Scaife ATLAS

CTS Library / De rebus boni malique suci

De rebus boni malique suci (1-2)

urn:cts:greekLit:tlg0057.tlg038.1st1K-grc1:1-2
Refs {'start': {'reference': '1', 'human_reference': 'Chapter 1'}, 'end': {'reference': '2', 'human_reference': 'Chapter 2'}}
Ancestors []
Children []
prev
plain textXML
next
ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΕΤΧΥΜΙΑΣ ΚΑΙ
ΚΑΚΟΧΥΜΙΑΣ ΤΡΟΦΩΝ.

Οἱ συνεχῶς ἐτῶν οὐκ ὀλίγων ἐφεξῆς γενόμενοι
λιμοὶ κατὰ πολλὰ τῶν Ῥωμαίοις ὑπακουόντων ἐθνῶν
ἐναργῶς ἐπεδείξαντο τοῖς γε μὴ παντάπασιν ἀνοήτοις, ἡλίκην
ἔχει κακοχυμία δύναμιν εἰς νόσων γένεσιν. οἱ μὲν γὰρ τὰς
πόλεις οἰκοῦντες, ὥσπερ ἦν ἔθος αὐτοῖς παρασκευάζεσθαι
κατὰ τὸ θέρος εὐθέως σῖτον αὐτάρκη πρὸς ὅλον τὸν ἐφεξῆς
ἐνιαυτὸν, ἐκ τῶν ἀγρῶν πάντα τὸν πυρὸν αἴροντες ἅμα ταῖς
κριθαῖς τε καὶ τοῖς κυάμοις καὶ φακοῖς, ἀπέλιπον τοῖς ἀγροίκοις

750
τοὺς ἄλλους Δημητρίους καρποὺς, οὕς ὀνομάζουσιν ὄσπριά
τε καὶ χέδροπα, μετὰ τοῦ καὶ τούτων αὐτῶν οὐκ ὀλίγα
κομίζειν εἰς ἄστυ. τὰ γοῦν ὑπολειφθέντα διὰ τοῦ χειμῶνος
ἐκδαπανῶντες οἱ κατὰ τὴν χώραν ἄνθρωποι τροφαῖς κακοχύμοις
ἠναγκάζοντο χρῆσθαι δι ὅλου τοῦ ἦρος, ἐσθίοντες
ἀκρέμονάς τε καὶ βλάστας δένδρων καὶ θάμνων, καὶ βολβοὺς,
καὶ ῥίζας κακοχύμων φυτῶν, ἐμφορούμενοι δὲ καὶ τῶν ἀγρίων
ὀνομαζομένων λαχάνων, ὅτου τις ἔτυχεν εὐπορήσας, ἀφειδῶς
ἄχρι κόρου, καθάπερ καὶ πόας χλωρὰς ὅλας ἕψοντες ἤσθιον,
ὧν πρότερον οὐδ ἄχρι πείρας ἐγεύσαντο πώποτε. παρῆν οὖν
ὁρᾷν ἐνίους μὲν αὐτῶν ἐν τοῖς ἐσχάτοις τοῦ ἦρος, ἅπαντας δ
ὀλίγου δεῖν ἐν ἀρχῇ τοῦ θέρους ἁλισκομένους ἕλκεσι παμπόλλοις
κατὰ τὸ δέρμα συνισταμένοις, οὐ τὴν αὐτὴν ἰδέαν ἅπασιν
ἴσχουσι· τὰ μὲν γὰρ αὐτῶν ἦν ἐρυσιπελατώδη, τὰ δὲ φλεγμονώδη,
418
τὰ δ ἑρπυστικὰ, τὰ δὲ λειχηνώδη, καὶ ψωρώδη,
καὶ λεπρώδη. τούτων μὲν ὅσα πρᾳότατα, διὰ τοῦ δέρματος
ἐξανθήσαντα τὴν κακοχυμίαν ἐκ τῶν σπλάγχνων τε καὶ τοῦ
βάθους ἐκένωσεν· ἐνίοις δέ τισιν ἀνθρακώδη τε καὶ φαγεδαινικὰ
751
γενόμενα μετὰ τῶν πυρετῶν, ἀπέκτεινε πολλοὺς ἐν χρόνῳ
μακρῷ μόγις ὀλιγίστων σωθέντων. ἄνευ δὲ τῶν κατὰ
τὸ δέρμα παθημάτων πυρετοὶ πάμπολλοι ἐγένοντο, διαχωρήσεις
γαστρὸς ἐπιφέροντες δυσώδεις καὶ δακνώδεις, εἰς τεινεσμοὺς
καὶ δυσεντερίας τελευτώσας, οὖρά τε δριμέα, καὶ αὐτὰ
δυσώδη, τὴν κύστιν ἐνίων ἑλκώσαντα. τινὲς δ αὐτῶν ἐκρίθησαν
ἱδρῶσι, καὶ τούτοις δυσώδεσιν, ἀποστήμασι σηπεδονώδεσιν.
οἷς δ οὐδὲν τούτων ἐγένετο, πάντες ἀπέθανον
μετὰ φανερᾶς φλεγμονῆς ἑνός γέ τινος τῶν σπλάγχνων,
διὰ τὸ μέγεθός τε καὶ τὴν κακοήθειαν τῶν πυρετῶν. ὀλιγίστων
δὲ φλέβα τεμεῖν ἐν ἀρχῇ τῆς νόσου τολμησάντων ἐνίων
ἰατρῶν, (ἐδεδίεσαν γὰρ εἰκότως χρῆσθαι τῷ βοηθήματι διὰ
τὸ προκαταλελῦσθαι τὴν δύναμιν,) οὐδενὸς εἶδον αἷμα χρηστὸν
ἐκκριθὲν, ὁποῖον ἐκ τῶν ὑγιεινῶν σωμάτων ὁρᾶται κενούμενον,
ἀλλ ἤτοι πυῤῥότερον, μελάντερον, ὀῤῥωδέστερον,
δριμὺ καὶ δάκνον αὐτὴν τὴν διαιρεθεῖσαν φλέβα
κατὰ τὴν ἐκροὴν, ὡς δυσεπούλωτον γενέσθαι τὸ ἕλκος. ἐνίοις
752
δὲ καὶ συμπτώματα μετὰ τῶν πυρετῶν, καὶ μάλιστα τοῖς
ἀποθανοῦσιν, ἐγένοντο βλάβην τῆς διανοίας ἐπιφέροντα σὺν
ἀγρυπνίαις καὶ καταφοραῖς. οὐδὲν δὲ θαυμαστὸν, ἐναντίοις
ἁλῶναι νοσήμασί τε καὶ συμπτώμασι τοὺς τότε νοσήσαντας,
αὐτούς τε διαφέροντας ἀλλήλοις οὐ ταῖς φύσεσι μόνον ταῖς
ἡλικίαις, ἀλλὰ καὶ ταῖς ἔμπροσθεν διαίταις, ἐναντίαν τε δύναμιν
ἐχούσας ἐδηδοκότας ἐν τῷ λιμῷ τροφάς. ἤσθιον μὲν
γὰρ ἅπαντες ὧν ηὐπόρουν· ἀνομοίου δὲ τῆς εὐπορίας
οὔσης, ἔνιοι μὲν ὀξεῖς, δριμεῖς, ἁλυκοὺς, πικροὺς ἔχοντα
χυμοὺς ἐδέσματα προσηνέγκαντο, τινὲς δ αὐστηροὺς,
στρυφνοὺς, ψύχοντας σαφῶς, ὑγροὺς ἱκανῶς, γλίσχρους,
φαρμακώδεις. οἶδα γοῦν ἐνίους μὲν αὐτίκα διὰ
μυκήτων ἐδωδὴν ἀποθανόντας, ἐνίους δὲ διὰ κωνείων,
ναρθήκων, οὐκ ὀλίγους δ ἐξ αὐτῶν μόλις διασωθέντας.
ἅπασι μὲν οὖν τοῖς ἄλλοις ἀνθρώποις ἐναργῶς ἐφαίνετο τῷ
λογισμῷ σκοπουμένοις, ὥσπερ ἐκτὸς πολυειδεῖς μὲν ἑλκώσεις
ἐγένοντο, ποικίλα δὲ ὄγκων εἴδη φλεγμονωδῶν τε καὶ οἰδηματωδῶν,
753
ἐρυσιπελατωδῶν τε καὶ σκιῤῥωδῶν, οὕτω καὶ
κατά τινα τῶν ἐν βάθει μορίων, ὅσα κυριώτερα, τοσαύτας
διαθέσεις ἐγχωρεῖν γεγονέναι. μόνοις δὲ τοῖς ἀποστᾶσι τῆς
κατὰ τοὺς χυμοὺς Ἱπποκράτους διδασκαλίας λογισμὸς ἐπεπήρωτο,
πάντα μᾶλλον τοὺς χυμοὺς αἰτιᾶσθαι τολμῶσιν.
ἔνιοι δ αὐτῶν ὡμολόγησάν μοι λαθραίως, ὁρᾷν μὲν ἐναργῶς
τὴν πρὸς Ἱπποκράτην φιλονεικίαν τῶν οὐδὲν οὐδ εἰς
νόσον ἡγουμένων ἀγαθὸν κακὸν ἐκ χυμῶν γίνεσθαι, μεταστῆναι
δ αἰδεῖσθαι πρὸς Ἱπποκράτην μετὰ πεντήκοντα
τῆς ἡλικίας ἔτη· δόξειν μὲν γὰρ οὕτως ἔφασαν οὐ τοὺς
μαθητὰς μόνους, ἀλλὰ καὶ τοὺς χρωμένους ἡμῖν ἐν ἅπαντι
τῷ πρόσθεν χρόνῳ βεβλαφέναι. καὶ μέντοι καὶ τιμᾶσθαι μὲν
ἔλεγον ἤδη πρὸς πολλῶν ἀνθρώπων, ὡς ἐπ ἀληθέσιν οἶς
ἐπρέσβευον δόγμασιν· ἐὰν δὲ καὶ ταῦθ ὁμολογήσωσιν εἶναι
μοχθηρὰ, καὶ τῶν ἄλλων ἀμαθέστεροι φανεῖσθαι, καὶ μηδένα
τῶν ἔμπροσθεν αὐτοῖς χρωμένων αὖθις ἔτι χρήσεσθαι.
419

τούτοις μὲν οὖν πολλὴν συγγνώμην νέμειν εὔλογον ἡμᾶς, οὐ
754
τὴν προαίρεσιν μεμφομένους, ἀλλὰ τῇ δυστυχίᾳ συναλγοῦντας
αὐτοῖς, οἳ πρὸ τοῦ κρῖναι δύνασθαι τὰ διδασκόμενα
περιέπεσον οὐκ ἀγαθοῖς διδασκάλοις. ἄξιοι δὲ μίσους εἰσὶν
οἱ πρῶτοι διὰ φιλοτιμίαν αἱρέσεις δογμάτων συστησάμενοι·
φαίνονται γὰρ ἑκόντες ἐξαπατᾷν ἐπιχειρῆσαι τοὺς πέλας, οὐκ
ἄκοντες σφαλῆναι, μηδενὸς ἀνθρώπου εἰς τοσαύτην ἄνοιαν
ἥκοντος, ὡς ἀγνοῆσαι, πηλίκον ἐστὶ κακὸν ἐκτραπῆναι τοὺς
ἐν τῷ σώματι χυμοὺς εἰς φαρμακώδεις ποιότητας. αὐτοὶ
γοῦν οὗτοι, πρὸς οὓς λόγος ἐστὶ, δύσκολον καὶ τελέως
ἀδύνατον εἶναί φασι διακρῖναι τοὺς ἐκ φαρμάκων ὀλεθρίων
προσφορᾶς ἀπολλυμένους τῶν ἐξ αὐτοῦ τοῦ σώματος τῆς
νοσώδους διαθέσεως. οὐ μὴν οὔθ’, ὅτι τοὺς τῶν ἰοβόλων ὀνομαζομένων
θηρίων χυμοὺς, οὓς ἐνιᾶσι διὰ τοῦ δήγματος,
ἐνίους μὲν νεκροῦντας ἐν τάχει τὸ δηχθὲν μόριον, ἐνίους δὲ
καὶ σήποντας, φλεγμονὰς ὀδύνας μεγίστας ἐπιφέροντας
ἐναργῶς ὁρῶμεν, ἔνεστιν ἀρνήσασθαι οὐδενὶ, καθάπερ οὐδ
ὅτι σκορπίῳ τις ἐπιπτύσας δὶς τρὶς νήστης εὐθέως ἀναιρεῖ
755
τὸ ζῶον. ὥσπερ γὰρ οἰκεῖαι φύσεις φύσεσίν εἰσιν, οὕτως
ἕτεραι πολέμιαί τε ἑτέραις καὶ φθαρτικαί. τρέφεσθαι μὲν
οὖν ἡμῖν ὑπὸ τῶν οἰκείων, ἀπόλλυσθαι δὲ ὑπὸ τῶν ἐναντίων
συμβαίνει. καὶ λέλεκται περὶ τούτων ἐπὶ πλεῖστον ἔν τε τοῖς
περὶ τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι, καὶ τοῖς περὶ τῶν
ἁπλῶν φαρμάκων· εἰς δὲ τὸν ἐνεστῶτα λόγον ἱκανὴ καὶ
τῶν ἐν τοῖς λιμοῖς ὀφθέντων διήγησις. εἰ δέ μοι πιστεύειν
ἐθέλοις, οὐδεμίαν μὲν αἰτίαν
352
ἔχοντι ψεύδεσθαι, δυσχεραίνοντι
δὲ ἐπὶ τῷ πολλοὺς ἐν βιβλίοις ἄνδρας ἐψεῦσθαι
μεγάλως, διηγήσομαί σοι τὰ διὰ μακρᾶς πείρας ἐν ὅλῳ μου
τῷ βίῳ γνωσθέντα μετὰ τοῦ καὶ τοὺς θεοὺς ἐπικαλέσασθαι
μάρτυρας. ἐμοὶ γὰρ πατὴρ ἐγένετο, γεωμετρίας μὲν καὶ ἀρχιτεκτονίας
καὶ λογιστικῆς ἀριθμητικῆς τε καὶ ἀστρονομίας
εἰς ἄκρον ἥκων, ὑπὸ πάντων δὲ τῶν γνόντων αὐτὸν ἐπὶ
δικαιοσύνῃ καὶ χρηστότητι καὶ σωφροσύνῃ θαυμασθεὶς, ὡς
οὐδεὶς τῶν φιλοσόφων. οὗτος οὖν παῖδα μὲν ὄντα με διαιτῶν
αὐτὸς ἄνοσον ἐφύλαξεν. ἐπεὶ δὲ μειράκιον ἐγενόμην,
τε πατὴρ ὑπεχώρησεν εἰς ἀγρὸν, ὢν φιλογέωργος, εἰχόμην
756
μὲν ὧν ἐμάνθανον ὑπὲρ ἅπαντας τοὺς συμφοιτῶντας, οὐ
δι ἡμέρας μόνον, ἀλλὰ καὶ νύκτωρ· ἐμπλησθεὶς δὲ μετὰ
τῶν ἡλικιωτῶν ἐν παντὶ τῷ χρόνῳ τῆς ὀπώρας ἁπάντων
τῶν ὡραίων, ἐνόσησα τοῦ φθινοπώρου νόσον ὀξεῖαν, ὡς
φλεβοτομίας δεηθῆναι. παραγενόμενος οὖν εἰς τὴν πόλιν
πατὴρ ἐπετίμησέ τέ μοι καὶ τῆς ἔμπροσθεν διαίτης ἀνέμνησεν,
ἣν ὑπ αὐτῷ διῃτώμην, ἐκέλευσέ τε τὸ λοιπὸν φυλάττειν
αὐτὴν, ἀποστάντα τῆς τῶν ἡλικιωτῶν ἀκρασίας. καὶ μέντοι
καὶ κατὰ τὸν ἑξῆς ἐνιαυτὸν ἔργον ἐποιήσατο παραφυλάξαι
μου τὴν δίαιταν, ὡς μετρίως ἅψασθαι τῶν ὡραίων· ἦγον
δὲ τηνικαῦτα τῆς ἡλικίας ἔτη ιθ. ἄνοσος οὖν ἐν αὐτῷ μείνας,
εἶτ ἐν τῷ μετ αὐτὸν ἐνιαυτῷ τοῦ πατρὸς ἀποθανόντος,
ἅμα τοῖς ἡλικιώταις διαιτηθεὶς ἐπὶ δαψιλέσι τοῖς κατὰ
τὴν ὀπώραν, ἐνόσησα νόσον παραπλησίαν τῇ πρόσθεν, ὡς
καὶ τότε φλεβοτομίας δεηθῆναι. τοὐντεῦθεν ποτὲ μὲν ἐφεξῆς
καθ ἕκαστον ἐνιαυτὸν, ἐνίοτε δὲ διαλιπὼν ἓν ἔτος, ἐνόσουν
μέχρι τῶν ὀκτὼ καὶ εἴκοσιν ἐτῶν.
420
ἐν τούτῳ δὲ
757
κινδυνεύσας ἀπόστημα σχεῖν, καθ μέρος συνάπτει τὸ ἧπαρ
τῷ διαφράγματι, τῶν ὡραίων ἁπάντων ἀπέχεσθαι ἐμαυτὸν
ὥρισα πλὴν τῶν πεπείρων ἀκριβῶς σύκων τε καὶ σταφυλῶν,
οὐδὲ τούτων ἀμέτρως, ὡς ἔμπροσθεν, ἀλλὰ συμμέτρως
προσφερόμενος. ἔσχον δὲ καὶ ἄλλον τινὰ τῶν ἐμαυτοῦ
πρεσβύτερον ἔτεσι δυοῖν, τὴν αὐτὴν γνώμην ἔχοντα ἐμοί.
φροντίζοντες οὖν τῶν γυμνασίων καὶ τοῦ μηδέποτ ἀπεπτῆσαι
ἄνοσοι διεμείναμεν ἄχρι δεῦρο πολλῶν ἐτῶν· καὶ τῶν
ἄλλων δὲ φίλων ὅσους ἔπεισα γυμνάζεσθαί τε καὶ τεταγμένως
διαιτᾶσθαι, τέως πάντας ὁρῶ διαπαντὸς ὑγιαίνοντας,
ἐνίους μὲν ἐξ ἐτῶν πέντε καὶ εἴκοσι, τοὺς δ ἐξ ἐλαττόνων
μὲν, ἤδη δ ἱκανῶν, ὡς ἕκαστοι πεισθέντες ἔτυχον ἀπέχεσθαί
τε τῶν ὡραίων καὶ τῶν ἄλλων κακοχύμων ἐδεσμάτων,
πρόκειται διελθεῖν ἐν τῷδε τῷ γράμματι.

Τοῖς μὲν οὖν δυναμένοις γυμνάζεσθαι πρὸ
τῶν σιτίων οὐδὲ τῆς ἀκριβοῦς πάνυ διαίτης ἐδέησε· τοῖς δὲ

758
διὰ περιστάσεις πραγμάτων κωλυομένοις οὐ μόνον ἀβλαβεστέρας
διαίτης, ἀλλὰ καὶ φαρμάκων ὑγιεινῶν ἐστι χρεία.
πολλοὶ μέντοι τῶν ἀνθρώπων ἐν τοιαύτῃ καταστάσει διατρίβουσιν,
ὥστε μὴ δυνατὸν αὐτοῖς εἶναι, μήτε γυμνάζεσθαι καλῶς
πρὸ τῶν σιτίων, μήτ ἐσθίειν ἱκανῶς ἐν καιρῷ, μήτε
πέττειν καλῶς τὰς τροφάς. τοὺς μὲν δὴ τοιούτους ἀδύνατον
ἀνόσους διαμένειν ἄνευ τοῦ προνοεῖσθαι τῆς γαστρὸς ὑπαγωγῆς
ἐκ διαλειμμάτων, ἐνίοτε δὲ καὶ καθάρσεως ἰσχυροτέρας,
ὡραίας τε κενώσεως αἵματος, ὑγιεινῶν τέ τινων φαρμάκων,
ἐν τοῖς προσήκουσι καιροῖς πινομένων. ὅσοι δὲ βίον ἡσύχιον
εἵλοντο, μήτε πρὸ ἡμέρας ἀνάγκην ἔχοντες ἐπὶ τὰς τῶν
πολὺ δυναμένων ἐπιέναι θύρας, μήτε πολλάκις ἱδροῦντες ἐν
ἀναγκαίαις πράξεσι καταψύχεσθαι, μήτε λουομένοις τισὶ
παρεστάναι, μήτ εἰς οἶκον ἐπανερχομένους αὐτοὺς παραπέμπειν,
εἶτα μετὰ πολλῆς σπουδῆς αὐτοὶ λουσάμενοι πρὸς τὸ
δεῖπνον ἐπείγεσθαι, τούτοις πρώτοις ὑποθήσομεν δίαιταν,
ἐξ ἧς ἂν μάλιστα χρηστότατον ἔχωσιν αἷμα· μετὰ δὲ τούτους
πειράσομαί τινας ὑποθήκας δοῦναι καὶ τοῖς ἐν ἀσχολίᾳ ζῶσι.
759
δεήσεται δ λόγος ἀναμνῆσαι τῶν γεγραμμένων ἐν τοῖς
τρισὶν ὑπομνήμασιν, ἐν οἷς λόγος μοι γέγονε περὶ τῶν ἐν
ταῖς τροφαῖς δυνάμεων. εὔχυμα τοίνυν ἐδέσματα τῶν μὲν
σιτηρῶν ἄρτοι τ εἰσὶν οἱ καθαροὶ, κατειργασμένοι καλῶς
ὀπτήσει τε τῇ διὰ κλιβάνου καὶ τῇ πρὸ αὐτοῦ φυράσει καὶ
ζύμῃ συμμέτρῳ καὶ ἁλῶν μίξει, πρὸς τούτοις δὲ δεύτεροι
κατ ἀρετὴν οἱ ἰπνῖται. καὶ χόνδρος δὲ τῶν εὐχυμοτάτων
ἐστὶν, ὥσπερ καὶ τὸ χοίρειον κρέας, ἐὰν ἀκριβῶς τε
γαστὴρ αὐτὰ πέψῃ καὶ τὸ ἧπαρ αἱματώσῃ. γλίσχρον δ
ἔχει τι καὶ διὰ τοῦτ ἐμφρακτικὸν ἥπατός τε καὶ νεφρῶν, οἷς
στενόπορα φύσει ταῦτα. πλεοναζόντων γοῦν ταῖς ἐδωδαῖς
αὐτῶν, βάρους τέ τις αἴσθησις ἐν τοῖς εἰρημένοις μορίοις γίνεται
καί ποτε καὶ πόνος. ἕπεται δὲ ταῖς καθ ἧπαρ ἐμφράξεσι,
κωλύεσθαι μὲν τὴν ἀνάδοσιν, ἀθροίζεσθαι δὲ πλῆθος
ἐν ταῖς κατὰ τὸ μεσάραιόν τε
421
καὶ τὰ σιμὰ τοῦ σπλάγχνου
φλεψὶν, πάλιν φλεγμονὰς ἀκολουθῆσαι τῶν μορίων,
ἐν οἷς ἤθροισται, κίνδυνος, αὐτῶν τῶν πλεοναζόντων χυμῶν
760
σηπεδόνα. δυοῖν γάρ τοι θάτερον ἀναγκαῖόν ἐστι τοῖς
ὠμοῖς καὶ παχέσι χυμοῖς ἀκολουθεῖν, μεταβάλλεσθαι εἰς
αἷμα πεττομένοις, σήπεσθαι, καθάπερ καὶ τἄλλα πάντα
τὰ ἐν τοῖς θερμοῖς χωρίοις χρόνῳ πλείονι μένοντα. καὶ διὰ
τοῦτο τοῖς ἰατροῖς εὑρέθη τὰ κληθέντα πρὸς αὐτῶν ὑγιεινὰ
φάρμακα, τῆς λεπτυνούσης ἅπαντα δυνάμεως ὄντα. τούτοις
γὰρ ἔργον ἐστὶν, ἐκφράττειν μὲν τὰς στενὰς διεξόδους, ἀποῤῥύπτειν
δὲ τὸ προσπλαττόμενον γλίσχρον ἐκ τῶν χυμῶν τοῖς
ἀγγείοις, τέμνειν δὲ καὶ λεπτύνειν τὰ παχέα τῶν ὑγρῶν. ἀλλ
ἐὰν πλεονάσῃ τις ἐν αὐτοῖς, ὀῤῥῶδες πικρόχολον ἐν τῷ
χρόνῳ μελαγχολικὸν ἐργάζεται τὸ αἷμα. πέφυκε γὰρ ὀλίγον
δεῖν ἅπαντα τὰ τοιαῦτα φάρμακα σὺν τῷ λεπτύνειν τε
καὶ τέμνειν ἔτι καὶ θερμαίνειν ἀμετρότερον. ὑπὸ δὲ τῶν οὕτως
θερμαινόντων ξηραίνεται μὲν τὰ στερεὰ, παχύνονται δὲ
οἱ χυμοὶ, καὶ διὰ τοῦτο κατὰ τοὺς νεφροὺς οἱ πωρώδεις λίθοι
συνίστανται. καλλίστης οὖν κατασκευῆς σώματος ὑπαρχούσης,
ἥτις ἂν εὐκρατοτάτη μὲν , τὰς δὲ τῶν χυμῶν διεξόδους
εὐρείας ἔχῃ, δυνατόν ἐστιν ὑγιαίνειν ἀεὶ τὸν οὕτω πεφυκότα,
761
γυμναζόμενον αὐτάρκη πρὸ τῶν σιτίων, ἐὰν καὶ πλεονάζῃ
ποτὲ κατὰ τὰ παχύχυμα τῶν ἐδεσμάτων, ὁποῖόν ἐστιν,
ὡς ἔφην, τε χόνδρος καὶ τὸ χοίρειον κρέας, οἵ τ ἰπνῖται
τῶν ἄρτων, κριβανῖται, οὐ πάνυ δ ἀκριβῶς οὔτε προπαρεσκευασμένοι
τῇ λελεγμένῃ μικρὸν ἔμπροσθεν κατασκευῇ,
κατά τε τὸν κλίβανον ἐνδεῶς ὠπτημένοι. τὴν δ αὐτὴν ἔχει
τῷ χόνδρῳ φύσιν καλούμενος τράγος, ἐκ τῶν σιτηρῶν
τροφῶν καὶ αὐτὸς ὑπάρχων, δυσκατεργαστότερός γε μὴν ἐν
τῇ κατὰ τὴν γαστέρα πέψει ἐστὶ τοῦ χόνδρου. παραπλησίαν
δὲ τούτοις δύναμιν ἔχει καὶ τῶν ὠῶν φύσις, ἀλλὰ διορισμῶν
πολλῶν δεομένη, καθάπερ καὶ τὸ γάλα. προϊόντος δὲ τοῦ
λόγου διδαχθήσεται μετ ὀλίγον ἀκριβῶς πᾶσα. πρότερον
γὰρ, ὥσπερ τούτων ἐμνημόνευσα, τὸν οἷον τύπον ὑπογράφων
τῶν εὐχύμων τε καὶ κακοχύμων ἅμα γλισχρότητι τροφῶν,
οὕτως καὶ τῶν συμμέτρως ἐχουσῶν βούλομαι μνημονεῦσαι,
μέσον οὐσῶν τῇ φύσει τῶν παχυνόντων ἐδεσμάτων καὶ τῶν
353
λεπτυνόντων, ὑπὲρ ὧν ἑτέρωθι διῆλθον ἐν ἑνὶ γράμματι
762
τῷ περὶ τῆς λεπτυνούσης διαίτης. ἀλλὰ τῶν μὲν τοιούτων
τὰ πλεῖστα φάρμακα μᾶλλον ἄν τις τροφὴν εἴποι.
τὰ δὲ τοὺς παχεῖς καὶ γλίσχρους γεννῶντα χυμοὺς ἐδέσματα
τροφιμώτατά τε πάντ ἐστὶ, κᾂν πεφθῇ καλῶς ἔν τε τῇ γαστρὶ
καὶ τῷ ἥπατι, χρηστὸν αἷμα γεννᾷν πέφυκεν.

Tokens

ΓΑΛΗΝΟΥ 1 w 7
ΠΕΡΙ 1 w 11
ΕΤΧΥΜΙΑΣ 1 w 19
ΚΑΙ 1 w 22
ΚΑΚΟΧΥΜΙΑΣ 1 w 32
ΤΡΟΦΩΝ 1 w 38
Οἱ 1 w 41
συνεχῶς 1 w 48
ἐτῶν 1 w 52
οὐκ 1 w 55
ὀλίγων 1 w 61
ἐφεξῆς 1 w 67
γενόμενοι 1 w 76
λιμοὶ 1 w 81
κατὰ 1 w 85
πολλὰ 1 w 90
τῶν 2 w 93
Ῥωμαίοις 1 w 101
ὑπακουόντων 1 w 112
ἐθνῶν 1 w 117
ἐναργῶς 1 w 124
ἐπεδείξαντο 1 w 135
τοῖς 1 w 139
γε 2 w 141
μὴ 1 w 143
παντάπασιν 1 w 153
ἀνοήτοις 1 w 161
ἡλίκην 1 w 168
ἔχει 1 w 172
κακοχυμία 1 w 181
δύναμιν 1 w 188
εἰς 1 w 191
νόσων 1 w 196
γένεσιν 1 w 203
οἱ 1 w 206
μὲν 1 w 209
γὰρ 1 w 212
τὰς 1 w 215
πόλεις 1 w 221
οἰκοῦντες 1 w 230
ὥσπερ 1 w 236
ἦν 1 w 238
ἔθος 1 w 242
αὐτοῖς 1 w 248
παρασκευάζεσθαι 1 w 263
κατὰ 2 w 267
τὸ 1 w 269
θέρος 1 w 274
εὐθέως 1 w 280
σῖτον 1 w 285
αὐτάρκη 1 w 292
πρὸς 1 w 296
ὅλον 1 w 300
τὸν 1 w 303
ἐφεξῆς 2 w 309
ἐνιαυτὸν 1 w 317
ἐκ 1 w 320
τῶν 3 w 323
ἀγρῶν 1 w 328
πάντα 1 w 333
τὸν 3 w 336
πυρὸν 1 w 341
αἴροντες 1 w 349
ἅμα 1 w 352
ταῖς 1 w 356
κριθαῖς 1 w 363
τε 3 w 365
καὶ 1 w 368
τοῖς 3 w 372
κυάμοις 1 w 379
καὶ 2 w 382
φακοῖς 1 w 388
ἀπέλιπον 1 w 397
τοῖς 4 w 401
ἀγροίκοις 1 w 410
τοὺς 1 w 414
ἄλλους 1 w 420
Δημητρίους 1 w 430
καρποὺς 1 w 437
οὕς 1 w 441
ὀνομάζουσιν 1 w 452
ὄσπριά 1 w 458
τε 4 w 460
καὶ 3 w 463
χέδροπα 1 w 470
μετὰ 1 w 475
τοῦ 1 w 478
καὶ 4 w 481
τούτων 1 w 487
αὐτῶν 1 w 492
οὐκ 2 w 495
ὀλίγα 1 w 500
κομίζειν 1 w 508
εἰς 2 w 511
ἄστυ 1 w 515
τὰ 5 w 518
γοῦν 1 w 522
ὑπολειφθέντα 1 w 534
διὰ 1 w 537
τοῦ 2 w 540
χειμῶνος 1 w 548
ἐκδαπανῶντες 1 w 560
οἱ 2 w 562
κατὰ 3 w 566
τὴν 1 w 569
χώραν 1 w 574
ἄνθρωποι 1 w 582
τροφαῖς 1 w 589
κακοχύμοις 1 w 599
ἠναγκάζοντο 1 w 610
χρῆσθαι 1 w 617
δι 2 w 619
ὅλου 1 w 624
τοῦ 3 w 627
ἦρος 1 w 631
ἐσθίοντες 1 w 641
ἀκρέμονάς 1 w 650
τε 7 w 652
καὶ 5 w 655
βλάστας 1 w 662
δένδρων 1 w 669
καὶ 6 w 672
θάμνων 1 w 678
καὶ 7 w 682
βολβοὺς 1 w 689
καὶ 8 w 693
ῥίζας 1 w 698
κακοχύμων 1 w 707
φυτῶν 1 w 712
ἐμφορούμενοι 1 w 725
δὲ 1 w 727
καὶ 9 w 730
τῶν 6 w 733
ἀγρίων 1 w 739
ὀνομαζομένων 1 w 751
λαχάνων 1 w 758
ὅτου 1 w 763
τις 1 w 766
ἔτυχεν 1 w 772
εὐπορήσας 1 w 781
ἀφειδῶς 1 w 789
ἄχρι 1 w 793
κόρου 1 w 798
καθάπερ 1 w 806
καὶ 10 w 809
πόας 1 w 813
χλωρὰς 1 w 819
ὅλας 1 w 823
ἕψοντες 1 w 830
ἤσθιον 1 w 836
ὧν 1 w 839
πρότερον 1 w 847
οὐδ 1 w 850
ἄχρι 2 w 855
πείρας 1 w 861
ἐγεύσαντο 1 w 870
πώποτε 1 w 876
παρῆν 1 w 882
οὖν 1 w 885
ὁρᾷν 1 w 889
ἐνίους 1 w 895
μὲν 2 w 898
αὐτῶν 2 w 903
ἐν 4 w 905
τοῖς 5 w 909
ἐσχάτοις 1 w 917
τοῦ 4 w 920
ἦρος 2 w 924
ἅπαντας 1 w 932
δ 12 w 933
ὀλίγου 1 w 940
δεῖν 1 w 944
ἐν 5 w 946
ἀρχῇ 1 w 950
τοῦ 5 w 953
θέρους 1 w 959
ἁλισκομένους 1 w 971
ἕλκεσι 1 w 977
παμπόλλοις 1 w 987
κατὰ 4 w 991
τὸ 5 w 993
δέρμα 1 w 998
συνισταμένοις 1 w 1011
οὐ 4 w 1014
τὴν 2 w 1017
αὐτὴν 1 w 1022
ἰδέαν 1 w 1027
ἅπασιν 1 w 1033
ἴσχουσι 1 w 1040
τὰ 8 w 1043
μὲν 3 w 1046
γὰρ 2 w 1049
αὐτῶν 3 w 1054
ἦν 2 w 1056
ἐρυσιπελατώδη 1 w 1069
τὰ 9 w 1072
δὲ 2 w 1074
φλεγμονώδη 1 w 1084
τὰ 10 w 1087
δ 19 w 1088
ἑρπυστικὰ 1 w 1098
τὰ 11 w 1101
δὲ 3 w 1103
λειχηνώδη 1 w 1112
καὶ 11 w 1116
ψωρώδη 1 w 1122
καὶ 12 w 1126
λεπρώδη 1 w 1133
τούτων 2 w 1140
μὲν 4 w 1143
ὅσα 1 w 1146
πρᾳότατα 1 w 1154
διὰ 2 w 1158
τοῦ 6 w 1161
δέρματος 1 w 1169
ἐξανθήσαντα 1 w 1180
τὴν 4 w 1183
κακοχυμίαν 1 w 1193
ἐκ 3 w 1195
τῶν 9 w 1198
σπλάγχνων 1 w 1207
τε 11 w 1209
καὶ 13 w 1212
τοῦ 7 w 1215
βάθους 1 w 1221
ἐκένωσεν 1 w 1229
ἐνίοις 1 w 1236
δέ 5 w 1238
τισιν 1 w 1243
ἀνθρακώδη 1 w 1252
τε 12 w 1254
καὶ 14 w 1257
φαγεδαινικὰ 1 w 1268
γενόμενα 1 w 1276
μετὰ 2 w 1280
τῶν 10 w 1283
πυρετῶν 1 w 1290
ἀπέκτεινε 1 w 1300
πολλοὺς 1 w 1307
ἐν 7 w 1309
χρόνῳ 1 w 1314
μακρῷ 1 w 1319
μόγις 1 w 1324
ὀλιγίστων 1 w 1333
σωθέντων 1 w 1341
ἄνευ 1 w 1346
δὲ 4 w 1348
τῶν 12 w 1351
κατὰ 5 w 1355
τὸ 6 w 1357
δέρμα 3 w 1362
παθημάτων 1 w 1371
πυρετοὶ 1 w 1378
πάμπολλοι 1 w 1387
ἐγένοντο 1 w 1395
διαχωρήσεις 1 w 1407
γαστρὸς 1 w 1414
ἐπιφέροντες 1 w 1425
δυσώδεις 1 w 1433
καὶ 15 w 1436
δακνώδεις 1 w 1445
εἰς 3 w 1449
τεινεσμοὺς 1 w 1459
καὶ 16 w 1462
δυσεντερίας 1 w 1473
τελευτώσας 1 w 1483
οὖρά 1 w 1488
τε 18 w 1490
δριμέα 1 w 1496
καὶ 17 w 1500
αὐτὰ 1 w 1504
δυσώδη 1 w 1510
τὴν 5 w 1514
κύστιν 1 w 1520
ἐνίων 1 w 1525
ἑλκώσαντα 1 w 1534
τινὲς 1 w 1540
δ 40 w 1541
αὐτῶν 4 w 1547
ἐκρίθησαν 1 w 1556
ἱδρῶσι 1 w 1562
καὶ 18 w 1566
τούτοις 1 w 1573
δυσώδεσιν 1 w 1582
1 w 1584
ἀποστήμασι 1 w 1594
σηπεδονώδεσιν 1 w 1607
οἷς 1 w 1611
δ 46 w 1612
οὐδὲν 1 w 1618
τούτων 3 w 1624
ἐγένετο 1 w 1631
πάντες 1 w 1638
ἀπέθανον 1 w 1646
2 w 1647
μετὰ 3 w 1651
φανερᾶς 1 w 1658
φλεγμονῆς 1 w 1667
ἑνός 1 w 1671
γέ 4 w 1673
τινος 1 w 1678
τῶν 14 w 1681
σπλάγχνων 2 w 1690
3 w 1692
διὰ 3 w 1695
τὸ 7 w 1697
μέγεθός 1 w 1704
τε 20 w 1706
καὶ 19 w 1709
τὴν 6 w 1712
κακοήθειαν 1 w 1722
τῶν 15 w 1725
πυρετῶν 2 w 1732
ὀλιγίστων 2 w 1742
δὲ 6 w 1744
φλέβα 1 w 1749
τεμεῖν 1 w 1755
ἐν 9 w 1757
ἀρχῇ 2 w 1761
τῆς 1 w 1764
νόσου 1 w 1769
τολμησάντων 1 w 1780
ἐνίων 2 w 1785
ἰατρῶν 1 w 1791
ἐδεδίεσαν 1 w 1802
γὰρ 3 w 1805
εἰκότως 1 w 1812
χρῆσθαι 2 w 1819
τῷ 1 w 1821
βοηθήματι 1 w 1830
διὰ 4 w 1833
τὸ 8 w 1835
προκαταλελῦσθαι 1 w 1850
τὴν 7 w 1853
δύναμιν 2 w 1860
οὐδενὸς 1 w 1869
εἶδον 1 w 1874
αἷμα 1 w 1878
χρηστὸν 1 w 1885
ἐκκριθὲν 1 w 1893
ὁποῖον 1 w 1900
ἐκ 7 w 1902
τῶν 17 w 1905
ὑγιεινῶν 1 w 1913
σωμάτων 1 w 1920
ὁρᾶται 1 w 1926
κενούμενον 1 w 1936
ἀλλ 1 w 1940
ἤτοι 1 w 1945
πυῤῥότερον 1 w 1955
4 w 1957
μελάντερον 1 w 1967
5 w 1969
ὀῤῥωδέστερον 1 w 1981
6 w 1983
δριμὺ 1 w 1988
καὶ 20 w 1991
δάκνον 1 w 1997
αὐτὴν 2 w 2002
τὴν 9 w 2005
διαιρεθεῖσαν 1 w 2017
φλέβα 2 w 2022
κατὰ 6 w 2026
τὴν 10 w 2029
ἐκροὴν 1 w 2035
ὡς 1 w 2038
δυσεπούλωτον 1 w 2050
γενέσθαι 1 w 2058
τὸ 10 w 2060
ἕλκος 1 w 2065
ἐνίοις 2 w 2072
δὲ 7 w 2074
καὶ 21 w 2077
συμπτώματα 1 w 2087
μετὰ 4 w 2091
τῶν 18 w 2094
πυρετῶν 3 w 2101
καὶ 22 w 2105
μάλιστα 1 w 2112
τοῖς 6 w 2116
ἀποθανοῦσιν 1 w 2127
ἐγένοντο 2 w 2136
βλάβην 1 w 2142
τῆς 2 w 2145
διανοίας 1 w 2153
ἐπιφέροντα 1 w 2163
σὺν 1 w 2166
ἀγρυπνίαις 1 w 2176
καὶ 23 w 2179
καταφοραῖς 1 w 2189
οὐδὲν 2 w 2195
δὲ 9 w 2197
θαυμαστὸν 1 w 2206
ἐναντίοις 1 w 2216
ἁλῶναι 1 w 2222
νοσήμασί 1 w 2230
τε 25 w 2232
καὶ 24 w 2235
συμπτώμασι 1 w 2245
τοὺς 2 w 2249
τότε 1 w 2253
νοσήσαντας 1 w 2263
αὐτούς 1 w 2270
τε 27 w 2272
διαφέροντας 1 w 2283
ἀλλήλοις 1 w 2291
οὐ 8 w 2293
ταῖς 2 w 2297
φύσεσι 1 w 2303
μόνον 1 w 2308
7 w 2309
ταῖς 3 w 2313
ἡλικίαις 1 w 2321
ἀλλὰ 1 w 2326
καὶ 25 w 2329
ταῖς 4 w 2333
ἔμπροσθεν 1 w 2342
διαίταις 1 w 2350
ἐναντίαν 1 w 2359
τε 28 w 2361
δύναμιν 3 w 2368
ἐχούσας 1 w 2375
ἐδηδοκότας 1 w 2385
ἐν 14 w 2387
τῷ 2 w 2389
λιμῷ 1 w 2393
τροφάς 1 w 2399
ἤσθιον 2 w 2406
μὲν 5 w 2409
γὰρ 4 w 2412
ἅπαντες 1 w 2419
ὧν 2 w 2421
ηὐπόρουν 1 w 2429
ἀνομοίου 1 w 2438
δὲ 10 w 2440
τῆς 3 w 2443
εὐπορίας 1 w 2451
οὔσης 1 w 2456
ἔνιοι 1 w 2462
μὲν 6 w 2465
ὀξεῖς 1 w 2470
8 w 2472
δριμεῖς 1 w 2479
9 w 2481
ἁλυκοὺς 1 w 2488
10 w 2490
πικροὺς 1 w 2497
ἔχοντα 1 w 2503
χυμοὺς 1 w 2509
ἐδέσματα 1 w 2517
προσηνέγκαντο 1 w 2530
τινὲς 2 w 2536
δ 73 w 2537
αὐστηροὺς 1 w 2547
11 w 2549
στρυφνοὺς 1 w 2558
12 w 2560
ψύχοντας 1 w 2568
σαφῶς 1 w 2573
13 w 2575
ὑγροὺς 1 w 2581
ἱκανῶς 1 w 2587
14 w 2589
γλίσχρους 1 w 2598
15 w 2600
φαρμακώδεις 1 w 2611
οἶδα 1 w 2616
γοῦν 2 w 2620
ἐνίους 2 w 2626
μὲν 7 w 2629
αὐτίκα 1 w 2635
διὰ 5 w 2638
μυκήτων 1 w 2645
ἐδωδὴν 1 w 2651
ἀποθανόντας 1 w 2662
ἐνίους 3 w 2669
δὲ 11 w 2671
διὰ 6 w 2674
κωνείων 1 w 2681
16 w 2683
ναρθήκων 1 w 2691
οὐκ 3 w 2695
ὀλίγους 1 w 2702
δ 81 w 2703
ἐξ 2 w 2706
αὐτῶν 5 w 2711
μόλις 1 w 2716
διασωθέντας 1 w 2727
ἅπασι 2 w 2733
μὲν 8 w 2736
οὖν 2 w 2739
τοῖς 7 w 2743
ἄλλοις 1 w 2749
ἀνθρώποις 1 w 2758
ἐναργῶς 2 w 2765
ἐφαίνετο 1 w 2773
τῷ 3 w 2775
λογισμῷ 1 w 2782
σκοπουμένοις 1 w 2794
ὥσπερ 2 w 2800
ἐκτὸς 1 w 2805
πολυειδεῖς 1 w 2815
μὲν 9 w 2818
ἑλκώσεις 1 w 2826
ἐγένοντο 3 w 2834
ποικίλα 1 w 2842
δὲ 12 w 2844
ὄγκων 1 w 2849
εἴδη 1 w 2853
φλεγμονωδῶν 1 w 2864
τε 30 w 2866
καὶ 26 w 2869
οἰδηματωδῶν 1 w 2880
ἐρυσιπελατωδῶν 1 w 2895
τε 31 w 2897
καὶ 27 w 2900
σκιῤῥωδῶν 1 w 2909
οὕτω 1 w 2914
καὶ 28 w 2917
κατά 1 w 2921
τινα 1 w 2925
τῶν 21 w 2928
ἐν 18 w 2930
βάθει 1 w 2935
μορίων 1 w 2941
ὅσα 2 w 2945
κυριώτερα 1 w 2954
τοσαύτας 1 w 2963
διαθέσεις 1 w 2972
ἐγχωρεῖν 1 w 2980
γεγονέναι 1 w 2989
μόνοις 1 w 2996
δὲ 13 w 2998
τοῖς 8 w 3002
ἀποστᾶσι 1 w 3010
τῆς 4 w 3013
κατὰ 7 w 3017
τοὺς 3 w 3021
χυμοὺς 2 w 3027
Ἱπποκράτους 1 w 3038
διδασκαλίας 1 w 3049
4 w 3050
λογισμὸς 1 w 3058
ἐπεπήρωτο 1 w 3067
πάντα 2 w 3073
μᾶλλον 1 w 3079
17 w 3080
τοὺς 4 w 3084
χυμοὺς 3 w 3090
αἰτιᾶσθαι 1 w 3099
τολμῶσιν 1 w 3107
ἔνιοι 2 w 3113
δ 95 w 3114
αὐτῶν 6 w 3120
ὡμολόγησάν 1 w 3130
μοι 3 w 3133
λαθραίως 1 w 3141
ὁρᾷν 2 w 3146
μὲν 10 w 3149
ἐναργῶς 3 w 3156
τὴν 11 w 3159
πρὸς 2 w 3163
Ἱπποκράτην 1 w 3173
φιλονεικίαν 1 w 3184
τῶν 23 w 3187
οὐδὲν 3 w 3192
οὐδ 6 w 3195
εἰς 4 w 3199
νόσον 1 w 3204
ἡγουμένων 1 w 3213
ἀγαθὸν 1 w 3219
18 w 3220
κακὸν 1 w 3225
ἐκ 10 w 3227
χυμῶν 1 w 3232
γίνεσθαι 1 w 3240
μεταστῆναι 1 w 3251
δ 98 w 3252
αἰδεῖσθαι 1 w 3262
πρὸς 3 w 3266
Ἱπποκράτην 2 w 3276
μετὰ 5 w 3280
πεντήκοντα 1 w 3290
τῆς 5 w 3293
ἡλικίας 1 w 3300
ἔτη 1 w 3303
δόξειν 1 w 3310
μὲν 11 w 3313
γὰρ 5 w 3316
οὕτως 1 w 3321
ἔφασαν 1 w 3327
οὐ 12 w 3329
τοὺς 5 w 3333
μαθητὰς 1 w 3340
μόνους 1 w 3346
ἀλλὰ 2 w 3351
καὶ 29 w 3354
τοὺς 6 w 3358
χρωμένους 1 w 3367
ἡμῖν 1 w 3371
ἐν 20 w 3373
ἅπαντι 1 w 3379
τῷ 4 w 3381
πρόσθεν 1 w 3388
χρόνῳ 2 w 3393
βεβλαφέναι 1 w 3403
καὶ 30 w 3407
μέντοι 1 w 3413
καὶ 31 w 3416
τιμᾶσθαι 1 w 3424
μὲν 12 w 3427
ἔλεγον 1 w 3433
ἤδη 1 w 3436
πρὸς 4 w 3440
πολλῶν 1 w 3446
ἀνθρώπων 1 w 3454
ὡς 2 w 3457
ἐπ 5 w 3459
ἀληθέσιν 1 w 3468
οἶς 1 w 3471
ἐπρέσβευον 1 w 3481
δόγμασιν 1 w 3489
ἐὰν 1 w 3493
δὲ 15 w 3495
καὶ 32 w 3498
ταῦθ 1 w 3502
ὁμολογήσωσιν 1 w 3515
εἶναι 1 w 3520
μοχθηρὰ 1 w 3527
καὶ 33 w 3531
τῶν 24 w 3534
ἄλλων 1 w 3539
ἀμαθέστεροι 1 w 3550
φανεῖσθαι 1 w 3559
καὶ 34 w 3563
μηδένα 1 w 3569
τῶν 25 w 3572
ἔμπροσθεν 2 w 3581
αὐτοῖς 2 w 3587
χρωμένων 1 w 3595
αὖθις 1 w 3600
ἔτι 1 w 3603
χρήσεσθαι 1 w 3612
τούτοις 2 w 3620
μὲν 13 w 3623
οὖν 3 w 3626
πολλὴν 1 w 3632
συγγνώμην 1 w 3641
νέμειν 1 w 3647
εὔλογον 1 w 3654
ἡμᾶς 1 w 3658
οὐ 13 w 3661
τὴν 12 w 3664
προαίρεσιν 1 w 3674
μεμφομένους 1 w 3685
ἀλλὰ 3 w 3690
τῇ 1 w 3692
δυστυχίᾳ 1 w 3700
συναλγοῦντας 1 w 3712
αὐτοῖς 3 w 3718
οἳ 1 w 3721
πρὸ 5 w 3724
τοῦ 8 w 3727
κρῖναι 1 w 3733
δύνασθαι 1 w 3741
τὰ 21 w 3743
διδασκόμενα 1 w 3754
περιέπεσον 1 w 3764
οὐκ 4 w 3767
ἀγαθοῖς 1 w 3774
διδασκάλοις 1 w 3785
ἄξιοι 1 w 3791
δὲ 16 w 3793
μίσους 1 w 3799
εἰσὶν 1 w 3804
οἱ 3 w 3806
πρῶτοι 1 w 3812
διὰ 7 w 3815
φιλοτιμίαν 1 w 3825
αἱρέσεις 1 w 3833
δογμάτων 1 w 3841
συστησάμενοι 1 w 3853
φαίνονται 1 w 3863
γὰρ 6 w 3866
ἑκόντες 1 w 3873
ἐξαπατᾷν 1 w 3881
ἐπιχειρῆσαι 1 w 3892
τοὺς 7 w 3896
πέλας 1 w 3901
οὐκ 5 w 3905
ἄκοντες 1 w 3912
σφαλῆναι 1 w 3920
μηδενὸς 1 w 3928
ἀνθρώπου 1 w 3936
εἰς 5 w 3939
τοσαύτην 1 w 3947
ἄνοιαν 1 w 3953
ἥκοντος 1 w 3960
ὡς 3 w 3963
ἀγνοῆσαι 1 w 3971
πηλίκον 1 w 3979
ἐστὶ 1 w 3983
κακὸν 2 w 3988
ἐκτραπῆναι 1 w 3998
τοὺς 8 w 4002
ἐν 21 w 4004
τῷ 5 w 4006
σώματι 1 w 4012
χυμοὺς 4 w 4018
εἰς 6 w 4021
φαρμακώδεις 2 w 4032
ποιότητας 1 w 4041
αὐτοὶ 1 w 4047
γοῦν 4 w 4051
οὗτοι 1 w 4056
πρὸς 5 w 4061
οὓς 1 w 4064
7 w 4065
λόγος 1 w 4070
ἐστὶ 2 w 4074
δύσκολον 1 w 4083
19 w 4084
καὶ 35 w 4087
τελέως 1 w 4093
ἀδύνατον 1 w 4101
εἶναί 1 w 4106
φασι 1 w 4110
διακρῖναι 1 w 4119
τοὺς 9 w 4123
ἐκ 12 w 4125
φαρμάκων 1 w 4133
ὀλεθρίων 1 w 4141
προσφορᾶς 1 w 4150
ἀπολλυμένους 1 w 4162
τῶν 26 w 4165
ἐξ 4 w 4167
αὐτοῦ 1 w 4172
τοῦ 10 w 4175
σώματος 1 w 4182
τῆς 6 w 4185
νοσώδους 1 w 4193
διαθέσεως 1 w 4202
οὐ 16 w 4205
μὴν 1 w 4208
οὔθ 1 w 4211
ὅτι 1 w 4216
τοὺς 10 w 4220
τῶν 27 w 4223
ἰοβόλων 1 w 4230
ὀνομαζομένων 2 w 4242
θηρίων 1 w 4248
χυμοὺς 5 w 4254
οὓς 2 w 4258
ἐνιᾶσι 1 w 4264
διὰ 8 w 4267
τοῦ 11 w 4270
δήγματος 1 w 4278
ἐνίους 4 w 4285
μὲν 14 w 4288
νεκροῦντας 1 w 4298
ἐν 24 w 4300
τάχει 1 w 4305
τὸ 13 w 4307
δηχθὲν 1 w 4313
μόριον 1 w 4319
ἐνίους 5 w 4326
δὲ 17 w 4328
καὶ 36 w 4331
σήποντας 1 w 4339
20 w 4341
φλεγμονὰς 1 w 4350
21 w 4351
ὀδύνας 1 w 4357
μεγίστας 1 w 4365
ἐπιφέροντας 1 w 4376
ἐναργῶς 4 w 4383
ὁρῶμεν 1 w 4389
ἔνεστιν 1 w 4397
ἀρνήσασθαι 1 w 4407
οὐδενὶ 1 w 4413
καθάπερ 2 w 4421
οὐδ 8 w 4424
ὅτι 2 w 4428
σκορπίῳ 1 w 4435
τις 2 w 4438
ἐπιπτύσας 1 w 4447
δὶς 1 w 4450
22 w 4451
τρὶς 1 w 4455
νήστης 1 w 4461
εὐθέως 2 w 4467
ἀναιρεῖ 1 w 4474
τὸ 14 w 4476
ζῶον 1 w 4480
ὥσπερ 3 w 4486
γὰρ 7 w 4489
οἰκεῖαι 1 w 4496
φύσεις 1 w 4502
φύσεσίν 1 w 4509
εἰσιν 1 w 4514
οὕτως 2 w 4520
ἕτεραι 1 w 4526
πολέμιαί 1 w 4534
τε 38 w 4536
ἑτέραις 1 w 4543
καὶ 37 w 4546
φθαρτικαί 1 w 4555
τρέφεσθαι 1 w 4565
μὲν 15 w 4568
οὖν 4 w 4571
ἡμῖν 2 w 4575
ὑπὸ 1 w 4578
τῶν 28 w 4581
οἰκείων 1 w 4588
ἀπόλλυσθαι 1 w 4599
δὲ 18 w 4601
ὑπὸ 2 w 4604
τῶν 29 w 4607
ἐναντίων 1 w 4615
συμβαίνει 1 w 4624
καὶ 38 w 4628
λέλεκται 1 w 4636
περὶ 1 w 4640
τούτων 4 w 4646
ἐπὶ 1 w 4649
πλεῖστον 1 w 4657
ἔν 4 w 4659
τε 39 w 4661
τοῖς 11 w 4665
περὶ 2 w 4669
τῶν 30 w 4672
φυσικῶν 1 w 4679
δυνάμεων 1 w 4687
ὑπομνήμασι 1 w 4697
καὶ 39 w 4701
τοῖς 12 w 4705
περὶ 3 w 4709
τῶν 31 w 4712
ἁπλῶν 1 w 4717
φαρμάκων 2 w 4725
εἰς 7 w 4729
δὲ 19 w 4731
τὸν 6 w 4734
ἐνεστῶτα 1 w 4742
λόγον 1 w 4747
ἱκανὴ 1 w 4752
καὶ 40 w 4755
τῶν 32 w 4758
ἐν 29 w 4760
τοῖς 13 w 4764
λιμοῖς 1 w 4770
ὀφθέντων 1 w 4778
8 w 4779
διήγησις 1 w 4787
εἰ 11 w 4790
δέ 10 w 4792
μοι 4 w 4795
πιστεύειν 1 w 4804
ἐθέλοις 1 w 4811
οὐδεμίαν 1 w 4820
μὲν 16 w 4823
αἰτίαν 1 w 4829
ἔχοντι 1 w 4835
ψεύδεσθαι 1 w 4844
δυσχεραίνοντι 1 w 4858
δὲ 20 w 4860
ἐπὶ 2 w 4863
τῷ 6 w 4865
πολλοὺς 2 w 4872
ἐν 30 w 4874
βιβλίοις 1 w 4882
ἄνδρας 1 w 4888
ἐψεῦσθαι 1 w 4896
μεγάλως 1 w 4903
διηγήσομαί 1 w 4914
σοι 1 w 4917
τὰ 22 w 4919
διὰ 9 w 4922
μακρᾶς 1 w 4928
πείρας 2 w 4934
ἐν 31 w 4936
ὅλῳ 1 w 4939
μου 1 w 4942
τῷ 7 w 4944
βίῳ 1 w 4947
γνωσθέντα 1 w 4956
μετὰ 6 w 4960
τοῦ 12 w 4963
καὶ 41 w 4966
τοὺς 11 w 4970
θεοὺς 1 w 4975
ἐπικαλέσασθαι 1 w 4988
μάρτυρας 1 w 4996
ἐμοὶ 1 w 5001
γὰρ 8 w 5004
πατὴρ 1 w 5009
ἐγένετο 2 w 5016
γεωμετρίας 1 w 5027
μὲν 17 w 5030
καὶ 42 w 5033
ἀρχιτεκτονίας 1 w 5046
καὶ 43 w 5049
λογιστικῆς 1 w 5059
ἀριθμητικῆς 1 w 5070
τε 42 w 5072
καὶ 44 w 5075
ἀστρονομίας 1 w 5086
εἰς 8 w 5089
ἄκρον 1 w 5094
ἥκων 1 w 5098
ὑπὸ 3 w 5102
πάντων 1 w 5108
δὲ 21 w 5110
τῶν 33 w 5113
γνόντων 1 w 5120
αὐτὸν 1 w 5125
ἐπὶ 3 w 5128
δικαιοσύνῃ 1 w 5138
καὶ 45 w 5141
χρηστότητι 1 w 5151
καὶ 46 w 5154
σωφροσύνῃ 1 w 5163
θαυμασθεὶς 1 w 5173
ὡς 4 w 5176
οὐδεὶς 1 w 5182
τῶν 34 w 5185
φιλοσόφων 1 w 5194
οὗτος 1 w 5200
οὖν 5 w 5203
παῖδα 1 w 5208
μὲν 18 w 5211
ὄντα 1 w 5215
με 24 w 5217
διαιτῶν 1 w 5224
αὐτὸς 1 w 5229
ἄνοσον 1 w 5235
ἐφύλαξεν 1 w 5243
ἐπεὶ 1 w 5248
δὲ 22 w 5250
μειράκιον 1 w 5259
ἐγενόμην 1 w 5267
10 w 5269
τε 43 w 5271
πατὴρ 2 w 5276
ὑπεχώρησεν 1 w 5286
εἰς 9 w 5289
ἀγρὸν 1 w 5294
ὢν 1 w 5297
φιλογέωργος 1 w 5308
εἰχόμην 1 w 5316
μὲν 19 w 5319
ὧν 3 w 5321
ἐμάνθανον 1 w 5330
ὑπὲρ 1 w 5334
ἅπαντας 2 w 5341
τοὺς 12 w 5345
συμφοιτῶντας 1 w 5357
οὐ 21 w 5360
δι 27 w 5362
ἡμέρας 1 w 5369
μόνον 2 w 5374
ἀλλὰ 4 w 5379
καὶ 47 w 5382
νύκτωρ 1 w 5388
ἐμπλησθεὶς 1 w 5399
δὲ 23 w 5401
μετὰ 7 w 5405
τῶν 37 w 5408
ἡλικιωτῶν 1 w 5417
ἐν 32 w 5419
παντὶ 1 w 5424
τῷ 8 w 5426
χρόνῳ 3 w 5431
τῆς 7 w 5434
ὀπώρας 1 w 5440
ἁπάντων 1 w 5447
τῶν 39 w 5450
ὡραίων 1 w 5456
ἐνόσησα 1 w 5464
τοῦ 13 w 5467
φθινοπώρου 1 w 5477
νόσον 2 w 5482
ὀξεῖαν 1 w 5488
ὡς 5 w 5491
φλεβοτομίας 1 w 5502
δεηθῆναι 1 w 5510
παραγενόμενος 1 w 5524
οὖν 6 w 5527
εἰς 10 w 5530
τὴν 13 w 5533
πόλιν 1 w 5538
9 w 5539
πατὴρ 3 w 5544
ἐπετίμησέ 1 w 5553
τέ 2 w 5555
μοι 5 w 5558
καὶ 48 w 5561
τῆς 8 w 5564
ἔμπροσθεν 3 w 5573
διαίτης 1 w 5580
ἀνέμνησεν 1 w 5589
ἣν 1 w 5592
ὑπ 9 w 5594
αὐτῷ 1 w 5599
διῃτώμην 1 w 5607
ἐκέλευσέ 1 w 5616
τε 44 w 5618
τὸ 18 w 5620
λοιπὸν 1 w 5626
φυλάττειν 1 w 5635
αὐτὴν 3 w 5640
ἀποστάντα 1 w 5650
τῆς 9 w 5653
τῶν 40 w 5656
ἡλικιωτῶν 2 w 5665
ἀκρασίας 1 w 5673
καὶ 49 w 5677
μέντοι 2 w 5683
καὶ 50 w 5686
κατὰ 8 w 5690
τὸν 8 w 5693
ἑξῆς 1 w 5697
ἐνιαυτὸν 2 w 5705
ἔργον 1 w 5710
ἐποιήσατο 1 w 5719
παραφυλάξαι 1 w 5730
μου 2 w 5733
τὴν 15 w 5736
δίαιταν 1 w 5743
ὡς 6 w 5746
μετρίως 1 w 5753
ἅψασθαι 1 w 5760
τῶν 42 w 5763
ὡραίων 2 w 5769
ἦγον 1 w 5774
δὲ 24 w 5776
τηνικαῦτα 1 w 5785
τῆς 10 w 5788
ἡλικίας 2 w 5795
ἔτη 2 w 5798
ιθ 4 w 5800
ἄνοσος 1 w 5807
οὖν 7 w 5810
ἐν 35 w 5812
αὐτῷ 2 w 5816
μείνας 1 w 5822
εἶτ 1 w 5826
ἐν 36 w 5829
τῷ 11 w 5831
μετ 11 w 5834
αὐτὸν 2 w 5840
ἐνιαυτῷ 1 w 5847
τοῦ 14 w 5850
πατρὸς 1 w 5856
ἀποθανόντος 1 w 5867
ἅμα 2 w 5871
τοῖς 14 w 5875
ἡλικιώταις 1 w 5885
διαιτηθεὶς 1 w 5895
ἐπὶ 4 w 5898
δαψιλέσι 1 w 5906
τοῖς 15 w 5910
κατὰ 9 w 5914
τὴν 16 w 5917
ὀπώραν 1 w 5923
ἐνόσησα 2 w 5931
νόσον 3 w 5936
παραπλησίαν 1 w 5947
τῇ 2 w 5949
πρόσθεν 2 w 5956
ὡς 7 w 5959
καὶ 51 w 5962
τότε 2 w 5966
φλεβοτομίας 2 w 5977
δεηθῆναι 2 w 5985
τοὐντεῦθεν 1 w 5996
ποτὲ 1 w 6000
μὲν 20 w 6003
ἐφεξῆς 3 w 6009
καθ 3 w 6012
ἕκαστον 1 w 6020
ἐνιαυτὸν 3 w 6028
ἐνίοτε 1 w 6035
δὲ 25 w 6037
διαλιπὼν 1 w 6045
ἓν 1 w 6047
ἔτος 1 w 6051
ἐνόσουν 1 w 6059
μέχρι 1 w 6064
τῶν 43 w 6067
ὀκτὼ 1 w 6071
καὶ 52 w 6074
εἴκοσιν 1 w 6081
ἐτῶν 2 w 6085
ἐν 42 w 6088
τούτῳ 1 w 6093
δὲ 26 w 6095
κινδυνεύσας 1 w 6106
ἀπόστημα 1 w 6114
σχεῖν 1 w 6119
καθ 4 w 6123
1 w 6125
μέρος 1 w 6130
συνάπτει 1 w 6138
τὸ 23 w 6140
ἧπαρ 1 w 6144
τῷ 13 w 6146
διαφράγματι 1 w 6157
τῶν 45 w 6161
ὡραίων 3 w 6167
ἁπάντων 2 w 6174
ἀπέχεσθαι 1 w 6183
ἐμαυτὸν 1 w 6190
ὥρισα 1 w 6195
πλὴν 1 w 6199
τῶν 46 w 6202
πεπείρων 1 w 6210
ἀκριβῶς 1 w 6217
σύκων 1 w 6222
τε 50 w 6224
καὶ 53 w 6227
σταφυλῶν 1 w 6235
οὐδὲ 4 w 6240
τούτων 5 w 6246
ἀμέτρως 1 w 6253
ὡς 8 w 6256
ἔμπροσθεν 4 w 6265
ἀλλὰ 5 w 6270
συμμέτρως 1 w 6279
προσφερόμενος 1 w 6292
ἔσχον 1 w 6298
δὲ 28 w 6300
καὶ 54 w 6303
ἄλλον 1 w 6308
τινὰ 1 w 6312
τῶν 47 w 6315
ἐμαυτοῦ 1 w 6322
πρεσβύτερον 1 w 6333
ἔτεσι 1 w 6338
δυοῖν 1 w 6343
τὴν 17 w 6347
αὐτὴν 4 w 6352
γνώμην 2 w 6358
ἔχοντα 2 w 6364
ἐμοί 1 w 6368
φροντίζοντες 1 w 6381
οὖν 8 w 6384
τῶν 48 w 6387
γυμνασίων 1 w 6396
καὶ 55 w 6399
τοῦ 16 w 6402
μηδέποτ 1 w 6409
ἀπεπτῆσαι 1 w 6419
ἄνοσοι 1 w 6425
διεμείναμεν 1 w 6436
ἄχρι 3 w 6440
δεῦρο 1 w 6445
πολλῶν 2 w 6451
ἐτῶν 3 w 6455
καὶ 56 w 6459
τῶν 50 w 6462
ἄλλων 2 w 6467
δὲ 29 w 6469
φίλων 1 w 6474
ὅσους 1 w 6479
ἔπεισα 1 w 6485
γυμνάζεσθαί 1 w 6496
τε 54 w 6498
καὶ 57 w 6501
τεταγμένως 1 w 6511
διαιτᾶσθαι 1 w 6521
τέως 1 w 6526
πάντας 1 w 6532
ὁρῶ 2 w 6535
διαπαντὸς 1 w 6544
ὑγιαίνοντας 1 w 6555
ἐνίους 6 w 6562
μὲν 21 w 6565
ἐξ 5 w 6567
ἐτῶν 4 w 6571
πέντε 1 w 6576
καὶ 58 w 6579
εἴκοσι 2 w 6585
τοὺς 13 w 6590
δ 171 w 6591
ἐξ 6 w 6594
ἐλαττόνων 1 w 6603
μὲν 22 w 6606
ἤδη 2 w 6610
δ 173 w 6611
ἱκανῶν 1 w 6618
ὡς 9 w 6621
ἕκαστοι 1 w 6628
πεισθέντες 1 w 6638
ἔτυχον 1 w 6644
ἀπέχεσθαί 1 w 6653
τε 58 w 6655
τῶν 52 w 6658
ὡραίων 4 w 6664
καὶ 59 w 6667
τῶν 53 w 6670
ἄλλων 3 w 6675
κακοχύμων 2 w 6684
ἐδεσμάτων 1 w 6693
1 w 6695
πρόκειται 1 w 6704
διελθεῖν 1 w 6712
ἐν 44 w 6714
τῷδε 1 w 6718
τῷ 15 w 6720
γράμματι 1 w 6728
Τοῖς 1 w 6733
μὲν 23 w 6736
οὖν 9 w 6739
δυναμένοις 1 w 6749
γυμνάζεσθαι 1 w 6760
πρὸ 7 w 6763
τῶν 54 w 6766
σιτίων 1 w 6772
οὐδὲ 5 w 6776
τῆς 11 w 6779
ἀκριβοῦς 1 w 6787
πάνυ 1 w 6791
διαίτης 2 w 6798
ἐδέησε 1 w 6804
τοῖς 16 w 6809
δὲ 31 w 6811
διὰ 10 w 6814
περιστάσεις 1 w 6825
πραγμάτων 1 w 6834
κωλυομένοις 1 w 6845
οὐ 25 w 6847
μόνον 3 w 6852
ἀβλαβεστέρας 1 w 6864
διαίτης 3 w 6871
ἀλλὰ 6 w 6876
καὶ 60 w 6879
φαρμάκων 3 w 6887
ὑγιεινῶν 2 w 6895
ἐστι 1 w 6899
χρεία 1 w 6904
πολλοὶ 1 w 6911
μέντοι 3 w 6917
τῶν 55 w 6920
ἀνθρώπων 2 w 6928
ἐν 45 w 6930
τοιαύτῃ 1 w 6937
καταστάσει 1 w 6947
διατρίβουσιν 1 w 6959
ὥστε 1 w 6964
μὴ 3 w 6966
δυνατὸν 1 w 6973
αὐτοῖς 4 w 6979
εἶναι 2 w 6984
μήτε 1 w 6989
γυμνάζεσθαι 2 w 7000
καλῶς 1 w 7005
πρὸ 8 w 7008
τῶν 56 w 7011
σιτίων 2 w 7017
μήτ 2 w 7021
ἐσθίειν 1 w 7029
ἱκανῶς 2 w 7035
ἐν 46 w 7037
καιρῷ 1 w 7042
μήτε 2 w 7047
πέττειν 1 w 7054
καλῶς 2 w 7059
τὰς 3 w 7062
τροφάς 2 w 7068
τοὺς 14 w 7073
μὲν 24 w 7076
δὴ 2 w 7078
τοιούτους 1 w 7087
ἀδύνατον 2 w 7095
ἀνόσους 1 w 7102
διαμένειν 1 w 7111
ἄνευ 2 w 7115
τοῦ 17 w 7118
προνοεῖσθαι 1 w 7129
τῆς 12 w 7132
γαστρὸς 2 w 7139
ὑπαγωγῆς 1 w 7147
ἐκ 14 w 7149
διαλειμμάτων 1 w 7161
ἐνίοτε 2 w 7168
δὲ 32 w 7170
καὶ 61 w 7173
καθάρσεως 1 w 7182
ἰσχυροτέρας 1 w 7193
ὡραίας 1 w 7200
τε 64 w 7202
κενώσεως 1 w 7210
αἵματος 1 w 7217
ὑγιεινῶν 3 w 7226
τέ 6 w 7228
τινων 1 w 7233
φαρμάκων 4 w 7241
ἐν 48 w 7244
τοῖς 18 w 7248
προσήκουσι 1 w 7258
καιροῖς 1 w 7265
πινομένων 1 w 7274
ὅσοι 1 w 7279
δὲ 33 w 7281
βίον 1 w 7285
ἡσύχιον 1 w 7292
εἵλοντο 1 w 7299
μήτε 3 w 7304
πρὸ 9 w 7307
ἡμέρας 2 w 7313
ἀνάγκην 1 w 7320
ἔχοντες 1 w 7327
ἐπὶ 5 w 7330
τὰς 4 w 7333
τῶν 57 w 7336
πολὺ 1 w 7340
δυναμένων 1 w 7349
ἐπιέναι 1 w 7356
θύρας 1 w 7361
μήτε 4 w 7366
πολλάκις 1 w 7374
ἱδροῦντες 1 w 7383
ἐν 49 w 7385
ἀναγκαίαις 1 w 7395
πράξεσι 1 w 7402
καταψύχεσθαι 1 w 7414
μήτε 5 w 7419
λουομένοις 1 w 7429
τισὶ 1 w 7433
παρεστάναι 1 w 7443
μήτ 7 w 7447
εἰς 11 w 7451
οἶκον 1 w 7456
ἐπανερχομένους 1 w 7470
αὐτοὺς 1 w 7476
παραπέμπειν 1 w 7487
εἶτα 1 w 7492
μετὰ 8 w 7496
πολλῆς 1 w 7502
σπουδῆς 1 w 7509
αὐτοὶ 2 w 7514
λουσάμενοι 1 w 7524
πρὸς 6 w 7528
τὸ 27 w 7530
δεῖπνον 1 w 7537
ἐπείγεσθαι 1 w 7547
τούτοις 3 w 7555
πρώτοις 1 w 7562
ὑποθήσομεν 1 w 7572
δίαιταν 2 w 7579
ἐξ 7 w 7582
ἧς 1 w 7584
ἂν 1 w 7586
μάλιστα 2 w 7593
χρηστότατον 1 w 7604
ἔχωσιν 1 w 7610
αἷμα 2 w 7614
μετὰ 9 w 7619
δὲ 34 w 7621
τούτους 1 w 7628
πειράσομαί 1 w 7638
τινας 1 w 7643
ὑποθήκας 1 w 7651
δοῦναι 1 w 7657
καὶ 62 w 7660
τοῖς 19 w 7664
ἐν 50 w 7666
ἀσχολίᾳ 1 w 7673
ζῶσι 1 w 7677
δεήσεται 1 w 7686
δ 200 w 7687
11 w 7689
λόγος 2 w 7694
ἀναμνῆσαι 1 w 7703
τῶν 58 w 7706
γεγραμμένων 1 w 7717
ἐν 51 w 7719
τοῖς 20 w 7723
τρισὶν 1 w 7729
ὑπομνήμασιν 1 w 7740
ἐν 52 w 7743
οἷς 2 w 7746
12 w 7747
λόγος 3 w 7752
μοι 6 w 7755
γέγονε 1 w 7761
περὶ 4 w 7765
τῶν 59 w 7768
ἐν 53 w 7770
ταῖς 5 w 7774
τροφαῖς 2 w 7781
δυνάμεων 2 w 7789
εὔχυμα 1 w 7796
τοίνυν 1 w 7802
ἐδέσματα 2 w 7810
τῶν 60 w 7813
μὲν 25 w 7816
σιτηρῶν 1 w 7823
ἄρτοι 1 w 7828
τ 585 w 7829
εἰσὶν 2 w 7835
οἱ 4 w 7837
καθαροὶ 1 w 7844
κατειργασμένοι 1 w 7859
καλῶς 3 w 7864
ὀπτήσει 1 w 7871
τε 71 w 7873
τῇ 3 w 7875
διὰ 11 w 7878
κλιβάνου 1 w 7886
καὶ 63 w 7889
τῇ 4 w 7891
πρὸ 11 w 7894
αὐτοῦ 2 w 7899
φυράσει 1 w 7906
καὶ 64 w 7909
ζύμῃ 1 w 7913
συμμέτρῳ 1 w 7921
καὶ 65 w 7924
ἁλῶν 2 w 7928
μίξει 1 w 7933
πρὸς 7 w 7938
τούτοις 4 w 7945
δὲ 35 w 7947
δεύτεροι 1 w 7955
κατ 16 w 7958
ἀρετὴν 1 w 7965
οἱ 5 w 7967
ἰπνῖται 1 w 7974
καὶ 66 w 7978
χόνδρος 1 w 7985
δὲ 36 w 7987
τῶν 61 w 7990
εὐχυμοτάτων 1 w 8001
ἐστὶν 1 w 8006
ὥσπερ 4 w 8012
καὶ 67 w 8015
τὸ 28 w 8017
χοίρειον 1 w 8025
κρέας 1 w 8030
ἐὰν 2 w 8034
ἀκριβῶς 2 w 8041
3 w 8042
τε 73 w 8044
γαστὴρ 1 w 8050
αὐτὰ 2 w 8054
πέψῃ 1 w 8058
καὶ 68 w 8061
τὸ 29 w 8063
ἧπαρ 2 w 8067
αἱματώσῃ 1 w 8075
γλίσχρον 1 w 8084
δ 208 w 8085
ἔχει 2 w 8090
τι 33 w 8092
καὶ 69 w 8095
διὰ 12 w 8098
τοῦτ 1 w 8102
ἐμφρακτικὸν 1 w 8114
ἥπατός 1 w 8120
τε 74 w 8122
καὶ 70 w 8125
νεφρῶν 1 w 8131
οἷς 3 w 8135
στενόπορα 1 w 8144
φύσει 2 w 8149
ταῦτα 1 w 8154
πλεοναζόντων 1 w 8167
γοῦν 5 w 8171
ταῖς 6 w 8175
ἐδωδαῖς 1 w 8182
αὐτῶν 7 w 8187
βάρους 1 w 8194
τέ 7 w 8196
τις 3 w 8199
αἴσθησις 1 w 8207
ἐν 54 w 8209
τοῖς 21 w 8213
εἰρημένοις 1 w 8223
μορίοις 1 w 8230
γίνεται 1 w 8237
καί 3 w 8240
ποτε 2 w 8244
καὶ 71 w 8247
πόνος 1 w 8252
ἕπεται 1 w 8259
δὲ 37 w 8261
ταῖς 7 w 8265
καθ 7 w 8268
ἧπαρ 3 w 8273
ἐμφράξεσι 1 w 8282
κωλύεσθαι 1 w 8292
μὲν 26 w 8295
τὴν 20 w 8298
ἀνάδοσιν 1 w 8306
ἀθροίζεσθαι 1 w 8318
δὲ 38 w 8320
πλῆθος 1 w 8326
ἐν 55 w 8328
ταῖς 8 w 8332
κατὰ 10 w 8336
τὸ 30 w 8338
μεσάραιόν 1 w 8347
τε 77 w 8349
καὶ 72 w 8352
τὰ 33 w 8354
σιμὰ 1 w 8358
τοῦ 20 w 8361
σπλάγχνου 1 w 8370
φλεψὶν 1 w 8376
1 w 8378
πάλιν 1 w 8383
φλεγμονὰς 2 w 8392
ἀκολουθῆσαι 1 w 8403
τῶν 63 w 8406
μορίων 2 w 8412
ἐν 56 w 8415
οἷς 4 w 8418
ἤθροισται 1 w 8427
κίνδυνος 1 w 8436
23 w 8438
αὐτῶν 8 w 8443
τῶν 65 w 8446
πλεοναζόντων 2 w 8458
χυμῶν 2 w 8463
σηπεδόνα 1 w 8471
δυοῖν 2 w 8477
γάρ 1 w 8480
τοι 18 w 8483
θάτερον 1 w 8490
ἀναγκαῖόν 1 w 8499
ἐστι 2 w 8503
τοῖς 22 w 8507
ὠμοῖς 1 w 8512
καὶ 73 w 8515
παχέσι 1 w 8521
χυμοῖς 1 w 8527
ἀκολουθεῖν 1 w 8537
24 w 8539
μεταβάλλεσθαι 1 w 8552
εἰς 12 w 8555
αἷμα 3 w 8559
πεττομένοις 1 w 8570
25 w 8572
σήπεσθαι 1 w 8580
καθάπερ 3 w 8588
καὶ 74 w 8591
τἄλλα 1 w 8596
πάντα 4 w 8601
τὰ 34 w 8603
ἐν 57 w 8605
τοῖς 23 w 8609
θερμοῖς 1 w 8616
χωρίοις 1 w 8623
χρόνῳ 4 w 8628
πλείονι 1 w 8635
μένοντα 1 w 8642
καὶ 75 w 8646
διὰ 13 w 8649
τοῦτο 1 w 8654
τοῖς 24 w 8658
ἰατροῖς 1 w 8665
εὑρέθη 1 w 8671
τὰ 35 w 8673
κληθέντα 1 w 8681
πρὸς 8 w 8685
αὐτῶν 9 w 8690
ὑγιεινὰ 1 w 8697
φάρμακα 1 w 8704
τῆς 13 w 8708
λεπτυνούσης 1 w 8719
ἅπαντα 3 w 8725
δυνάμεως 1 w 8733
ὄντα 2 w 8737
τούτοις 5 w 8745
γὰρ 9 w 8748
ἔργον 2 w 8753
ἐστὶν 2 w 8758
ἐκφράττειν 1 w 8769
μὲν 27 w 8772
τὰς 5 w 8775
στενὰς 1 w 8781
διεξόδους 1 w 8790
ἀποῤῥύπτειν 1 w 8802
δὲ 39 w 8804
τὸ 31 w 8806
προσπλαττόμενον 1 w 8821
γλίσχρον 2 w 8829
ἐκ 16 w 8831
τῶν 67 w 8834
χυμῶν 3 w 8839
τοῖς 25 w 8843
ἀγγείοις 1 w 8851
τέμνειν 1 w 8859
δὲ 40 w 8861
καὶ 76 w 8864
λεπτύνειν 1 w 8873
τὰ 37 w 8875
παχέα 1 w 8880
τῶν 68 w 8883
ὑγρῶν 1 w 8888
ἀλλ 9 w 8892
ἐὰν 3 w 8896
πλεονάσῃ 1 w 8904
τις 4 w 8907
ἐν 58 w 8909
αὐτοῖς 5 w 8915
ὀῤῥῶδες 1 w 8923
26 w 8924
πικρόχολον 1 w 8934
ἐν 59 w 8936
τῷ 16 w 8938
χρόνῳ 5 w 8943
27 w 8944
μελαγχολικὸν 1 w 8956
ἐργάζεται 1 w 8965
τὸ 32 w 8967
αἷμα 4 w 8971
πέφυκε 1 w 8978
γὰρ 10 w 8981
ὀλίγον 1 w 8987
δεῖν 2 w 8991
ἅπαντα 4 w 8997
τὰ 38 w 8999
τοιαῦτα 1 w 9006
φάρμακα 2 w 9013
σὺν 2 w 9016
τῷ 17 w 9018
λεπτύνειν 2 w 9027
τε 82 w 9029
καὶ 77 w 9032
τέμνειν 2 w 9039
ἔτι 2 w 9042
καὶ 78 w 9045
θερμαίνειν 1 w 9055
ἀμετρότερον 1 w 9066
ὑπὸ 4 w 9070
δὲ 41 w 9072
τῶν 69 w 9075
οὕτως 3 w 9080
θερμαινόντων 1 w 9092
ξηραίνεται 1 w 9102
μὲν 28 w 9105
τὰ 39 w 9107
στερεὰ 1 w 9113
παχύνονται 1 w 9124
δὲ 42 w 9126
οἱ 6 w 9128
χυμοὶ 1 w 9133
καὶ 79 w 9137
διὰ 14 w 9140
τοῦτο 2 w 9145
κατὰ 11 w 9149
τοὺς 16 w 9153
νεφροὺς 1 w 9160
οἱ 7 w 9162
πωρώδεις 1 w 9170
λίθοι 1 w 9175
συνίστανται 1 w 9186
καλλίστης 1 w 9196
οὖν 10 w 9199
κατασκευῆς 1 w 9209
σώματος 2 w 9216
ὑπαρχούσης 1 w 9226
ἥτις 1 w 9231
ἂν 2 w 9233
εὐκρατοτάτη 1 w 9244
μὲν 29 w 9247
1 w 9248
τὰς 6 w 9252
δὲ 43 w 9254
τῶν 70 w 9257
χυμῶν 4 w 9262
διεξόδους 2 w 9271
εὐρείας 1 w 9278
ἔχῃ 1 w 9281
δυνατόν 1 w 9289
ἐστιν 1 w 9294
ὑγιαίνειν 1 w 9303
ἀεὶ 1 w 9306
τὸν 14 w 9309
οὕτω 5 w 9313
πεφυκότα 1 w 9321
γυμναζόμενον 1 w 9334
αὐτάρκη 2 w 9341
πρὸ 14 w 9344
τῶν 71 w 9347
σιτίων 3 w 9353
ἐὰν 4 w 9357
καὶ 80 w 9360
πλεονάζῃ 1 w 9368
ποτὲ 2 w 9372
κατὰ 12 w 9376
τὰ 43 w 9378
παχύχυμα 1 w 9386
τῶν 72 w 9389
ἐδεσμάτων 2 w 9398
ὁποῖόν 1 w 9405
ἐστιν 2 w 9410
ὡς 10 w 9413
ἔφην 1 w 9417
13 w 9419
τε 85 w 9421
χόνδρος 2 w 9428
καὶ 81 w 9431
τὸ 34 w 9433
χοίρειον 2 w 9441
κρέας 2 w 9446
οἵ 1 w 9449
τ 734 w 9450
ἰπνῖται 2 w 9458
τῶν 73 w 9461
ἄρτων 1 w 9466
28 w 9468
κριβανῖται 1 w 9478
οὐ 26 w 9481
πάνυ 2 w 9485
δ 236 w 9486
ἀκριβῶς 3 w 9494
οὔτε 1 w 9498
προπαρεσκευασμένοι 1 w 9516
τῇ 5 w 9518
λελεγμένῃ 1 w 9527
μικρὸν 1 w 9533
ἔμπροσθεν 5 w 9542
κατασκευῇ 1 w 9551
κατά 2 w 9556
τε 87 w 9558
τὸν 15 w 9561
κλίβανον 1 w 9569
ἐνδεῶς 1 w 9575
ὠπτημένοι 1 w 9584
τὴν 21 w 9588
δ 238 w 9589
αὐτὴν 5 w 9595
ἔχει 3 w 9599
τῷ 18 w 9601
χόνδρῳ 1 w 9607
φύσιν 1 w 9612
14 w 9613
καλούμενος 1 w 9623
τράγος 1 w 9629
ἐκ 17 w 9632
τῶν 74 w 9635
σιτηρῶν 2 w 9642
τροφῶν 1 w 9648
καὶ 82 w 9651
αὐτὸς 2 w 9656
ὑπάρχων 1 w 9663
δυσκατεργαστότερός 1 w 9682
γε 15 w 9684
μὴν 2 w 9687
ἐν 61 w 9689
τῇ 6 w 9691
κατὰ 13 w 9695
τὴν 23 w 9698
γαστέρα 1 w 9705
πέψει 1 w 9710
ἐστὶ 5 w 9714
τοῦ 23 w 9717
χόνδρου 1 w 9724
παραπλησίαν 2 w 9736
δὲ 44 w 9738
τούτοις 6 w 9745
δύναμιν 4 w 9752
ἔχει 4 w 9756
καὶ 83 w 9759
16 w 9760
τῶν 75 w 9763
ὠῶν 1 w 9766
φύσις 1 w 9771
ἀλλὰ 7 w 9776
διορισμῶν 1 w 9785
πολλῶν 3 w 9791
δεομένη 1 w 9798
καθάπερ 4 w 9806
καὶ 84 w 9809
τὸ 37 w 9811
γάλα 1 w 9815
προϊόντος 1 w 9825
δὲ 45 w 9827
τοῦ 24 w 9830
λόγου 1 w 9835
διδαχθήσεται 1 w 9847
μετ 16 w 9850
ὀλίγον 2 w 9857
ἀκριβῶς 4 w 9864
πᾶσα 1 w 9868
πρότερον 2 w 9877
γὰρ 11 w 9880
ὥσπερ 5 w 9886
τούτων 6 w 9892
ἐμνημόνευσα 1 w 9903
τὸν 16 w 9907
οἷον 1 w 9911
τύπον 1 w 9916
ὑπογράφων 1 w 9925
τῶν 76 w 9928
εὐχύμων 1 w 9935
τε 91 w 9937
καὶ 85 w 9940
κακοχύμων 3 w 9949
ἅμα 3 w 9952
γλισχρότητι 1 w 9963
τροφῶν 2 w 9969
οὕτως 4 w 9975
καὶ 86 w 9978
τῶν 77 w 9981
συμμέτρως 2 w 9990
ἐχουσῶν 1 w 9997
βούλομαι 1 w 10005
μνημονεῦσαι 1 w 10016
μέσον 1 w 10022
οὐσῶν 1 w 10027
τῇ 7 w 10029
φύσει 3 w 10034
τῶν 78 w 10037
παχυνόντων 1 w 10047
ἐδεσμάτων 3 w 10056
καὶ 87 w 10059
τῶν 79 w 10062
λεπτυνόντων 1 w 10073
ὑπὲρ 2 w 10078
ὧν 4 w 10080
ἑτέρωθι 1 w 10087
διῆλθον 1 w 10094
ἐν 62 w 10096
ἑνὶ 1 w 10099
γράμματι 2 w 10107
τῷ 19 w 10109
περὶ 5 w 10113
τῆς 14 w 10116
λεπτυνούσης 2 w 10127
διαίτης 4 w 10134
ἀλλὰ 8 w 10139
τῶν 80 w 10142
μὲν 30 w 10145
τοιούτων 1 w 10153
τὰ 45 w 10155
πλεῖστα 1 w 10162
φάρμακα 3 w 10169
μᾶλλον 2 w 10175
ἄν 9 w 10177
τις 6 w 10180
29 w 10181
τροφὴν 1 w 10187
εἴποι 1 w 10192
τὰ 46 w 10195
δὲ 46 w 10197
τοὺς 17 w 10201
παχεῖς 1 w 10207
καὶ 88 w 10210
γλίσχρους 2 w 10219
γεννῶντα 1 w 10227
χυμοὺς 6 w 10233
ἐδέσματα 3 w 10241
τροφιμώτατά 1 w 10252
τε 92 w 10254
πάντ 9 w 10258
ἐστὶ 6 w 10263
κᾂν 1 w 10267
πεφθῇ 1 w 10272
καλῶς 4 w 10277
ἔν 5 w 10279
τε 93 w 10281
τῇ 8 w 10283
γαστρὶ 1 w 10289
καὶ 89 w 10292
τῷ 20 w 10294
ἥπατι 1 w 10299
χρηστὸν 2 w 10307
αἷμα 5 w 10311
γεννᾷν 1 w 10317
πέφυκεν 1 w 10324