Scaife ATLAS

CTS Library / De symptomatum differentiis

De symptomatum differentiis (4)

urn:cts:greekLit:tlg0057.tlg043.1st1K-grc1:4
Refs {'start': {'reference': '4', 'human_reference': 'Chapter 4'}}
Ancestors []
Children []
prev
plain textXML
next

Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς
ἡγεμονικοῦ εἴρηται συμπτώματα, μεταβαίνειν καιρὸς ἤδη
ἐπὶ θάτερον γένος τῶν ἐνεργειῶν, ἃς ὀνομάζουσι φυσικάς.
ἔσται δὴ κᾀνταῦθα καθ ἑκάστην αὐτῶν μὴ γινομένην κακῶς
γινομένην συμπτώματα τούτου μὲν γένους εἰσὶ τῶν
συμπτωμάτων κατὰ μὲν δὴ τὴν ὄρεξιν ἀνορεξίαι τε καὶ δυσορεξίαι
καὶ ἄμετροι σιτίων ἐπιθυμίαι· κατὰ δ αὖ τὴν πέψιν
ἀπεψίαι τε καὶ βραδυπεψίαι καὶ δυσπεψίαι. καὶ μὲν δὴ καὶ
περὶ τὴν ἀνάδοσιν ὡσαύτως, καὶ περὶ τὴν τοῦ αἵματος γένεσιν,
μὴ γιγνομένην κακῶς γιγνομένην, συμπτώματα
ἔσται. τούτου τοῦ γένους εἰσὶ τῶν συμπτωμάτων καὶ οἱ
ὕδεροι. καὶ μέν γε κατὰ τὴν τῆς θρέψεως ἐνέργειαν

63
ἀτροφίαι μέν τινες καὶ φθίσεις εἰσὶν αἱ ἀποτυχίαι· λευκᾶς δὲ
καὶ ὀφιάσεις καὶ ἀλωπεκίας καὶ πᾶν ὅσον τι τοιοῦτον εἶδος
συμπτώματος αἱ μοχθηραὶ θρέψεις ἀποτελοῦσιν. ἀσφυξίαι
δὲ καὶ κακοσφυξίαι περὶ τὴν τῶν σφυγμῶν ἐνέργειαν συμπτώματά
εἰσι. καὶ μὲν δὴ καὶ κατὰ τὴν διάκρισιν τῶν περιττωμάτων
μηδ ὅλως μὴ καλῶς ἐπιτελουμένην συμπτώματα
συνίσταται, τὰ μὲν ἀποροῦντα προσηγορίας οἰκείας, καθάπερ
τὰ περὶ τὴν μέλαιναν χολὴν, τὰ δὲ ὠνομασμένα συνήθως,
ὥσπερ ἴκτερος. μέθοδος δὲ κᾀνταῦθα τῆς ἁπάντων
εὑρέσεως γνῶσις τῶν φυσικῶν δυνάμεων, ἃς ἐν τῷ περὶ
αὐτῶν λόγῳ τέτταρας ἐν ἑκάστῳ τῶν τοῦ σώματος μορίων
ἐδείξαμεν ὑπάρχειν, ἑλκτικήν τε καὶ καθεκτικὴν καὶ ἀλλοιωτικὴν
καὶ ἀποκριτικήν. ἔσται δὴ καθ ἑκάστην αὐτῶν διττὸν
σύμπτωμα, θάτερον μὲν κακῶς γινομένης τῆς ἐνεργείας,
θάτερον δὲ οὐδ ὅλως γινομένης. ὥστε καθ ἕκαστον ὄργανον
φυσικὸν ὀκτὼ τὰ πάντα ἔσται συμπτώματα. εἴπερ
οὖν ἐκ τῆς ἀνατομῆς ἔγνωσται τὸ πλῆθος τῶν τοῦ
ζώου μορίων, εὑρεθήσεται ταχέως ἐξ αὐτοῦ τὸ πλῆθος
64
τῶν ἁπάντων συμπτωμάτων. ὅσα μὲν γὰρ τῆς φύσεως μόνης
ἐστὶν ὄργανα, τοῖς ὀκτὼ συμπτώμασιν ἁλώσεται μόνοις·
ὅσα δὲ τῆς ψυχῆς, καὶ τούτοις μὲν, ἐξ ἐπιμέτρου δὲ ἑτέροις
δυσί. δέδεικται γὰρ ὀλίγον ἔμπροσθεν, ὡς καθ ἑκάστην
τῶν ψυχικῶν ἐνεργειῶν διττὸν εἶδος ἔσται συμπτώματος, ἤτοι
μηδ ὅλως αὐτῶν κακῶς γινομένων. εἴρηται δὲ καὶ ὡς τὸ
κακῶς τοῦτο διττόν ἐστι, τὸ μὲν οἷον ἀμυδρῶς, τὸ δὲ
ὡς ἄν τις εἴποι πλημμελῶς. ὥστε πάλιν εἰ καὶ μὴ δύο τὰ
συμπτώματα
37
καθ ἑκάστην ἐνέργειάν τε καὶ δύναμιν εἶναι
λέγεις, ἀλλὰ τρία πάντα, θάτερον τῶν πρώτων δυοῖν
τέμνων δίχα, δώδεκα μὲν ἔσται τὰ πάντα καθ ἕκαστον ὄργανον
φυσικὸν, πεντεκαίδεκα δὲ ἐν τοῖς ψυχικοῖς. δ εἰς τὰς
πρώτας δύο διαφορὰς τομὴ ὀκτὼ μὲν τὰ τῶν φυσικῶν, δέκα
δὲ ἀπεργάζεται τὰ τῶν ψυχικῶν. εἰ δὲ καὶ κατὰ διττὸν εἴη
λόγον ὄργανόν τι ψυχικὸν αἰσθητικόν τε ἅμα καὶ κινητικὸν,
ὀκτωκαίδεκα μὲν ἔσται τὰ συμπτώματα κατὰ τὴν δευτέραν
τομὴν, δώδεκα δὲ κατὰ τὴν προτέραν. ἐφ ἑνὸς οὖν
65
δευτέρου μορίου δείξαντες τὸ λεγόμενον, ὅπερ ἐπὶ τούτων
ἡμεῖς, τοῦτ ἐπὶ πάντων ἀξιώσομεν ποιῆσαι τὸν βουλόμενον
ἐξαριθμήσασθαι τὰ συμπτώματα, μὴ τοῖς ὀνόμασι προσέχοντα
τὸν νοῦν, (οὐ γὰρ εὑρήσει πανταχόθι συνήθεις προσηγορίας)
ἀλλ εἰς αὐτὴν ἀποβλέποντα τῶν πραγμάτων τὴν
φύσιν. ἔστω δ γαστὴρ ὄργανον τῆς πέψεως ἕλκον μὲν,
ὡς ἐδείκνυμεν, εἰς ἑαυτὸ τὴν οἰκείαν τροφὴν, ἀποκρῖνον δὲ
πᾶν ὅσον ἀλλότριον· ἀλλὰ καὶ κατέχον τουτὶ τὸ ἑλχθὲν καὶ
ἀλλοιοῦν τὸ κατασχεθέν. ὅταν οὖν ἤτοι μηδ ὅλως ἕλκειν,
κακῶς ἕλκειν αὐτῇ συμβῇ, δύο μὲν ταυτὶ δή μοι νόει περὶ
τὴν ἑλκτικὴν δύναμιν τὰ συμπτώματα. τέμνεται δὲ αὖθις
διχῆ θάτερον αὐτῶν τὸ μοχθηρῶς, εἰ καὶ μὴ τοῖς ὀνόμασιν
ἔχεις ἐνδείξασθαι σαφῶς· οὐ γὰρ κεῖταί τι κατ αὐτῶν οὐδὲν
ὄνομα· λόγῳ γοῦν ὡς οἷόν τε πειρώμενος ἑρμηνεύειν, ὅτι
καὶ κατ αὐτὸ τοῦτο τὸ μοχθηρῶς, τὸ μὲν οἷον ἀῤῥώστως
ἔσται, τὸ δὲ οἷον πλημμελῶς. ἀῤῥώστως μὲν τὸ μόγις καὶ
δυσχερῶς καὶ σὺν χρόνῳ πολλῷ· πλημμελῶς δὲ, τὸ οἷον
παλμωδῶς, τρομωδῶς, σπασμωδῶς, κλονωδῶς. ἐπὶ
66
δέ γε τῆς ἀλλοιωτικῆς δυνάμεως ἐν τῇ γαστρὶ τὸ μὲν μηδ
ὅλως ἐστὶν, ὅταν οἷάπερ ἐλήφθη τὰ σιτία τοιαῦτα διαμένῃ
κατὰ πᾶσαν ποιότητα· τὸ δ ἀῤῥώστως, ἴδιον ὄνομα κέκτηται
τὴν βραδυπεψίαν· ὥσπερ καὶ τὸ πλημμελῶς, εἰς ἀλλόκοτον
ποιότητα τῶν σιτίων μεταβολήν· ὥστε γενέσθαι τὰ
σύμπαντα συμπτώματα τρία περὶ τὴν μίαν ἐνέργειαν ἀποτυγχανομένην.
καλεῖται δὲ μὲν ἐνέργεια, πέψις, ἀλλοίωσις
οὖσα τῶν σιτίων εἰς τὴν οἰκείαν τῷ ζώῳ ποιότητα· βραδυπεψία
δὲ ἐν χρόνῳ πλείονι καὶ μόγις εἰς τὴν αὐτὴν ποιότητα
μεταβολή· τὸ δ ἀλλοιοῦσθαι μὲν εἰς ἑτέραν ποιότητα,
μὴ μέντοι κατὰ φύσιν, ἀπεψίαν ὀνομάζουσιν· ὁμωνύμως δὲ
αὐτῇ προσαγορεύεται καὶ στέρησις τῆς ἐνεργείας. καί τοι
σαφέστερον ἦν ταύτην μὲν μόνην ἀπεψίαν ὀνομάζεσθαι,
δυσπεψίαν δὲ τὴν πλημμελῆ μεταβολὴν, βραδυπεψίαν δὲ τὴν
ἄῤῥωστον ἀλλοίωσιν· ἀλλὰ γὰρ, ὅπερ Πλάτων ἔλεγεν,
ἀγνοοῦντες οἱ παλαιοὶ τὰ πλεῖστα τῶν πραγμάτων τὰ μὲν
οὐδ ὅλως, τὰ δὲ οὐκ ὀρθῶς ὠνόμασαν. οὔκουν ἐξαπατᾶσθαι
χρὴ τοῖς ὀνόμασιν, ἀλλ εἰς αὐτὴν ἀποβλέπειν τῶν πραγμάτων
67
τὴν οὐσίαν. εἴπερ οὖν τοῦτο ποιοῖμεν, εὑρήσο
216
μεν
ὡσαύτως καὶ τῆς καθεκτικῆς δυνάμεως ἐνέργειαν μὲν τὴν
κατὰ φύσιν, ὅταν ἐξισῶται χρόνος τῆς περιστολῆς τῷ χρόνῳ
τῆς πέψεως, καὶ σφίγγηται πανταχόθεν ἀκριβῶς τὰ σιτία·
στέρησιν δὲ παντελῆ τῆς ἐνεργείας, ὅταν μηδ ὅλως περιλαμβάνῃ·
γίνεται δὲ τοῦτο ἐν ταῖς λειεντερίαις· ἀῤῥωστίαν δὲ
ὁπόταν μὴ περιστέλληται καλῶς, μὴ μέχρι τῆς παντελοῦς
πέψεως, ἅμα ἄμφω συμπίπτῃ. ἐπειδὴ γὰρ ἐν δυοῖν τούτοιν
ὑπῆρχε τὸ καλῶς ἐνεργεῖν τὴν περισταλτικὴν δύναμιν,
τῷ τε μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν μεταξὺ τῆς τε γαστρὸς
καὶ τῶν σιτίων, τῷ τ ἐξισοῦσθαι τὸν χρόνον τῆς περιστολῆς
τῷ χρόνῳ τῆς πέψεως, ἤτοι κατὰ θάτερον
38
αὐτῶν μόνον
ἐνεργήσει κακῶς, κατ ἄμφω, καὶ συμπτώματα ἀκολουθήσει,
κλύδωνες μὲν καὶ πνευματώσεις ἀῤῥώστοις περιστολαῖς, ἐκκρίσεις
δὲ ταχεῖαι καὶ διαφθορὰ τῶν σιτίων ἐν τῇ κάτω
γαστρὶ, ταῖς ὀλιγοχρονίοις. ἔνθα σε καὶ τούτῳ κελεύω
προσέχειν τὸν νοῦν, ὡς ἕπεται πολλάκις ἕτερον ἑτέρῳ
συμπτώματι. τῇ μὲν γὰρ ἀῤῥώστῳ περιστολῇ ποτὲ μὲν
68
οἱ κλύδωνες ἕπονται, ποτὲ δὲ αἱ πνευματώσεις· τῇ δ ὀλιγοχρονίῳ
πάντως μὲν αἱ ἐλλιπεῖς πέψεις, ἐφεξῆς δὲ ἤτοι ταχεῖα
διέξοδος τῶν σιτίων, διαφθορὰ κατὰ τὴν κάτω γαστέρα.
ταχείας μὲν οὖν διεξόδου συμπτώματα ἀχώριστα
διαχωρήσεως ὑγρότης καὶ ἀνάδοσις ἐλλιπής· διαφθορᾶς δὲ
δυσωδία μὲν ἐν τοῖς διαχωρουμένοις ἐξ ἀνάγκης, οὐκ ἐξ ἀνάγκης
δὲ δήξεις πνευματώσεις, ἀλλ ἔστιν ὅτε μὲν οὐδέτερον
αὐτῶν, ἔστιν ὅτε δὲ θάτερον, ὁτὲ δ ἀμφότερα. διὰ τί δὲ
κᾀν τούτοις κᾀν τοῖς ἔμπροσθεν εἰρημένοις τινὰ μὲν ἐξ
ἀνάγκης ἕπεται, τινὰ δ οὐκ ἐξ ἀνάγκης, ἐν τῷ μετὰ τοῦτον
διέξιμεν λόγῳ τῷ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν. ἐν
δὲ τῷ παρόντι μετιέναι καιρὸς ἐπὶ τὴν λοιπὴν διαφορὰν τῶν
συμπτωμάτων τῆς καθεκτικῆς δυνάμεως. ὅταν οὖν περιστέλληται
γαστὴρ τοῖς σιτίοις, ἀλλὰ μετὰ παλμοῦ τινος,
οἷον σπασμοῦ τε καὶ τρόμου καὶ κλόνου, πλημμελὲς ἂν εἴη
τὸ τοιοῦτον τῆς περιστολῆς ἔργον. τοῦ μὲν οὖν παλμοῦ τῆς
γαστρὸς σαφῶς αἰσθανόμεθα, καὶ μέν γε καὶ τοῦ σπασμοῦ,
69
λυγμὸς γὰρ ὀνομάζεται τὸ σύμπτωμα· τοῦ δὲ οἷον τρόμον,
παθήματος αὐτῆς, οὐκέτ ἐναργῶς, ἀλλ εἰ προσέχοις τῷ
λόγῳ τὸν νοῦν, οὐκ ἂν οὐδὲ τοῦτο φωράσαις χαλεπῶς.
ὅταν οὖν ἐδηδοκότι σοι μήτε κλύδων τις ἐνοχλῇ, μήτε πνευμάτωσις,
ἀλλὰ μήτε παλμός τις εἴη, μήτε λὺγξ, ἀήθους δ
ἀπορίας αἴσθησις ὑπάρχῃ κατὰ τὴν γαστέρα, καὶ οἷον βαρύνηταί
τε καὶ κάμνῃ καὶ ποθῇ θᾶττον ὑπελθεῖν κάτω τὸ
βάρος ἄνω ἅμα τῷ τινα ἐρυγὴν προσγενέσθαι, καί που
καὶ δυσχέρεια περὶ τὴν ἀναπνοὴν δύσφορος δή τις καὶ δύσφραστος
ἕπηται, τόθ ἡγοῦ τὴν γαστέρα περιεστάλθαι μὲν τοῖς
σιτίοις, ἀλλ οἷον τρομωδῶς. δὲ οἷον κλονώδης κίνησις ἐν
τοῖς ῥίγεσι μάλιστα καταφανής ἐστιν, ἅπαντα τοῦ ζώου καταλαμβάνουσα
τὰ μόρια. περὶ μὲν δὴ τούτων ἐπιπλέον ἐν
τοῖς μετὰ τοῦτο λεχθήσεται γράμμασι· νυνὶ δὲ ἐπὶ τὴν τετάρτην
ἤδη τῆς γαστρὸς μετέλθωμεν δύναμιν, τὴν ἀποκριτικήν
τε καὶ προωστικὴν ὀνομαζομένην, ἧς μὲν οἷον στέρησις
ἔν τισιν ἰδέαις εἰλεῶν γίνεται· δὲ ἀῤῥωστία συνεχῶς ἐγγίγνεται
ἐν βραδείαις τισὶ περιττωμάτων διεξόδοις· δ οἷον
70
πλημμελὴς κίνησις, ὅταν ἤτοι πρὶν τελειωθῆναι τὴν πέψιν
ἐξορμήσῃ πρὸς τὴν ἐνέργειαν, βραδύνῃ καὶ μέλλῃ τελειωθείσης,
μετά τινος ἤδη τῶν εἰρημένων γίνεται συμπτωμάτων,
ἄλλως πως ἀνωμάλως, οἷον ἀκρατῶς αὐτοῖς ἐμπίπτει
τοῖς σιτίοις γαστὴρ, ἀταμίευτον ἔχουσα τὴν κίνησιν
ὁμοίως τοῖς εἰς τὸ κάταντες θέουσιν, εἶτα στῆναι μὴ δυναμένοις.
ἐπὶ μὲν δὴ τῆς γαστρὸς, ὡς ὀργάνου πέψεως, εἴρηται
τὰ συμπτώματα· καθότι δὲ καὶ τρέφεσθαι δεῖται, καὶ
τὸ θρέψον ἕλκειν εἰς ἑαυτὴν, καὶ κατέχειν γε, μέχρι περ ἂν
ἀλλοιώσῃ καὶ ἀποκρίνῃ τὸ περιττὸν, ἕτερον ἶσον ἀριθμὸν
κτήσεται συμπτωμάτων, ὡς ὁμοιομερὲς σῶμα. τάχα οὖν ἂν
εἴη κάλλιον ἅπαντα
39
τὰ περὶ τὴν θρεπτικὴν ἐνέργειαν
διελθεῖν συμπτώματα, τῷ τε γαστρὸς σώματι καὶ τοῖς ἄλλοις
ἅπασι μορίοις ὑπάρχοντα κοινά· σαφέστερος γὰρ λόγος
οὕτως ἂν γένοιτο τοῖς ἐντυγχάνουσιν, ἐναργέστερόν τ ἄν τις
διδάξειε τὸ μικρῷ πρόσθεν εἰρημένον, ὡς ἔστι καὶ σύμπτωμα
συμπτώματος αἴτιον. ἑνὸς γοῦν συμπτώματος τῆς ἀτροφίας,
εἴτε καθ ὅλον αὕτη γίνοιτο τὸ ζῶον, εἴτε καθ ἕν τι μόριον
71
αὐτοῦ, πλείω προηγεῖται συμπτώματα. δεομένου γὰρ τοῦ
μέλλοντος θρέψεσθαι καλῶς ἕλκειν τε πρὸς ἑαυτὸ τὴν οἰκείαν
τροφὴν καὶ κατέχειν αὐτὴν ἄχρις ἂν ἀλλοιῶσαν ἐξομοιώσῃ,
καὶ μέντοι καὶ ἀποκρίνειν τὸ περιττόν· ὄντος δὲ
καὶ αὐτοῦ τοῦ περιττοῦ διττοῦ κατὰ γένος, γὰρ τῷ ποσῷ
περιττόν ἐστιν, τῷ ποιῷ, ἀνάγκη πᾶσα τὸ ἀτροφοῦν μόριον
δι ἕν τι τῶν εἰρημένων τοῦτο πάσχειν, διὰ πλείω.
εἴτε γὰρ ἐλλιπῶς ἕλκει τὸ θρέψον, μηδ ὅλως, μοχθηρῶς
ἀτροφήσει τὸ μόριον· εἴτε τοῦτο μὲν ὅσον τε ἐχρῆν
εἶναι καὶ οἷον ἐπάρδοιτο, σύμπτωμα δέ τι περὶ τὴν καθεκτικὴν
δύναμιν εἴη τοῖς ἐπὶ τῆς γαστρὸς εἰρημένοις ἀνάλογον,
ἀτροφήσει καὶ οὕτως. εἰ δὲ καὶ τούτων τῶν δυνάμεων ἀμέμπτως
ἐνεργουσῶν ἀποκριτικὴ σφάλλοιτο πλέον προσῆκε
κενοῦσα, καὶ οὕτως ἂν ἰσχνὸν καὶ ἄτροφον ἀποδειχθείη τὸ
μόριον. ἀλλὰ μὴν καὶ τῆς ἀλλοιωτικῆς δυνάμεως τὰ συμπτώματα,
τὸ μὲν οἷον στέρησις, ὅπερ ἀπεψίαν ἔφαμεν ὀνομάζεσθαι,
ἄντικρυς δῆλον, ὡς ἰσχνὸν ἐργάζεται τὸ μόριον·
72
τὸ δ οἷον ἀῤῥωστία τις, ὅπερ καλοῦμεν βραδυπεψίαν, ἐν
χρόνῳ μὲν πλείονι, σαφῆ δ οὖν καὶ αὐτὴ ποιήσει ποτὲ τὴν
ἰσχνότητα· τῷ δὲ τρίτῳ συμπτώματι, τῆς δυσπεψίας ἀνάλογον,
οὐκ ἰσχνὸν καὶ ἄτροφον, ἀλλ ἐξηλλαγμένον τὴν ἰδέαν
ἀποδείξει τὸ μόριον, ὥσπερ ἔν τε ταῖς λεύκαις καὶ ταῖς ἐλεφαντιάσεσι
φαίνεται. προσέχειν δὲ ἐνταῦθα χρὴ τὸν νοῦν καὶ
διορίζειν, πότερον χυμοῦ τινος ἐπιῤῥυέντος, τῶν στερεῶν
αὐτῶν οὕτω διακειμένων ἐξήλλακται τὰ τῆς χροιᾶς. εἰ μὲν γὰρ
διὰ χυμὸν, ἐξ ἑτέρου γένους τὸ σύμπτωμά ἐστι, καὶ οὐ τῆς
ἀλλοιωτικῆς δυνάμεως τὸ σφάλμα· εἰ δ ὅλον δι ὅλου τὸ μόριόν
ἐστιν οἷον οὐκ ἐχρῆν εἶναι, τῆς ἀλλοιωτικῆς δυνάμεως.
γίνεται μὲν γὰρ κᾀν τοῖς ἰκτερικοῖς ἐξάλλαξις τοῦ κατὰ φύσιν
χρώματος, ἀλλὰ τοῦτο μὲν σύμπτωμά ἐστι τῆς διακριτικῆς
ἐνεργείας, πλὴν εἰ μὴ τῶν φλεβῶν αὐτῶν πάθος ποθ ὑπάρχει,
τηνικαῦτα γὰρ τῆς ἀλλοιωτικῆς ἐστιν· δὲ καθ ἕκαστον
μόριον ἴδιος ἄχροια, εἰ μὴ διά τινα χυμὸν ἔξωθεν ἐπίῤῥυτον
γίνεται, οἷον δυσπεψία τίς ἐστι τῆς ἐν αὐτῷ δυνάμεως ἀλλοιωτικῆς
τε καὶ πεπτικῆς. ἐξέλωμεν δὴ ταύτην ἐν τῷ
73
παρόντι λόγῳ τὴν ἀτροφίαν κακοτροφίαν τινὰ οὖσαν· ἐπὶ
δὲ τὴν στερητικὴν τῆς θρέψεως ὀνομαζομένην ἀτροφίαν ἐπανελθόντες
ἀναμνήσωμεν, ὡς αὕτη τε σύμπτωμά ἐστι καὶ
ἕπεται συμπτώμασιν ἄλλοτ ἄλλοις, ἤτοι περὶ τὴν ἑλκτικὴν,
περὶ τὴν καθεκτικὴν, τὴν ἀποκριτικὴν δύναμιν, καὶ
περὶ τὴν ἀλλοιωτικὴν αὐτὴν γιγνομένοις. ἁπάντων δὲ τούτων
τῶν συμπτωμάτων αἴτια τὰ νοσήματα. φέρε γὰρ ἐλλιπῶς
ἐπί τι μόριον ἕλκεσθαι τὴν τροφὴν, καὶ διὰ τοῦτ ἀτροφεῖν
αὐτὸ, νόση
217
μα ἐξανάγκης προηγεῖταί τι ταύτης τῆς
ἐλλιποῦς ἕλξεως· εἴρηται γὰρ ὅταν αὐτὸ τὸ μόριον ἀῤῥωστότερον
ἐφ ἑαυτὸ τὴν τροφὴν ἐπισπᾶται, πάντως δή που
δύσκρατον ὑπάρχειν· νόσος δὲ δυσκρασία· εἰ δ εὔκρατον
μὲν εἴη τὸ μόριον, ἔμφραξις δέ τις ἐν τοῖς τῆς ἀναδόσεως
ὀργάνοις ὑπάρχουσα παρεμποδίζει τὴν ἀνάδοσιν, μὲν ἔμφραξις
νόσημα,
40
σύμπτωμα δ αὐτῆς βλάβη τῆς ἀναδόσεως.
οὐ μόνον δὲ ἐπερχόμενος ἕκαστον τῶν συμπτωμάτων,
ὅσα διά τινα βλάβην ἐνεργείας γίνεται, μάθοις ἂν ὡς
προηγεῖταί τι νόσημα πάντως αὐτῶν, ἀλλὰ κᾀξ αὐτῆς τῆς
74
οὐσίας τῶν πραγμάτων ἔνεστί σοι χωρὶς ἐπαγωγῆς συλλογίζεσθαι.
τὴν μὲν γὰρ ὑγείαν αἰτίαν ἐνεργείας ἐθέμεθα, τὴν
δὲ νόσον αἰτίαν ἐνεργείας βλάβης· ἀλλὰ καὶ τὰ συμπτώματα,
περὶ ὧν δὴ νῦν τὸν λόγον ποιούμεθα, βλάβας ἐνεργειῶν
ὑπάρχειν ἔφαμεν. ἐκ δὲ τούτων ὑποκειμένων συμβαίνει,
τοῦ τοιούτου γένους τῶν συμπτωμάτων αἰτίας εἶναι τὰς
νόσους.

Tokens

Ἀλλὰ 1 w 4
γὰρ 1 w 7
ἐπειδὴ 1 w 13
καὶ 1 w 16
τὰ 1 w 18
περὶ 1 w 22
τοῦ 1 w 25
τῆς 1 w 28
ψυχῆς 1 w 33
ἡγεμονικοῦ 1 w 43
εἴρηται 1 w 50
συμπτώματα 1 w 60
μεταβαίνειν 1 w 72
καιρὸς 1 w 78
ἤδη 1 w 81
ἐπὶ 1 w 84
θάτερον 1 w 91
γένος 1 w 96
τῶν 1 w 99
ἐνεργειῶν 1 w 108
ἃς 1 w 111
ὀνομάζουσι 1 w 121
φυσικάς 1 w 128
ἔσται 1 w 134
δὴ 2 w 136
κᾀνταῦθα 1 w 144
καθ 1 w 147
ἑκάστην 1 w 155
αὐτῶν 1 w 160
1 w 161
μὴ 1 w 163
γινομένην 1 w 172
2 w 173
κακῶς 1 w 178
γινομένην 2 w 187
συμπτώματα 2 w 197
τούτου 1 w 203
μὲν 1 w 206
γένους 1 w 212
εἰσὶ 1 w 216
τῶν 3 w 219
συμπτωμάτων 1 w 230
κατὰ 1 w 234
μὲν 2 w 237
δὴ 3 w 239
τὴν 1 w 242
ὄρεξιν 1 w 248
ἀνορεξίαι 1 w 257
τε 2 w 259
καὶ 2 w 262
δυσορεξίαι 1 w 272
καὶ 3 w 275
ἄμετροι 1 w 282
σιτίων 1 w 288
ἐπιθυμίαι 1 w 297
κατὰ 2 w 302
δ 6 w 303
αὖ 1 w 306
τὴν 2 w 309
πέψιν 1 w 314
ἀπεψίαι 1 w 321
τε 3 w 323
καὶ 4 w 326
βραδυπεψίαι 1 w 337
καὶ 5 w 340
δυσπεψίαι 1 w 349
καὶ 6 w 353
μὲν 3 w 356
δὴ 4 w 358
καὶ 7 w 361
περὶ 2 w 365
τὴν 3 w 368
ἀνάδοσιν 1 w 376
ὡσαύτως 1 w 383
καὶ 8 w 387
περὶ 3 w 391
τὴν 4 w 394
τοῦ 2 w 397
αἵματος 1 w 404
γένεσιν 1 w 411
3 w 413
μὴ 2 w 415
γιγνομένην 1 w 425
4 w 426
κακῶς 2 w 431
γιγνομένην 2 w 441
συμπτώματα 3 w 452
ἔσται 2 w 457
τούτου 2 w 464
τοῦ 3 w 467
γένους 2 w 473
εἰσὶ 2 w 477
τῶν 4 w 480
συμπτωμάτων 2 w 491
καὶ 9 w 494
οἱ 1 w 496
ὕδεροι 1 w 502
καὶ 10 w 506
μέν 5 w 509
γε 3 w 511
κατὰ 3 w 515
τὴν 5 w 518
τῆς 2 w 521
θρέψεως 1 w 528
ἐνέργειαν 1 w 537
ἀτροφίαι 1 w 545
μέν 6 w 548
τινες 1 w 553
καὶ 11 w 556
φθίσεις 1 w 563
εἰσὶν 1 w 568
αἱ 1 w 570
ἀποτυχίαι 1 w 579
λευκᾶς 1 w 586
δὲ 1 w 588
καὶ 12 w 591
ὀφιάσεις 1 w 599
καὶ 13 w 602
ἀλωπεκίας 1 w 611
καὶ 14 w 614
πᾶν 1 w 617
ὅσον 1 w 621
τι 2 w 623
τοιοῦτον 1 w 631
εἶδος 1 w 636
συμπτώματος 1 w 647
αἱ 2 w 649
μοχθηραὶ 1 w 657
θρέψεις 1 w 664
ἀποτελοῦσιν 1 w 675
ἀσφυξίαι 1 w 684
δὲ 2 w 686
καὶ 15 w 689
κακοσφυξίαι 1 w 700
περὶ 4 w 704
τὴν 6 w 707
τῶν 5 w 710
σφυγμῶν 1 w 717
ἐνέργειαν 2 w 726
συμπτώματά 1 w 736
εἰσι 1 w 740
καὶ 16 w 744
μὲν 4 w 747
δὴ 5 w 749
καὶ 17 w 752
κατὰ 4 w 756
τὴν 7 w 759
διάκρισιν 1 w 768
τῶν 6 w 771
περιττωμάτων 1 w 783
5 w 784
μηδ 1 w 787
ὅλως 1 w 792
6 w 793
μὴ 3 w 795
καλῶς 1 w 800
ἐπιτελουμένην 1 w 813
συμπτώματα 4 w 823
συνίσταται 1 w 833
τὰ 6 w 836
μὲν 5 w 839
ἀποροῦντα 1 w 848
προσηγορίας 1 w 859
οἰκείας 1 w 866
καθάπερ 1 w 874
τὰ 7 w 876
περὶ 5 w 880
τὴν 8 w 883
μέλαιναν 1 w 891
χολὴν 1 w 896
τὰ 8 w 899
δὲ 3 w 901
ὠνομασμένα 1 w 911
συνήθως 1 w 918
ὥσπερ 1 w 924
1 w 925
ἴκτερος 1 w 932
μέθοδος 1 w 940
δὲ 4 w 942
κᾀνταῦθα 2 w 950
τῆς 3 w 953
ἁπάντων 1 w 960
εὑρέσεως 1 w 968
2 w 969
γνῶσις 1 w 975
τῶν 7 w 978
φυσικῶν 1 w 985
δυνάμεων 1 w 993
ἃς 2 w 996
ἐν 4 w 998
τῷ 1 w 1000
περὶ 6 w 1004
αὐτῶν 2 w 1009
λόγῳ 1 w 1013
τέτταρας 1 w 1021
ἐν 5 w 1023
ἑκάστῳ 1 w 1029
τῶν 9 w 1032
τοῦ 4 w 1035
σώματος 1 w 1042
μορίων 1 w 1048
ἐδείξαμεν 1 w 1057
ὑπάρχειν 1 w 1065
ἑλκτικήν 1 w 1074
τε 7 w 1076
καὶ 18 w 1079
καθεκτικὴν 1 w 1089
καὶ 19 w 1092
ἀλλοιωτικὴν 1 w 1103
καὶ 20 w 1106
ἀποκριτικήν 1 w 1117
ἔσται 3 w 1123
δὴ 6 w 1125
καθ 4 w 1128
ἑκάστην 2 w 1136
αὐτῶν 3 w 1141
διττὸν 1 w 1147
σύμπτωμα 1 w 1155
θάτερον 2 w 1163
μὲν 6 w 1166
κακῶς 3 w 1171
γινομένης 1 w 1180
τῆς 4 w 1183
ἐνεργείας 1 w 1192
θάτερον 3 w 1200
δὲ 5 w 1202
οὐδ 1 w 1205
ὅλως 2 w 1210
γινομένης 2 w 1219
ὥστε 1 w 1224
καθ 5 w 1227
ἕκαστον 1 w 1235
ὄργανον 1 w 1242
φυσικὸν 1 w 1249
ὀκτὼ 1 w 1253
τὰ 9 w 1255
πάντα 1 w 1260
ἔσται 4 w 1265
συμπτώματα 5 w 1275
εἴπερ 1 w 1281
οὖν 1 w 1284
ἐκ 1 w 1286
τῆς 5 w 1289
ἀνατομῆς 1 w 1297
ἔγνωσται 1 w 1305
τὸ 2 w 1307
πλῆθος 1 w 1313
τῶν 11 w 1316
τοῦ 5 w 1319
ζώου 1 w 1323
μορίων 2 w 1329
εὑρεθήσεται 1 w 1341
ταχέως 1 w 1347
ἐξ 1 w 1349
αὐτοῦ 1 w 1354
τὸ 3 w 1356
πλῆθος 2 w 1362
τῶν 12 w 1365
ἁπάντων 2 w 1372
συμπτωμάτων 3 w 1383
ὅσα 1 w 1387
μὲν 7 w 1390
γὰρ 2 w 1393
τῆς 6 w 1396
φύσεως 1 w 1402
μόνης 1 w 1407
ἐστὶν 1 w 1412
ὄργανα 1 w 1418
τοῖς 1 w 1423
ὀκτὼ 2 w 1427
συμπτώμασιν 1 w 1438
ἁλώσεται 1 w 1446
μόνοις 1 w 1452
ὅσα 2 w 1456
δὲ 6 w 1458
τῆς 7 w 1461
ψυχῆς 2 w 1466
καὶ 21 w 1470
τούτοις 1 w 1477
μὲν 8 w 1480
ἐξ 2 w 1483
ἐπιμέτρου 1 w 1492
δὲ 7 w 1494
ἑτέροις 1 w 1501
δυσί 1 w 1505
δέδεικται 1 w 1515
γὰρ 3 w 1518
ὀλίγον 1 w 1524
ἔμπροσθεν 1 w 1533
ὡς 1 w 1536
καθ 6 w 1539
ἑκάστην 3 w 1547
τῶν 13 w 1550
ψυχικῶν 1 w 1557
ἐνεργειῶν 2 w 1566
διττὸν 2 w 1572
εἶδος 2 w 1577
ἔσται 5 w 1582
συμπτώματος 2 w 1593
ἤτοι 1 w 1598
μηδ 2 w 1601
ὅλως 3 w 1606
αὐτῶν 4 w 1611
7 w 1612
κακῶς 4 w 1617
γινομένων 1 w 1626
εἴρηται 2 w 1634
δὲ 8 w 1636
καὶ 22 w 1639
ὡς 2 w 1641
τὸ 5 w 1643
κακῶς 5 w 1648
τοῦτο 1 w 1653
διττόν 1 w 1659
ἐστι 1 w 1663
τὸ 6 w 1666
μὲν 9 w 1669
οἷον 1 w 1673
ἀμυδρῶς 1 w 1680
τὸ 7 w 1683
δὲ 9 w 1685
ὡς 3 w 1687
ἄν 1 w 1689
τις 1 w 1692
εἴποι 1 w 1697
πλημμελῶς 1 w 1706
ὥστε 2 w 1711
πάλιν 1 w 1716
εἰ 5 w 1718
καὶ 23 w 1721
μὴ 4 w 1723
δύο 1 w 1726
τὰ 10 w 1728
συμπτώματα 6 w 1738
καθ 7 w 1741
ἑκάστην 4 w 1749
ἐνέργειάν 1 w 1758
τε 12 w 1760
καὶ 24 w 1763
δύναμιν 1 w 1770
εἶναι 1 w 1775
λέγεις 1 w 1781
ἀλλὰ 1 w 1786
τρία 1 w 1790
πάντα 2 w 1795
θάτερον 4 w 1803
τῶν 15 w 1806
πρώτων 1 w 1812
δυοῖν 1 w 1817
τέμνων 1 w 1823
δίχα 1 w 1827
δώδεκα 1 w 1834
μὲν 10 w 1837
ἔσται 6 w 1842
τὰ 11 w 1844
πάντα 3 w 1849
καθ 8 w 1852
ἕκαστον 2 w 1860
ὄργανον 2 w 1867
φυσικὸν 2 w 1874
πεντεκαίδεκα 1 w 1887
δὲ 10 w 1889
ἐν 9 w 1891
τοῖς 2 w 1895
ψυχικοῖς 1 w 1903
3 w 1905
δ 47 w 1906
εἰς 1 w 1910
τὰς 1 w 1913
πρώτας 1 w 1919
δύο 2 w 1922
διαφορὰς 1 w 1930
τομὴ 1 w 1934
ὀκτὼ 3 w 1938
μὲν 11 w 1941
τὰ 13 w 1943
τῶν 16 w 1946
φυσικῶν 2 w 1953
δέκα 1 w 1958
δὲ 11 w 1960
ἀπεργάζεται 1 w 1971
τὰ 14 w 1973
τῶν 17 w 1976
ψυχικῶν 2 w 1983
εἰ 7 w 1986
δὲ 12 w 1988
καὶ 25 w 1991
κατὰ 5 w 1995
διττὸν 3 w 2001
εἴη 1 w 2004
λόγον 1 w 2009
ὄργανόν 1 w 2016
τι 9 w 2018
ψυχικὸν 1 w 2025
αἰσθητικόν 1 w 2035
τε 15 w 2037
ἅμα 1 w 2040
καὶ 26 w 2043
κινητικὸν 1 w 2052
ὀκτωκαίδεκα 1 w 2064
μὲν 12 w 2067
ἔσται 7 w 2072
τὰ 16 w 2074
συμπτώματα 7 w 2084
κατὰ 6 w 2088
τὴν 9 w 2091
δευτέραν 1 w 2099
τομὴν 1 w 2104
δώδεκα 2 w 2111
δὲ 13 w 2113
κατὰ 7 w 2117
τὴν 10 w 2120
προτέραν 1 w 2128
ἐφ 1 w 2131
ἑνὸς 1 w 2136
οὖν 2 w 2139
8 w 2140
δευτέρου 1 w 2148
μορίου 1 w 2154
δείξαντες 1 w 2163
τὸ 9 w 2165
λεγόμενον 1 w 2174
ὅπερ 1 w 2179
ἐπὶ 2 w 2182
τούτων 1 w 2188
ἡμεῖς 1 w 2193
τοῦτ 2 w 2198
ἐπὶ 3 w 2202
πάντων 3 w 2208
ἀξιώσομεν 1 w 2217
ποιῆσαι 1 w 2224
τὸν 4 w 2227
βουλόμενον 1 w 2237
ἐξαριθμήσασθαι 1 w 2251
τὰ 19 w 2253
συμπτώματα 8 w 2263
μὴ 7 w 2266
τοῖς 3 w 2270
ὀνόμασι 1 w 2277
προσέχοντα 1 w 2287
τὸν 5 w 2290
νοῦν 1 w 2294
οὐ 2 w 2298
γὰρ 4 w 2301
εὑρήσει 1 w 2308
πανταχόθι 1 w 2317
συνήθεις 1 w 2325
προσηγορίας 2 w 2336
ἀλλ 3 w 2340
εἰς 2 w 2344
αὐτὴν 1 w 2349
ἀποβλέποντα 1 w 2360
τῶν 18 w 2363
πραγμάτων 1 w 2372
τὴν 12 w 2375
φύσιν 1 w 2380
ἔστω 1 w 2385
δ 61 w 2386
5 w 2388
γαστὴρ 1 w 2394
ὄργανον 3 w 2401
τῆς 8 w 2404
πέψεως 1 w 2410
ἕλκον 1 w 2415
μὲν 13 w 2418
ὡς 4 w 2421
ἐδείκνυμεν 1 w 2431
εἰς 3 w 2435
ἑαυτὸ 1 w 2440
τὴν 13 w 2443
οἰκείαν 1 w 2450
τροφὴν 1 w 2456
ἀποκρῖνον 1 w 2466
δὲ 14 w 2468
πᾶν 2 w 2471
ὅσον 2 w 2475
ἀλλότριον 1 w 2484
ἀλλὰ 2 w 2489
καὶ 27 w 2492
κατέχον 1 w 2499
τουτὶ 1 w 2504
τὸ 13 w 2506
ἑλχθὲν 1 w 2512
καὶ 28 w 2515
ἀλλοιοῦν 1 w 2523
τὸ 14 w 2525
κατασχεθέν 1 w 2535
ὅταν 1 w 2540
οὖν 3 w 2543
ἤτοι 2 w 2547
μηδ 3 w 2550
ὅλως 4 w 2555
ἕλκειν 1 w 2561
9 w 2563
κακῶς 6 w 2568
ἕλκειν 2 w 2574
αὐτῇ 1 w 2578
συμβῇ 1 w 2583
δύο 3 w 2587
μὲν 14 w 2590
ταυτὶ 1 w 2595
δή 1 w 2597
μοι 1 w 2600
νόει 1 w 2604
περὶ 7 w 2608
τὴν 14 w 2611
ἑλκτικὴν 1 w 2619
δύναμιν 2 w 2626
τὰ 20 w 2628
συμπτώματα 9 w 2638
τέμνεται 1 w 2647
δὲ 15 w 2649
αὖθις 1 w 2654
διχῆ 1 w 2658
θάτερον 5 w 2665
αὐτῶν 5 w 2670
τὸ 15 w 2672
μοχθηρῶς 1 w 2680
εἰ 10 w 2683
καὶ 29 w 2686
μὴ 8 w 2688
τοῖς 4 w 2692
ὀνόμασιν 1 w 2700
ἔχεις 1 w 2705
ἐνδείξασθαι 1 w 2716
σαφῶς 1 w 2721
οὐ 3 w 2724
γὰρ 5 w 2727
κεῖταί 1 w 2733
τι 13 w 2735
κατ 10 w 2738
αὐτῶν 6 w 2744
οὐδὲν 1 w 2749
ὄνομα 1 w 2754
λόγῳ 2 w 2759
γοῦν 1 w 2763
ὡς 5 w 2765
οἷόν 1 w 2769
τε 18 w 2771
πειρώμενος 1 w 2781
ἑρμηνεύειν 1 w 2791
ὅτι 1 w 2795
καὶ 30 w 2798
κατ 11 w 2801
αὐτὸ 1 w 2806
τοῦτο 2 w 2811
τὸ 17 w 2813
μοχθηρῶς 2 w 2821
τὸ 18 w 2824
μὲν 15 w 2827
οἷον 2 w 2831
ἀῤῥώστως 1 w 2839
ἔσται 8 w 2844
τὸ 19 w 2847
δὲ 17 w 2849
οἷον 3 w 2853
πλημμελῶς 2 w 2862
ἀῤῥώστως 2 w 2871
μὲν 16 w 2874
τὸ 20 w 2876
μόγις 1 w 2881
καὶ 31 w 2884
δυσχερῶς 1 w 2892
καὶ 32 w 2895
σὺν 1 w 2898
χρόνῳ 1 w 2903
πολλῷ 1 w 2908
πλημμελῶς 3 w 2918
δὲ 18 w 2920
τὸ 21 w 2923
οἷον 4 w 2927
παλμωδῶς 1 w 2935
10 w 2937
τρομωδῶς 1 w 2945
11 w 2947
σπασμωδῶς 1 w 2956
12 w 2958
κλονωδῶς 1 w 2966
ἐπὶ 4 w 2970
δέ 3 w 2972
γε 10 w 2974
τῆς 9 w 2977
ἀλλοιωτικῆς 1 w 2988
δυνάμεως 1 w 2996
ἐν 11 w 2998
τῇ 2 w 3000
γαστρὶ 1 w 3006
τὸ 22 w 3008
μὲν 17 w 3011
μηδ 4 w 3014
ὅλως 5 w 3019
ἐστὶν 2 w 3024
ὅταν 2 w 3029
οἷάπερ 1 w 3035
ἐλήφθη 1 w 3041
τὰ 21 w 3043
σιτία 1 w 3048
τοιαῦτα 1 w 3055
διαμένῃ 1 w 3062
κατὰ 8 w 3066
πᾶσαν 1 w 3071
ποιότητα 1 w 3079
τὸ 23 w 3082
δ 83 w 3083
ἀῤῥώστως 3 w 3092
ἴδιον 1 w 3098
ὄνομα 2 w 3103
κέκτηται 1 w 3111
τὴν 15 w 3114
βραδυπεψίαν 1 w 3125
ὥσπερ 2 w 3131
καὶ 33 w 3134
τὸ 24 w 3136
πλημμελῶς 4 w 3145
εἰς 4 w 3149
ἀλλόκοτον 1 w 3158
ποιότητα 2 w 3166
τῶν 21 w 3169
σιτίων 2 w 3175
μεταβολήν 1 w 3184
ὥστε 3 w 3189
γενέσθαι 1 w 3197
τὰ 23 w 3199
σύμπαντα 1 w 3207
συμπτώματα 10 w 3217
τρία 2 w 3221
περὶ 8 w 3225
τὴν 16 w 3228
μίαν 1 w 3232
ἐνέργειαν 3 w 3241
ἀποτυγχανομένην 1 w 3256
καλεῖται 1 w 3265
δὲ 19 w 3267
6 w 3268
μὲν 18 w 3271
ἐνέργεια 4 w 3279
πέψις 1 w 3285
ἀλλοίωσις 1 w 3295
οὖσα 1 w 3299
τῶν 22 w 3302
σιτίων 3 w 3308
εἰς 5 w 3311
τὴν 17 w 3314
οἰκείαν 2 w 3321
τῷ 2 w 3323
ζώῳ 1 w 3326
ποιότητα 3 w 3334
βραδυπεψία 3 w 3345
δὲ 20 w 3347
7 w 3348
ἐν 14 w 3350
χρόνῳ 2 w 3355
πλείονι 1 w 3362
καὶ 34 w 3365
μόγις 2 w 3370
εἰς 6 w 3373
τὴν 18 w 3376
αὐτὴν 2 w 3381
ποιότητα 4 w 3389
μεταβολή 2 w 3397
τὸ 25 w 3400
δ 89 w 3401
ἀλλοιοῦσθαι 1 w 3413
μὲν 19 w 3416
εἰς 7 w 3419
ἑτέραν 1 w 3425
ποιότητα 5 w 3433
μὴ 9 w 3436
μέντοι 1 w 3442
κατὰ 9 w 3446
φύσιν 2 w 3451
ἀπεψίαν 1 w 3459
ὀνομάζουσιν 1 w 3470
ὁμωνύμως 1 w 3479
δὲ 21 w 3481
αὐτῇ 2 w 3485
προσαγορεύεται 1 w 3499
καὶ 35 w 3502
8 w 3503
στέρησις 1 w 3511
τῆς 10 w 3514
ἐνεργείας 2 w 3523
καί 3 w 3527
τοι 7 w 3530
σαφέστερον 1 w 3540
ἦν 1 w 3542
ταύτην 1 w 3548
μὲν 20 w 3551
μόνην 1 w 3556
ἀπεψίαν 2 w 3563
ὀνομάζεσθαι 1 w 3574
δυσπεψίαν 1 w 3584
δὲ 22 w 3586
τὴν 20 w 3589
πλημμελῆ 1 w 3597
μεταβολὴν 1 w 3606
βραδυπεψίαν 2 w 3618
δὲ 23 w 3620
τὴν 21 w 3623
ἄῤῥωστον 1 w 3631
ἀλλοίωσιν 1 w 3640
ἀλλὰ 3 w 3645
γὰρ 6 w 3648
ὅπερ 2 w 3653
3 w 3654
Πλάτων 1 w 3660
ἔλεγεν 1 w 3666
ἀγνοοῦντες 1 w 3677
οἱ 2 w 3679
παλαιοὶ 1 w 3686
τὰ 25 w 3688
πλεῖστα 1 w 3695
τῶν 23 w 3698
πραγμάτων 2 w 3707
τὰ 26 w 3709
μὲν 21 w 3712
οὐδ 3 w 3715
ὅλως 6 w 3720
τὰ 27 w 3723
δὲ 24 w 3725
οὐκ 1 w 3728
ὀρθῶς 1 w 3733
ὠνόμασαν 1 w 3741
οὔκουν 1 w 3748
ἐξαπατᾶσθαι 1 w 3759
χρὴ 1 w 3762
τοῖς 5 w 3766
ὀνόμασιν 2 w 3774
ἀλλ 13 w 3778
εἰς 8 w 3782
αὐτὴν 3 w 3787
ἀποβλέπειν 1 w 3797
τῶν 24 w 3800
πραγμάτων 3 w 3809
τὴν 23 w 3812
οὐσίαν 1 w 3818
εἴπερ 2 w 3824
οὖν 4 w 3827
τοῦτο 3 w 3832
ποιοῖμεν 1 w 3840
εὑρήσο 1 w 3847
μεν 8 w 3850
ὡσαύτως 2 w 3857
καὶ 36 w 3860
τῆς 11 w 3863
καθεκτικῆς 1 w 3873
δυνάμεως 2 w 3881
ἐνέργειαν 4 w 3890
μὲν 22 w 3893
τὴν 24 w 3896
κατὰ 10 w 3900
φύσιν 3 w 3905
ὅταν 3 w 3910
ἐξισῶται 1 w 3918
4 w 3919
χρόνος 1 w 3925
τῆς 12 w 3928
περιστολῆς 1 w 3938
τῷ 3 w 3940
χρόνῳ 3 w 3945
τῆς 13 w 3948
πέψεως 2 w 3954
καὶ 37 w 3958
σφίγγηται 1 w 3967
πανταχόθεν 1 w 3977
ἀκριβῶς 1 w 3984
τὰ 29 w 3986
σιτία 2 w 3991
στέρησιν 1 w 4000
δὲ 25 w 4002
παντελῆ 1 w 4009
τῆς 14 w 4012
ἐνεργείας 3 w 4021
ὅταν 4 w 4026
μηδ 5 w 4029
ὅλως 7 w 4034
περιλαμβάνῃ 1 w 4045
γίνεται 1 w 4053
δὲ 26 w 4055
τοῦτο 4 w 4060
ἐν 18 w 4062
ταῖς 1 w 4066
λειεντερίαις 1 w 4078
ἀῤῥωστίαν 1 w 4088
δὲ 27 w 4090
ὁπόταν 1 w 4096
13 w 4097
μὴ 10 w 4099
περιστέλληται 1 w 4112
καλῶς 2 w 4117
14 w 4119
μὴ 11 w 4121
μέχρι 1 w 4126
τῆς 15 w 4129
παντελοῦς 1 w 4138
πέψεως 3 w 4144
15 w 4146
ἅμα 2 w 4149
ἄμφω 1 w 4153
συμπίπτῃ 1 w 4161
ἐπειδὴ 2 w 4168
γὰρ 7 w 4171
ἐν 19 w 4173
δυοῖν 2 w 4178
τούτοιν 1 w 4185
ὑπῆρχε 1 w 4191
τὸ 26 w 4193
καλῶς 3 w 4198
ἐνεργεῖν 1 w 4206
τὴν 25 w 4209
περισταλτικὴν 1 w 4222
δύναμιν 3 w 4229
τῷ 4 w 4232
τε 25 w 4234
μηδεμίαν 1 w 4242
ἀπολιπεῖν 1 w 4251
χώραν 1 w 4256
κενὴν 1 w 4261
μεταξὺ 1 w 4267
τῆς 16 w 4270
τε 26 w 4272
γαστρὸς 1 w 4279
καὶ 38 w 4282
τῶν 25 w 4285
σιτίων 4 w 4291
τῷ 5 w 4294
τ 397 w 4295
ἐξισοῦσθαι 1 w 4306
τὸν 6 w 4309
χρόνον 1 w 4315
τῆς 17 w 4318
περιστολῆς 2 w 4328
τῷ 6 w 4330
χρόνῳ 4 w 4335
τῆς 18 w 4338
πέψεως 4 w 4344
ἤτοι 3 w 4349
κατὰ 11 w 4353
θάτερον 6 w 4360
αὐτῶν 7 w 4365
μόνον 1 w 4370
ἐνεργήσει 1 w 4379
κακῶς 7 w 4384
16 w 4386
κατ 16 w 4389
ἄμφω 2 w 4394
καὶ 39 w 4398
συμπτώματα 11 w 4408
ἀκολουθήσει 1 w 4419
κλύδωνες 1 w 4428
μὲν 23 w 4431
καὶ 40 w 4434
πνευματώσεις 1 w 4446
ἀῤῥώστοις 1 w 4455
περιστολαῖς 1 w 4466
ἐκκρίσεις 1 w 4476
δὲ 28 w 4478
ταχεῖαι 1 w 4485
καὶ 41 w 4488
διαφθορὰ 1 w 4496
τῶν 27 w 4499
σιτίων 5 w 4505
ἐν 22 w 4507
τῇ 4 w 4509
κάτω 1 w 4513
γαστρὶ 2 w 4519
ταῖς 2 w 4524
ὀλιγοχρονίοις 1 w 4537
ἔνθα 1 w 4542
σε 12 w 4544
καὶ 42 w 4547
τούτῳ 1 w 4552
κελεύω 1 w 4558
προσέχειν 1 w 4567
τὸν 7 w 4570
νοῦν 2 w 4574
ὡς 6 w 4577
ἕπεται 1 w 4583
πολλάκις 1 w 4591
ἕτερον 1 w 4597
ἑτέρῳ 1 w 4602
συμπτώματι 1 w 4612
τῇ 5 w 4615
μὲν 24 w 4618
γὰρ 8 w 4621
ἀῤῥώστῳ 1 w 4628
περιστολῇ 1 w 4637
ποτὲ 1 w 4641
μὲν 25 w 4644
οἱ 3 w 4646
κλύδωνες 2 w 4654
ἕπονται 1 w 4661
ποτὲ 2 w 4666
δὲ 29 w 4668
αἱ 3 w 4670
πνευματώσεις 2 w 4682
τῇ 6 w 4685
δ 111 w 4686
ὀλιγοχρονίῳ 1 w 4698
πάντως 1 w 4704
μὲν 26 w 4707
αἱ 4 w 4709
ἐλλιπεῖς 1 w 4717
πέψεις 1 w 4723
ἐφεξῆς 1 w 4730
δὲ 30 w 4732
ἤτοι 4 w 4736
ταχεῖα 2 w 4742
διέξοδος 1 w 4750
τῶν 28 w 4753
σιτίων 6 w 4759
17 w 4761
διαφθορὰ 2 w 4769
κατὰ 12 w 4773
τὴν 26 w 4776
κάτω 2 w 4780
γαστέρα 1 w 4787
ταχείας 1 w 4795
μὲν 27 w 4798
οὖν 5 w 4801
διεξόδου 1 w 4809
συμπτώματα 12 w 4819
ἀχώριστα 1 w 4827
διαχωρήσεως 1 w 4838
ὑγρότης 1 w 4845
καὶ 43 w 4848
ἀνάδοσις 1 w 4856
ἐλλιπής 1 w 4863
διαφθορᾶς 1 w 4873
δὲ 31 w 4875
δυσωδία 1 w 4882
μὲν 28 w 4885
ἐν 23 w 4887
τοῖς 6 w 4891
διαχωρουμένοις 1 w 4905
ἐξ 7 w 4907
ἀνάγκης 1 w 4914
οὐκ 2 w 4918
ἐξ 8 w 4920
ἀνάγκης 2 w 4927
δὲ 32 w 4929
δήξεις 1 w 4935
18 w 4936
πνευματώσεις 3 w 4948
ἀλλ 14 w 4952
ἔστιν 1 w 4958
ὅτε 1 w 4961
μὲν 29 w 4964
οὐδέτερον 1 w 4973
αὐτῶν 8 w 4978
ἔστιν 2 w 4984
ὅτε 2 w 4987
δὲ 33 w 4989
θάτερον 7 w 4996
ὁτὲ 1 w 5000
δ 129 w 5001
ἀμφότερα 1 w 5010
διὰ 1 w 5014
τί 10 w 5016
δὲ 34 w 5018
κᾀν 3 w 5021
τούτοις 2 w 5028
κᾀν 4 w 5031
τοῖς 7 w 5035
ἔμπροσθεν 2 w 5044
εἰρημένοις 1 w 5054
τινὰ 1 w 5058
μὲν 30 w 5061
ἐξ 9 w 5063
ἀνάγκης 3 w 5070
ἕπεται 2 w 5076
τινὰ 2 w 5081
δ 132 w 5082
οὐκ 3 w 5086
ἐξ 10 w 5088
ἀνάγκης 4 w 5095
ἐν 24 w 5098
τῷ 7 w 5100
μετὰ 1 w 5104
τοῦτον 1 w 5110
διέξιμεν 1 w 5118
λόγῳ 3 w 5122
τῷ 8 w 5124
περὶ 9 w 5128
τῶν 30 w 5131
ἐν 25 w 5133
τοῖς 8 w 5137
συμπτώμασιν 2 w 5148
αἰτιῶν 1 w 5154
ἐν 26 w 5157
δὲ 35 w 5159
τῷ 9 w 5161
παρόντι 1 w 5168
μετιέναι 1 w 5176
καιρὸς 2 w 5182
ἐπὶ 5 w 5185
τὴν 27 w 5188
λοιπὴν 1 w 5194
διαφορὰν 1 w 5202
τῶν 31 w 5205
συμπτωμάτων 4 w 5216
τῆς 19 w 5219
καθεκτικῆς 2 w 5229
δυνάμεως 3 w 5237
ὅταν 5 w 5242
οὖν 6 w 5245
περιστέλληται 2 w 5258
9 w 5259
γαστὴρ 2 w 5265
τοῖς 9 w 5269
σιτίοις 1 w 5276
ἀλλὰ 4 w 5281
μετὰ 2 w 5285
παλμοῦ 1 w 5291
τινος 1 w 5296
19 w 5298
οἷον 5 w 5302
σπασμοῦ 1 w 5309
τε 34 w 5311
καὶ 44 w 5314
τρόμου 1 w 5320
καὶ 45 w 5323
κλόνου 1 w 5329
πλημμελὲς 1 w 5339
ἂν 1 w 5341
εἴη 2 w 5344
τὸ 29 w 5346
τοιοῦτον 2 w 5354
τῆς 20 w 5357
περιστολῆς 3 w 5367
ἔργον 1 w 5372
τοῦ 13 w 5376
μὲν 31 w 5379
οὖν 7 w 5382
παλμοῦ 2 w 5388
τῆς 21 w 5391
γαστρὸς 2 w 5398
σαφῶς 2 w 5403
αἰσθανόμεθα 1 w 5414
καὶ 46 w 5418
μέν 17 w 5421
γε 19 w 5423
καὶ 47 w 5426
τοῦ 14 w 5429
σπασμοῦ 2 w 5436
λυγμὸς 1 w 5443
γὰρ 9 w 5446
ὀνομάζεται 1 w 5456
τὸ 30 w 5458
σύμπτωμα 2 w 5466
τοῦ 15 w 5470
δὲ 36 w 5472
οἷον 6 w 5476
τρόμον 1 w 5482
παθήματος 1 w 5492
αὐτῆς 1 w 5497
οὐκέτ 1 w 5503
ἐναργῶς 1 w 5511
ἀλλ 16 w 5515
εἰ 17 w 5518
προσέχοις 1 w 5527
τῷ 10 w 5529
λόγῳ 4 w 5533
τὸν 8 w 5536
νοῦν 3 w 5540
οὐκ 5 w 5544
ἂν 2 w 5546
οὐδὲ 2 w 5550
τοῦτο 6 w 5555
φωράσαις 1 w 5563
χαλεπῶς 1 w 5570
ὅταν 6 w 5575
οὖν 8 w 5578
ἐδηδοκότι 1 w 5587
σοι 1 w 5590
μήτε 1 w 5594
κλύδων 3 w 5600
τις 2 w 5603
ἐνοχλῇ 1 w 5609
μήτε 2 w 5614
πνευμάτωσις 1 w 5625
ἀλλὰ 5 w 5630
μήτε 3 w 5634
παλμός 1 w 5640
τις 3 w 5643
εἴη 3 w 5646
μήτε 4 w 5651
λὺγξ 1 w 5655
ἀήθους 1 w 5662
δ 142 w 5663
ἀπορίας 1 w 5671
αἴσθησις 1 w 5679
ὑπάρχῃ 1 w 5685
κατὰ 13 w 5689
τὴν 28 w 5692
γαστέρα 2 w 5699
καὶ 48 w 5703
οἷον 7 w 5707
βαρύνηταί 1 w 5716
τε 39 w 5718
καὶ 49 w 5721
κάμνῃ 1 w 5726
καὶ 50 w 5729
ποθῇ 1 w 5733
θᾶττον 1 w 5739
ὑπελθεῖν 1 w 5747
κάτω 3 w 5751
τὸ 32 w 5753
βάρος 1 w 5758
20 w 5759
ἄνω 1 w 5762
ἅμα 3 w 5765
τῷ 11 w 5767
τινα 1 w 5771
ἐρυγὴν 1 w 5777
προσγενέσθαι 1 w 5789
καί 4 w 5793
που 1 w 5796
καὶ 51 w 5799
δυσχέρεια 1 w 5808
περὶ 10 w 5812
τὴν 29 w 5815
ἀναπνοὴν 1 w 5823
δύσφορος 1 w 5831
δή 3 w 5833
τις 4 w 5836
καὶ 52 w 5839
δύσφραστος 1 w 5849
ἕπηται 1 w 5855
τόθ 1 w 5859
ἡγοῦ 1 w 5864
τὴν 30 w 5867
γαστέρα 3 w 5874
περιεστάλθαι 1 w 5886
μὲν 32 w 5889
τοῖς 10 w 5893
σιτίοις 2 w 5900
ἀλλ 18 w 5904
οἷον 8 w 5909
τρομωδῶς 2 w 5917
11 w 5919
δὲ 38 w 5921
οἷον 9 w 5925
κλονώδης 1 w 5933
κίνησις 1 w 5940
ἐν 29 w 5942
τοῖς 11 w 5946
ῥίγεσι 1 w 5952
μάλιστα 1 w 5959
καταφανής 1 w 5968
ἐστιν 1 w 5973
ἅπαντα 1 w 5980
τοῦ 17 w 5983
ζώου 2 w 5987
καταλαμβάνουσα 1 w 6001
τὰ 35 w 6003
μόρια 1 w 6008
περὶ 11 w 6013
μὲν 33 w 6016
δὴ 8 w 6018
τούτων 2 w 6024
ἐπιπλέον 1 w 6032
ἐν 30 w 6034
τοῖς 12 w 6038
μετὰ 3 w 6042
τοῦτο 7 w 6047
λεχθήσεται 1 w 6057
γράμμασι 1 w 6065
νυνὶ 1 w 6070
δὲ 39 w 6072
ἐπὶ 6 w 6075
τὴν 31 w 6078
τετάρτην 1 w 6086
ἤδη 2 w 6089
τῆς 23 w 6092
γαστρὸς 3 w 6099
μετέλθωμεν 1 w 6109
δύναμιν 4 w 6116
τὴν 32 w 6120
ἀποκριτικήν 2 w 6131
τε 41 w 6133
καὶ 53 w 6136
προωστικὴν 1 w 6146
ὀνομαζομένην 1 w 6158
ἧς 1 w 6161
12 w 6162
μὲν 34 w 6165
οἷον 10 w 6169
στέρησις 2 w 6177
ἔν 2 w 6179
τισιν 1 w 6184
ἰδέαις 1 w 6190
εἰλεῶν 1 w 6196
γίνεται 2 w 6203
13 w 6205
δὲ 40 w 6207
ἀῤῥωστία 2 w 6215
συνεχῶς 1 w 6222
ἐγγίγνεται 1 w 6232
ἐν 31 w 6234
βραδείαις 1 w 6243
τισὶ 1 w 6247
περιττωμάτων 2 w 6259
διεξόδοις 1 w 6268
14 w 6270
δ 159 w 6271
οἷον 11 w 6276
πλημμελὴς 1 w 6285
κίνησις 2 w 6292
ὅταν 7 w 6297
ἤτοι 5 w 6301
πρὶν 1 w 6305
τελειωθῆναι 1 w 6316
τὴν 33 w 6319
πέψιν 2 w 6324
ἐξορμήσῃ 1 w 6332
πρὸς 1 w 6336
τὴν 34 w 6339
ἐνέργειαν 5 w 6348
21 w 6350
βραδύνῃ 1 w 6357
καὶ 54 w 6360
μέλλῃ 1 w 6365
τελειωθείσης 1 w 6377
22 w 6379
μετά 1 w 6383
τινος 2 w 6388
ἤδη 3 w 6391
τῶν 32 w 6394
εἰρημένων 1 w 6403
γίνεται 3 w 6410
συμπτωμάτων 5 w 6421
23 w 6423
ἄλλως 1 w 6428
πως 1 w 6431
ἀνωμάλως 1 w 6439
24 w 6441
οἷον 12 w 6445
ἀκρατῶς 1 w 6452
αὐτοῖς 1 w 6458
ἐμπίπτει 1 w 6466
τοῖς 14 w 6470
σιτίοις 3 w 6477
15 w 6478
γαστὴρ 3 w 6484
ἀταμίευτον 1 w 6495
ἔχουσα 1 w 6501
τὴν 35 w 6504
κίνησιν 1 w 6511
ὁμοίως 1 w 6517
τοῖς 15 w 6521
εἰς 9 w 6524
τὸ 33 w 6526
κάταντες 1 w 6534
θέουσιν 1 w 6541
εἶτα 1 w 6546
στῆναι 1 w 6552
μὴ 12 w 6554
δυναμένοις 1 w 6564
ἐπὶ 7 w 6568
μὲν 35 w 6571
δὴ 9 w 6573
τῆς 24 w 6576
γαστρὸς 4 w 6583
ὡς 7 w 6586
ὀργάνου 1 w 6593
πέψεως 5 w 6599
εἴρηται 3 w 6607
τὰ 37 w 6609
συμπτώματα 13 w 6619
καθότι 1 w 6626
δὲ 41 w 6628
καὶ 55 w 6631
τρέφεσθαι 1 w 6640
δεῖται 1 w 6646
καὶ 56 w 6650
τὸ 34 w 6652
θρέψον 1 w 6658
ἕλκειν 3 w 6664
εἰς 10 w 6667
ἑαυτὴν 1 w 6673
καὶ 57 w 6677
κατέχειν 1 w 6685
γε 23 w 6687
μέχρι 2 w 6693
περ 33 w 6696
ἂν 3 w 6698
ἀλλοιώσῃ 1 w 6706
καὶ 58 w 6709
ἀποκρίνῃ 1 w 6717
τὸ 35 w 6719
περιττὸν 1 w 6727
ἕτερον 2 w 6734
ἶσον 1 w 6738
ἀριθμὸν 1 w 6745
κτήσεται 1 w 6753
συμπτωμάτων 6 w 6764
ὡς 8 w 6767
ὁμοιομερὲς 1 w 6777
σῶμα 1 w 6781
τάχα 1 w 6786
οὖν 9 w 6789
ἂν 4 w 6791
εἴη 4 w 6794
κάλλιον 1 w 6801
ἅπαντα 2 w 6807
τὰ 38 w 6809
περὶ 12 w 6813
τὴν 37 w 6816
θρεπτικὴν 1 w 6825
ἐνέργειαν 6 w 6834
διελθεῖν 1 w 6842
συμπτώματα 14 w 6852
τῷ 12 w 6855
τε 47 w 6857
γαστρὸς 5 w 6864
σώματι 1 w 6870
καὶ 59 w 6873
τοῖς 16 w 6877
ἄλλοις 1 w 6883
ἅπασι 1 w 6888
μορίοις 1 w 6895
ὑπάρχοντα 1 w 6904
κοινά 1 w 6909
σαφέστερος 1 w 6920
γὰρ 10 w 6923
9 w 6924
λόγος 1 w 6929
οὕτως 1 w 6934
ἂν 5 w 6936
γένοιτο 1 w 6943
τοῖς 17 w 6947
ἐντυγχάνουσιν 1 w 6960
ἐναργέστερόν 1 w 6973
τ 649 w 6974
ἄν 3 w 6977
τις 5 w 6980
διδάξειε 1 w 6988
τὸ 37 w 6990
μικρῷ 1 w 6995
πρόσθεν 1 w 7002
εἰρημένον 1 w 7011
ὡς 9 w 7014
ἔστι 3 w 7018
καὶ 60 w 7021
σύμπτωμα 3 w 7029
συμπτώματος 3 w 7040
αἴτιον 1 w 7046
ἑνὸς 2 w 7051
γοῦν 2 w 7055
συμπτώματος 4 w 7066
τῆς 25 w 7069
ἀτροφίας 1 w 7077
εἴτε 1 w 7082
καθ 12 w 7085
ὅλον 1 w 7090
αὕτη 1 w 7094
γίνοιτο 1 w 7101
τὸ 38 w 7103
ζῶον 1 w 7107
εἴτε 2 w 7112
καθ 13 w 7115
ἕν 1 w 7118
τι 45 w 7120
μόριον 1 w 7126
αὐτοῦ 2 w 7131
πλείω 1 w 7137
προηγεῖται 1 w 7147
συμπτώματα 15 w 7157
δεομένου 1 w 7166
γὰρ 11 w 7169
τοῦ 20 w 7172
μέλλοντος 1 w 7181
θρέψεσθαι 1 w 7190
καλῶς 4 w 7195
ἕλκειν 4 w 7201
τε 52 w 7203
πρὸς 2 w 7207
ἑαυτὸ 2 w 7212
τὴν 38 w 7215
οἰκείαν 3 w 7222
τροφὴν 2 w 7228
καὶ 61 w 7231
κατέχειν 2 w 7239
αὐτὴν 4 w 7244
ἄχρις 1 w 7249
ἂν 6 w 7251
ἀλλοιῶσαν 1 w 7260
ἐξομοιώσῃ 1 w 7269
καὶ 62 w 7273
μέντοι 2 w 7279
καὶ 63 w 7282
ἀποκρίνειν 1 w 7292
τὸ 40 w 7294
περιττόν 1 w 7302
ὄντος 1 w 7308
δὲ 42 w 7310
καὶ 64 w 7313
αὐτοῦ 3 w 7318
τοῦ 22 w 7321
περιττοῦ 1 w 7329
διττοῦ 1 w 7335
κατὰ 14 w 7339
γένος 2 w 7344
25 w 7346
γὰρ 12 w 7349
τῷ 13 w 7351
ποσῷ 1 w 7355
περιττόν 2 w 7363
ἐστιν 2 w 7368
26 w 7370
τῷ 14 w 7372
ποιῷ 1 w 7376
ἀνάγκη 5 w 7383
πᾶσα 2 w 7387
τὸ 41 w 7389
ἀτροφοῦν 1 w 7397
μόριον 2 w 7403
27 w 7404
δι 24 w 7406
ἕν 2 w 7409
τι 47 w 7411
τῶν 33 w 7414
εἰρημένων 2 w 7423
τοῦτο 8 w 7428
πάσχειν 1 w 7435
28 w 7437
διὰ 2 w 7440
πλείω 2 w 7445
εἴτε 3 w 7450
γὰρ 13 w 7453
ἐλλιπῶς 1 w 7460
ἕλκει 5 w 7465
τὸ 42 w 7467
θρέψον 2 w 7473
29 w 7475
μηδ 7 w 7478
ὅλως 8 w 7483
30 w 7485
μοχθηρῶς 3 w 7493
ἀτροφήσει 1 w 7502
τὸ 43 w 7504
μόριον 3 w 7510
εἴτε 4 w 7515
τοῦτο 9 w 7520
μὲν 36 w 7523
ὅσον 3 w 7527
τε 55 w 7529
ἐχρῆν 1 w 7534
εἶναι 2 w 7539
καὶ 65 w 7542
οἷον 13 w 7546
ἐπάρδοιτο 1 w 7555
σύμπτωμα 4 w 7564
δέ 6 w 7566
τι 48 w 7568
περὶ 13 w 7572
τὴν 40 w 7575
καθεκτικὴν 2 w 7585
δύναμιν 5 w 7592
εἴη 5 w 7595
τοῖς 18 w 7599
ἐπὶ 8 w 7602
τῆς 26 w 7605
γαστρὸς 6 w 7612
εἰρημένοις 2 w 7622
ἀνάλογον 1 w 7630
ἀτροφήσει 2 w 7640
καὶ 66 w 7643
οὕτως 2 w 7648
εἰ 25 w 7651
δὲ 43 w 7653
καὶ 67 w 7656
τούτων 3 w 7662
τῶν 34 w 7665
δυνάμεων 2 w 7673
ἀμέμπτως 1 w 7681
ἐνεργουσῶν 1 w 7691
16 w 7692
ἀποκριτικὴ 1 w 7702
σφάλλοιτο 1 w 7711
πλέον 2 w 7716
31 w 7717
προσῆκε 1 w 7724
κενοῦσα 1 w 7731
καὶ 68 w 7735
οὕτως 3 w 7740
ἂν 7 w 7742
ἰσχνὸν 1 w 7748
καὶ 69 w 7751
ἄτροφον 1 w 7758
ἀποδειχθείη 1 w 7769
τὸ 44 w 7771
μόριον 4 w 7777
ἀλλὰ 6 w 7782
μὴν 2 w 7785
καὶ 70 w 7788
τῆς 27 w 7791
ἀλλοιωτικῆς 2 w 7802
δυνάμεως 4 w 7810
τὰ 40 w 7812
συμπτώματα 16 w 7822
τὸ 45 w 7825
μὲν 37 w 7828
οἷον 14 w 7832
στέρησις 3 w 7840
ὅπερ 3 w 7845
ἀπεψίαν 3 w 7852
ἔφαμεν 1 w 7858
ὀνομάζεσθαι 2 w 7869
ἄντικρυς 1 w 7878
δῆλον 1 w 7883
ὡς 10 w 7886
ἰσχνὸν 2 w 7892
ἐργάζεται 1 w 7901
τὸ 46 w 7903
μόριον 5 w 7909
τὸ 47 w 7912
δ 183 w 7913
οἷον 15 w 7918
ἀῤῥωστία 3 w 7926
τις 6 w 7929
ὅπερ 4 w 7934
καλοῦμεν 1 w 7942
βραδυπεψίαν 3 w 7953
ἐν 37 w 7956
χρόνῳ 5 w 7961
μὲν 38 w 7964
πλείονι 2 w 7971
σαφῆ 1 w 7976
δ 185 w 7977
οὖν 10 w 7981
καὶ 71 w 7984
αὐτὴ 5 w 7988
ποιήσει 1 w 7995
ποτὲ 3 w 7999
τὴν 41 w 8002
ἰσχνότητα 1 w 8011
τῷ 15 w 8014
δὲ 44 w 8016
τρίτῳ 1 w 8021
συμπτώματι 2 w 8031
τῆς 28 w 8035
δυσπεψίας 1 w 8044
ἀνάλογον 2 w 8052
οὐκ 6 w 8056
ἰσχνὸν 3 w 8062
καὶ 72 w 8065
ἄτροφον 2 w 8072
ἀλλ 23 w 8076
ἐξηλλαγμένον 1 w 8089
τὴν 42 w 8092
ἰδέαν 1 w 8097
ἀποδείξει 1 w 8106
τὸ 48 w 8108
μόριον 6 w 8114
ὥσπερ 3 w 8120
ἔν 3 w 8122
τε 56 w 8124
ταῖς 3 w 8128
λεύκαις 1 w 8135
καὶ 73 w 8138
ταῖς 4 w 8142
ἐλεφαντιάσεσι 1 w 8155
φαίνεται 1 w 8163
προσέχειν 2 w 8173
δὲ 45 w 8175
ἐνταῦθα 1 w 8182
χρὴ 2 w 8185
τὸν 10 w 8188
νοῦν 4 w 8192
καὶ 74 w 8195
διορίζειν 1 w 8204
πότερον 1 w 8212
χυμοῦ 1 w 8217
τινος 3 w 8222
ἐπιῤῥυέντος 1 w 8233
32 w 8235
τῶν 35 w 8238
στερεῶν 1 w 8245
αὐτῶν 9 w 8250
οὕτω 4 w 8254
διακειμένων 1 w 8265
ἐξήλλακται 1 w 8275
τὰ 41 w 8277
τῆς 29 w 8280
χροιᾶς 1 w 8286
εἰ 26 w 8289
μὲν 39 w 8292
γὰρ 14 w 8295
διὰ 3 w 8298
χυμὸν 1 w 8303
ἐξ 15 w 8306
ἑτέρου 1 w 8312
γένους 3 w 8318
τὸ 50 w 8320
σύμπτωμά 1 w 8328
ἐστι 4 w 8332
καὶ 75 w 8336
οὐ 15 w 8338
τῆς 30 w 8341
ἀλλοιωτικῆς 3 w 8352
δυνάμεως 5 w 8360
τὸ 51 w 8362
σφάλμα 1 w 8368
εἰ 27 w 8371
δ 195 w 8372
ὅλον 2 w 8377
δι 29 w 8379
ὅλου 1 w 8384
τὸ 52 w 8386
μόριόν 1 w 8392
ἐστιν 3 w 8397
οἷον 16 w 8401
οὐκ 7 w 8404
ἐχρῆν 2 w 8409
εἶναι 3 w 8414
τῆς 31 w 8418
ἀλλοιωτικῆς 4 w 8429
δυνάμεως 6 w 8437
γίνεται 4 w 8445
μὲν 40 w 8448
γὰρ 15 w 8451
κᾀν 5 w 8454
τοῖς 19 w 8458
ἰκτερικοῖς 1 w 8468
ἐξάλλαξις 1 w 8477
τοῦ 27 w 8480
κατὰ 15 w 8484
φύσιν 4 w 8489
χρώματος 1 w 8497
ἀλλὰ 7 w 8502
τοῦτο 10 w 8507
μὲν 41 w 8510
σύμπτωμά 2 w 8518
ἐστι 6 w 8522
τῆς 32 w 8525
διακριτικῆς 1 w 8536
ἐνεργείας 4 w 8545
πλὴν 1 w 8550
εἰ 28 w 8552
μὴ 14 w 8554
τῶν 37 w 8557
φλεβῶν 1 w 8563
αὐτῶν 10 w 8568
πάθος 1 w 8573
ποθ 2 w 8576
ὑπάρχει 2 w 8584
τηνικαῦτα 1 w 8594
γὰρ 16 w 8597
τῆς 33 w 8600
ἀλλοιωτικῆς 5 w 8611
ἐστιν 4 w 8616
17 w 8618
δὲ 46 w 8620
καθ 15 w 8623
ἕκαστον 3 w 8631
μόριον 7 w 8637
ἴδιος 1 w 8642
ἄχροια 1 w 8648
εἰ 29 w 8651
μὴ 15 w 8653
διά 2 w 8656
τινα 2 w 8660
χυμὸν 2 w 8665
ἔξωθεν 1 w 8671
ἐπίῤῥυτον 1 w 8680
γίνεται 5 w 8687
οἷον 17 w 8692
δυσπεψία 4 w 8700
τίς 1 w 8703
ἐστι 8 w 8707
τῆς 34 w 8710
ἐν 40 w 8712
αὐτῷ 1 w 8716
δυνάμεως 7 w 8724
ἀλλοιωτικῆς 6 w 8735
τε 60 w 8737
καὶ 76 w 8740
πεπτικῆς 1 w 8748
ἐξέλωμεν 1 w 8757
δὴ 10 w 8759
ταύτην 2 w 8765
ἐν 41 w 8767
τῷ 17 w 8769
παρόντι 2 w 8776
λόγῳ 5 w 8780
τὴν 43 w 8783
ἀτροφίαν 1 w 8791
κακοτροφίαν 1 w 8802
τινὰ 3 w 8806
οὖσαν 1 w 8811
ἐπὶ 9 w 8815
δὲ 47 w 8817
τὴν 44 w 8820
στερητικὴν 1 w 8830
τῆς 35 w 8833
θρέψεως 2 w 8840
ὀνομαζομένην 2 w 8852
ἀτροφίαν 2 w 8860
ἐπανελθόντες 1 w 8872
ἀναμνήσωμεν 1 w 8883
ὡς 11 w 8886
αὕτη 2 w 8890
τε 63 w 8892
σύμπτωμά 3 w 8900
ἐστι 9 w 8904
καὶ 77 w 8907
ἕπεται 3 w 8913
συμπτώμασιν 3 w 8924
ἄλλοτ 1 w 8929
ἄλλοις 2 w 8936
ἤτοι 6 w 8941
περὶ 14 w 8945
τὴν 45 w 8948
ἑλκτικὴν 2 w 8956
33 w 8958
περὶ 15 w 8962
τὴν 46 w 8965
καθεκτικὴν 3 w 8975
34 w 8977
τὴν 47 w 8980
ἀποκριτικὴν 1 w 8991
δύναμιν 6 w 8998
35 w 9000
καὶ 78 w 9003
περὶ 16 w 9007
τὴν 48 w 9010
ἀλλοιωτικὴν 2 w 9021
αὐτὴν 5 w 9026
γιγνομένοις 1 w 9037
ἁπάντων 3 w 9045
δὲ 48 w 9047
τούτων 4 w 9053
τῶν 39 w 9056
συμπτωμάτων 7 w 9067
αἴτια 1 w 9072
τὰ 43 w 9074
νοσήματα 1 w 9082
φέρε 1 w 9087
γὰρ 17 w 9090
ἐλλιπῶς 2 w 9097
ἐπί 2 w 9100
τι 78 w 9102
μόριον 8 w 9108
ἕλκεσθαι 1 w 9116
τὴν 50 w 9119
τροφὴν 3 w 9125
καὶ 79 w 9129
διὰ 4 w 9132
τοῦτ 12 w 9136
ἀτροφεῖν 1 w 9145
αὐτὸ 2 w 9149
νόση 1 w 9154
μα 55 w 9156
ἐξανάγκης 1 w 9165
προηγεῖταί 1 w 9175
τι 79 w 9177
ταύτης 1 w 9183
τῆς 36 w 9186
ἐλλιποῦς 1 w 9194
ἕλξεως 1 w 9200
εἴρηται 4 w 9208
γὰρ 18 w 9211
ὅταν 8 w 9215
αὐτὸ 3 w 9219
τὸ 55 w 9221
μόριον 9 w 9227
ἀῤῥωστότερον 1 w 9239
ἐφ 3 w 9241
ἑαυτὸ 3 w 9247
τὴν 51 w 9250
τροφὴν 4 w 9256
ἐπισπᾶται 1 w 9265
πάντως 2 w 9272
δή 4 w 9274
που 2 w 9277
δύσκρατον 1 w 9286
ὑπάρχειν 2 w 9294
νόσος 1 w 9300
δὲ 49 w 9302
18 w 9303
δυσκρασία 1 w 9312
εἰ 30 w 9315
δ 213 w 9316
εὔκρατον 1 w 9325
μὲν 42 w 9328
εἴη 6 w 9331
τὸ 57 w 9333
μόριον 10 w 9339
ἔμφραξις 1 w 9348
δέ 8 w 9350
τις 7 w 9353
ἐν 42 w 9355
τοῖς 20 w 9359
τῆς 37 w 9362
ἀναδόσεως 1 w 9371
ὀργάνοις 1 w 9379
ὑπάρχουσα 1 w 9388
παρεμποδίζει 1 w 9400
τὴν 52 w 9403
ἀνάδοσιν 2 w 9411
19 w 9413
μὲν 43 w 9416
ἔμφραξις 2 w 9424
νόσημα 1 w 9430
σύμπτωμα 5 w 9439
δ 218 w 9440
αὐτῆς 2 w 9446
20 w 9447
βλάβη 1 w 9452
τῆς 39 w 9455
ἀναδόσεως 2 w 9464
οὐ 17 w 9467
μόνον 2 w 9472
δὲ 50 w 9474
ἐπερχόμενος 1 w 9485
ἕκαστον 4 w 9492
τῶν 40 w 9495
συμπτωμάτων 8 w 9506
ὅσα 3 w 9510
διά 3 w 9513
τινα 3 w 9517
βλάβην 1 w 9523
ἐνεργείας 5 w 9532
γίνεται 6 w 9539
μάθοις 1 w 9546
ἂν 8 w 9548
ὡς 12 w 9550
προηγεῖταί 2 w 9560
τι 82 w 9562
νόσημα 2 w 9568
πάντως 3 w 9574
αὐτῶν 11 w 9579
ἀλλὰ 8 w 9584
κᾀξ 1 w 9587
αὐτῆς 3 w 9592
τῆς 41 w 9595
οὐσίας 1 w 9601
τῶν 42 w 9604
πραγμάτων 4 w 9613
ἔνεστί 1 w 9619
σοι 2 w 9622
χωρὶς 1 w 9627
ἐπαγωγῆς 1 w 9635
συλλογίζεσθαι 1 w 9648
τὴν 53 w 9652
μὲν 44 w 9655
γὰρ 19 w 9658
ὑγείαν 1 w 9664
αἰτίαν 1 w 9670
ἐνεργείας 6 w 9679
ἐθέμεθα 1 w 9686
τὴν 54 w 9690
δὲ 51 w 9692
νόσον 1 w 9697
αἰτίαν 2 w 9703
ἐνεργείας 7 w 9712
βλάβης 1 w 9718
ἀλλὰ 9 w 9723
καὶ 80 w 9726
τὰ 44 w 9728
συμπτώματα 17 w 9738
περὶ 17 w 9743
ὧν 1 w 9745
δὴ 11 w 9747
νῦν 1 w 9750
τὸν 11 w 9753
λόγον 2 w 9758
ποιούμεθα 1 w 9767
βλάβας 1 w 9774
ἐνεργειῶν 3 w 9783
ὑπάρχειν 3 w 9791
ἔφαμεν 2 w 9797
ἐκ 3 w 9800
δὲ 52 w 9802
τούτων 5 w 9808
ὑποκειμένων 1 w 9819
συμβαίνει 1 w 9828
τοῦ 30 w 9832
τοιούτου 1 w 9840
γένους 4 w 9846
τῶν 43 w 9849
συμπτωμάτων 9 w 9860
αἰτίας 1 w 9866
εἶναι 4 w 9871
τὰς 2 w 9874
νόσους 1 w 9880