Scaife ATLAS

CTS Library / De placitis Hippocratis et Platonis

De placitis Hippocratis et Platonis (2.8)

urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.8
Refs {'start': {'reference': '2.8', 'human_reference': 'Book 2 Chapter 8'}}
Ancestors [{'reference': '2'}]
Children []
prev
plain textXML
next

Ἀλλ ἦν ἐξ ἀρχῆς τὸ προκείμενον ἐν τούτῳ
τῷ γράμματι τὰς τέτταρας διαφορὰς ἐπιδεῖξαι τῶν λημμάτων.
ἐκάλουν δὲ τὸ μὲν πρῶτον γένος αὐτῶν ἐπιστημονικόν
τε καὶ ἀποδεικτικὸν, τὸ δὲ δεύτερον γυμναστικόν τε
καὶ, ὡς Ἀριστοτέλης ὀνομάσειε, διαλεκτικὸν, τὸ δὲ τρίτον
πιθανόν τε καὶ ῥητορικὸν, τὸ δὲ τέταρτον σοφιστικὸν,

108
ἐπεδείκνυόν τε, τὰ μὲν ἀπὸ τῶν ὑπαρχόντων τε καὶ
συμβαινόντων τῇ καρδίᾳ συνιστάμενα κατὰ μόνον αὐτὸ τὸ
ζητούμενον πρᾶγμα τῶν ἐπιστημονικῶν εἶναι λημμάτων,
τὰ δ ἄλλα σύμπαντα διαλεκτικὰ, τὰ δ ἀπὸ τῶν ἔξωθεν
μαρτύρων ῥητορικὰ, τὰ δ ὁμωνυμίαις τισὶν τοῖς τῆς
λέξεως σχήμασι πεπανουργημένα σοφιστικά. τὰ μὲν οὖν
ἐπιστημονικὰ καθ ἕκαστον πρᾶγμα παντάπασιν ὀλίγα τε
καὶ εὐαρίθμητ ἐστὶ, τὰ δὲ γυμναστικὰ πάμπολλα· καθ
ἕκαστον γὰρ τῶν ὑπαρχόντων τε καὶ συμβαινόντων τῷ πράγματι
συνίσταται. τὸν γοῦν ἀπὸ τῆς φωνῆς ἐρωτώμενον
λόγον ἐκ τῆς θέσεως ὁρμώμενον ἐπέδειξα· οὕτω δὲ καὶ
τὸν ἀπὸ τῆς εἰσπνοῆς τε καὶ ἐκπνοῆς. ὡσαύτως δ ἔχοντα
274
εὑρήσεις καὶ τὸν ἀπὸ τῆς ἐν ταῖς λύπαις δήξεως. ἐναργῶς
μὲν γὰρ δῆξίς ἐστιν ἐν τῷ στόματι τῆς γαστρὸς,
οἱ δ ἐς τὴν καρδίαν ἀναφέρουσιν αὐτήν. οἳ μὲν οὖν, ὅτι
πλησίον καρδία τέτακται τῷ στόματι τῆς γαστρὸς, διὰ
τοῦτ ἀπ ἐκείνης ἄρχεσθαι νομίζουσι τὸ πάθος, ἀπὸ τῆς
θέσεως ἐπιχειροῦσιν. οἳ δ αὐτὴν ὄντως οἴονται τὴν καρδίαν
δάκνεσθαι, πάμπολυ σφάλλονται. κάτω μὲν γὰρ τοῦ
θώρακος δῆξίς ἐστιν ὑπὸ τῷ κατὰ τὸ στέρνον χόνδρῳ,
καρδία δ ἐν μέσῳ τέτακται τῷ θώρακι, καὶ οὐδεὶς ᾔσθετο
πώποτε τῆς καρδίας αὐτῆς δακνομένης οὔτ ἐν λύπαις οὔτ
ἐν ἄλλῳ πάθει ψυχῆς σώματος. οὐ μὴν οὐδ καρδιαλγία
τοὔνομα τὴν ἐν τῷ θώρακι περιεχομένην καρδίαν
ὀδυνᾶσθαι δηλοῖ, ἀλλ ἔστιν ὁμωνυμία τις οὐδένα λανθάνουσα
τῶν ὡμιληκότων ἀρχαίων γράμμασι. ὥσπερ γὰρ
τὸ κατὰ τὸν θώρακα σπλάγχνον, οὕτω καὶ τὸ τῆς γαστρὸς
στόμα καρδίαν ὀνομάζουσιν οἱ παλαιοὶ, καὶ πάμπολύ γε
τοὔνομά ἐστι παρ αὐτοῖς. ἀλλ ἐγὼ δυοῖν τριῶν ἐπιμνησθήσομαι
τῶν παραδειγμάτων ὑπὲρ τοῦ σαφῶς ἐνδείξασθαι
275
τὸ σημαινόμενον ἐκ τῆς λέξεως. μὲν δὴ Νίκανδρος ᾧδέ πως φησίν·

ἣν κραδίην ἐπιδόρπιον, οἱ δὲ δοχαίην
Κλείουσι στομάχοιο.

Θουκυδίδης δ ᾧδε· καὶ ὁπότε εἰς τὴν καρδίαν στηρίξειεν,
ἀνέτρεπέ τε αὐτὴν καὶ ἀπο

263
καθάρσεις χολῆς πᾶσαι,
ὅσαι ὑπὸ τῶν ἰατρῶν εἰσιν ὠνομασμέναι, ἐπῄεσαν. δ
Ἱπποκράτης· γυνὴ ἐκαρδιήλγεε, καὶ οὐδὲν καθίστη πλὴν
ἐς ῥοιῆς χυλὸν ἄλφιτον ἐπιπάσσουσα, καὶ μονοσιτεῖν ἤρκεσε,
καὶ ἀνεῖλκεν οἷα τὰ κηρίωνος. ἅπαντες οὗτοι δηλοῦσιν
ἐναργῶς, τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε
ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος καρδιαλγία,
τοῦ σπλάγχνου δ’, ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον
τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος
οὐδέποτε γίγνεται. οὐδὲ γὰρ οὐδ αὐτοῦ τοῦ στόματος τῆς
γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ
μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται.
τοῦτο δ αὐτὸ συμβαίνει ὲν ταῖς λύπαις· διὸ
276
καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐνίοις δ ὑπέρχεται κάτω,
καὶ γαστὴρ αὐτοῖς ἄκρα τὰ χολώδη διαχωρεῖ. συμβαίνει
δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν, ἀλλὰ καὶ τῶν ἐπὶ πλέον
ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα,
καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο
σιτία. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον
εἰς τὴν γαστέρα συῤῥεῖ χολὴ ξανθή· πρὸς ταύτης
οὖν δακνόμενοι καρδιαλγοῦσιν. οὐδ ἐστὶν ἀναγκαῖον
ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι, δι ἣν τοῦτο
συμβαίνει. μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ
παρὸν, ὡς οὐκ ἔστι τῆς καρδίας, τοῦ σπλάγχνου, τὸ πάθος
καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας,
ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρὸς,
ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ
γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ
συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν.
εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν,
109
οὐ
Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ Ἱπποκράτει καὶ Πλάτωνι
μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις
277
Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ
κατὰ τὴν καρδίαν. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε
καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ ἐπιστήμην
τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ
δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν
παλαιὸν λόγον, ἀλλὰ καὶ κατασκευάζουσιν. τὰ μὲν δὴ τοιαῦτα
τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν
λημμάτων, ὥσπερ, οἶμαι, καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων
τοῦ ζώου διαπλάττεσθαι τὴν καρδίαν. οὐ γὰρ τὴν
κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν, ὑπὲρ ἧς
νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. εἴρηται δέ μοι καὶ
διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν
λόγῳ. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι
τῶν τοῦ ζώου μορίων αὐτὴν, ὑστάτην δὲ παύεσθαι, τῶν ἀποδεικτικῶν
ἐστι λημμάτων. ἐνδείκνυται γὰρ, ἀρχὴν εἶναι κινήσεως
αὐτὴν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ
τοὺς σφυγμοὺς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν·
ἐκείνης δ οὔτ ἄρχεσθαι πρώτην, οὔθ ὑστάτην
278
παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι. περαίνοιτ ἂν οὖν
κᾀκ τούτου τοῦ λήμματος, οὐχ ὅπερ Ἀριστοτέλης τε καὶ
Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ Πλάτωνι καὶ Ἱπποκράτει
δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως
ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου
τὴν καρδίαν. ἦν μὲν οὖν καὶ ταῦθ ἱκανὰ πρὸς ἀπόδειξιν
τῶν προκειμένων, ἀλλ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ
τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν
ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω
τὸν λόγον. ἐπ αὐτοῖς δέ ἐστι καὶ τὸ τοῦ Ἀριστοτέλους
λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου
διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων
ἐν αὐτῇ φαίνεσθαί φησιν. ἐδείχθη δ ὑφ ἡμῶν, ὡς νευρώδη
μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ οὐκ εἴη,
καὶ ὡς τὰ μὲν νευρώδη τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς
νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ. κρίνεσθαι δὲ προσήκει
τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις
καὶ ταῖς χρείαις αὐτῶν. ὥστ οὐδὲν ἔτι περὶ τῶν
279
αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ ἐπί τι τῶν ὑπολοίπων,
οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν, οἷς καρδία
πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζώοις ὑπείληπται.
λέγουσι γὰρ, ὅθεν τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴ, κατ
ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν
καρδίᾳ δ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζώοις ἀρχὴν, ὥστε
καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ.
ψεύδονται δ ἐν ἀμφοτέροις τοῖς λήμμασιν. οὔτε γὰρ ἐν
καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζώοις εἶναι συγχωροῦμεν,
ἀλλ ἕν τι καὶ τοῦτ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ
προκειμένων εἰς τὴν σκέψιν, (οὐ χρὴ δὲ τὸ ζητούμενον
ὡς ὁμολογούμενον λαμβάνειν,) οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων
ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον
ἡμεῖς ἀποδείκνυμεν. θαυμάζω τοίνυν κᾀνταῦθα τῶν ἀνδρῶν,
εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσι οὐδεμίαν
ἀπόδειξιν προτιθέντες. ὅμοιον δὲ τι ποιοῦσι κᾀπειδὰν,
ὅθεν ἀρχὴ τῆς τροφῆς ἐστιν, ἐνταῦθ εἶναι φάσκωσι
καὶ τὸ ἡγεμονικὸν, εἶθ ἑξῆς προσλαμβάνωσιν, ὡς ἐν τῇ
280
καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή. οὔτε γὰρ τοῦτ ἀληθὲς,
ἀρχὴ γὰρ τροφῆς καὶ ὑγρᾶς καὶ ξηρᾶς στόμα, στόμαχος,
κοιλίη, φησὶν Ἱπποκράτης, οὔτ’,
110
εἰ καὶ παντὸς μᾶλλον,
ἂν ἠκολούθει ἐξ ἀνάγκης, καθ μόριον ἀρχὴ τῆς
τροφῆς ἐστι, κατὰ τοῦτο ὑπάρχειν τὸν λογισμόν· τοῦτο
γὰρ ἕν τι τῶν ζητουμένων ἐστὶ, τὸ δ ἕτερον τῶν ζητουμένων
ψεῦδος. μὲν γὰρ πρώτη τῆς τροφῆς ἀρχὴ στόμα,
στόμαχος, κοιλίη, δευτέρα δ αἱ ἐξ ἥπατος εἰς κοιλίην
καθήκουσαι φλέβες, ἐν αἷς πρώταις αἷμα γίγνεται, τρίτη
δὲ τὸ ἧπαρ αὐτὸ, τετάρτη δὲ μετὰ τὸ ἧπαρ κοίλη
φλὲψ, ἐν πρώτῃ καθαρὸν τῶν περιττωμάτων ἀπολείπεται
τὸ αἷμα, παρὰ ταύτης δ ἤδη τῆς φλεβὸς, ὥσπερ τἄλλα
τοῦ ζώου μόρια πάντα, κατὰ τὸν αὐτὸν τρόπον καρδία
λαμβάνει τὴν τροφήν. οὐ μὴν οὐδ’, ὅταν εἴπωσιν, ὅθεν
χορηγία τοῦ πνεύματος, ἐνταῦθ εἶναι τὸ ἡγεμονικὸν, εἶτ
ἐπ αὐτῷ προσλαμβάνωσιν, ἐκ τῆς καρδίας χορηγεῖσθαι τὸ
πνεῦμα, συγχωρητέον αὐτοῖς. καὶ γὰρ κᾀνταῦθα πάλιν, εἰ
μὲν τὸ ψυχικὸν πνεῦμά φασιν ἐκ τῆς καρδίας ἄρχεσθαι,
281
τὸ ζητούμενον αὐτὸ λαμβάνουσιν· εἰ δὲ τὸ ζωτικὸν, οὐκ
ἐξ ἀνάγκης ἀκολουθήσει τὴν αὐτὴν ἀρχὴν ἀμφοτέροις ὑπάρχειν.
Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι, τὸ ζητούμενον
λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ
ὀλίγων ἐκ μὲν τῆς κεφαλῆς φησι τὸ ψυχικὸν, ἐκ δὲ τῆς
καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα. εἰ δ οὐδέτερον μὲν
τούτων τῶν πνευμάτων ἠρωτῆσθαι κατὰ τὸν λόγον ἐροῦσι,
τὸ δὲ ἀνάλογον τῇ ξηρᾷ καὶ ὑγρᾷ τροφῇ, τὸ προσαγορευόμενον
ὑλικὸν, ἀκούσονται καὶ περὶ τοῦδε παρ Ἱπποκράτους·
ἀρχὴ τροφῆς πνεύματος στόμα, ῥῖνες, βρόγχος,
πνεύμων καὶ ἄλλη διαπνοή. οὔκουν οὔτε τούτων τῶν
λόγων ἰσχυρὸς οὐδεὶς, οὔθ ὅταν Διογένης εἴπῃ· πρῶτον
τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ
ἡγεμονικὸν, δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται,
καρδία. τὸ γὰρ πρῶτον ἐρωτήσομεν ὅπως λέγει. εἰ μὲν
γὰρ ὡς ὄργανον
264
πρῶτον, οὐδαμῶς καρδία τροφῆς
καὶ πνεύματος ἀρύεται πρώτη, ἀλλὰ τροφῆς μὲν στόμα,
282
στόμαχος, κοιλίη, πνεύματος δὲ στόμα, ῥῖνες, βρόγχος,
πνεύμων· εἰ δ ὡς ὅθεν ἀρχὴ τῆς κινήσεώς ἐστι
τοῖς ἀρυομένοις, ἀληθὲς μὲν τὸ πρότερον λῆμμα, τοῦ
δευτέρου δ ἀντιληψόμεθα, φάσκοντες αὐτὸ τὸ ζητούμενον
ἑτοίμως λαμβάνειν αὐτόν. ἡμεῖς μὲν γὰρ ἀπὸ κεφαλῆς
πεμφθήσεσθαι τὴν ἀρχὴν ὁμολογοῦμεν τῆς κινήσεως,
ἐπειδὰν ἐσθίειν, πίνειν, ἀναπνεῖν βουλώμεθα.
Διογένης δὲ τοῦτο λαβών χωρὶς ἀποδείξεως
ἀμφισβήτησιν πεποίηκεν ἰδίαν. κατὰ τὸν αὐτὸν δὲ τρόπον
καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. τὸ, φησὶ, κινοῦν
τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχική
τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ
τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ
προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ
ταὐτὸν εἶναι. ὅταν ταῦτα Διογένης γράφῃ, περὶ μὲν
οὖν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ
οὖν ἐκ τροφῆς, εἴτ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ
παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν
τὸν ἄνδρα, περὶ δὲ τοῦ, ταὐτὸν εἷναι τὸ κινοῦν
283
πρῶτον ἡμᾶς τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον,
ἀντιληψόμεθα. τοὐναντίον γὰρ ἅπαν ἐξ ὧν ὑπέθετο
περαίνεσθαι φήσομεν, ἐξ αἵματος μὲν ὁμολογοῦντες
*** καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων
αἷμά φησιν εἶναι τὴν ψυχὴν, ὡς Ἐμπεδοκλῆς καὶ
Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει, καὶ Χρυσίππῳ,
καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσας
τὴν ψυχὴν, οὐσίαν δ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς
ἔτι ταὐτὸν ἔσται τὸ τρέφον τε καὶ κινοῦν, εἴπερ τρέφει
μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα; ὥστε πρὸς τοῖς ἄλλοις
ἀτόποις καὶ ἀπέραντός ἐστιν τοῦ Διογένους λόγος.
111
γὰρ ἐπιφέρει τοῖς ὑποτεθεῖσι λήμμασιν, οὐκ ἐξ
ἀνάγκης ἕπεται. δειχθήσεται δὲ ἐπὶ πλέον ὑπὲρ αὐτοῦ
διὰ τῶν ἑξῆς ὑπομνημάτων. ἐν μὲν γὰρ τῷ παρόντι δοκῶ
μοι καιρὸν εἶναι καταπαύειν ἐνταῦθα τὸ βιβλίον. ὑποσχόμενος
γὰρ περὶ τῶν ἐναργῶς φαινομένων ὑπάρχειν τῇ
καρδίᾳ τὸν λόγον ἐν τῷδε τῷ γράμματι ποιήσασθαι,
284
τί ἂν ἔτι δεοίμην ἐφάπτεσθαι τοιούτων ἐπιχειρημάτων, ὧν
δόγματα μᾶλλον, οὐ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς,
ἀρχὴ τῆς συστάσεώς ἐστιν;

Tokens

Ἀλλ 1 w 3
ἦν 1 w 6
ἐξ 1 w 8
ἀρχῆς 1 w 13
τὸ 1 w 15
προκείμενον 1 w 26
ἐν 1 w 28
τούτῳ 1 w 33
τῷ 1 w 35
γράμματι 1 w 43
τὰς 1 w 46
τέτταρας 1 w 54
διαφορὰς 1 w 62
ἐπιδεῖξαι 1 w 71
τῶν 1 w 74
λημμάτων 1 w 82
ἐκάλουν 1 w 90
δὲ 1 w 92
τὸ 2 w 94
μὲν 1 w 97
πρῶτον 1 w 103
γένος 1 w 108
αὐτῶν 1 w 113
ἐπιστημονικόν 1 w 126
τε 1 w 128
καὶ 1 w 131
ἀποδεικτικὸν 1 w 143
τὸ 3 w 146
δὲ 2 w 148
δεύτερον 1 w 156
γυμναστικόν 1 w 167
τε 3 w 169
καὶ 2 w 172
ὡς 1 w 175
Ἀριστοτέλης 1 w 186
ὀνομάσειε 1 w 195
διαλεκτικὸν 1 w 207
τὸ 4 w 210
δὲ 3 w 212
τρίτον 1 w 218
πιθανόν 1 w 225
τε 4 w 227
καὶ 3 w 230
ῥητορικὸν 1 w 239
τὸ 5 w 242
δὲ 4 w 244
τέταρτον 1 w 252
σοφιστικὸν 1 w 262
ἐπεδείκνυόν 1 w 274
τε 5 w 276
τὰ 2 w 279
μὲν 2 w 282
ἀπὸ 1 w 285
τῶν 3 w 288
ὑπαρχόντων 1 w 298
τε 6 w 300
καὶ 4 w 303
συμβαινόντων 1 w 315
τῇ 1 w 317
καρδίᾳ 1 w 323
συνιστάμενα 1 w 334
κατὰ 1 w 338
μόνον 1 w 343
αὐτὸ 1 w 347
τὸ 7 w 349
ζητούμενον 1 w 359
πρᾶγμα 1 w 365
τῶν 4 w 368
ἐπιστημονικῶν 1 w 381
εἶναι 1 w 386
λημμάτων 2 w 394
τὰ 4 w 397
δ 12 w 398
ἄλλα 1 w 403
σύμπαντα 1 w 411
διαλεκτικὰ 1 w 421
τὰ 5 w 424
δ 14 w 425
ἀπὸ 2 w 429
τῶν 5 w 432
ἔξωθεν 1 w 438
μαρτύρων 1 w 446
ῥητορικὰ 1 w 454
τὰ 6 w 457
δ 15 w 458
ὁμωνυμίαις 1 w 469
τισὶν 1 w 474
1 w 475
τοῖς 1 w 479
τῆς 1 w 482
λέξεως 1 w 488
σχήμασι 1 w 495
πεπανουργημένα 1 w 509
σοφιστικά 1 w 518
τὰ 7 w 521
μὲν 3 w 524
οὖν 1 w 527
ἐπιστημονικὰ 1 w 539
καθ 1 w 542
ἕκαστον 1 w 550
πρᾶγμα 2 w 556
παντάπασιν 1 w 566
ὀλίγα 1 w 571
τε 7 w 573
καὶ 5 w 576
εὐαρίθμητ 1 w 585
ἐστὶ 1 w 590
τὰ 8 w 593
δὲ 5 w 595
γυμναστικὰ 1 w 605
πάμπολλα 1 w 613
καθ 2 w 617
ἕκαστον 2 w 625
γὰρ 1 w 628
τῶν 6 w 631
ὑπαρχόντων 2 w 641
τε 8 w 643
καὶ 6 w 646
συμβαινόντων 2 w 658
τῷ 2 w 660
πράγματι 1 w 668
συνίσταται 1 w 678
τὸν 1 w 682
γοῦν 1 w 686
ἀπὸ 3 w 689
τῆς 2 w 692
φωνῆς 1 w 697
ἐρωτώμενον 1 w 707
λόγον 1 w 712
ἐκ 2 w 714
τῆς 3 w 717
θέσεως 1 w 723
ὁρμώμενον 1 w 732
ἐπέδειξα 1 w 740
οὕτω 1 w 745
δὲ 6 w 747
καὶ 7 w 750
τὸν 2 w 753
ἀπὸ 4 w 756
τῆς 4 w 759
εἰσπνοῆς 1 w 767
τε 9 w 769
καὶ 8 w 772
ἐκπνοῆς 1 w 779
ὡσαύτως 1 w 787
δ 19 w 788
ἔχοντα 1 w 795
εὑρήσεις 1 w 803
καὶ 9 w 806
τὸν 3 w 809
ἀπὸ 5 w 812
τῆς 5 w 815
ἐν 2 w 817
ταῖς 1 w 821
λύπαις 1 w 827
δήξεως 1 w 833
ἐναργῶς 1 w 841
μὲν 4 w 844
γὰρ 2 w 847
1 w 848
δῆξίς 1 w 853
ἐστιν 1 w 858
ἐν 4 w 860
τῷ 3 w 862
στόματι 1 w 869
τῆς 6 w 872
γαστρὸς 1 w 879
οἱ 1 w 882
δ 22 w 883
ἐς 1 w 886
τὴν 1 w 889
καρδίαν 1 w 896
ἀναφέρουσιν 1 w 907
αὐτήν 1 w 912
οἳ 1 w 915
μὲν 5 w 918
οὖν 2 w 921
ὅτι 1 w 925
πλησίον 1 w 932
2 w 933
καρδία 2 w 939
τέτακται 1 w 947
τῷ 4 w 949
στόματι 2 w 956
τῆς 7 w 959
γαστρὸς 2 w 966
διὰ 1 w 970
τοῦτ 1 w 974
ἀπ 7 w 977
ἐκείνης 1 w 985
ἄρχεσθαι 1 w 993
νομίζουσι 1 w 1002
τὸ 11 w 1004
πάθος 1 w 1009
ἀπὸ 6 w 1013
τῆς 8 w 1016
θέσεως 2 w 1022
ἐπιχειροῦσιν 1 w 1034
οἳ 2 w 1037
δ 26 w 1038
αὐτὴν 1 w 1044
ὄντως 1 w 1049
οἴονται 1 w 1056
τὴν 3 w 1059
καρδίαν 2 w 1066
δάκνεσθαι 1 w 1075
πάμπολυ 1 w 1083
σφάλλονται 1 w 1093
κάτω 1 w 1098
μὲν 6 w 1101
γὰρ 3 w 1104
τοῦ 2 w 1107
θώρακος 1 w 1114
3 w 1115
δῆξίς 2 w 1120
ἐστιν 2 w 1125
ὑπὸ 1 w 1128
τῷ 5 w 1130
κατὰ 2 w 1134
τὸ 12 w 1136
στέρνον 1 w 1143
χόνδρῳ 1 w 1149
4 w 1151
καρδία 4 w 1157
δ 32 w 1158
ἐν 5 w 1161
μέσῳ 1 w 1165
τέτακται 2 w 1173
τῷ 6 w 1175
θώρακι 1 w 1181
καὶ 10 w 1185
οὐδεὶς 1 w 1191
ᾔσθετο 1 w 1197
πώποτε 1 w 1203
τῆς 9 w 1206
καρδίας 1 w 1213
αὐτῆς 1 w 1218
δακνομένης 1 w 1228
οὔτ 1 w 1231
ἐν 6 w 1234
λύπαις 2 w 1240
οὔτ 2 w 1243
ἐν 7 w 1246
ἄλλῳ 1 w 1250
πάθει 1 w 1255
ψυχῆς 1 w 1260
2 w 1261
σώματος 1 w 1268
οὐ 2 w 1271
μὴν 1 w 1274
οὐδ 2 w 1277
5 w 1279
καρδιαλγία 1 w 1289
τοὔνομα 1 w 1296
τὴν 4 w 1299
ἐν 8 w 1301
τῷ 7 w 1303
θώρακι 2 w 1309
περιεχομένην 1 w 1321
καρδίαν 3 w 1328
ὀδυνᾶσθαι 1 w 1337
δηλοῖ 1 w 1342
ἀλλ 1 w 1346
ἔστιν 1 w 1352
ὁμωνυμία 2 w 1360
τις 1 w 1363
οὐδένα 1 w 1369
λανθάνουσα 1 w 1379
τῶν 7 w 1382
ὡμιληκότων 1 w 1392
ἀρχαίων 1 w 1399
γράμμασι 1 w 1407
ὥσπερ 1 w 1413
γὰρ 4 w 1416
τὸ 13 w 1418
κατὰ 3 w 1422
τὸν 4 w 1425
θώρακα 1 w 1431
σπλάγχνον 1 w 1440
οὕτω 2 w 1445
καὶ 11 w 1448
τὸ 15 w 1450
τῆς 11 w 1453
γαστρὸς 3 w 1460
στόμα 3 w 1465
καρδίαν 4 w 1472
ὀνομάζουσιν 1 w 1483
οἱ 2 w 1485
παλαιοὶ 1 w 1492
καὶ 12 w 1496
πάμπολύ 1 w 1503
γε 1 w 1505
τοὔνομά 1 w 1512
ἐστι 3 w 1516
παρ 3 w 1519
αὐτοῖς 1 w 1526
ἀλλ 2 w 1530
ἐγὼ 1 w 1534
δυοῖν 1 w 1539
3 w 1540
τριῶν 1 w 1545
ἐπιμνησθήσομαι 1 w 1559
τῶν 8 w 1562
παραδειγμάτων 1 w 1575
ὑπὲρ 1 w 1579
τοῦ 3 w 1582
σαφῶς 1 w 1587
ἐνδείξασθαι 1 w 1598
τὸ 16 w 1600
σημαινόμενον 1 w 1612
ἐκ 5 w 1614
τῆς 12 w 1617
λέξεως 2 w 1623
4 w 1625
μὲν 7 w 1628
δὴ 1 w 1630
Νίκανδρος 1 w 1639
ᾧδέ 1 w 1642
πως 1 w 1645
φησίν 1 w 1650
ἣν 1 w 1655
κραδίην 1 w 1662
ἐπιδόρπιον 1 w 1672
οἱ 3 w 1675
δὲ 7 w 1677
δοχαίην 1 w 1684
Κλείουσι 1 w 1692
στομάχοιο 1 w 1701
Θουκυδίδης 1 w 1712
δ 55 w 1713
ᾧδε 1 w 1717
καὶ 13 w 1721
ὁπότε 1 w 1726
εἰς 1 w 1729
τὴν 5 w 1732
καρδίαν 5 w 1739
στηρίξειεν 1 w 1749
ἀνέτρεπέ 1 w 1758
τε 12 w 1760
αὐτὴν 2 w 1765
καὶ 14 w 1768
ἀπο 2 w 1771
καθάρσεις 1 w 1780
χολῆς 1 w 1785
πᾶσαι 1 w 1790
ὅσαι 1 w 1795
ὑπὸ 2 w 1798
τῶν 9 w 1801
ἰατρῶν 1 w 1807
εἰσιν 1 w 1812
ὠνομασμέναι 1 w 1823
ἐπῄεσαν 1 w 1831
6 w 1833
δ 58 w 1834
Ἱπποκράτης 1 w 1845
γυνὴ 1 w 1850
ἐκαρδιήλγεε 1 w 1861
καὶ 15 w 1865
οὐδὲν 1 w 1870
καθίστη 1 w 1877
πλὴν 1 w 1881
ἐς 2 w 1883
ῥοιῆς 1 w 1888
χυλὸν 1 w 1893
ἄλφιτον 1 w 1900
ἐπιπάσσουσα 1 w 1911
καὶ 16 w 1915
μονοσιτεῖν 1 w 1925
ἤρκεσε 1 w 1931
καὶ 17 w 1935
ἀνεῖλκεν 1 w 1943
οἷα 1 w 1946
τὰ 11 w 1948
κηρίωνος 1 w 1956
ἅπαντες 1 w 1964
οὗτοι 1 w 1969
δηλοῦσιν 1 w 1977
ἐναργῶς 2 w 1984
τὸ 17 w 1987
στόμα 4 w 1992
τῆς 13 w 1995
γαστρὸς 4 w 2002
ὀνομάζεσθαι 1 w 2013
καρδίαν 6 w 2020
ὥστε 1 w 2025
ταύτης 1 w 2031
μὲν 8 w 2034
τῆς 14 w 2037
καρδίας 2 w 2044
εἴη 1 w 2047
ἄν 1 w 2049
τι 19 w 2051
πάθος 2 w 2056
6 w 2057
καρδιαλγία 2 w 2067
τοῦ 4 w 2071
σπλάγχνου 1 w 2080
δ 65 w 2081
ὑπὲρ 2 w 2087
οὗ 2 w 2089
πρόκειται 1 w 2098
σκοπεῖν 1 w 2105
εἰ 4 w 2108
τὸ 18 w 2110
κυριεῦον 1 w 2118
τῆς 15 w 2121
ψυχῆς 2 w 2126
μόριον 1 w 2132
ἐν 11 w 2134
ἑαυτῷ 1 w 2139
περιέχει 1 w 2147
τοιοῦτον 1 w 2156
πάθος 3 w 2161
οὐδέποτε 1 w 2169
γίγνεται 1 w 2177
οὐδὲ 2 w 2182
γὰρ 5 w 2185
οὐδ 7 w 2188
αὐτοῦ 1 w 2194
τοῦ 6 w 2197
στόματος 1 w 2205
τῆς 16 w 2208
γαστρὸς 5 w 2215
ἅπαν 2 w 2219
ἄλγημα 1 w 2225
καρδιαλγίαν 1 w 2236
προσαγορεύουσιν 1 w 2251
ἀλλὰ 1 w 2256
μόνον 2 w 2261
ἐπειδὰν 1 w 2268
ὑπὸ 3 w 2271
δριμέων 1 w 2278
ὑγρῶν 1 w 2283
ἐρεθίζηταί 1 w 2293
τε 17 w 2295
καὶ 18 w 2298
ἀναδάκνηται 1 w 2309
τοῦτο 1 w 2315
δ 73 w 2316
αὐτὸ 2 w 2321
συμβαίνει 1 w 2330
ὲν 10 w 2332
ταῖς 2 w 2336
λύπαις 3 w 2342
διὸ 1 w 2346
καὶ 19 w 2349
χολὴν 1 w 2354
ἐμοῦσιν 1 w 2361
οἱ 4 w 2363
λυπηθέντες 1 w 2373
ἐνίοις 1 w 2380
δ 75 w 2381
ὑπέρχεται 1 w 2391
κάτω 2 w 2395
καὶ 20 w 2399
7 w 2400
γαστὴρ 1 w 2406
αὐτοῖς 2 w 2412
ἄκρα 1 w 2416
τὰ 12 w 2418
χολώδη 1 w 2424
διαχωρεῖ 1 w 2432
συμβαίνει 2 w 2442
δὲ 10 w 2444
οὐ 9 w 2446
μόνον 3 w 2451
τοῖς 4 w 2455
λυπηθεῖσιν 1 w 2465
ἀλλὰ 2 w 2470
καὶ 21 w 2473
τῶν 10 w 2476
ἐπὶ 1 w 2479
πλέον 1 w 2484
ἀσιτησάντων 1 w 2495
οὐκ 1 w 2498
ὀλίγοις 1 w 2505
δάκνεσθαι 2 w 2514
τὸ 20 w 2516
τῆς 17 w 2519
γαστρὸς 6 w 2526
στόμα 6 w 2531
καὶ 22 w 2535
μᾶλλον 1 w 2541
εἰ 5 w 2543
σφοδρῶς 1 w 2550
προγεγυμνασμένοι 1 w 2566
μὴ 2 w 2568
προσενέγκοιντο 1 w 2582
σιτία 1 w 2587
τοῖς 5 w 2592
τε 19 w 2594
γὰρ 6 w 2597
λυπηθεῖσι 2 w 2606
καὶ 23 w 2609
τοῖς 6 w 2613
γυμνασαμένοις 1 w 2626
εὐτονώτερον 1 w 2637
εἰς 2 w 2640
τὴν 7 w 2643
γαστέρα 1 w 2650
συῤῥεῖ 1 w 2656
χολὴ 2 w 2660
ξανθή 1 w 2665
πρὸς 1 w 2670
ταύτης 2 w 2676
οὖν 3 w 2679
δακνόμενοι 1 w 2689
καρδιαλγοῦσιν 1 w 2702
οὐδ 8 w 2706
ἐστὶν 1 w 2712
ἀναγκαῖον 1 w 2721
ἐν 13 w 2723
τῷδε 1 w 2727
τῷ 10 w 2729
λόγῳ 1 w 2733
τὴν 8 w 2736
αἰτίαν 1 w 2742
ἐπισκέπτεσθαι 1 w 2755
δι 12 w 2758
ἣν 2 w 2761
τοῦτο 2 w 2766
συμβαίνει 3 w 2775
μόνον 4 w 2781
γάρ 1 w 2784
μοι 1 w 2787
πρόκειται 2 w 2796
δεῖξαι 2 w 2802
κατά 1 w 2806
γε 4 w 2808
τὸ 21 w 2810
παρὸν 1 w 2815
ὡς 2 w 2818
οὐκ 2 w 2821
ἔστι 2 w 2825
τῆς 18 w 2828
καρδίας 3 w 2835
τοῦ 9 w 2839
σπλάγχνου 2 w 2848
τὸ 22 w 2851
πάθος 4 w 2856
8 w 2857
καρδιαλγία 4 w 2867
καθάπερ 1 w 2875
οὐδὲ 3 w 2879
τὸ 23 w 2881
δάκνεσθαι 3 w 2890
κατὰ 4 w 2894
τὰς 2 w 2897
λύπας 1 w 2902
ἀλλὰ 3 w 2907
τὸ 24 w 2909
μὲν 9 w 2912
σύμπτωμα 1 w 2920
τοῦ 10 w 2923
στόματος 2 w 2931
τῆς 19 w 2934
γαστρὸς 7 w 2941
ἐπικεχείρηται 1 w 2955
δὲ 12 w 2957
ἀπὸ 7 w 2960
τῆς 20 w 2963
κατὰ 5 w 2967
τὴν 9 w 2970
θέσιν 1 w 2975
ἐγγύτητος 1 w 2984
ὥσπερ 2 w 2990
γε 5 w 2992
καὶ 24 w 2995
τὸ 25 w 2997
πάλλεσθαι 1 w 3006
τὴν 10 w 3009
καρδίαν 7 w 3016
ἐν 14 w 3018
τοῖς 7 w 3022
φόβοις 1 w 3028
ἀπὸ 8 w 3031
συμβεβηκότος 1 w 3043
ἐπιχειρεῖται 1 w 3055
ὧν 1 w 3058
ἑκάτερον 1 w 3066
οὐκ 3 w 3069
ἔστιν 2 w 3074
ἐπιστημονικόν 2 w 3087
εἰ 7 w 3090
δὲ 13 w 3092
συγχωρηθείη 1 w 3103
τοιοῦτον 2 w 3111
ὑπάρχειν 1 w 3119
οὐ 15 w 3122
Στωϊκοῖς 1 w 3130
καὶ 25 w 3133
Περιπατητικοῖς 1 w 3147
ἀλλ 6 w 3151
Ἱπποκράτει 1 w 3162
καὶ 26 w 3165
Πλάτωνι 1 w 3172
μαρτυρεῖ 1 w 3180
καθάπερ 2 w 3188
καὶ 27 w 3191
ὁπόσα 1 w 3196
τοῖς 8 w 3200
θυμουμένοις 1 w 3211
8 w 3212
Χρύσιππος 1 w 3221
γράφει 1 w 3227
συμπίπτειν 1 w 3237
ἔν 1 w 3239
τε 25 w 3241
τῷ 11 w 3243
θώρακι 3 w 3249
παντὶ 1 w 3254
καὶ 28 w 3257
κατὰ 6 w 3261
τὴν 11 w 3264
καρδίαν 8 w 3271
ἄχρι 1 w 3276
γὰρ 7 w 3279
ἂν 1 w 3281
ἐν 15 w 3283
μὲν 10 w 3286
τῷ 12 w 3288
διδάσκειν 1 w 3297
τε 26 w 3299
καὶ 29 w 3302
μανθάνειν 1 w 3311
καὶ 30 w 3314
ὅλως 1 w 3318
κινεῖσθαι 1 w 3327
τὴν 12 w 3330
ψυχὴν 1 w 3335
κατ 8 w 3338
ἐπιστήμην 1 w 3348
τινὰ 1 w 3352
μηδὲν 1 w 3357
ἐπιδεικνύωσι 1 w 3369
συμβαῖνον 1 w 3378
τῇ 2 w 3380
καρδίᾳ 2 w 3386
κατὰ 7 w 3391
δὲ 15 w 3393
τὰ 18 w 3395
πάθη 1 w 3399
δεικνύωσιν 1 w 3409
οὐ 16 w 3412
μόνον 5 w 3417
οὐκ 4 w 3420
ἀνατρέπουσι 1 w 3431
τὸν 5 w 3434
παλαιὸν 1 w 3441
λόγον 2 w 3446
ἀλλὰ 4 w 3451
καὶ 31 w 3454
κατασκευάζουσιν 1 w 3469
τὰ 19 w 3472
μὲν 11 w 3475
δὴ 2 w 3477
τοιαῦτα 1 w 3484
τῶν 11 w 3487
ἐπιχειρημάτων 1 w 3500
ἐκ 7 w 3502
τοῦ 11 w 3505
δευτέρου 1 w 3513
γένους 1 w 3519
ἐστὶ 3 w 3523
τῶν 12 w 3526
λημμάτων 3 w 3534
ὥσπερ 3 w 3540
οἶμαι 1 w 3546
καὶ 32 w 3550
τὸ 27 w 3552
πρώτην 1 w 3558
ἁπάντων 1 w 3565
τῶν 13 w 3568
μορίων 1 w 3574
τοῦ 12 w 3577
ζώου 1 w 3581
διαπλάττεσθαι 1 w 3594
τὴν 13 w 3597
καρδίαν 9 w 3604
οὐ 18 w 3607
γὰρ 8 w 3610
τὴν 14 w 3613
κατὰ 8 w 3617
δύναμιν 1 w 3624
ἀρχὴν 1 w 3629
ἐνδείκνυται 1 w 3640
τοῦτο 3 w 3645
συγχωρηθὲν 1 w 3655
ὑπὲρ 3 w 3660
ἧς 1 w 3662
νῦν 1 w 3665
ζητοῦμεν 1 w 3673
ἀλλὰ 5 w 3678
τὴν 15 w 3681
κατὰ 9 w 3685
γένεσιν 1 w 3692
εἴρηται 1 w 3700
δέ 4 w 3702
μοι 2 w 3705
καὶ 33 w 3708
διώρισται 1 w 3717
σαφῶς 2 w 3722
ὑπὲρ 4 w 3726
τῆς 21 w 3729
διαφορᾶς 1 w 3737
τῶν 14 w 3740
ἀρχῶν 1 w 3745
ἐν 17 w 3747
τῷ 13 w 3749
πρόσθεν 1 w 3756
λόγῳ 2 w 3760
τὸ 28 w 3763
μέντοι 1 w 3769
πρώτην 2 w 3775
μὲν 12 w 3778
ἁπάντων 2 w 3785
ἄρχεσθαι 2 w 3793
κινεῖσθαι 2 w 3802
τῶν 15 w 3805
τοῦ 15 w 3808
ζώου 2 w 3812
μορίων 2 w 3818
αὐτὴν 3 w 3823
ὑστάτην 1 w 3831
δὲ 16 w 3833
παύεσθαι 1 w 3841
τῶν 16 w 3845
ἀποδεικτικῶν 1 w 3857
ἐστι 4 w 3861
λημμάτων 4 w 3869
ἐνδείκνυται 2 w 3881
γὰρ 9 w 3884
ἀρχὴν 2 w 3890
εἶναι 2 w 3895
κινήσεως 1 w 3903
αὐτὴν 4 w 3908
οὐ 19 w 3911
μὴν 2 w 3914
ἁπάσης 1 w 3920
γε 6 w 3922
ἀλλὰ 6 w 3927
μόνης 1 w 3932
τῆς 22 w 3935
κατὰ 10 w 3939
τοὺς 1 w 3943
σφυγμοὺς 1 w 3951
ἥτις 1 w 3956
ἑτέρου 1 w 3962
γένους 2 w 3968
ἐστὶ 4 w 3972
τῆς 23 w 3975
κατὰ 11 w 3979
προαίρεσιν 1 w 3989
ἐκείνης 2 w 3997
δ 114 w 3998
οὔτ 3 w 4002
ἄρχεσθαι 3 w 4011
πρώτην 3 w 4017
οὔθ 1 w 4021
ὑστάτην 2 w 4029
παύεσθαι 2 w 4037
τὴν 18 w 4040
καρδίαν 10 w 4047
ἔχει 1 w 4051
τις 3 w 4054
δεῖξαι 3 w 4060
περαίνοιτ 1 w 4070
ἂν 2 w 4073
οὖν 4 w 4076
κᾀκ 1 w 4079
τούτου 1 w 4085
τοῦ 16 w 4088
λήμματος 1 w 4096
οὐχ 1 w 4100
ὅπερ 1 w 4104
Ἀριστοτέλης 2 w 4115
τε 28 w 4117
καὶ 34 w 4120
Χρύσιππος 2 w 4129
ὑπολαμβάνουσιν 1 w 4143
ἀλλ 10 w 4147
1 w 4149
Πλάτωνι 2 w 4156
καὶ 35 w 4159
Ἱπποκράτει 2 w 4169
δοκεῖ 1 w 4174
τῆς 24 w 4178
μὲν 13 w 4181
κατὰ 12 w 4185
προαίρεσιν 2 w 4195
ἐν 19 w 4197
ἡμῖν 1 w 4201
κινήσεως 2 w 4209
ἀρχὴν 3 w 4214
εἶναι 3 w 4219
τὸν 6 w 4222
ἐγκέφαλον 1 w 4231
ἑτέρας 1 w 4238
δέ 5 w 4240
τινος 1 w 4245
ἀπροαιρέτου 1 w 4256
τὴν 19 w 4259
καρδίαν 11 w 4266
ἦν 2 w 4269
μὲν 14 w 4272
οὖν 5 w 4275
καὶ 36 w 4278
ταῦθ 1 w 4282
ἱκανὰ 1 w 4288
πρὸς 2 w 4292
ἀπόδειξιν 1 w 4301
τῶν 17 w 4304
προκειμένων 1 w 4315
ἀλλ 11 w 4319
ἐπειδὴ 1 w 4326
προὐθέμην 1 w 4335
ἐν 20 w 4337
τῷδε 2 w 4341
τῷ 15 w 4343
βιβλίῳ 1 w 4349
τὰ 25 w 4351
λήμματα 1 w 4358
ἐπελθεῖν 1 w 4366
ἅπαντα 1 w 4372
τὰ 26 w 4374
λαμβανόμενα 1 w 4385
ἐκ 9 w 4387
τῶν 18 w 4390
ὑπαρχόντων 3 w 4400
τῇ 3 w 4402
καρδίᾳ 3 w 4408
προσθεὶς 1 w 4417
ἔτι 1 w 4420
τὰ 27 w 4422
ὑπόλοιπα 1 w 4430
καταπαύσω 1 w 4439
τὸν 7 w 4442
λόγον 3 w 4447
ἐπ 23 w 4450
αὐτοῖς 3 w 4457
δέ 6 w 4459
ἐστι 5 w 4463
καὶ 37 w 4466
τὸ 31 w 4468
τοῦ 17 w 4471
Ἀριστοτέλους 1 w 4483
λῆμμα 1 w 4488
περὶ 1 w 4493
οὗ 3 w 4495
κατὰ 13 w 4499
τὴν 20 w 4502
τελευτὴν 1 w 4510
τοῦ 18 w 4513
πρώτου 1 w 4519
βιβλίου 1 w 4526
διῆλθον 1 w 4533
ἐκ 10 w 4536
τῶν 19 w 4539
ὑπαρχόντων 4 w 4549
τῇ 4 w 4551
καρδίᾳ 4 w 4557
πλῆθος 1 w 4564
γάρ 2 w 4567
τι 31 w 4569
νεύρων 1 w 4575
ἐν 21 w 4577
αὐτῇ 1 w 4581
φαίνεσθαί 1 w 4590
φησιν 1 w 4595
ἐδείχθη 1 w 4603
δ 128 w 4604
ὑφ 1 w 4607
ἡμῶν 1 w 4612
ὡς 3 w 4615
νευρώδη 1 w 4622
μέν 10 w 4625
τινα 1 w 4629
σώματα 1 w 4635
κατὰ 14 w 4639
τὴν 22 w 4642
καρδίαν 12 w 4649
εἴη 2 w 4652
νεῦρα 1 w 4658
δ 131 w 4659
οὐκ 5 w 4663
εἴη 3 w 4666
καὶ 38 w 4670
ὡς 4 w 4672
τὰ 30 w 4674
μὲν 15 w 4677
νευρώδη 2 w 4684
τοῦ 19 w 4687
σώματος 2 w 4694
ἰδέᾳ 1 w 4698
μόνον 6 w 4703
ἔοικε 1 w 4708
τοῖς 10 w 4712
νεύροις 1 w 4719
οὐκ 6 w 4723
ἐνεργείᾳ 1 w 4731
τε 31 w 4733
καὶ 39 w 4736
χρείᾳ 1 w 4741
κρίνεσθαι 1 w 4751
δὲ 17 w 4753
προσήκει 1 w 4761
τὴν 23 w 4764
ἐν 23 w 4766
τοῖς 11 w 4770
ὀργάνοις 1 w 4778
ἑτερότητα 1 w 4787
καὶ 40 w 4790
ταυτότητα 1 w 4799
ταῖς 3 w 4803
ἐνεργείαις 1 w 4813
καὶ 41 w 4816
ταῖς 4 w 4820
χρείαις 1 w 4827
αὐτῶν 2 w 4832
ὥστ 2 w 4836
οὐδὲν 2 w 4842
ἔτι 2 w 4845
περὶ 2 w 4849
τῶν 21 w 4852
αὐτῶν 3 w 4857
δέομαι 1 w 4863
διέρχεσθαι 1 w 4873
μεταβήσομαι 1 w 4885
δ 138 w 4886
ἐπί 1 w 4890
τι 34 w 4892
τῶν 23 w 4895
ὑπολοίπων 1 w 4904
οὗ 4 w 4907
σχεδὸν 1 w 4913
ἅπαντες 2 w 4920
μεμνημονεύκασιν 1 w 4935
οἷς 1 w 4939
11 w 4940
καρδία 18 w 4946
πασῶν 1 w 4951
τῶν 24 w 4954
δυνάμεων 1 w 4962
ἀρχὴ 4 w 4966
τῶν 25 w 4969
ἐν 25 w 4971
τοῖς 12 w 4975
ζώοις 1 w 4980
ὑπείληπται 1 w 4990
λέγουσι 1 w 4998
γὰρ 10 w 5001
ὅθεν 1 w 5006
12 w 5007
τοῦ 20 w 5010
τρέφεσθαι 1 w 5019
τοῖς 13 w 5023
ζώοις 2 w 5028
ἀρχὴ 5 w 5032
κατ 19 w 5036
ἐκεῖνο 1 w 5043
τὸ 32 w 5045
μόριον 2 w 5051
εἶναι 4 w 5056
καὶ 42 w 5059
τὸ 33 w 5061
λογιζόμενον 1 w 5072
τῆς 25 w 5075
ψυχῆς 3 w 5080
ἐν 26 w 5083
καρδίᾳ 5 w 5089
δ 143 w 5090
εἶναι 5 w 5096
τὴν 24 w 5099
τοῦ 21 w 5102
τρέφεσθαι 2 w 5111
τοῖς 14 w 5115
ζώοις 3 w 5120
ἀρχὴν 4 w 5125
ὥστε 2 w 5130
καὶ 43 w 5133
τὸ 34 w 5135
λογιζόμενόν 1 w 5146
τε 35 w 5148
καὶ 44 w 5151
διανοούμενον 1 w 5163
ὑπάρχειν 2 w 5171
ἐν 27 w 5173
αὐτῇ 2 w 5177
ψεύδονται 1 w 5187
δ 146 w 5188
ἐν 28 w 5191
ἀμφοτέροις 1 w 5201
τοῖς 15 w 5205
λήμμασιν 1 w 5213
οὔτε 1 w 5218
γὰρ 11 w 5221
ἐν 29 w 5223
καρδίᾳ 6 w 5229
τὴν 25 w 5232
ἀρχὴν 5 w 5237
τοῦ 22 w 5240
τρέφεσθαι 3 w 5249
τοῖς 16 w 5253
ζώοις 4 w 5258
εἶναι 6 w 5263
συγχωροῦμεν 1 w 5274
ἀλλ 12 w 5278
ἕν 1 w 5281
τι 35 w 5283
καὶ 45 w 5286
τοῦτ 5 w 5290
ἔστι 4 w 5295
τῶν 26 w 5298
ἐν 30 w 5300
τῇδε 1 w 5304
τῇ 8 w 5306
πραγματείᾳ 1 w 5316
προκειμένων 2 w 5327
εἰς 3 w 5330
τὴν 26 w 5333
σκέψιν 1 w 5339
οὐ 25 w 5343
χρὴ 1 w 5346
δὲ 19 w 5348
τὸ 35 w 5350
ζητούμενον 2 w 5360
ὡς 5 w 5362
ὁμολογούμενον 1 w 5375
λαμβάνειν 1 w 5384
οὔτε 2 w 5390
τὸ 36 w 5392
μίαν 1 w 5396
ἀρχὴν 6 w 5401
ἀμφοτέρων 1 w 5410
ὑπάρχειν 3 w 5418
τῶν 27 w 5421
δυνάμεων 2 w 5429
ἀλλὰ 7 w 5434
καὶ 46 w 5437
τούτου 2 w 5443
τὸ 37 w 5445
ἐναντίον 1 w 5453
ἡμεῖς 1 w 5458
ἀποδείκνυμεν 1 w 5470
θαυμάζω 1 w 5478
τοίνυν 1 w 5484
κᾀνταῦθα 1 w 5492
τῶν 28 w 5495
ἀνδρῶν 1 w 5501
εἰ 9 w 5504
ἄμφω 1 w 5508
τὰ 31 w 5510
ζητούμενα 1 w 5519
προχείρως 1 w 5528
λαμβάνουσι 2 w 5538
οὐδεμίαν 1 w 5546
ἀπόδειξιν 2 w 5555
προτιθέντες 1 w 5566
ὅμοιον 1 w 5573
δὲ 20 w 5575
τι 38 w 5577
ποιοῦσι 1 w 5584
κᾀπειδὰν 1 w 5592
ὅθεν 2 w 5597
14 w 5598
ἀρχὴ 9 w 5602
τῆς 26 w 5605
τροφῆς 1 w 5611
ἐστιν 3 w 5616
ἐνταῦθ 1 w 5623
εἶναι 7 w 5629
φάσκωσι 1 w 5636
καὶ 47 w 5639
τὸ 38 w 5641
ἡγεμονικὸν 1 w 5651
εἶθ 1 w 5655
ἑξῆς 1 w 5660
προσλαμβάνωσιν 1 w 5674
ὡς 6 w 5677
ἐν 33 w 5679
τῇ 9 w 5681
καρδίᾳ 7 w 5687
τῆς 27 w 5690
τροφῆς 2 w 5696
ἐστιν 4 w 5701
ἀρχή 1 w 5705
οὔτε 3 w 5710
γὰρ 12 w 5713
τοῦτ 6 w 5717
ἀληθὲς 1 w 5724
ἀρχὴ 10 w 5729
γὰρ 13 w 5732
τροφῆς 3 w 5738
καὶ 48 w 5741
ὑγρᾶς 1 w 5746
καὶ 49 w 5749
ξηρᾶς 1 w 5754
στόμα 8 w 5759
στόμαχος 1 w 5768
κοιλίη 1 w 5775
φησὶν 1 w 5781
Ἱπποκράτης 2 w 5791
οὔτ 7 w 5795
εἰ 10 w 5799
καὶ 50 w 5802
παντὸς 1 w 5808
μᾶλλον 2 w 5814
ἂν 3 w 5817
ἠκολούθει 1 w 5826
ἐξ 2 w 5828
ἀνάγκης 1 w 5835
καθ 7 w 5839
2 w 5841
μόριον 3 w 5847
16 w 5848
ἀρχὴ 11 w 5852
τῆς 28 w 5855
τροφῆς 4 w 5861
ἐστι 8 w 5865
κατὰ 15 w 5870
τοῦτο 4 w 5875
ὑπάρχειν 4 w 5883
τὸν 8 w 5886
λογισμόν 1 w 5894
τοῦτο 5 w 5900
γὰρ 14 w 5903
ἕν 2 w 5905
τι 42 w 5907
τῶν 29 w 5910
ζητουμένων 1 w 5920
ἐστὶ 5 w 5924
τὸ 41 w 5927
δ 158 w 5928
ἕτερον 1 w 5935
τῶν 30 w 5938
ζητουμένων 2 w 5948
ψεῦδος 1 w 5954
17 w 5956
μὲν 16 w 5959
γὰρ 15 w 5962
πρώτη 4 w 5967
τῆς 29 w 5970
τροφῆς 5 w 5976
ἀρχὴ 12 w 5980
στόμα 10 w 5985
στόμαχος 2 w 5994
κοιλίη 2 w 6001
18 w 6003
δευτέρα 1 w 6010
δ 161 w 6011
αἱ 1 w 6014
ἐξ 3 w 6016
ἥπατος 1 w 6022
εἰς 4 w 6025
κοιλίην 1 w 6032
καθήκουσαι 1 w 6042
φλέβες 1 w 6048
ἐν 34 w 6051
αἷς 1 w 6054
πρώταις 1 w 6061
αἷμα 1 w 6065
γίγνεται 2 w 6073
19 w 6075
τρίτη 1 w 6080
δὲ 21 w 6082
τὸ 42 w 6084
ἧπαρ 1 w 6088
αὐτὸ 3 w 6092
20 w 6094
τετάρτη 1 w 6101
δὲ 22 w 6103
μετὰ 1 w 6107
τὸ 44 w 6109
ἧπαρ 2 w 6113
21 w 6114
κοίλη 1 w 6119
φλὲψ 1 w 6123
ἐν 35 w 6126
1 w 6127
πρώτῃ 1 w 6132
καθαρὸν 1 w 6139
τῶν 31 w 6142
περιττωμάτων 1 w 6154
ἀπολείπεται 1 w 6165
τὸ 45 w 6167
αἷμα 2 w 6171
παρὰ 1 w 6176
ταύτης 3 w 6182
δ 164 w 6183
ἤδη 1 w 6187
τῆς 30 w 6190
φλεβὸς 1 w 6196
ὥσπερ 4 w 6202
τἄλλα 1 w 6207
τοῦ 27 w 6210
ζώου 3 w 6214
μόρια 1 w 6219
πάντα 1 w 6224
κατὰ 16 w 6229
τὸν 9 w 6232
αὐτὸν 1 w 6237
τρόπον 1 w 6243
22 w 6244
καρδία 19 w 6250
λαμβάνει 2 w 6258
τὴν 27 w 6261
τροφήν 1 w 6267
οὐ 27 w 6270
μὴν 3 w 6273
οὐδ 12 w 6276
ὅταν 1 w 6282
εἴπωσιν 1 w 6289
ὅθεν 3 w 6294
23 w 6295
χορηγία 1 w 6302
τοῦ 28 w 6305
πνεύματος 1 w 6314
ἐνταῦθ 2 w 6321
εἶναι 8 w 6327
τὸ 48 w 6329
ἡγεμονικὸν 2 w 6339
εἶτ 1 w 6343
ἐπ 25 w 6346
αὐτῷ 1 w 6351
προσλαμβάνωσιν 2 w 6365
ἐκ 12 w 6368
τῆς 31 w 6371
καρδίας 4 w 6378
χορηγεῖσθαι 1 w 6389
τὸ 49 w 6391
πνεῦμα 1 w 6397
συγχωρητέον 1 w 6409
αὐτοῖς 4 w 6415
καὶ 51 w 6419
γὰρ 16 w 6422
κᾀνταῦθα 2 w 6430
πάλιν 1 w 6435
εἰ 12 w 6438
μὲν 17 w 6441
τὸ 50 w 6443
ψυχικὸν 1 w 6450
πνεῦμά 1 w 6456
φασιν 1 w 6461
ἐκ 13 w 6463
τῆς 32 w 6466
καρδίας 5 w 6473
ἄρχεσθαι 4 w 6481
τὸ 51 w 6484
ζητούμενον 3 w 6494
αὐτὸ 5 w 6498
λαμβάνουσιν 2 w 6509
εἰ 13 w 6512
δὲ 23 w 6514
τὸ 53 w 6516
ζωτικὸν 1 w 6523
οὐκ 7 w 6527
ἐξ 4 w 6529
ἀνάγκης 2 w 6536
ἀκολουθήσει 1 w 6547
τὴν 28 w 6550
αὐτὴν 5 w 6555
ἀρχὴν 7 w 6560
ἀμφοτέροις 2 w 6570
ὑπάρχειν 5 w 6578
Ἐρασίστρατος 1 w 6591
οὖν 6 w 6594
οὐχ 2 w 6597
ἁπλῶς 1 w 6602
ὥσπερ 5 w 6608
οὗτοι 2 w 6613
τὸ 54 w 6616
ζητούμενον 4 w 6626
λαμβάνων 1 w 6634
ἀλλὰ 8 w 6639
μετὰ 2 w 6643
κατασκευῆς 1 w 6653
λόγων 1 w 6658
οὐκ 8 w 6661
ὀλίγων 1 w 6667
ἐκ 14 w 6669
μὲν 18 w 6672
τῆς 33 w 6675
κεφαλῆς 1 w 6682
φησι 2 w 6686
τὸ 55 w 6688
ψυχικὸν 2 w 6695
ἐκ 15 w 6698
δὲ 24 w 6700
τῆς 34 w 6703
καρδίας 6 w 6710
τὸ 56 w 6712
ζωτικὸν 2 w 6719
ὁρμᾶσθαι 1 w 6727
πνεῦμα 2 w 6733
εἰ 14 w 6736
δ 173 w 6737
οὐδέτερον 1 w 6747
μὲν 19 w 6750
τούτων 1 w 6756
τῶν 32 w 6759
πνευμάτων 1 w 6768
ἠρωτῆσθαι 1 w 6777
κατὰ 17 w 6781
τὸν 11 w 6784
λόγον 4 w 6789
ἐροῦσι 1 w 6795
τὸ 58 w 6798
δὲ 25 w 6800
ἀνάλογον 1 w 6808
τῇ 10 w 6810
ξηρᾷ 1 w 6814
καὶ 52 w 6817
ὑγρᾷ 1 w 6821
τροφῇ 1 w 6826
τὸ 59 w 6829
προσαγορευόμενον 1 w 6845
ὑλικὸν 1 w 6851
ἀκούσονται 1 w 6862
καὶ 53 w 6865
περὶ 3 w 6869
τοῦδε 1 w 6874
παρ 11 w 6877
Ἱπποκράτους 1 w 6889
ἀρχὴ 14 w 6894
τροφῆς 6 w 6900
πνεύματος 2 w 6909
στόμα 12 w 6914
ῥῖνες 1 w 6920
βρόγχος 1 w 6928
πνεύμων 1 w 6936
καὶ 54 w 6939
25 w 6940
ἄλλη 1 w 6944
διαπνοή 1 w 6951
οὔκουν 1 w 6958
οὔτε 4 w 6962
τούτων 2 w 6968
τῶν 33 w 6971
λόγων 2 w 6976
ἰσχυρὸς 1 w 6983
οὐδεὶς 2 w 6989
οὔθ 2 w 6993
ὅταν 2 w 6998
11 w 6999
Διογένης 1 w 7007
εἴπῃ 1 w 7011
3 w 7013
πρῶτον 2 w 7019
τροφῆς 7 w 7025
καὶ 55 w 7028
πνεύματος 3 w 7037
ἀρύεται 1 w 7044
ἐν 37 w 7047
τούτῳ 2 w 7052
ὑπάρχει 6 w 7059
τὸ 60 w 7061
ἡγεμονικὸν 3 w 7071
4 w 7073
δὲ 26 w 7075
πρῶτον 3 w 7081
τροφῆς 8 w 7087
καὶ 56 w 7090
πνεύματος 4 w 7099
ἀρύεται 2 w 7106
27 w 7108
καρδία 23 w 7114
τὸ 61 w 7117
γὰρ 17 w 7120
πρῶτον 4 w 7126
ἐρωτήσομεν 1 w 7136
ὅπως 1 w 7140
λέγει 1 w 7145
εἰ 15 w 7148
μὲν 20 w 7151
γὰρ 18 w 7154
ὡς 7 w 7156
ὄργανον 1 w 7163
πρῶτον 5 w 7169
οὐδαμῶς 1 w 7177
28 w 7178
καρδία 24 w 7184
τροφῆς 9 w 7190
καὶ 57 w 7193
πνεύματος 5 w 7202
ἀρύεται 3 w 7209
πρώτη 5 w 7214
ἀλλὰ 9 w 7219
τροφῆς 10 w 7225
μὲν 21 w 7228
στόμα 13 w 7233
στόμαχος 3 w 7242
κοιλίη 4 w 7249
πνεύματος 6 w 7259
δὲ 27 w 7261
στόμα 15 w 7266
ῥῖνες 2 w 7272
βρόγχος 2 w 7280
πνεύμων 2 w 7288
εἰ 16 w 7291
δ 184 w 7292
ὡς 8 w 7295
ὅθεν 4 w 7299
29 w 7300
ἀρχὴ 15 w 7304
τῆς 35 w 7307
κινήσεώς 1 w 7315
ἐστι 9 w 7319
τοῖς 18 w 7323
ἀρυομένοις 1 w 7333
ἀληθὲς 2 w 7340
μὲν 22 w 7343
τὸ 62 w 7345
πρότερον 1 w 7353
λῆμμα 2 w 7358
τοῦ 30 w 7362
δευτέρου 2 w 7370
δ 186 w 7371
ἀντιληψόμεθα 1 w 7384
φάσκοντες 1 w 7394
αὐτὸ 6 w 7398
τὸ 64 w 7400
ζητούμενον 5 w 7410
ἑτοίμως 1 w 7417
λαμβάνειν 2 w 7426
αὐτόν 1 w 7431
ἡμεῖς 2 w 7437
μὲν 23 w 7440
γὰρ 19 w 7443
ἀπὸ 9 w 7446
κεφαλῆς 2 w 7453
πεμφθήσεσθαι 1 w 7465
τὴν 30 w 7468
ἀρχὴν 8 w 7473
ὁμολογοῦμεν 1 w 7484
τῆς 36 w 7487
κινήσεως 3 w 7495
ἐπειδὰν 2 w 7503
ἐσθίειν 1 w 7510
4 w 7512
πίνειν 1 w 7518
5 w 7520
ἀναπνεῖν 1 w 7528
βουλώμεθα 1 w 7537
13 w 7539
Διογένης 2 w 7547
δὲ 28 w 7549
τοῦτο 6 w 7554
λαβών 1 w 7559
χωρὶς 1 w 7564
ἀποδείξεως 1 w 7574
ἀμφισβήτησιν 1 w 7586
πεποίηκεν 1 w 7595
ἰδίαν 1 w 7600
κατὰ 18 w 7605
τὸν 12 w 7608
αὐτὸν 2 w 7613
δὲ 29 w 7615
τρόπον 2 w 7621
καὶ 58 w 7624
ἑαυτοῦ 1 w 7630
τοῖς 19 w 7634
λόγοις 1 w 7640
ἐχρήσατο 1 w 7648
τὸ 67 w 7651
φησὶ 2 w 7656
κινοῦν 1 w 7663
τὸν 14 w 7666
ἄνθρωπον 1 w 7674
τὰς 3 w 7677
κατὰ 19 w 7681
προαίρεσιν 3 w 7691
κινήσεις 1 w 7699
ψυχική 1 w 7705
τίς 1 w 7708
ἐστιν 5 w 7713
ἀναθυμίασις 1 w 7724
πᾶσα 2 w 7729
δὲ 30 w 7731
ἀναθυμίασις 2 w 7742
ἐκ 16 w 7744
τῆς 37 w 7747
τροφῆς 11 w 7753
ἀνάγεται 1 w 7761
ὥστε 3 w 7766
τὸ 69 w 7768
κινοῦν 2 w 7774
πρῶτον 6 w 7780
τὰς 4 w 7783
κατὰ 20 w 7787
προαίρεσιν 4 w 7797
κινήσεις 2 w 7805
καὶ 59 w 7808
τὸ 70 w 7810
τρέφον 1 w 7816
ἡμᾶς 1 w 7820
ἀνάγκη 3 w 7826
ἓν 1 w 7828
καὶ 60 w 7831
ταὐτὸν 1 w 7837
εἶναι 9 w 7842
ὅταν 3 w 7847
ταῦτα 1 w 7852
14 w 7853
Διογένης 3 w 7861
γράφῃ 1 w 7866
περὶ 4 w 7871
μὲν 24 w 7874
οὖν 7 w 7877
τοῦ 33 w 7880
τὴν 31 w 7883
οὐσίαν 1 w 7889
εἶναι 10 w 7894
τῆς 38 w 7897
ψυχῆς 4 w 7902
ἀναθυμίασιν 1 w 7913
εἴτ 1 w 7917
οὖν 8 w 7921
ἐκ 17 w 7923
τροφῆς 12 w 7929
εἴτ 2 w 7933
ἐκ 18 w 7936
πνεύματος 7 w 7945
οὐδὲν 3 w 7951
ἔν 2 w 7953
γε 15 w 7955
τῷ 17 w 7957
παρόντι 1 w 7964
φήσομεν 1 w 7971
ἀμφισβητεῖν 1 w 7982
ἵνα 1 w 7986
μὴ 5 w 7988
τὰ 42 w 7990
πάντα 2 w 7995
λυπῶμεν 1 w 8002
τὸν 16 w 8005
ἄνδρα 1 w 8010
περὶ 5 w 8015
δὲ 32 w 8017
τοῦ 34 w 8020
ταὐτὸν 2 w 8027
εἷναι 1 w 8032
τὸ 74 w 8034
κινοῦν 3 w 8040
πρῶτον 7 w 8046
ἡμᾶς 2 w 8050
τὰς 5 w 8053
κατὰ 21 w 8057
προαίρεσιν 5 w 8067
κινήσεις 3 w 8075
καὶ 61 w 8078
τὸ 75 w 8080
τρέφον 2 w 8086
ἀντιληψόμεθα 2 w 8099
τοὐναντίον 1 w 8110
γὰρ 20 w 8113
ἅπαν 5 w 8117
ἐξ 5 w 8119
ὧν 2 w 8121
ὑπέθετο 1 w 8128
περαίνεσθαι 1 w 8139
φήσομεν 2 w 8146
ἐξ 6 w 8149
αἵματος 1 w 8156
μὲν 25 w 8159
ὁμολογοῦντες 1 w 8171
καὶ 62 w 8177
αὐτὸς 1 w 8182
ἐπιλανθανόμενος 1 w 8197
τῶν 34 w 8200
οἰκείων 1 w 8207
δογμάτων 1 w 8215
αἷμά 1 w 8219
φησιν 2 w 8224
εἶναι 11 w 8229
τὴν 32 w 8232
ψυχὴν 2 w 8237
ὡς 9 w 8240
Ἐμπεδοκλῆς 1 w 8250
καὶ 63 w 8253
Κριτίας 1 w 8260
ὑπέλαβον 1 w 8268
εἰ 17 w 8271
δέ 10 w 8273
γε 16 w 8275
ἕποιτο 1 w 8281
Κλεάνθει 1 w 8289
καὶ 64 w 8293
Χρυσίππῳ 1 w 8301
καὶ 65 w 8305
Ζήνωνι 1 w 8311
τρέφεσθαι 4 w 8321
μὲν 26 w 8324
ἐξ 7 w 8326
αἵματος 2 w 8333
φήσας 1 w 8338
τὴν 33 w 8341
ψυχὴν 3 w 8346
οὐσίαν 2 w 8353
δ 199 w 8354
αὐτῆς 2 w 8360
ὑπάρχειν 6 w 8368
τὸ 77 w 8370
πνεῦμα 3 w 8376
πῶς 1 w 8380
ἔτι 3 w 8383
ταὐτὸν 3 w 8389
ἔσται 1 w 8394
τὸ 79 w 8396
τρέφον 3 w 8402
τε 50 w 8404
καὶ 66 w 8407
κινοῦν 4 w 8413
εἴπερ 1 w 8419
τρέφει 1 w 8425
μὲν 27 w 8428
τὸ 80 w 8430
αἷμα 3 w 8434
κινεῖ 3 w 8440
δὲ 33 w 8442
τὸ 81 w 8444
πνεῦμα 4 w 8450
ὥστε 4 w 8455
πρὸς 3 w 8459
τοῖς 20 w 8463
ἄλλοις 1 w 8469
ἀτόποις 1 w 8476
καὶ 67 w 8479
ἀπέραντός 1 w 8488
ἐστιν 6 w 8493
16 w 8494
τοῦ 35 w 8497
Διογένους 1 w 8506
λόγος 1 w 8511
5 w 8513
γὰρ 21 w 8516
ἐπιφέρει 1 w 8524
τοῖς 21 w 8528
ὑποτεθεῖσι 1 w 8538
λήμμασιν 2 w 8546
οὐκ 9 w 8550
ἐξ 8 w 8552
ἀνάγκης 3 w 8559
ἕπεται 1 w 8565
δειχθήσεται 1 w 8577
δὲ 34 w 8579
ἐπὶ 2 w 8582
πλέον 2 w 8587
ὑπὲρ 5 w 8591
αὐτοῦ 2 w 8596
διὰ 2 w 8599
τῶν 35 w 8602
ἑξῆς 2 w 8606
ὑπομνημάτων 1 w 8617
ἐν 38 w 8620
μὲν 28 w 8623
γὰρ 22 w 8626
τῷ 18 w 8628
παρόντι 2 w 8635
δοκῶ 1 w 8639
μοι 4 w 8642
καιρὸν 1 w 8648
εἶναι 12 w 8653
καταπαύειν 1 w 8663
ἐνταῦθα 1 w 8670
τὸ 82 w 8672
βιβλίον 1 w 8679
ὑποσχόμενος 1 w 8691
γὰρ 23 w 8694
περὶ 6 w 8698
τῶν 36 w 8701
ἐναργῶς 3 w 8708
φαινομένων 1 w 8718
ὑπάρχειν 7 w 8726
τῇ 11 w 8728
καρδίᾳ 8 w 8734
τὸν 19 w 8737
λόγον 5 w 8742
ἐν 41 w 8744
τῷδε 3 w 8748
τῷ 20 w 8750
γράμματι 2 w 8758
ποιήσασθαι 1 w 8768
τί 7 w 8771
ἂν 4 w 8773
ἔτι 4 w 8776
δεοίμην 1 w 8783
ἐφάπτεσθαι 1 w 8793
τοιούτων 1 w 8801
ἐπιχειρημάτων 2 w 8814
ὧν 3 w 8817
δόγματα 1 w 8824
μᾶλλον 3 w 8830
οὐ 40 w 8833
τὸ 84 w 8835
φαινόμενον 1 w 8845
ἐκ 19 w 8847
τῆς 40 w 8850
ἀνατομῆς 1 w 8858
33 w 8860
ἀρχὴ 17 w 8864
τῆς 41 w 8867
συστάσεώς 1 w 8876
ἐστιν 7 w 8881