τε δι᾿ ὅλης ἡμέρας τοὺς γνωσομένους
						<lb/>τε καὶ ἀγγέλλοντας αὐτοῖς τὸ γενησόμενον· οὐ γὰρ ᾔδεσάν <lb/>με τῷ Σεβήρῳ καὶ
						Πειθολάῳ προειρηκότα δείλης <lb/>ὄψεσθαι ἐσομένην τὴν ἀρχὴν τῆς κρίσεως. ἐπεὶ δὲ περὶ
						τὴν <lb/>ἑβδόμην ὥραν ἐπιπαροξυνθέντα τὸν Ἕξστον ἐπύθοντο, καταγελῶντες <lb/>καὶ φανερῶς
						ἐπιχαίροντες ἅπασι τοῖς ἀπαντῶσιν <lb/>ἔλεγον κερτομοῦντες ὡς ἡ θαυμαστὴ μαντεία τοῦ
						Γαληνοῦ <lb/>κατὰ τοὐναντίον ἀπέβη. γενομένης μέντοι τῆς κρίσεως, <lb/>ὡς προειρήκειν
						κατὰ τὴν προτεραίαν (ἔφασαν ἑπομένην <lb/>ἐναλλὰξ) ἐτρέποντο πάντες αἰσχυνόμενοι, καὶ
						ταῦτα <lb/>τῆς προγνώσεως οὐδὲν ἐχούσης θαυμαστὸν, ὡς ἔδειξά σοι <pb n="657"/> διά τε
						τῶν εἰς πρῶτον ἐπιδημιῶν ὑπομνημάτων, ἔτι τε τὴν <lb/>περὶ τῶν κρίσεων πραγματείαν.
						τούτοις μέντοι τοῖς ἰατροῖς, <lb/>οὐ μόνον ἀγνοεῖν ὑπάρχει τὰ γεγραμμένα τοῖς παλαιοῖς,
						<lb/>ἀλλὰ μηδὲ τὰς ἡμέρας ἀριθμεῖν ἔτι μετὰ τὴν ἑβδόμην καὶ <lb/>μάλιστα ἐὰν ἀπύρετος
						γενόμενος ὁ κάμνων, αὖθις ἐξ ὑποστροφῆς <lb/>πυρέττῃ. καίτοι παρ᾿ Ἱπποκράτους κατὰ τῶν
						ἐπιδημιῶν <lb/>βιβλία γεγραμμένων ἁπασῶν τῶν ἡμερῶν ἐφ᾿ ἑκάστῳ <lb/>τῶν ἀῤῥώστων ἄχρι
						τῆς ἐσχάτης λύσεως οὐ μόνον εἰ κατὰ <lb/>τὴν ιδ΄. ἡμέραν ἀλλὰ καὶ κατὰ τὴν ξ΄. ἢ π΄.
						τύχῃ γεγενημένη. <lb/>αὕτη μὲν οὖν ἡ πρόῤῥησις, ὡς ἔφην, εἰ καὶ θαυμαστὴ <lb/>τοῖς
						πολλοῖς τούτοις ἰατροῖς ἔταξεν, ἀλλ᾿ οὐ τοιαύτη γε κατ᾿ <lb/>ἀλήθειαν ἦν, ὥσπερ οὐδ᾿ ἡ
						μετὰ γνώσεως τῶν ἐνεστώτων <lb/>θεραπεία τοῦ παιδὸς αὐτοῦ Κομμόδου κατὰ τὴν ἐπιδημίαν
						<lb/>ἐκείνου γενομένη. </p></div></div></body></text></TEI>