Scaife ATLAS

CTS Library / De placitis Hippocratis et Platonis

De placitis Hippocratis et Platonis (4.2)

urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:4.2
Refs {'start': {'reference': '4.2', 'human_reference': 'Book 4 Chapter 2'}}
Ancestors [{'reference': '4'}]
Children []
prev
plain textXML
next

Ὥσπερ δ ἐν τούτοις ἐπελάθετό τε ἅμα
τῶν ἑαυτῷ γεγραμμένων, οὐκ ἠξίωσέ τε πρὸς τὸ τῶν παλαιῶν
ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς
ὁρισμοῖς τῶν γενικῶν παθῶν, οὓς πρώτους ἐξέθετο, τελέως
ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν
πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν
κακοῦ, τὴν δ ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας.
ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς
μόνου μέμνηται, παραλείπων τό τ ἐπιθυμητικὸν καὶ τὸ
θυμοειδές· καὶ γὰρ τὴν

276
δόξαν καὶ τὴν προσδοκίαν
ἐν τῷ λογικῷ μόνῳ συνίστασθαι νομίζει. κατὰ μέντοι
τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν,
367
ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν
ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κᾀνταῦθα κατὰ τὴν ἐξήγησιν
αὐτῆς, εἴγε καὶ ὄρεξις, ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε,
τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν
ἐπί τι ὅσον χρὴ ἧδον. ἐν μέντοι δὴ τούτοις τοῖς
ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ
πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι
μᾶλλον, τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τήν τε
γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι
ὑπάρχειν, τὴν δ ἡδονὴν ἔπαρσιν ἐφ αἱρετῷ δοκοῦντι
ὑπάρχειν.
136
καὶ γὰρ αἱ μειώσεις, καὶ αἱ ἐπάρσεις,
καὶ αἱ συστολαὶ, καὶ αἱ διαχύσεις, (καὶ γὰρ τούτων
ἐνίοτε μέμνηται,) τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς
δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν
Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. καὶ
θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς, ἐν ἐπαγγελίᾳ λογικῆς τε
ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος. καὶ γὰρ
οὐκ αὐτὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς,
368
ἀλλὰ κᾀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων
ἄλογόν τε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ, καὶ
πλεονάζουσαν ὁρμὴν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ
χωρὶς λόγου τε καὶ κρίσεως εἰρῆσθαι φάσκει, τῆς δὲ πλεοναζούσης
ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνει·
ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ
πάθη. εἰσόμεθα δ ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ
παραγράψαντες. ἔχει δ μὲν ἑτέρα τόνδε τὸν τρόπον.
δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι, ὅτι τὸ λογικὸν ζῶον ἀκολουθητικὸν
φύσει ἐστὶ τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, ὡς ἂν
ἡγεμόνα πρακτικόν. πολλάκις μέντοι καὶ ἄλλως φέρεται
ἐπί τινα, καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ
πλεῖον, καθ ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι τῆς
παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης, καὶ τοῦ ἐν
ταῖς ὁρμαῖς πλεονασμοῦ. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον
ἀπειθὲς λόγῳ, καὶ ἀπεστραμμένον τὸν λόγον, καθ ἣν φορὰν
καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι, καὶ ἀλόγως
369
φέρεσθαι ἄνευ λόγου κρίσεως, οὐχὶ εἰ διημαρτημένως φέρεται,
καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ ἐπισημαινόμεθα,
ἀλλὰ μάλιστα καθ ἣν ὑπογράφει φορὰν οὐ πεφυκότος τοῦ
λογικοῦ ζώου κινεῖσθαι, οὕτως κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ
τὸν λόγον. μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη
τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ.
τὴν δ ὑπόλοιπον, ἐν τὸν ἕτερον ὅρον ἐξηγεῖται, γεγραμμένην
ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι
παραθήσομαι. κατὰ τοῦτο δὲ καὶ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται,
διὰ τὸ τὴν καθ αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν
ὑπερβαίνειν. γένοιτο δ ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον,
οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ ὁρμὴν οὐ πλεονάζει
τῶν σκελῶν κίνησις, ἀλλὰ συναπαρτίζει τι τῆς ὁρμῆς, ὥστε καὶ
στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. ἐπὶ δὲ τῶν τρεχόντων
καθ ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν
ὁρμὴν τῶν σκελῶν κίνησις, ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν
εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων, αἷς οἶμαί τι
παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν
370
κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’, ὅταν ὁρμᾷ, μὴ
εὐπειθῶς ἔχειν πρὸς αὐτὸν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ
λεγομένου παρὰ τὴν ὁρμὴν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ
τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς κατὰ τὸν
λόγον, καὶ ἕως τοσούτου, καὶ ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ
τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσά
τε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος
κίνησις ψυχῆς. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται.
σκεψώμεθα δ ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς
προτέρας ἀπαρξάμενοι, καθ ἣν ἐξηγεῖται, πῶς εἴρηται τὸ
πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. ἐπειδὴ γὰρ
ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς, ὧν
τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ
χωρὶς κρίσεως, ὀρθῶς. ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν,
ἀλλ αὐτὸς δηλώσας, ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν
ἄλογον εἶναί φησι, καθ ὅσον ἀπέστραπται τὸν λόγον,
137
καὶ ἀπειθεῖ τῷ λόγῳ, καὶ χωρὶς κρίσεως γίνεται.
διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε
371
τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχων τε καὶ τῶν
ἀλόγων ζώων. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνίοτε,
καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ οὐχ ὡς ἀπεστραμμένον
τὸν λόγον, οὔθ ὡς ἀπειθοῦν. γὰρ τὴν ἀρχὴν
μὴ μέτεστι τοῦ πείθεσθαί τε καὶ ἕπεσθαι τῷ λόγῳ,
τοῦτο πῶς ἂν ἀπειθεῖν, ἀπεστράφθαι ποτὲ δύναιτο
τὸν λόγον; ἀλλ ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως.
ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν
ἔχον ἕπεσθαί τε καὶ πείθεσθαί, παρὰ φύσιν δέ ποθ ἑτέρως
φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ
ἀψύχῳ τινὶ μήτ ἀλόγῳ ζώῳ πάθος ἐγγίνεσθαι ψυχικόν.
ἐπειδὰν δὲ γράφῃ, χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν
κατὰ τὸ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ, οὐχὶ εἰ
διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον,
καὶ ἀπεστραμμένως τε καὶ ἀπειθῶς αὐτῷ, διορίζει τῶν
ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ
ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ, καὶ λόγος ἐψευσμένος
372
τῆς ἀληθείας καὶ διημαρτημένος. τὸ δὲ πάθος ἔμπαλιν
οὐδὲν μὲν ἡμαρτημένον, οὐδὲ παρορώμενον κατὰ τὸν λογισμὸν,
ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. μὲν
γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς καὶ τῶν τέκνων
καταφρονήσας, καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν,
αὐτὸς ὑπομείνας σφάξαι, τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο
δρᾷ καὶ λογισμῷ τινι χρησάμενος. Μήδεια δ ἔμπαλιν
οὐ μόνον ὑπ οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας,
ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν
φησὶ, οἷα δρᾷν μέλλει κακὰ, τὸν θυμὸν δὲ εἶναι
κρείττονα τῶν βουλευμάτων, τοὐτέστιν οὐχ ὑποτετάχθαι
καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ
λόγῳ τὸ πάθος, ἀλλ ἀφηνιάζειν, καὶ ἀποχωρεῖν, καὶ ἀπειθεῖν
τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον πάθημα
δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἀπειθεῖν
ἑαυτῷ τι δύναιτο, ἀποστρέφεσθαι ἑαυτὸ, μὴ
ἕπεσθαι ἑαυτῷ; ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν
ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶς τε καὶ διωρισμένως καὶ
373
κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην. παραπλησίως δὲ καὶ
τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ αὐτοῦ
γεγραμμένα, δι ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως,
οἳ μηδ εἰ στῆναι βούλοιντο, παραχρῆμα δύναιντο πράττειν
αὐτό. σαφῶς γὰρ κᾀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως
ἑτέρας παρὰ τὸν λόγον, ὑφ ἧς ἀπο
277
τελεῖται τὰ παθήματα.
γνοίημεν δ ἂν ἐναργέστερον, εἰ τὴν αἰτίαν ἐξεύροιμεν,
ὑφ ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς
τῶν θεόντων. δ εὕρεσις ἐξ αὐτοῦ γένοιτ ἂν ἡμῖν
τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν, ἀλλ ὅσοι δι ὁμαλοῦς τινος
κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων
οὐκ ἔτι οὕτω τοῦτο συμπίπτει· παραχρῆμα γοῦν
ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ
φερούσης αὐτοὺς βιαίως κάτω, καθάπερ ἐκείνους ἔφερε.
σύνθετος γὰρ αὐτῶν ἔνεστιν τῆς φορᾶς αἰτία, μέν τις
ὡς ζώων ὑφ ὁρμῆς κινουμένων, δ ὡς ἀψύχων σωμάτων
τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν
καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι, πρὶν ἐξικέσθαι
374
πρός τι χωρίον ὁμαλὸν κοῖλον. ὥστε καὶ κατὰ τοῦτο
τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν
λογισμὸν, ἀλόγου τὴν φύσιν, οἵα πέρ ἐστιν ἐν τοῖς τῶν
ζώων σώμασι τὸ βάρος.
138
ὅτι δ οὐ δύνανται διὰ
τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶν τε
καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ καὶ ἐκ
τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. μὲν γὰρ
εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν
αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, δ εἰς τὸ ἔμπροσθεν
ὑπ ἐκείνης κωλύεται. καὶ δι αὐτό γε τοῦτο οὕτω θέουσιν
ἅπαντες, ὑπ αὐτῆς τοῦ πράγματος· τῆς φύσεως διδασκόμενοι
συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως.
ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, γενναιότατε Χρύσιππε,
τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος
κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ ἐκ διττῆς
αἰτίας τὸ τάχος γεννῶσιν οὐκ ἔθ βούλησις ἱκανὴ,
κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν
λογισμὸς μόνος ἔχη τὴν αἰτίαν, ἐπ αὐτῷ παῦσαι τὴν ὁρμήν·
375
ὅταν δ ἤτοι θυμὸς ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις
ἄλογοί τε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει,
παραχρῆμα μὲν οὐχ οἷόν τε στῆναι, χρόνῳ δ ἂν ἴσως γένοιτο
καὶ τοῦτο, καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ ἴσως
τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων, ὅσα
τε κινεῖ τὴν ὁρμὴν, ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς
αὐτὴν κινεῖ, καὶ ἐπιθυμία, καὶ θυμὸς, μὲν ὑφ
ἑνὸς αὐτῶν συστᾶσα, τῶν ἄλλων ἡσυχαζόντων, ὑπ ἐκείνου
μόνου δεσπόζεται. ὥστ’, εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο,
καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόν τε διὰ
μόνου τοῦ βουληθῆναι, εἰ δ ὑπὸ θυμοῦ τινος ἐπιθυμίας,
ὅταν ἐκεῖνα λωφήσῃ, εἰ δ ὑφ ἑκατέρων ἐνεργούντων
γίγνοιτο, λογισμοῦ θ ἅμα καί τινος ἀλόγου δυνάμεως. εἰ
μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον,
εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται. λέγω δὲ συνεκθεῖν
τῷ πάθει τὸν λογισμὸν, ὅταν, ἅπερ ἐκεῖνο πράττει, καὶ
λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ
ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων,
376
ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ
ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει,
μὴ δοξάζοντος μὲν τἀνθρώπου, καλὸν ἀγαθὸν εἶναι τὴν
ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ
αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν.
ἀλλ εἰ μὲν λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦ τε καὶ
τῶν ἑαυτοῦ παθῶν τοιοῦτος ἄνθρωπός ἐστι τε καὶ λέγεται,
εἰ δ ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν
ἀκρατὴς ὀνομάζεται. ὅταν δ ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς
τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, τοιοῦτος σώφρων καλεῖται,
σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν, ἀλλὰ τὴν
ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος πρὸς τῆς
ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου,
καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς
κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα.
τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων λογικὴ
μόνη δύναμις ἡγεῖται, τῶν δ ἀκουσίως ἐπὶ κρημνὸν φερομένων
ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν
377
ὑπάρχειν, τῶν δ ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. οὕτω
δὲ καὶ τῶν ἐφ ὁμαλοῦς, εἰ πρόσω ῥέποιεν, ὡς, εἴγε ἀνανεύοιεν
ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον,
ἵσταιντο δ ἂν, ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς
τῶν ὅρων ἐξηγήσεως Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς
παλαιοῖς.

Tokens

Ὥσπερ 1 w 5
δ 1 w 6
ἐν 1 w 9
τούτοις 1 w 16
ἐπελάθετό 1 w 25
τε 1 w 27
ἅμα 1 w 30
τῶν 1 w 33
ἑαυτῷ 1 w 38
γεγραμμένων 1 w 49
οὐκ 1 w 53
ἠξίωσέ 1 w 59
τε 2 w 61
πρὸς 1 w 65
τὸ 1 w 67
τῶν 2 w 70
παλαιῶν 1 w 77
ἀντειπεῖν 1 w 86
δόγμα 1 w 91
κατὰ 1 w 96
τὸν 1 w 99
αὐτὸν 1 w 104
τρόπον 1 w 110
ἐν 2 w 112
τοῖς 1 w 116
ὁρισμοῖς 1 w 124
τῶν 3 w 127
γενικῶν 1 w 134
παθῶν 1 w 139
οὓς 1 w 143
πρώτους 1 w 150
ἐξέθετο 1 w 157
τελέως 1 w 164
ἀποχωρεῖ 1 w 172
τῆς 1 w 175
γνώμης 1 w 181
αὐτῶν 1 w 186
τὴν 1 w 190
λύπην 1 w 195
ὁριζόμενος 1 w 205
δόξαν 1 w 210
πρόσφατον 1 w 219
κακοῦ 1 w 224
παρουσίας 1 w 233
τὸν 3 w 237
δὲ 1 w 239
φόβον 1 w 244
προσδοκίαν 1 w 254
κακοῦ 2 w 259
τὴν 2 w 263
δ 6 w 264
ἡδονὴν 1 w 271
δόξαν 2 w 276
πρόσφατον 2 w 285
ἀγαθοῦ 1 w 291
παρουσίας 2 w 300
ἄντικρυς 1 w 309
γὰρ 1 w 312
ἐν 3 w 314
τούτοις 2 w 321
τοῦ 1 w 324
λογιστικοῦ 1 w 334
τῆς 2 w 337
ψυχῆς 1 w 342
μόνου 1 w 347
μέμνηται 1 w 355
παραλείπων 1 w 366
τό 2 w 368
τ 35 w 369
ἐπιθυμητικὸν 1 w 382
καὶ 1 w 385
τὸ 5 w 387
θυμοειδές 1 w 396
καὶ 2 w 400
γὰρ 2 w 403
τὴν 3 w 406
δόξαν 3 w 411
καὶ 3 w 414
τὴν 4 w 417
προσδοκίαν 2 w 427
ἐν 4 w 429
τῷ 2 w 431
λογικῷ 1 w 437
μόνῳ 1 w 441
συνίστασθαι 1 w 452
νομίζει 1 w 459
κατὰ 2 w 464
μέντοι 1 w 470
τὸν 4 w 473
τῆς 3 w 476
ἐπιθυμίας 1 w 485
ὅρον 1 w 489
ἣν 1 w 492
ὄρεξιν 1 w 498
ἄλογον 1 w 504
εἶναί 1 w 509
φησιν 1 w 514
ἐφάπτεται 1 w 524
μέν 3 w 527
πως 1 w 530
ὅσον 1 w 534
ἐπὶ 1 w 537
τῇ 1 w 539
λέξει 1 w 544
τῆς 4 w 547
ἀλόγου 1 w 553
κατὰ 3 w 557
τὴν 5 w 560
ψυχὴν 1 w 565
δυνάμεως 1 w 573
ἀποχωρεῖ 2 w 582
δὲ 2 w 584
κᾀνταῦθα 1 w 592
κατὰ 4 w 596
τὴν 6 w 599
ἐξήγησιν 1 w 607
αὐτῆς 1 w 612
εἴγε 1 w 617
καὶ 4 w 620
2 w 621
ὄρεξις 1 w 627
ἣν 2 w 630
κατὰ 5 w 634
τὸν 5 w 637
ὁρισμὸν 1 w 644
παρέλαβε 1 w 652
τῆς 6 w 656
λογικῆς 1 w 663
ἐστι 1 w 667
δυνάμεως 2 w 675
ὁρίζεται 1 w 684
γοῦν 1 w 688
αὐτὴν 1 w 693
ὁρμὴν 1 w 698
λογικὴν 1 w 705
ἐπί 1 w 708
τι 5 w 710
ὅσον 2 w 714
χρὴ 1 w 717
ἧδον 1 w 721
ἐν 5 w 724
μέντοι 2 w 730
δὴ 1 w 732
τούτοις 3 w 739
τοῖς 2 w 743
ὅροις 1 w 748
ὁρμὰς 1 w 753
καὶ 5 w 756
δόξας 1 w 761
καὶ 6 w 764
κρίσεις 1 w 771
ὑπάρχειν 1 w 779
οἴεται 1 w 785
τὰ 6 w 787
πάθη 1 w 791
κατὰ 6 w 796
δέ 2 w 798
τινας 1 w 803
τῶν 5 w 806
ἐφεξῆς 1 w 812
Ἐπικούρῳ 1 w 820
καὶ 7 w 823
Ζήνωνι 1 w 829
μᾶλλον 1 w 835
1 w 837
τοῖς 3 w 841
ἑαυτοῦ 1 w 847
δόγμασιν 1 w 855
ἀκόλουθα 1 w 863
γράφει 1 w 869
τήν 1 w 873
τε 6 w 875
γὰρ 3 w 878
λύπην 2 w 883
ὁριζόμενος 2 w 893
μείωσιν 1 w 900
εἶναί 2 w 905
φησιν 2 w 910
ἐπὶ 2 w 913
φευκτῷ 1 w 919
δοκοῦντι 1 w 927
ὑπάρχειν 2 w 935
τὴν 8 w 939
δ 21 w 940
ἡδονὴν 2 w 947
ἔπαρσιν 1 w 954
ἐφ 3 w 956
αἱρετῷ 1 w 963
δοκοῦντι 2 w 971
ὑπάρχειν 3 w 979
καὶ 8 w 983
γὰρ 4 w 986
αἱ 2 w 988
μειώσεις 1 w 996
καὶ 9 w 1000
αἱ 3 w 1002
ἐπάρσεις 1 w 1010
καὶ 10 w 1014
αἱ 4 w 1016
συστολαὶ 1 w 1024
καὶ 11 w 1028
αἱ 5 w 1030
διαχύσεις 1 w 1039
καὶ 12 w 1044
γὰρ 5 w 1047
τούτων 1 w 1053
ἐνίοτε 1 w 1059
μέμνηται 2 w 1067
τῆς 7 w 1072
ἀλόγου 2 w 1078
δυνάμεώς 1 w 1086
ἐστι 2 w 1090
παθήματα 1 w 1098
ταῖς 1 w 1102
δόξαις 1 w 1108
ἐπιγιγνόμενα 1 w 1120
τοιαύτην 1 w 1129
δέ 3 w 1131
τινα 2 w 1135
τὴν 9 w 1138
οὐσίαν 1 w 1144
τῶν 6 w 1147
παθῶν 2 w 1152
Ἐπίκουρος 1 w 1161
καὶ 13 w 1164
Ζήνων 2 w 1169
οὐκ 2 w 1173
αὐτὸς 1 w 1178
ὑπολαμβάνει 1 w 1189
1 w 1191
καὶ 14 w 1194
θαυμάζειν 1 w 1203
ἐπέρχεταί 1 w 1212
μοι 1 w 1215
τἀνδρὸς 1 w 1222
ἐν 7 w 1225
ἐπαγγελίᾳ 1 w 1234
λογικῆς 2 w 1241
τε 8 w 1243
ἅμα 2 w 1246
καὶ 15 w 1249
ἀκριβοῦς 1 w 1257
διδασκαλίας 1 w 1268
οὐκ 3 w 1271
ἀκριβοῦντος 1 w 1282
καὶ 16 w 1286
γὰρ 6 w 1289
οὐκ 4 w 1292
αὐτὰ 1 w 1296
ταῦτα 1 w 1301
μόνον 1 w 1306
αὐτὸς 2 w 1311
ἑαυτῷ 2 w 1316
διαφέρεται 1 w 1326
φανερῶς 1 w 1333
ἀλλὰ 1 w 1338
κᾀπειδὰν 1 w 1346
ὑπὲρ 1 w 1350
τῶν 7 w 1353
κατὰ 7 w 1357
τὸ 10 w 1359
πάθος 1 w 1364
ὁρισμῶν 1 w 1371
γράφων 1 w 1377
ἄλογόν 1 w 1383
τε 9 w 1385
καὶ 17 w 1388
παρὰ 1 w 1392
φύσιν 1 w 1397
κίνησιν 1 w 1404
ψυχῆς 2 w 1409
αὐτὸ 4 w 1413
φάσκῃ 1 w 1418
καὶ 18 w 1422
πλεονάζουσαν 1 w 1434
ὁρμὴν 2 w 1439
εἶτα 1 w 1444
τὸ 12 w 1446
μὲν 1 w 1449
ἄλογον 2 w 1455
ἐξηγούμενος 1 w 1466
τὸ 13 w 1468
χωρὶς 1 w 1473
λόγου 3 w 1478
τε 10 w 1480
καὶ 19 w 1483
κρίσεως 1 w 1490
εἰρῆσθαι 1 w 1498
φάσκει 1 w 1504
τῆς 8 w 1508
δὲ 3 w 1510
πλεοναζούσης 1 w 1522
ὁρμῆς 1 w 1527
παράδειγμα 1 w 1537
τοὺς 1 w 1541
τρέχοντας 1 w 1550
σφοδρῶς 1 w 1557
παραλαμβάνει 1 w 1569
ταυτὶ 1 w 1575
γὰρ 7 w 1578
ἀμφότερα 1 w 1586
μάχεται 1 w 1593
τῷ 6 w 1595
κρίσεις 2 w 1602
εἶναι 1 w 1607
τὰ 10 w 1609
πάθη 2 w 1613
εἰσόμεθα 1 w 1622
δ 36 w 1623
ἐναργέστερον 1 w 1636
αὐτὰς 1 w 1641
τὰς 2 w 1644
ῥήσεις 1 w 1650
αὐτοῦ 1 w 1655
παραγράψαντες 1 w 1668
ἔχει 1 w 1673
δ 37 w 1674
4 w 1676
μὲν 2 w 1679
ἑτέρα 1 w 1684
τόνδε 1 w 1689
τὸν 6 w 1692
τρόπον 2 w 1698
δεῖ 1 w 1702
δὲ 4 w 1704
πρῶτον 1 w 1710
ἐντεθυμῆσθαι 1 w 1722
ὅτι 1 w 1726
τὸ 15 w 1728
λογικὸν 1 w 1735
ζῶον 1 w 1739
ἀκολουθητικὸν 1 w 1752
φύσει 1 w 1757
ἐστὶ 1 w 1761
τῷ 7 w 1763
λόγῳ 1 w 1767
καὶ 20 w 1771
κατὰ 8 w 1775
τὸν 7 w 1778
λόγον 1 w 1783
ὡς 1 w 1786
ἂν 1 w 1788
ἡγεμόνα 1 w 1795
πρακτικόν 1 w 1804
πολλάκις 1 w 1813
μέντοι 3 w 1819
καὶ 21 w 1822
ἄλλως 1 w 1827
φέρεται 2 w 1834
ἐπί 2 w 1837
τινα 3 w 1841
καὶ 22 w 1845
ἀπό 1 w 1848
τινων 1 w 1853
ἀπειθῶς 1 w 1860
τῷ 8 w 1862
λόγῳ 2 w 1866
ὠθούμενον 1 w 1875
ἐπὶ 3 w 1878
πλεῖον 1 w 1884
καθ 1 w 1888
ἣν 3 w 1891
φορὰν 1 w 1896
ἀμφότεροι 1 w 1905
ἔχουσιν 1 w 1912
οἱ 1 w 1914
ὅροι 2 w 1918
τῆς 9 w 1921
παρὰ 2 w 1925
φύσιν 2 w 1930
κινήσεως 1 w 1938
ἀλόγως 1 w 1944
οὕτως 1 w 1949
γινομένης 1 w 1958
καὶ 23 w 1962
τοῦ 4 w 1965
ἐν 10 w 1967
ταῖς 2 w 1971
ὁρμαῖς 1 w 1977
πλεονασμοῦ 1 w 1987
τὸ 17 w 1990
γὰρ 8 w 1993
ἄλογον 3 w 1999
τουτὶ 1 w 2004
ληπτέον 1 w 2011
ἀπειθὲς 1 w 2018
λόγῳ 3 w 2022
καὶ 24 w 2026
ἀπεστραμμένον 1 w 2039
τὸν 8 w 2042
λόγον 2 w 2047
καθ 2 w 2051
ἣν 4 w 2054
φορὰν 2 w 2059
καὶ 25 w 2062
ἐν 11 w 2064
τῷ 9 w 2066
ἔθει 1 w 2070
τινάς 1 w 2075
φαμεν 1 w 2080
ὠθεῖσθαι 1 w 2088
καὶ 26 w 2092
ἀλόγως 2 w 2098
φέρεσθαι 1 w 2106
ἄνευ 1 w 2110
λόγου 4 w 2115
κρίσεως 2 w 2122
οὐχὶ 1 w 2127
εἰ 3 w 2129
διημαρτημένως 1 w 2142
φέρεται 3 w 2149
καὶ 27 w 2153
παριδών 1 w 2160
τι 17 w 2162
κατὰ 9 w 2166
τὸν 9 w 2169
λόγον 3 w 2174
ταῦτ 2 w 2179
ἐπισημαινόμεθα 1 w 2194
ἀλλὰ 2 w 2199
μάλιστα 1 w 2206
καθ 3 w 2209
ἣν 5 w 2212
ὑπογράφει 1 w 2221
φορὰν 3 w 2226
οὐ 7 w 2228
πεφυκότος 1 w 2237
τοῦ 5 w 2240
λογικοῦ 1 w 2247
ζώου 1 w 2251
κινεῖσθαι 1 w 2260
οὕτως 2 w 2266
κατὰ 10 w 2270
τὴν 10 w 2273
ψυχὴν 2 w 2278
ἀλλὰ 3 w 2283
κατὰ 11 w 2287
τὸν 10 w 2290
λόγον 4 w 2295
6 w 2297
μὲν 3 w 2300
οὖν 1 w 2303
ἑτέρα 2 w 2308
τῶν 8 w 2311
τοῦ 6 w 2314
Χρυσίππου 1 w 2323
ῥήσεων 1 w 2329
ἐξηγουμένη 1 w 2339
τὸν 11 w 2342
πρότερον 1 w 2350
τῶν 9 w 2353
ὅρων 1 w 2357
τοῦ 7 w 2360
πάθους 1 w 2366
ἐνταυθοῖ 1 w 2374
τελευτᾷ 1 w 2381
τὴν 11 w 2385
δ 43 w 2386
ὑπόλοιπον 1 w 2396
ἐν 13 w 2399
1 w 2400
τὸν 12 w 2403
ἕτερον 1 w 2409
ὅρον 2 w 2413
ἐξηγεῖται 1 w 2422
γεγραμμένην 1 w 2434
ἐφεξῆς 2 w 2440
τῇδε 1 w 2444
κατὰ 12 w 2448
τὸ 23 w 2450
πρῶτον 2 w 2456
σύγγραμμα 1 w 2465
περὶ 1 w 2469
παθῶν 3 w 2474
ἤδη 1 w 2477
σοι 1 w 2480
παραθήσομαι 1 w 2491
κατὰ 13 w 2496
τοῦτο 1 w 2501
δὲ 5 w 2503
καὶ 28 w 2506
12 w 2507
πλεονασμὸς 1 w 2517
τῆς 10 w 2520
ὁρμῆς 2 w 2525
εἴρηται 1 w 2532
διὰ 1 w 2536
τὸ 24 w 2538
τὴν 12 w 2541
καθ 4 w 2544
αὑτοὺς 1 w 2551
καὶ 29 w 2554
φυσικὴν 1 w 2561
τῶν 10 w 2564
ὁρμῶν 1 w 2569
συμμετρίαν 1 w 2579
ὑπερβαίνειν 1 w 2590
γένοιτο 1 w 2598
δ 48 w 2599
ἂν 2 w 2602
τὸ 25 w 2604
λεγόμενον 1 w 2613
διὰ 2 w 2616
τούτων 2 w 2622
γνωριμώτερον 1 w 2634
οἷον 1 w 2639
ἐπὶ 4 w 2642
τοῦ 9 w 2645
πορεύεσθαι 1 w 2655
καθ 5 w 2658
ὁρμὴν 3 w 2664
οὐ 8 w 2666
πλεονάζει 1 w 2675
7 w 2676
τῶν 11 w 2679
σκελῶν 1 w 2685
κίνησις 1 w 2692
ἀλλὰ 4 w 2697
συναπαρτίζει 1 w 2709
τι 18 w 2711
τῆς 11 w 2714
ὁρμῆς 3 w 2719
ὥστε 1 w 2724
καὶ 30 w 2727
στῆναι 1 w 2733
ὅταν 1 w 2738
ἐθέλῃ 1 w 2743
καὶ 31 w 2747
μεταβάλλειν 1 w 2758
ἐπὶ 5 w 2762
δὲ 6 w 2764
τῶν 12 w 2767
τρεχόντων 1 w 2776
καθ 6 w 2779
ὁρμὴν 4 w 2785
οὐκέτι 1 w 2791
τοιοῦτον 1 w 2799
γίνεται 1 w 2806
ἀλλὰ 5 w 2811
πλεονάζει 2 w 2820
παρὰ 3 w 2824
τὴν 13 w 2827
ὁρμὴν 5 w 2832
8 w 2833
τῶν 13 w 2836
σκελῶν 2 w 2842
κίνησις 2 w 2849
ὥστε 2 w 2854
ἐκφέρεσθαι 1 w 2864
καὶ 32 w 2867
μὴ 6 w 2869
μεταβάλλειν 2 w 2880
εὐπειθῶς 1 w 2888
οὕτως 3 w 2893
εὐθὺς 1 w 2898
ἐναρξαμένων 1 w 2909
αἷς 1 w 2913
οἶμαί 1 w 2918
τι 20 w 2920
παραπλήσιον 1 w 2931
καὶ 33 w 2934
ἐπὶ 6 w 2937
τῶν 14 w 2940
ὁρμῶν 2 w 2945
γίνεσθαι 1 w 2953
διὰ 3 w 2956
τὸ 26 w 2958
τὴν 14 w 2961
κατὰ 14 w 2965
λόγον 5 w 2970
ὑπερβαίνειν 2 w 2981
συμμετρίαν 2 w 2991
ὥσθ 1 w 2995
ὅταν 2 w 3001
ὁρμᾷ 1 w 3005
μὴ 7 w 3008
εὐπειθῶς 2 w 3016
ἔχειν 1 w 3021
πρὸς 2 w 3025
αὐτὸν 2 w 3030
ἐπὶ 7 w 3034
μὲν 4 w 3037
τοῦ 10 w 3040
δρόμου 1 w 3046
τοῦ 11 w 3049
πλεονασμοῦ 2 w 3059
λεγομένου 1 w 3068
παρὰ 4 w 3072
τὴν 15 w 3075
ὁρμὴν 6 w 3080
ἐπὶ 8 w 3084
δὲ 7 w 3086
τῆς 12 w 3089
ὁρμῆς 4 w 3094
παρὰ 5 w 3098
τὸν 14 w 3101
λόγον 6 w 3106
συμμετρία 3 w 3116
γάρ 1 w 3119
ἐστι 3 w 3123
φυσικῆς 1 w 3130
ὁρμῆς 5 w 3135
9 w 3136
κατὰ 15 w 3140
τὸν 15 w 3143
λόγον 7 w 3148
καὶ 34 w 3152
ἕως 1 w 3155
τοσούτου 1 w 3163
καὶ 35 w 3167
ἕως 2 w 3170
αὐτὸς 3 w 3175
ἀξιοῖ 1 w 3180
διὸ 1 w 3184
δὴ 2 w 3186
καὶ 36 w 3189
τῆς 13 w 3192
ὑπερβάσεως 1 w 3202
κατὰ 16 w 3206
τοῦτο 2 w 3211
καὶ 37 w 3214
οὕτως 4 w 3219
γινομένης 2 w 3228
πλεονάζουσά 1 w 3239
τε 22 w 3241
ὁρμὴ 7 w 3245
λέγεται 1 w 3252
εἶναι 2 w 3257
καὶ 38 w 3260
παρὰ 6 w 3264
φύσιν 3 w 3269
καὶ 39 w 3272
ἄλογος 1 w 3278
κίνησις 3 w 3285
ψυχῆς 3 w 3290
αἱ 6 w 3293
μὲν 5 w 3296
τοῦ 13 w 3299
Χρυσίππου 2 w 3308
ῥήσεις 2 w 3314
αὗται 1 w 3319
σκεψώμεθα 1 w 3329
δ 56 w 3330
ἀκριβέστερον 1 w 3343
ὑπὲρ 2 w 3347
ἑκατέρας 1 w 3355
αὐτῶν 2 w 3360
ἀπὸ 1 w 3363
τῆς 14 w 3366
προτέρας 1 w 3374
ἀπαρξάμενοι 1 w 3385
καθ 7 w 3389
ἣν 6 w 3392
ἐξηγεῖται 2 w 3401
πῶς 1 w 3405
εἴρηται 2 w 3412
τὸ 31 w 3414
πάθος 2 w 3419
ἄλογος 2 w 3425
καὶ 40 w 3428
παρὰ 7 w 3432
φύσιν 4 w 3437
κίνησις 4 w 3444
ψυχῆς 4 w 3449
ἐπειδὴ 1 w 3456
γὰρ 9 w 3459
ἠπίστατο 1 w 3467
δύο 1 w 3470
σημαινόμενα 1 w 3481
πρὸς 3 w 3485
τῆς 15 w 3488
ἄλογος 3 w 3494
φωνῆς 1 w 3499
ὧν 1 w 3502
τὸ 32 w 3504
ἕτερον 2 w 3510
βούλεται 1 w 3518
μόνον 2 w 3523
δηλοῦσθαι 1 w 3532
κατὰ 17 w 3536
τὸν 16 w 3539
ὅρον 3 w 3543
τὸ 34 w 3546
χωρὶς 2 w 3551
κρίσεως 3 w 3558
ὀρθῶς 1 w 3564
ἐποίησε 1 w 3572
μηδεμίαν 1 w 3580
ὑπολιπόμενος 1 w 3592
ἀμφιβολίαν 1 w 3602
ἀλλ 6 w 3606
αὐτὸς 4 w 3612
δηλώσας 1 w 3619
ὅτι 2 w 3623
τὴν 16 w 3626
κατὰ 18 w 3630
τὸ 36 w 3632
πάθος 3 w 3637
ὁρμὴν 7 w 3642
ἄλογον 4 w 3648
εἶναί 3 w 3653
φησι 3 w 3657
καθ 8 w 3661
ὅσον 3 w 3666
ἀπέστραπται 1 w 3677
τὸν 17 w 3680
λόγον 8 w 3685
καὶ 41 w 3689
ἀπειθεῖ 1 w 3696
τῷ 10 w 3698
λόγῳ 4 w 3702
καὶ 42 w 3706
χωρὶς 3 w 3711
κρίσεως 4 w 3718
γίνεται 2 w 3725
διὰ 4 w 3729
μὲν 6 w 3732
οὖν 2 w 3735
τοῦ 14 w 3738
ἀπεστράφθαι 1 w 3749
φάναι 1 w 3754
τὸν 18 w 3757
λόγον 9 w 3762
ἐχώρισε 1 w 3769
τὴν 17 w 3772
κατὰ 19 w 3776
τὸ 39 w 3778
πάθος 4 w 3783
ἄλογον 5 w 3789
κίνησιν 2 w 3796
τῶν 16 w 3799
ἀψύχων 1 w 3805
τε 25 w 3807
καὶ 43 w 3810
τῶν 17 w 3813
ἀλόγων 1 w 3819
ζώων 1 w 3823
κινεῖται 1 w 3832
μὲν 7 w 3835
γὰρ 10 w 3838
καὶ 44 w 3841
λίθος 1 w 3846
καὶ 45 w 3849
ξύλον 1 w 3854
ἐνίοτε 2 w 3860
καὶ 46 w 3864
τῶν 18 w 3867
ἄλλων 1 w 3872
ἕκαστον 1 w 3879
τῶν 19 w 3882
ἀψύχων 2 w 3888
ἀλλ 7 w 3892
οὐχ 2 w 3896
ὡς 2 w 3898
ἀπεστραμμένον 2 w 3911
τὸν 19 w 3914
λόγον 10 w 3919
οὔθ 1 w 3923
ὡς 3 w 3926
ἀπειθοῦν 1 w 3934
1 w 3936
γὰρ 11 w 3939
τὴν 18 w 3942
ἀρχὴν 1 w 3947
μὴ 11 w 3949
μέτεστι 1 w 3956
τοῦ 15 w 3959
πείθεσθαί 1 w 3968
τε 28 w 3970
καὶ 47 w 3973
ἕπεσθαι 1 w 3980
τῷ 11 w 3982
λόγῳ 5 w 3986
τοῦτο 3 w 3992
πῶς 2 w 3995
ἂν 3 w 3997
2 w 3998
ἀπειθεῖν 1 w 4006
3 w 4008
ἀπεστράφθαι 2 w 4019
ποτὲ 1 w 4023
δύναιτο 1 w 4030
τὸν 20 w 4033
λόγον 11 w 4038
ἀλλ 8 w 4042
ὅλως 1 w 4047
μὴ 12 w 4049
χρῆσθαι 1 w 4056
λέγοιτο 1 w 4063
ἂν 4 w 4065
εἰκότως 1 w 4072
ἀπεστράφθαι 3 w 4084
δὲ 8 w 4086
καὶ 48 w 4089
ἀπειθεῖν 2 w 4097
λεχθήσεται 1 w 4107
τὸ 42 w 4109
φύσιν 5 w 4114
μὲν 8 w 4117
ἔχον 1 w 4121
ἕπεσθαί 1 w 4128
τε 29 w 4130
καὶ 49 w 4133
πείθεσθαί 2 w 4142
παρὰ 8 w 4147
φύσιν 6 w 4152
δέ 4 w 4154
ποθ 1 w 4157
ἑτέρως 1 w 4164
φερόμενον 1 w 4173
ἐκ 2 w 4176
μὲν 9 w 4179
δὴ 4 w 4181
τῶν 20 w 4184
τοιούτων 1 w 4192
δείκνυται 1 w 4201
τὸ 43 w 4203
μήτ 1 w 4206
ἀψύχῳ 1 w 4212
τινὶ 1 w 4216
μήτ 2 w 4219
ἀλόγῳ 1 w 4225
ζώῳ 1 w 4228
πάθος 5 w 4233
ἐγγίνεσθαι 1 w 4243
ψυχικόν 1 w 4250
ἐπειδὰν 1 w 4258
δὲ 9 w 4260
γράφῃ 1 w 4265
χωρὶς 4 w 4271
λόγου 5 w 4276
καὶ 50 w 4279
κρίσεως 5 w 4286
γίγνεσθαι 1 w 4295
τὴν 19 w 4298
κατὰ 20 w 4302
τὸ 44 w 4304
πάθος 6 w 4309
κίνησιν 3 w 4316
εἶτα 2 w 4321
συνάπτων 1 w 4329
ἐφεξῆς 3 w 4335
λέγῃ 1 w 4339
οὐχὶ 2 w 4344
εἰ 5 w 4346
διημαρτημένως 2 w 4359
φέρεται 4 w 4366
καὶ 51 w 4370
παριδών 2 w 4377
τι 25 w 4379
κατὰ 21 w 4383
τὸν 21 w 4386
λόγον 12 w 4391
καὶ 52 w 4395
ἀπεστραμμένως 1 w 4408
τε 30 w 4410
καὶ 53 w 4413
ἀπειθῶς 2 w 4420
αὐτῷ 1 w 4424
διορίζει 1 w 4433
τῶν 21 w 4436
ἁμαρτημάτων 1 w 4447
τὰ 27 w 4449
πάθη 3 w 4453
καὶ 54 w 4456
πάνυ 1 w 4460
δεόντως 1 w 4467
τὰ 28 w 4470
μὲν 10 w 4473
γὰρ 12 w 4476
ἁμαρτήματα 1 w 4486
μοχθηραὶ 1 w 4494
κρίσεις 3 w 4501
εἰσὶ 1 w 4505
καὶ 55 w 4509
26 w 4510
λόγος 1 w 4515
ἐψευσμένος 1 w 4525
τῆς 16 w 4528
ἀληθείας 1 w 4536
καὶ 56 w 4539
διημαρτημένος 1 w 4552
τὸ 46 w 4555
δὲ 10 w 4557
πάθος 7 w 4562
ἔμπαλιν 1 w 4569
οὐδὲν 1 w 4574
μὲν 11 w 4577
ἡμαρτημένον 1 w 4588
οὐδὲ 2 w 4593
παρορώμενον 1 w 4604
κατὰ 22 w 4608
τὸν 22 w 4611
λογισμὸν 1 w 4619
ἀπειθὴς 1 w 4627
δέ 5 w 4629
ἐστι 4 w 4633
τῷ 13 w 4635
λόγῳ 7 w 4639
κίνησις 5 w 4646
ψυχῆς 5 w 4651
27 w 4653
μὲν 12 w 4656
γὰρ 13 w 4659
ὑπὲρ 3 w 4663
τοῦ 17 w 4666
σῶσαι 1 w 4671
τὴν 20 w 4674
πατρίδα 1 w 4681
τῆς 17 w 4684
ζωῆς 1 w 4688
καὶ 57 w 4691
τῶν 22 w 4694
τέκνων 1 w 4700
καταφρονήσας 1 w 4712
καὶ 58 w 4716
ἤτοι 1 w 4720
παραδοὺς 1 w 4728
ἑτέροις 1 w 4735
ἀποσφάττειν 1 w 4746
4 w 4748
αὐτὸς 5 w 4753
ὑπομείνας 1 w 4762
σφάξαι 1 w 4768
τῇ 3 w 4771
γε 10 w 4773
τοῦ 18 w 4776
καλοῦ 1 w 4781
φαντασίᾳ 1 w 4789
τοῦτο 4 w 4794
δρᾷ 1 w 4797
καὶ 59 w 4800
λογισμῷ 1 w 4807
τινι 1 w 4811
χρησάμενος 1 w 4821
11 w 4823
Μήδεια 1 w 4829
δ 83 w 4830
ἔμπαλιν 2 w 4838
οὐ 14 w 4840
μόνον 3 w 4845
ὑπ 15 w 4847
οὐδενὸς 1 w 4855
ἐπείσθη 1 w 4862
λογισμοῦ 1 w 4870
κτείνειν 1 w 4878
τοὺς 3 w 4882
παῖδας 1 w 4888
ἀλλὰ 6 w 4893
καὶ 60 w 4896
τοὐναντίον 1 w 4906
ἅπαν 1 w 4910
ὅσον 4 w 4914
ἐπὶ 9 w 4917
τῷ 14 w 4919
λογισμῷ 2 w 4926
μανθάνειν 1 w 4935
φησὶ 1 w 4939
οἷα 1 w 4943
δρᾷν 1 w 4947
μέλλει 1 w 4953
κακὰ 1 w 4957
τὸν 23 w 4961
θυμὸν 1 w 4966
δὲ 13 w 4968
εἶναι 3 w 4973
κρείττονα 1 w 4982
τῶν 23 w 4985
βουλευμάτων 1 w 4996
τοὐτέστιν 1 w 5006
οὐχ 4 w 5009
ὑποτετάχθαι 1 w 5020
καὶ 61 w 5023
πείθεσθαι 1 w 5032
καὶ 62 w 5035
ἕπεσθαι 2 w 5042
καθάπερ 1 w 5049
τινὶ 2 w 5053
δεσπότῃ 1 w 5060
τῷ 15 w 5062
λόγῳ 8 w 5066
τὸ 50 w 5068
πάθος 8 w 5073
ἀλλ 10 w 5077
ἀφηνιάζειν 1 w 5088
καὶ 63 w 5092
ἀποχωρεῖν 1 w 5101
καὶ 64 w 5105
ἀπειθεῖν 3 w 5113
τῷ 16 w 5115
προστάγματι 1 w 5126
ὡς 4 w 5129
ἑτέρας 1 w 5135
τινὸς 1 w 5140
ἔργον 1 w 5145
5 w 5146
πάθημα 1 w 5152
δυνάμεως 3 w 5160
ὑπάρχον 1 w 5167
οὐ 19 w 5170
τῆς 18 w 5173
λογιστικῆς 1 w 5183
πῶς 3 w 5187
γὰρ 14 w 5190
ἂν 5 w 5192
6 w 5193
ἀπειθεῖν 4 w 5201
ἑαυτῷ 3 w 5206
τι 33 w 5208
δύναιτο 2 w 5215
7 w 5217
ἀποστρέφεσθαι 1 w 5230
ἑαυτὸ 1 w 5235
8 w 5237
μὴ 13 w 5239
ἕπεσθαι 3 w 5246
ἑαυτῷ 4 w 5251
ταυτὶ 2 w 5257
μὲν 13 w 5260
οὖν 3 w 5263
ἅπαντα 1 w 5269
πρὸς 4 w 5273
τῷ 19 w 5275
μηδὲν 1 w 5280
ἔχειν 2 w 5285
μεμπτὸν 1 w 5292
ἔτι 1 w 5295
καὶ 65 w 5298
ἀληθῶς 1 w 5304
τε 34 w 5306
καὶ 66 w 5309
διωρισμένως 1 w 5320
καὶ 67 w 5323
κατὰ 23 w 5327
τὴν 21 w 5330
Πλάτωνος 1 w 5338
εἴρηται 3 w 5345
γνώμην 1 w 5351
παραπλησίως 1 w 5363
δὲ 15 w 5365
καὶ 68 w 5368
τὰ 31 w 5370
κατὰ 24 w 5374
τὴν 22 w 5377
ἐξήγησιν 2 w 5385
τοῦ 20 w 5388
δευτέρου 1 w 5396
τῶν 24 w 5399
ὅρων 2 w 5403
ὑπ 18 w 5405
αὐτοῦ 2 w 5411
γεγραμμένα 1 w 5421
δι 14 w 5424
ἧς 1 w 5427
ἐμνημόνευσε 1 w 5438
καὶ 69 w 5441
τῶν 25 w 5444
τρεχόντων 2 w 5453
ὠκέως 1 w 5458
οἳ 1 w 5461
μηδ 3 w 5464
εἰ 7 w 5467
στῆναι 2 w 5473
βούλοιντο 1 w 5482
παραχρῆμα 1 w 5492
δύναιντο 1 w 5500
πράττειν 1 w 5508
αὐτό 1 w 5512
σαφῶς 1 w 5518
γὰρ 15 w 5521
κᾀνταῦθα 2 w 5529
ἔνδειξις 1 w 5537
γίγνεται 1 w 5545
δυνάμεως 4 w 5553
ἑτέρας 2 w 5559
παρὰ 9 w 5563
τὸν 25 w 5566
λόγον 13 w 5571
ὑφ 1 w 5574
ἧς 2 w 5577
ἀπο 6 w 5580
τελεῖται 1 w 5588
τὰ 33 w 5590
παθήματα 2 w 5598
γνοίημεν 1 w 5607
δ 100 w 5608
ἂν 6 w 5611
ἐναργέστερον 2 w 5623
εἰ 8 w 5626
τὴν 23 w 5629
αἰτίαν 1 w 5635
ἐξεύροιμεν 1 w 5645
ὑφ 2 w 5648
ἧς 3 w 5651
συμβαίνει 1 w 5660
μὴ 14 w 5662
δύνασθαι 1 w 5670
στῆναι 3 w 5676
παραχρῆμα 2 w 5685
πολλοὺς 1 w 5692
τῶν 26 w 5695
θεόντων 1 w 5702
12 w 5704
δ 102 w 5705
εὕρεσις 1 w 5713
ἐξ 9 w 5715
αὐτοῦ 3 w 5720
γένοιτ 2 w 5726
ἂν 7 w 5729
ἡμῖν 1 w 5733
τοῦ 23 w 5736
μὴ 15 w 5738
πᾶσιν 1 w 5743
οὕτως 5 w 5748
συμβαίνειν 1 w 5758
ἀλλ 11 w 5762
ὅσοι 1 w 5767
δι 15 w 5769
ὁμαλοῦς 1 w 5777
τινος 1 w 5782
9 w 5783
κατάντους 1 w 5792
φέρονται 1 w 5800
τῶν 27 w 5804
μὲν 14 w 5807
γὰρ 16 w 5810
ἀνάντη 1 w 5816
χωρία 1 w 5821
διαθεόντων 1 w 5831
οὐκ 6 w 5834
ἔτι 2 w 5837
οὕτω 6 w 5841
τοῦτο 5 w 5846
συμπίπτει 1 w 5855
παραχρῆμα 3 w 5865
γοῦν 2 w 5869
ἵστανται 1 w 5877
βουληθέντες 1 w 5888
ὡς 5 w 5891
ἂν 8 w 5893
τῆς 19 w 5896
ῥοπῆς 1 w 5901
τοῦ 25 w 5904
σώματος 1 w 5911
μὴ 16 w 5913
φερούσης 1 w 5921
αὐτοὺς 1 w 5927
βιαίως 1 w 5933
κάτω 1 w 5937
καθάπερ 2 w 5945
ἐκείνους 1 w 5953
ἔφερε 1 w 5958
σύνθετος 1 w 5967
γὰρ 17 w 5970
αὐτῶν 3 w 5975
ἔνεστιν 1 w 5982
14 w 5983
τῆς 20 w 5986
φορᾶς 1 w 5991
αἰτία 2 w 5996
15 w 5998
μέν 22 w 6001
τις 1 w 6004
ὡς 6 w 6006
ζώων 2 w 6010
ὑφ 3 w 6012
ὁρμῆς 6 w 6018
κινουμένων 1 w 6028
16 w 6030
δ 105 w 6031
ὡς 7 w 6034
ἀψύχων 3 w 6040
σωμάτων 1 w 6047
τῷ 20 w 6049
βάρει 1 w 6054
ῥεπόντων 1 w 6062
οὕτω 7 w 6067
γοῦν 3 w 6071
καὶ 70 w 6074
λίθοι 1 w 6079
πολλάκις 2 w 6087
ὀρῶν 1 w 6091
καταφέρονται 1 w 6103
στῆναι 4 w 6109
μεταξὺ 1 w 6115
μὴ 17 w 6117
δυνάμενοι 1 w 6126
πρὶν 1 w 6131
ἐξικέσθαι 1 w 6140
πρός 1 w 6144
τι 39 w 6146
χωρίον 1 w 6152
ὁμαλὸν 1 w 6158
10 w 6159
κοῖλον 1 w 6165
ὥστε 3 w 6170
καὶ 71 w 6173
κατὰ 25 w 6177
τοῦτο 6 w 6182
τὸ 54 w 6184
παράδειγμα 2 w 6194
δυνάμεώς 2 w 6202
ἐστιν 1 w 6207
ἔνδειξις 2 w 6215
ἑτέρας 3 w 6221
παρὰ 10 w 6225
τὸν 26 w 6228
λογισμὸν 2 w 6236
ἀλόγου 3 w 6243
τὴν 24 w 6246
φύσιν 7 w 6251
οἵα 1 w 6255
πέρ 2 w 6258
ἐστιν 2 w 6263
ἐν 17 w 6265
τοῖς 4 w 6269
τῶν 29 w 6272
ζώων 3 w 6276
σώμασι 1 w 6282
τὸ 56 w 6284
βάρος 1 w 6289
ὅτι 3 w 6293
δ 110 w 6294
οὐ 21 w 6297
δύνανται 1 w 6305
διὰ 5 w 6308
τοῦτο 7 w 6313
στῆναι 5 w 6319
βουληθέντες 2 w 6330
οὐ 22 w 6333
μόνον 4 w 6338
ἐκ 4 w 6340
τῆς 21 w 6343
τῶν 30 w 6346
ἀναντῶν 1 w 6353
τε 42 w 6355
καὶ 72 w 6358
καταντῶν 1 w 6366
χωρίων 1 w 6372
διαφορᾶς 1 w 6380
ἔνεστι 2 w 6386
μαθεῖν 1 w 6392
ἀλλὰ 7 w 6397
καὶ 73 w 6400
ἐκ 5 w 6402
τῆς 22 w 6405
ἐν 18 w 6407
αὐτοῖς 1 w 6413
τοῖς 6 w 6417
ὁμαλέσι 1 w 6424
διαφόρου 1 w 6432
κινήσεως 2 w 6440
32 w 6442
μὲν 15 w 6445
γὰρ 18 w 6448
εἰς 1 w 6451
τοὐπίσω 1 w 6458
τὴν 25 w 6461
ῥοπὴν 1 w 6466
τοῦ 28 w 6469
σώματος 2 w 6476
ποιησάμενος 1 w 6487
ἐν 19 w 6489
τῷ 21 w 6491
τρέχειν 1 w 6498
αὐτοκράτωρ 1 w 6508
ἐστὶ 2 w 6512
τοῦ 29 w 6515
στῆναι 6 w 6521
33 w 6523
δ 115 w 6524
εἰς 2 w 6528
τὸ 57 w 6530
ἔμπροσθεν 1 w 6539
ὑπ 19 w 6541
ἐκείνης 1 w 6549
κωλύεται 1 w 6557
καὶ 74 w 6561
δι 20 w 6563
αὐτό 2 w 6568
γε 12 w 6570
τοῦτο 8 w 6575
οὕτω 8 w 6579
θέουσιν 1 w 6586
ἅπαντες 1 w 6593
ὑπ 20 w 6596
αὐτῆς 2 w 6602
τοῦ 31 w 6605
πράγματος 1 w 6614
τῆς 24 w 6618
φύσεως 1 w 6624
διδασκόμενοι 1 w 6636
συντελεῖν 1 w 6645
τὴν 26 w 6648
εἰς 3 w 6651
τὸ 58 w 6653
πρόσω 1 w 6658
ῥοπὴν 2 w 6663
τῷ 22 w 6665
τάχει 1 w 6670
τῆς 25 w 6673
κινήσεως 3 w 6681
ὥσπερ 1 w 6687
οὖν 4 w 6690
ἐπὶ 10 w 6693
τοῦ 32 w 6696
παραδείγματος 1 w 6709
1 w 6711
γενναιότατε 1 w 6722
Χρύσιππε 1 w 6730
τοῖς 7 w 6735
μὲν 16 w 6738
μηδὲν 2 w 6743
ὑπὸ 1 w 6746
τοῦ 33 w 6749
κατὰ 26 w 6753
τὸ 59 w 6755
σῶμα 1 w 6759
βάρους 1 w 6765
εἰς 4 w 6768
τάχος 1 w 6773
κινήσεως 4 w 6781
ὠφελουμένοις 1 w 6793
ἕτοιμον 1 w 6800
τὸ 60 w 6802
στῆναι 7 w 6808
τοῖς 8 w 6813
δ 121 w 6814
ἐκ 7 w 6817
διττῆς 1 w 6823
αἰτίας 1 w 6829
τὸ 61 w 6831
τάχος 2 w 6836
γεννῶσιν 1 w 6844
οὐκ 7 w 6847
ἔθ 2 w 6849
17 w 6851
βούλησις 1 w 6859
ἱκανὴ 1 w 6864
κατὰ 27 w 6869
τὸν 27 w 6872
αὐτὸν 3 w 6877
τρόπον 3 w 6883
ἐπὶ 11 w 6886
τῶν 33 w 6889
τῆς 27 w 6892
ψυχῆς 6 w 6897
ὁρμῶν 3 w 6902
ὅταν 3 w 6907
μὲν 17 w 6910
35 w 6911
λογισμὸς 1 w 6919
μόνος 1 w 6924
ἔχη 1 w 6927
τὴν 27 w 6930
αἰτίαν 2 w 6936
ἐπ 26 w 6939
αὐτῷ 2 w 6944
παῦσαι 1 w 6950
τὴν 28 w 6953
ὁρμήν 1 w 6958
ὅταν 4 w 6963
δ 123 w 6964
ἤτοι 2 w 6969
θυμὸς 1 w 6974
11 w 6975
ἐπιθυμία 2 w 6983
τις 2 w 6986
αὐτῷ 3 w 6990
προσέλθῃ 1 w 6998
δυνάμεις 1 w 7007
ἄλογοί 1 w 7013
τε 46 w 7015
καὶ 75 w 7018
παραπλήσιαι 1 w 7029
τῷ 25 w 7031
κατὰ 28 w 7035
τὸ 64 w 7037
σῶμα 2 w 7041
βάρει 2 w 7046
παραχρῆμα 4 w 7056
μὲν 18 w 7059
οὐχ 5 w 7062
οἷόν 1 w 7066
τε 47 w 7068
στῆναι 8 w 7074
χρόνῳ 1 w 7080
δ 125 w 7081
ἂν 9 w 7084
ἴσως 1 w 7088
γένοιτο 2 w 7095
καὶ 76 w 7098
τοῦτο 9 w 7103
καθάπερ 3 w 7111
ἐπὶ 12 w 7114
τῶν 34 w 7117
θεόντων 3 w 7124
τὸ 65 w 7127
δ 126 w 7128
ἴσως 2 w 7133
τῷ 26 w 7135
λόγῳ 9 w 7139
προσέθηκα 1 w 7148
διὰ 6 w 7151
τὴν 29 w 7154
τῶν 35 w 7157
κατὰ 29 w 7161
μέρος 1 w 7166
αἰτίων 1 w 7172
ὅσα 1 w 7176
τε 48 w 7178
κινεῖ 3 w 7183
τὴν 30 w 7186
ὁρμὴν 8 w 7191
ἄνισον 1 w 7198
δύναμιν 1 w 7205
ἐπειδὴ 2 w 7212
γὰρ 19 w 7215
καὶ 77 w 7218
λογισμὸς 2 w 7226
αὐτὴν 2 w 7231
κινεῖ 4 w 7236
καὶ 78 w 7240
ἐπιθυμία 3 w 7248
καὶ 79 w 7252
θυμὸς 2 w 7257
18 w 7259
μὲν 19 w 7262
ὑφ 4 w 7264
ἑνὸς 1 w 7269
αὐτῶν 4 w 7274
συστᾶσα 1 w 7281
τῶν 37 w 7285
ἄλλων 2 w 7290
ἡσυχαζόντων 1 w 7301
ὑπ 22 w 7304
ἐκείνου 2 w 7312
μόνου 2 w 7317
δεσπόζεται 1 w 7327
ὥστ 4 w 7331
εἰ 13 w 7335
μὲν 20 w 7338
ὑπὸ 2 w 7341
τοῦ 35 w 7344
λογισμοῦ 2 w 7352
γένοιτο 3 w 7359
καὶ 80 w 7363
καταπαύειν 1 w 7373
αὐτὴν 3 w 7378
καὶ 81 w 7381
αὖθις 1 w 7386
ἐπεγείρειν 1 w 7396
οἷόν 2 w 7400
τε 49 w 7402
διὰ 7 w 7405
μόνου 3 w 7410
τοῦ 36 w 7413
βουληθῆναι 1 w 7423
εἰ 14 w 7426
δ 132 w 7427
ὑπὸ 3 w 7431
θυμοῦ 1 w 7436
τινος 2 w 7441
12 w 7442
ἐπιθυμίας 2 w 7451
ὅταν 5 w 7456
ἐκεῖνα 1 w 7462
λωφήσῃ 1 w 7468
εἰ 15 w 7471
δ 133 w 7472
ὑφ 5 w 7475
ἑκατέρων 1 w 7484
ἐνεργούντων 1 w 7495
γίγνοιτο 1 w 7503
λογισμοῦ 3 w 7512
θ 127 w 7513
ἅμα 3 w 7517
καί 1 w 7520
τινος 3 w 7525
ἀλόγου 4 w 7531
δυνάμεως 5 w 7539
εἰ 16 w 7542
μὲν 21 w 7545
οὖν 5 w 7548
ἀντισπῶντος 1 w 7559
τοῦ 37 w 7562
λογισμοῦ 4 w 7570
κρατήσει 1 w 7579
τὸ 66 w 7581
ἰσχυρότερον 1 w 7592
εἰ 17 w 7595
δὲ 17 w 7597
συνεκθέοντος 1 w 7609
οὐδέποτε 1 w 7618
παύσεται 1 w 7626
λέγω 1 w 7631
δὲ 18 w 7633
συνεκθεῖν 1 w 7642
τῷ 27 w 7644
πάθει 1 w 7649
τὸν 29 w 7652
λογισμὸν 3 w 7660
ὅταν 6 w 7665
ἅπερ 1 w 7670
ἐκεῖνο 1 w 7676
πράττει 2 w 7683
καὶ 82 w 7687
38 w 7688
λογισμὸς 3 w 7696
δοξάζῃ 1 w 7702
ὥσπερ 2 w 7708
ἐπὶ 13 w 7711
τῶν 38 w 7714
ἀκολάστων 1 w 7723
δοξάζουσι 1 w 7733
γὰρ 20 w 7736
ἀγαθὸν 1 w 7742
εἶναι 4 w 7747
μέγιστον 1 w 7755
οὗτοι 1 w 7760
τὴν 33 w 7763
ἀπόλαυσιν 1 w 7772
τῶν 39 w 7775
ἡδίστων 1 w 7782
ἑκουσίως 1 w 7791
ἑπομένου 1 w 7799
κατὰ 30 w 7803
τὴν 34 w 7806
ψυχὴν 3 w 7811
αὐτῶν 5 w 7816
τοῦ 38 w 7819
λογισμοῦ 5 w 7827
τῇ 4 w 7829
ἐπιθυμίᾳ 1 w 7837
ἀντιτείνειν 1 w 7849
δέ 7 w 7851
φημι 1 w 7855
τὸν 30 w 7858
λογισμὸν 4 w 7866
τῷ 28 w 7868
πάθει 2 w 7873
μὴ 19 w 7876
δοξάζοντος 1 w 7886
μὲν 22 w 7889
τἀνθρώπου 1 w 7898
καλὸν 1 w 7904
13 w 7905
ἀγαθὸν 2 w 7911
εἶναι 5 w 7916
τὴν 35 w 7919
ἀπόλαυσιν 2 w 7928
τῆς 28 w 7931
προκειμένης 1 w 7942
ἡδονῆς 1 w 7948
ἑλκομένου 1 w 7958
δέ 8 w 7960
πως 2 w 7963
ἐπ 35 w 7965
αὐτὴν 4 w 7971
διὰ 8 w 7974
τὴν 37 w 7977
τῆς 29 w 7980
ἐπιθυμητικῆς 1 w 7992
δυνάμεως 6 w 8000
ἰσχυρὰν 1 w 8007
κίνησιν 4 w 8014
ἀλλ 13 w 8018
εἰ 18 w 8021
μὲν 23 w 8024
39 w 8025
λογισμὸς 4 w 8033
κρατήσειεν 1 w 8043
ἐγκρατὴς 1 w 8052
ἑαυτοῦ 2 w 8058
τε 54 w 8060
καὶ 83 w 8063
τῶν 41 w 8066
ἑαυτοῦ 3 w 8072
παθῶν 4 w 8077
40 w 8078
τοιοῦτος 1 w 8086
ἄνθρωπός 1 w 8094
ἐστι 7 w 8098
τε 55 w 8100
καὶ 84 w 8103
λέγεται 2 w 8110
εἰ 19 w 8113
δ 147 w 8114
ἐπιθυμία 5 w 8123
τοὐναντίον 2 w 8134
τῷδε 1 w 8138
πρόσρημα 1 w 8146
λαβὼν 1 w 8151
ἀκρατὴς 1 w 8158
ὀνομάζεται 1 w 8168
ὅταν 7 w 8173
δ 149 w 8174
ὑπὸ 4 w 8178
τοῦ 41 w 8181
λογισμοῦ 6 w 8189
μόνου 4 w 8194
πρὸς 5 w 8198
τὴν 38 w 8201
τῶν 42 w 8204
ἡδέων 1 w 8209
ἄγηται 1 w 8215
χρῆσιν 1 w 8221
41 w 8223
τοιοῦτος 2 w 8231
σώφρων 1 w 8237
καλεῖται 1 w 8245
σκοπὸν 1 w 8252
τῆς 30 w 8255
αἱρέσεως 1 w 8263
αὐτῶν 6 w 8268
οὐ 28 w 8270
τὴν 39 w 8273
ἀπόλαυσιν 3 w 8282
ἀλλὰ 8 w 8287
τὴν 40 w 8290
ὠφέλειαν 1 w 8298
πεποιημένος 1 w 8309
ὥσπερ 3 w 8315
γε 17 w 8317
καὶ 85 w 8320
ἀκόλαστος 1 w 8329
42 w 8330
πρὸς 6 w 8334
τῆς 31 w 8337
ἐπιθυμίας 3 w 8346
μόνης 1 w 8351
ἀγόμενος 1 w 8359
ἀκολουθοῦντος 1 w 8373
αὐτῇ 1 w 8377
τοῦ 42 w 8380
λόγου 8 w 8385
καθάπερ 4 w 8393
τινὸς 2 w 8398
οἰκέτου 1 w 8405
τῇ 6 w 8408
τοιαύτῃ 1 w 8415
συμπλοκῇ 1 w 8423
τῶν 44 w 8426
τὰς 3 w 8429
ὁρμὰς 2 w 8434
κινούντων 1 w 8443
αἰτίων 2 w 8449
μαρτυρεῖ 1 w 8457
καὶ 86 w 8460
τὸ 69 w 8462
τοῦ 43 w 8465
Χρυσίππου 3 w 8474
παράδειγμα 3 w 8484
τῶν 45 w 8488
μὲν 24 w 8491
γὰρ 21 w 8494
πρὸς 7 w 8498
ἄναντες 1 w 8505
θεόντων 4 w 8512
23 w 8513
λογικὴ 2 w 8519
μόνη 2 w 8523
δύναμις 1 w 8530
ἡγεῖται 1 w 8537
τῶν 46 w 8541
δ 153 w 8542
ἀκουσίως 1 w 8551
ἐπὶ 14 w 8554
κρημνὸν 1 w 8561
φερομένων 1 w 8570
25 w 8571
ἄλογος 4 w 8577
ἥνπερ 1 w 8583
δὴ 6 w 8585
τὸ 70 w 8587
βάρος 2 w 8592
τοῦ 44 w 8595
σώματος 3 w 8602
ἔφαμεν 1 w 8608
ὑπάρχειν 4 w 8616
τῶν 47 w 8620
δ 155 w 8621
ἐς 1 w 8624
τὸ 71 w 8626
κάταντες 1 w 8634
θεόντων 5 w 8641
ἀμφότεραι 1 w 8650
οὕτω 9 w 8655
δὲ 19 w 8657
καὶ 87 w 8660
τῶν 48 w 8663
ἐφ 6 w 8665
ὁμαλοῦς 2 w 8673
εἰ 20 w 8676
πρόσω 2 w 8681
ῥέποιεν 1 w 8688
ὡς 8 w 8691
εἴγε 2 w 8696
ἀνανεύοιεν 1 w 8706
ὀπίσω 1 w 8711
θέοιεν 1 w 8718
μὲν 25 w 8721
ἂν 10 w 8723
οὕτω 10 w 8727
γε 20 w 8729
τῶν 49 w 8732
ἑτέρων 1 w 8738
ἧττον 1 w 8743
ἵσταιντο 1 w 8752
δ 157 w 8753
ἂν 11 w 8756
ὁπότε 1 w 8762
βουληθεῖεν 1 w 8772
ὥστε 4 w 8777
οὐδὲν 2 w 8782
ἄχρι 1 w 8786
γε 21 w 8788
τῆς 32 w 8791
τῶν 50 w 8794
ὅρων 3 w 8798
ἐξηγήσεως 1 w 8807
46 w 8808
Χρύσιππος 1 w 8817
ἐναντίον 1 w 8825
ἀπεφήνατο 1 w 8834
τοῖς 9 w 8838
παλαιοῖς 1 w 8846