Scaife ATLAS

CTS Library / De placitis Hippocratis et Platonis

De placitis Hippocratis et Platonis (2.4)

urn:cts:greekLit:tlg0057.tlg032.1st1K-grc1:2.4
Refs {'start': {'reference': '2.4', 'human_reference': 'Book 2 Chapter 4'}}
Ancestors [{'reference': '2'}]
Children []
prev
plain textXML
next

Ἀλλ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν,
ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς
ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ
ψυχῇ διαστροφὴν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον
σκέμμα δεικνύναι, πῶς ἄν τις ἐπιστημονικὰ λαμβάνοι
λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν

227
ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων. ἔτι τε πρὸς
τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν, οὐκ οὖσαν δὲ συνιστάντων
λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ αὐτοῦ τοῦ νῦν
ἡμῖν προκειμένου σκέμματος. ἥτις δὲ τούτων αὐτῶν ἐστι
πρὸς ἄλληλα διαφορὰ, καθ ὅσον οἷός τ εἰμὶ, σαφέστατα
περὶ πάντων ἐρῶ. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ
τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ,
κατάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις αἰσθήσεώς τε ἅμα
καὶ τῆς καθ ὁρμὴν κινήσεως, ἰστέον ὡς, ὅσα μὲν ἀπὸ τῶν
ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν·
ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ αὐτὸ τὸ προκείμενόν
τε καὶ ζητούμενον ἐπιστημονικὰ, τὰ δ ἄλλα πάντα γένους
ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς· ὅσα δὲ
ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν, εἴτ οὖν ἰδιωτῶν, εἴτε ποιητῶν,
εἴτε φιλοσόφων, εἴτ ἐξ ἐτυμολογίας τινὸς, εἴτε ἐκ
νευμάτων, εἴτε ἐξ ἐπινευμάτων, εἴτε ἐξ ὅτου δή τινος ἑτέρου
τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται
ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν.
228
οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σοφιστικῶν, ἅπερ ἐν
ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα
συνίσταται. ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ
καρδίᾳ,
94
καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν
ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ οὕτως καὶ κατὰ μέρος
τε καὶ κατ εἶδος. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις, καὶ πηλικότης,
καὶ πλοκὴ, καὶ διάπλασις, καὶ διάθεσις, καὶ κίνησις.
ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον, ἐπιδεικνύντας,
ὅσαι προτάσεις ἀπ αὐτῆς συνίστανται. κεῖται δὲ ὡς πρὸς
μὲν τὸν θώρακα μέση πως μᾶλλον. μὲν γὰρ βάσις αὐτῆς
ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, κορυφὴ δὲ καὶ
τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν τὸ μέγεθος
τῆς καρδίας. ὡς δὲ πρὸς ὅλον τὸ ζῶον ἀνωτέρω
τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον, ὅσον ἀπέχει
τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ
μέσα. ἀλλὰ καὶ πρὸς τὸν λάρυγγα, δι οὗ ἀναπνέομεν, οὕτω πως
ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται.
κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις
229
ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα
μόρια σχιζομένη, ὅσοι περ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί·
μετὰ ταῦτα δὲ ἤδη καθ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται,
εἰς πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα.
τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν
οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας
ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον
μερισθείσης, ὅν περ φλεβώδης ἀρτηρία. καὶ μὲν δὴ καὶ
πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην, ὥστ ἔξωθεν
ὑπ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι. τὰ μὲν οὖν τῆς
θέσεως ᾧδε ἔχει τῇ καρδίᾳ, καὶ δύναιτ ἄν τις ἀπ αὐτῆς
ἐπιχειρήματα ποιεῖσθαι, τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα,
διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει
δυνάμεων αὐτοῦ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν,
ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει. καὶ μὲν δὴ καὶ
τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων
αὐτῇ δύναιτ ἄν τινα κᾀντεῦθεν ἐπιχειρήματα λαμβάνειν.
κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος,
ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν βουλόμενος ἐκ
230
πάντων ἐπιχειρεῖν. ἀλλ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν,
οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανὸν, ἔστ ἂν μηδέπω
περαίνηται δι αὐτῶν, ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς
κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζώοις ἐστὶν καρδία. οὐ γὰρ
ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζώῳ κεῖσθαι τὸ πάντων
ἀρχὴν ὑπάρχειν αὐτήν. καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές
ἐστι, τὸ μέσον ἐν τοῖς ζώοις εἶναι τὴν καρδίαν. εἰ γὰρ
ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα.
κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ, ὅτι μέση τοῦ θώρακος
καρδία, διὰ τοῦτ ἀρχὴ τοῦ ζώου παντός. οὐδὲ γὰρ, ὅτι
καθάπερ ἐν ἀκρο
256
πόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως
ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ ἐξ ἀνάγκης τῆς
ψυχῆς ἀρχὴ κατ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους
ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὔτ εἴ γε καὶ
τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ ἐν
ἀνθρώποις εἶναι τὴν κεφαλὴν, καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος
οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ
λογισμοῦ. καὶ γὰρ τὰ τοιαῦτα πάντα, καίπερ ὄντα πολὺ
231
μὲν πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ
ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ, καθάπερ
οὐδὲ ὅτι τῆς φωνῆς καρδία δημιουργός ἐστιν. εἰ μὲν
γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα·
τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μοχθηρόν.
οὕτω γὰρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν
ἀρχὴν τῆς φωνῆς ἐροῦμεν,
95
ὡς ἐγγυτέρω γε ταῦτ
ἐστι τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ
τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς λάρυγξ
ἐστίν. εἰ γοῦν κατώτερον τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν,
οὐκέτ ἀκούσῃ φωνοῦντος τοῦ ζώου, καίτοι γ ἀναπνέον
ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος
εἴη τὸ οὕτω τρωθὲν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί
τι. προθυμηθήσεται μὲν γὰρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς
ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ
δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ
πνεῦμα κατὰ τὰς ἐκπνοὰς, οὐ μὴν σὺν ψόφῳ γέ τινι
καὶ ἀθρόως. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς
232
ἅμα τοῖς κατ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ
ζῶον, ἐκτεινομένους σφοδρῶς. τούτους μέν γε καὶ πρὸ τοῦ
τρωθῆναι τὴν τραχεῖαν ἀρτηρίαν σαφῶς ἔστιν ἰδεῖν τεινομένους,
ἐπειδὰν βιαιότερον φωνῶμεν, ἀλλ ἐπί γε τετρωμένῃ
τῇ ἀρτηρίᾳ πονοῦσι μάτην ὅσα γε πρὸς γένεσιν φωνῆς.
ἐκφύσησιν γὰρ μόνην ἐργάζονται διαφέρουσαν ἁπλῆς
ἐκπνοῆς, ὅτι μετὰ ψόφου τε ἅμα καὶ τάχους ἐκκενοῦται
τὸ πνεῦμα. διττὸν οὖν ἁμαρτάνεται κᾀνταῦθα ἁμάρτημα
τοῖς τὴν φωνὴν ἐκ τῆς καρδίας ἐκπέμπεσθαι νομίζουσιν,
ὅτι πρῶτον μὲν ἀπὸ τῆς θέσεως ἐπιχειροῦσιν, ἔπειτα δὲ
οὐδὲ ἀπὸ ταύτης, ὡς χρή. τείνονται μὲν γὰρ οἵ τε κατὰ
τὸν θώρακα μύες ἅπαντες, οἵ τε κατ ἐπιγάστριον, ἐπειδὰν
θελήσῃ φωνῆσαι τὸ ζῶον, εἰς τάσιν δή τινα καὶ κίνησιν
ἀγόμενοι, τῆς καρδίας οὐδεμίαν ἐν τούτῳ νεωτέραν ἐπικτωμένης
ἐνέργειαν, οὐ μὴν ἤδη γέ πω τὸ κάτωθεν ἀναφερόμενον
πνεῦμα, πρὶν ὑπὸ τοῦ λάρυγγος ῥυθμισθῆναι,
φωνῆς ἔχει ἰδέαν, ἀλλ’, ὡς εἴρηται πρόσθεν, ἐκφυσήσεως
μόνης, ὡς ἀπεδείξαμεν ἐν τῇ περὶ φωνῆς πραγματείᾳ.
233
πληττομένη γὰρ ὑπὸ τῶν κατὰ τὸν λάρυγγα χόνδρων, οἷον
ὑπὸ πλήκτρων τινῶν, ἐκφύσησις αὕτη φωνὴ γίνεται.
σύγκειται δὲ λάρυγξ ἐκ τριῶν χόνδρων ὑπὸ μυῶν πολλῶν
κινουμένων. ὅστις δὲ τρόπος ἐστὶ τῆς τῶν χόνδρων συστάσεως,
τῆς τῶν μυῶν κινήσεως, ἐμοὶ μὲν ἐν ταῖς περὶ
τούτων οἰκείαις πραγματείαις ἀκριβῶς εἴρηται. τοῖς δὲ ἀπὸ
τῆς θέσεως μόνης ἐπιχειροῦσιν οὐδὲν τῶν τοιούτων γιγνώσκεται.
κᾄπειτα θαυμάζουσιν ἐξαίφνης ἀκούσαντες, ἐξ ἐγκεφάλου
γίγνεσθαι τὴν φωνήν· ἔτι δὲ μᾶλλον, ἐπειδὰν ἀκούσωσιν,
ὡς αἱ κατὰ προαίρεσιν ἅπασαι κινήσεις ὑπὸ μυῶν
ἐπιτελοῦνται, θαυμάζουσί τε καὶ παραδοξολόγους ἡμᾶς
ἀποκαλοῦσι, καίτοι γε ἡμεῖς, ἅπερ ἐπαγγελλόμεθα λόγῳ,
ταῦτα ἐπὶ ταῖς τῶν ζώων ἀνατομαῖς ἐπιδείκνυμεν, οἱ δ
οὐδὲν ἄλλο ἔχουσι λέγειν, , διότι πλησίον ἐστὶν καρδία
τοῦ λάρυγγος, διὰ τοῦτ ἐξ ἐκείνης ἄρχεσθαι τὴν φωνήν.
αἱροῦνται γὰρ, οἶμαι, τὴν σύντομόν τε καὶ λείαν ὁδὸν ἐν τοῖς
λόγοις ἀντὶ τῆς τραχείας τε καὶ μακρᾶς, κᾂν αὕτη μὲν ἀπάγει
πρὸς τὸ ζητούμενον, δὲ λεία τε καὶ βραχεῖα σφάλλει
234
τἀληθοῦς. οὐδ ἐστὶν ὅστις ἐμοί ποθ ὑπέμεινε δεικνύντι
τοὺς μῦς ἅπαντας, ὑφ ὧν ἀναπνοή τε γίγνεται καὶ φωνή.
καίτοι γ οὐκ ἐν τούτοις μόνοις ἐστὶ τὸ κῦρος τῆς ἀποδείξεως,
ἀλλ τρίτη μοῖρα τοῦ λόγου παντός. οἱ μὲν γὰρ
μύες ὄργανά τινα κινοῦσιν, ὑφ ὧν ἀναπνοή τε καὶ φωνὴ
γίγνεται, δέονται δ αὐτοὶ πάλιν, ὅπως κινηθῶσι, τῶν ἀπ
ἐγκεφάλου νεύρων, ὧν εἴ τι βρόχοις διαλάβοις, εἴτε τέμοις,
ἀκίνητον αὐτίκα μάλα ποιήσεις τὸν μῦν ἐκεῖνον, εἰς ὃν τὸ
νεῦρον ἐνέβαλεν, ἀκίνητον δὲ καὶ τοῦ ζώου τὸ μέλος,
πρότερον ὑπὸ τοῦ μυὸς ἐκινεῖτο, πρὶν τμηθῆναι τὸ νεῦρον.
ὅστις οὖν ὄντως ἀληθείας ἐρᾷ, πρὸς ἡμᾶς ἡκέτω, μαθησόμενος
ἐναργῶς ἐπ αὐτῶν τῶν ζώων, εἰ μόνον
96
ἔχοι τὰς
αἰσθήσεις ἀπηρώτους, ὑφ ἑτέρων μὲν ὀργάνων τε καὶ μυῶν
καὶ νεύρων εἰσπνοὴν ἀβίαστον γιγνομένην, ὑφ ἑτέρων δὲ
τὴν μετὰ βίας· ὀνομάζω δὲ ἀβίαστον μὲν τὴν τοῖς ὑγιαίνουσι
καὶ μηδεμίαν ἰσχυρὰν κίνησιν κινουμένοις ὑπάρχουσαν,
βιαίαν δὲ τὴν ἔν τε πάθεσί τισι καὶ τοῖς σφοδροῖς γυμνασίοις
235
ἐπιτελουμένην, ἐφ ἧς εὐθέως ὄψει συνεξαιρόμενα
καὶ τὰ κατὰ τὰς ὠμοπλάτας ἅπαντα μόρια· καὶ δὴ καὶ
τὰς ἀνάλογον αὐταῖς ἐκπνοὰς, ὑφ ἑτέρων μὲν ὀργάνων καὶ
μυῶν καὶ νεύρων τὴν ἀβίαστόν τε καὶ μικρὰν, ὑφ ἑτέρων
δὲ τὴν βίαιόν τε καὶ μεγάλην, ἣν ὀνομάζειν ἔθος ἡμῖν ἐκφύσησιν.
ἐπὶ δὲ τούτοις ἅπασιν ἑξῆς ἐπιδείξομέν σοι τὸ
τῆς φωνῆς ἴδιον ὄργανον, τὸν λάρυγγα, καὶ τοὺς κινοῦντας
αὐτὸν μῦς, καὶ τὰ τῶν μυῶν ἐκείνων νεῦρα τὰ ἐξ ἐγκεφάλου
καθήκοντα. καὶ μετὰ ταῦτα τὴν γλῶτταν, ἕτερον ὄργανον,
οὐ φωνῆς, ἀλλὰ διαλέκτου τε καὶ διαλέξεως, ὁποτέρως
ἂν ὀνομάζειν ἐθελήσαις, καὶ τοὺς μῦς ἐπιδείξομέν σοι
καὶ τὰ νεῦρα τὰ ἐξ ἐγκεφάλου. καὶ δὴ καὶ ζῶα πλείω παρασκευάσαντες,
ἄλλην κατ ἄλλο τῶν εἰρημένων ἐνεργειῶν
ἐπιδείξομεν ἀπολλυμένην ἐφ ἑκάστου τῶν ἀπ ἐγκεφάλου
νεύρων τεμνομένου. τάχ ἴσως ἐπιθυμεῖ τις ἀκοῦσαι τῶν
εἰρημένων ἐνεργειῶν ἑκάστης τὸ ἴδιον ὄργανον, καὶ τοὺς κινοῦντας
μῦς, οἵτινές τέ εἰσι, καὶ πόσοι τὸν ἀριθμὸν, ἥντινά
τε θέσιν ἔχουσι, καὶ πηλίκοι τὸ μέγεθος ὑπάρχουσι,
236
καὶ τίνα δέχονται νεῦρα, καὶ πόσα, καὶ πηλίκα, καὶ κατὰ
τί μάλιστα μέρος ἐξ ἐγκεφάλου βλαστάνονται, τίς τε τοῖς
ὑπ αὐτῶν κινουμένοις ὀργάνοις τρόπος ἐστὶ τῆς κινήσεως.
ἐγὼ δὲ καὶ πρόσθεν εἶπον, ὡς πολλάκις ὑπὲρ τῶν αὐτῶν
γράφειν οὐκ ἐπαινῶ, ἀλλ εἴπερ ὄντως ἐστί τις φιλομαθὴς,
ἑτέρας ὑπὲρ τούτων ἁπάντων ἔχει πραγματείας ἡμῖν γεγραμμένας.
πρῶτον μὲν τὴν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως, ἔνθα
δείκνυμεν ὑπὸ τοῦ θώρακος κινούμενον τὸν πνεύμονα, καὶ
κατὰ μὲν τὰς διαστολὰς διαστελλόμενον ἕλκειν τὸν ἔξωθεν
ἀέρα, καὶ τοῦτ εἶναι τὴν εἰσπνοὴν, κατὰ δὲ τὰς συστολὰς
συστελλόμενον ἐκθλίβειν τὸν ἐν αὑτῷ περιεχόμενον εἴς τε
τὸν λάρυγγα καὶ τὸ στόμα, καὶ διὰ τούτων ἐκπέμπειν ἔξω,
καὶ τοῦτ εἶναι τὴν ἐκπνοήν. ἑτέραν δὲ ἔχει πραγματείαν
ἐφεξῆς τῇδε περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων, ἔνθα καὶ τοὺς
μῦς ἅπαντας ἐδήλωσα, καὶ τὰ πρὸς αὐτῶν ὄργανα κινούμενα,
καὶ τὰ νεῦρα τὰ τοῖς μυσὶ τὴν ἐξ ἐγκεφάλου παρέχοντα
δύναμιν τὴν ψυχικήν. εἶτ αὖθις ἄλλην ἑξῆς ταῖσδε
περὶ τῆς φωνῆς ἔχει πραγματείαν, ὑπέρ τε τῶν ταῦτα
237
κινούντων μυῶν, ἔτι τε τῶν εἰς τούτους καθηκόν
257
των
ἐξ ἐγκεφάλου νεύρων. εἰς δέ γε τὰ παρόντα καὶ τοῦτ ἀρκεῖ
μοι μόνον εἰπεῖν, ὡς, εἴπερ φωνὴ τυπουμένου πως τοῦ
κατὰ τὸν πνεύμονα πνεύματος ὑπὸ τοῦ κατὰ τὴν καρδίαν
ἐγίγνετο, κᾄπειθ ἑαυτῷ τὸ κατὰ τὸν λάρυγγα συντυποῦντος,
οὐκ ἂν ἀπώλλυτο παραχρῆμα τμηθέντων νεύρων τινῶν ἤτοι
κατὰ τὸν τράχηλον τὴν κεφαλὴν, ἔτι δὲ μᾶλλον οὐκ ἂν
ἀπώλετο θλιψάντων τὸν ἐγκέφαλον, τρωσάντων ἄχρι κοιλίας,
διατεμόντων τὸν νωτιαῖον μυελόν. τὸ μὲν γὰρ τῆς
τραχείας ἀρτηρίας, ἥνπερ δὴ καὶ λάρυγγα προσαγορεύομεν,
τοῦ πνεύμονος, τῆς καρδίας αὐτῆς βλαβείσης ἀπόλλυσθαι
τὴν φωνὴν οὐδὲν ἂν οἶμαι θαυμαστὸν, εἴπερ ἐκ τῆς
καρδίας ὡρμᾶτο· τὸ δὲ τοῦ ἐγκεφάλου θλιβέντος, τινος
τῶν ἐξ αὐτοῦ νεύρων τῶν εἰς τοὺς τοῦ λάρυγγος μῦς φερομένων,
ἄτοπόν τε καὶ δεινῶς ἄλογον, εἴπερ γε μηδενὸς
αὐτῶν τῆς φωνῆς γένεσις προσδεῖται. καὶ μὴν ἔμπαλιν
ἔχει τὸ φαινόμενον, δοξάζουσιν ἐκεῖνοι. καρδίας μὲν γὰρ
γυμνωθείσης, ὡς κᾀν τῷ πρὸ τούτου μοι λέλεκται γράμματι,
238
καὶ κρατῶν, καὶ θλίβων, καὶ θλῶν,
97
οὔτε ἄπνουν,
οὔτε ἄφωνον, οὔτε ἄλλην τινὰ τῶν καθ ὁρμὴν ἐνεργειῶν
ἐμποδιζόμενον ὄψει τὸ ζῶον· ἐγκέφαλον δὲ γυμνώσας τῶν
ὀστῶν, θλίψας ἡντιναοῦν αὐτοῦ κοιλίαν, οὐκ ἄφωνον
μόνον οὐδ ἄπνουν εὐθὺς, ἀλλὰ καὶ παντάπασιν ἀναίσθητόν
τε καὶ ἀκίνητον ἁπασῶν τῶν καθ ὁρμὴν κινήσεων ἐργάσῃ
τὸ ζῶον. εἴρηται δέ μοι καὶ πρόσθεν, ὡς οὐ χρὴ συντιτράναι
τοῦ θώρακος οὐδετέραν κοιλότητα, γυμνοῦντας τὴν
καρδίαν. εἰ γὰρ δὴ τούτου τύχῃ τις, οὐ μόνον εἰ θλίβειν
θλᾷν τι τοιοῦτον ἕτερον ἐργάζεσθαι βουληθῇ, δυνήσεται
κατορθοῦν, ἀλλὰ καὶ βουληθεὶς ἀθρόως ὅλην ἐξελεῖν
οὐκ ἀτυχήσει τῆς χειρουργίας. γίνεται μὲν τοῦτο καὶ κατὰ
πολλὰς θυσίας ἐξ ἔθους οὕτως ἐπιτελουμένας, καὶ φαίνεται
τὰ ζῶα, τῆς καρδίας ἤδη κατὰ τῶν βωμῶν ἐπικειμένης, οὐκ
ἀναπνέοντα μόνον, κεκραγότα συντόνως, ἀλλὰ καὶ φεύγοντα,
μέχρι περ ἂν ὑπὸ τῆς αἱμοῤῥαγίας ἀποθάνῃ. τάχιστα
δὲ δήπουθεν αὐτῶν ἐκκενοῦται τὸ αἷμα, τεττάρων μεγίστων
ἀγγείων διασπωμένων, ἀλλ ἄχρι περ ἂν ἔτι ζῇ,
239
καὶ ἀναπνεῖ, καὶ φωνεῖ, καὶ τρέχει. τοὺς δέ γε κατὰ τὸν
πρῶτον σπόνδυλον ὁσημέραι διατεμνομένους ταύρους τὴν ἔκφυσιν
τοῦ νωτιαίου μυελοῦ παραχρῆμα θεώμεθα μὴ ὅτι
δραμεῖν ἔτι δυναμένους, ἀλλὰ μηδ ἐπ ἐλάχιστον προβῆναι,
συναπόλλυται δ αὐτοῖς ἅμα τῇ τομῇ καὶ ἀναπνοὴ
καὶ φωνή· καὶ γὰρ καὶ ταύταις ἄνωθέν ἐστιν ἀρχή.
τὴν μέντοι καρδίαν ἐπὶ τῶν οὕτω πληγέντων ταύρων ἔστιν
ἰδεῖν ἄχρι πλείστου σφύζουσαν ἅμα ταῖς ἀρτηρίαις ἁπάσαις·
οὐ γὰρ δὴ καὶ ταύταις γε παρ ἐγκεφάλου τὸ σφύζειν ἐστὶν,
ὥσπερ οὐδὲ αὐτῇ τῇ καρδίᾳ. ὡς γὰρ αἱ κινήσεις ἑτέρου
γένους εἰσὶν, οὕτω καὶ τῶν ἀρχῶν οὐδετέρα προσδεῖται τῆς
ἑτέρας, ἀλλ ἔστιν οὕτως τε καρδία πηγὴ τῆς κατὰ τοὺς
σφυγμοὺς κινήσεως, τ ἐγκέφαλος τῆς κατὰ προαίρεσιν,
οὐδ ἐστὶν οὐδεὶς λόγος, ὃς ἀναγκάσει μίαν ἀρχὴν ἁπασῶν
εἶναι τῶν κατὰ τὸ ζῶον ἐνεργειῶν· οὔτε γὰρ ὡς οὐκ ἐνδεχομένων
εἶναι πολλῶν, οὔθ ὡς μὴ οὕτως φαινομένων
ἐπιδείξει. ἀλλὰ περὶ μὲν τούτου κᾀν τοῖς ἑξῆς ἐπὶ πλέον
αὐτοῖς διαλέξομαι. νυνὶ δ ἐφ ὅπερ ἔλεγον αὖθις ἐπάνειμι,
πρὸς τὸ μήτε τῆς ἀναπνευστικῆς κινήσεως, μήτε
240
τῆς φωνητικῆς δημιουργικὴν ἀρχὴν εἶναι τὴν καρδίαν. δι
ἐκείνην μὲν γὰρ τὸ πλεῖστον, οὐ μὴν ὑπ ἐκείνης γε τὴν
ἀναπνοὴν γίγνεσθαι συμβέβηκεν, οὐ ταὐτὸν δ ἐστὶν ὑπό
του γίνεσθαι καὶ διά τι. γέγραπται δὲ ἡμῖν ἓν βιβλίον
ἰδίᾳ καθ ἑαυτὸ περὶ χρείας ἀναπνοῆς.

Tokens

Ἀλλ 1 w 3
ἐπεὶ 1 w 8
μὴ 1 w 10
μόνον 1 w 15
ἐκείνους 1 w 23
πρόκειται 1 w 32
πείθειν 1 w 39
ἀλλὰ 1 w 44
καὶ 1 w 47
τῶν 1 w 50
ἄλλων 1 w 55
ἁπάντων 1 w 62
ὅστις 1 w 67
ἂν 1 w 69
μήπω 1 w 73
μοχθηροῖς 1 w 82
ἔθεσι 1 w 87
λόγων 1 w 92
ἐντεθραμμένος 1 w 105
ἀνίατον 1 w 112
ἔχῃ 1 w 115
τὴν 1 w 118
ἐν 2 w 120
τῇ 1 w 122
ψυχῇ 1 w 126
διαστροφὴν 1 w 136
ἄρξομαι 1 w 144
πάλιν 1 w 149
ἄνωθεν 1 w 155
εἰς 1 w 158
τὸ 1 w 160
προκείμενον 1 w 171
σκέμμα 1 w 177
δεικνύναι 1 w 186
πῶς 1 w 190
ἄν 2 w 192
τις 2 w 195
ἐπιστημονικὰ 1 w 207
λαμβάνοι 1 w 215
λήμματα 1 w 222
τὴν 2 w 225
ἀληθινὴν 1 w 233
ἀπόδειξιν 1 w 242
συνιστάνοντα 1 w 254
πῶς 2 w 258
δὲ 1 w 260
ἂν 2 w 262
ταῦτα 1 w 267
διακρίνοι 1 w 276
τις 3 w 279
ἀπὸ 1 w 282
τῶν 2 w 285
ἄλλων 2 w 290
λημμάτων 1 w 298
ἔτι 1 w 302
τε 2 w 304
πρὸς 1 w 308
τούτοις 1 w 315
τῶν 3 w 318
τὴν 3 w 321
φαινομένην 1 w 331
ἀπόδειξιν 2 w 340
οὐκ 1 w 344
οὖσαν 1 w 349
δὲ 2 w 351
συνιστάντων 1 w 362
λημμάτων 2 w 370
ἐπιδείξω 1 w 378
τὴν 4 w 381
φύσιν 1 w 386
ἐπ 4 w 388
αὐτοῦ 1 w 394
τοῦ 2 w 397
νῦν 1 w 400
ἡμῖν 1 w 404
προκειμένου 1 w 415
σκέμματος 1 w 424
ἥτις 1 w 429
δὲ 3 w 431
τούτων 1 w 437
αὐτῶν 1 w 442
ἐστι 1 w 446
πρὸς 2 w 450
ἄλληλα 1 w 456
διαφορὰ 1 w 463
καθ 1 w 467
ὅσον 1 w 472
οἷός 1 w 476
τ 40 w 477
εἰμὶ 1 w 482
σαφέστατα 1 w 492
περὶ 1 w 496
πάντων 2 w 502
ἐρῶ 1 w 505
ἐπεὶ 2 w 510
τοίνυν 1 w 516
πρόκειται 2 w 525
σκέψασθαι 1 w 534
περὶ 2 w 538
τῆς 1 w 541
καρδίας 1 w 548
εἰ 3 w 551
τὸ 2 w 553
τῆς 2 w 556
ψυχῆς 1 w 561
ἡγεμονικόν 1 w 571
ἐστιν 1 w 576
ἐν 3 w 578
αὐτῇ 1 w 582
1 w 584
κατάρχει 1 w 592
πᾶσι 1 w 596
τοῖς 1 w 600
τοῦ 3 w 603
ζώου 1 w 607
μορίοις 1 w 614
αἰσθήσεώς 1 w 623
τε 3 w 625
ἅμα 1 w 628
καὶ 2 w 631
τῆς 3 w 634
καθ 2 w 637
ὁρμὴν 1 w 643
κινήσεως 1 w 651
ἰστέον 1 w 658
ὡς 1 w 660
ὅσα 1 w 664
μὲν 1 w 667
ἀπὸ 2 w 670
τῶν 5 w 673
ὑπαρχόντων 1 w 683
αὐτῇ 2 w 687
λαμβάνεται 1 w 697
λήμματα 2 w 704
διττὴν 1 w 711
ἕξει 1 w 715
τὴν 6 w 718
διαφοράν 1 w 726
ἔσται 1 w 732
γὰρ 1 w 735
αὐτῶν 2 w 740
τὰ 1 w 742
μὲν 2 w 745
κατ 2 w 748
αὐτὸ 1 w 753
τὸ 4 w 755
προκείμενόν 1 w 766
τε 4 w 768
καὶ 3 w 771
ζητούμενον 1 w 781
ἐπιστημονικὰ 2 w 793
τὰ 2 w 796
δ 14 w 797
ἄλλα 1 w 802
πάντα 1 w 807
γένους 1 w 813
ἑτέρου 1 w 819
δευτέρου 1 w 827
παρακειμένου 1 w 839
τοῖς 2 w 843
ἐπιστημονικοῖς 1 w 857
ὅσα 2 w 861
δὲ 4 w 863
ἀπὸ 3 w 866
τῶν 7 w 869
ἀνθρωπίνων 1 w 879
δοξῶν 1 w 884
εἴτ 1 w 888
οὖν 1 w 892
ἰδιωτῶν 1 w 899
εἴτε 1 w 904
ποιητῶν 1 w 911
εἴτε 2 w 916
φιλοσόφων 1 w 925
εἴτ 4 w 929
ἐξ 1 w 932
ἐτυμολογίας 1 w 943
τινὸς 1 w 948
εἴτε 3 w 953
ἐκ 2 w 955
νευμάτων 1 w 963
εἴτε 4 w 968
ἐξ 2 w 970
ἐπινευμάτων 1 w 981
εἴτε 5 w 986
ἐξ 3 w 988
ὅτου 1 w 992
δή 1 w 994
τινος 1 w 999
ἑτέρου 2 w 1005
τοιούτου 1 w 1013
λαμβάνεται 2 w 1023
λήμματα 3 w 1030
τοῦ 4 w 1034
τρίτου 1 w 1040
γένους 2 w 1046
ἔσται 2 w 1051
ταῦτα 2 w 1056
διττὴν 2 w 1063
μὲν 3 w 1066
ἀπόστασιν 1 w 1075
ἀφεστῶτα 1 w 1083
τῶν 10 w 1086
ἐπιστημονικῶν 1 w 1099
οὐ 2 w 1102
πολλῷ 1 w 1107
δέ 1 w 1109
τινι 1 w 1113
διαφέροντα 1 w 1123
τῶν 11 w 1126
σοφιστικῶν 1 w 1136
ἅπερ 1 w 1141
ἐν 4 w 1143
ὁμωνυμίαις 1 w 1153
τέ 5 w 1155
τισι 1 w 1159
καὶ 4 w 1162
τοῖς 3 w 1166
τῆς 4 w 1169
λέξεως 1 w 1175
σχήμασι 1 w 1182
μάλιστα 1 w 1189
συνίσταται 1 w 1199
ἀρκτέον 1 w 1207
οὖν 2 w 1210
ἀπὸ 4 w 1213
τῶν 12 w 1216
ὑπαρχόντων 2 w 1226
ἁπάντων 2 w 1233
τῇ 4 w 1235
καρδίᾳ 1 w 1241
καὶ 5 w 1245
λεκτέον 1 w 1252
ἐφεξῆς 1 w 1258
ταῦτα 3 w 1263
πάντα 2 w 1268
πρῶτον 1 w 1275
μὲν 4 w 1278
ἐν 5 w 1280
κεφαλαίοις 1 w 1290
τε 10 w 1292
καὶ 6 w 1295
κατὰ 1 w 1299
γένος 1 w 1304
εἶθ 1 w 1308
οὕτως 1 w 1314
καὶ 7 w 1317
κατὰ 2 w 1321
μέρος 1 w 1326
τε 11 w 1328
καὶ 8 w 1331
κατ 5 w 1334
εἶδος 1 w 1340
ὑπάρχει 1 w 1348
δὴ 1 w 1350
τῇ 5 w 1352
καρδίᾳ 2 w 1358
θέσις 1 w 1363
καὶ 9 w 1367
πηλικότης 1 w 1376
καὶ 10 w 1380
πλοκὴ 1 w 1385
καὶ 11 w 1389
διάπλασις 1 w 1398
καὶ 12 w 1402
διάθεσις 1 w 1410
καὶ 13 w 1414
κίνησις 1 w 1421
ἀπὸ 5 w 1425
πρώτης 1 w 1431
οὖν 3 w 1434
τῆς 5 w 1437
θέσεως 1 w 1443
ἀρκτέον 2 w 1450
ἐπιδεικνύντας 1 w 1464
ὅσαι 1 w 1469
προτάσεις 1 w 1478
ἀπ 9 w 1480
αὐτῆς 1 w 1486
συνίστανται 1 w 1497
κεῖται 1 w 1504
δὲ 5 w 1506
ὡς 2 w 1508
πρὸς 3 w 1512
μὲν 5 w 1515
τὸν 1 w 1518
θώρακα 1 w 1524
μέση 1 w 1528
πως 1 w 1531
μᾶλλον 1 w 1537
3 w 1539
μὲν 6 w 1542
γὰρ 2 w 1545
βάσις 1 w 1550
αὐτῆς 2 w 1555
ἀκριβῶς 1 w 1562
ἐστι 3 w 1566
μέση 2 w 1570
τοῦ 5 w 1573
θώρακος 1 w 1580
ἅπαντος 1 w 1587
4 w 1589
κορυφὴ 1 w 1595
δὲ 6 w 1597
καὶ 14 w 1600
τὰ 5 w 1602
κάτω 1 w 1606
μέρη 1 w 1610
προήκει 1 w 1617
τοσοῦτον 1 w 1625
ἡλίκον 1 w 1632
περ 4 w 1635
ἂν 3 w 1637
1 w 1638
τὸ 6 w 1640
μέγεθος 1 w 1647
τῆς 8 w 1650
καρδίας 2 w 1657
ὡς 3 w 1660
δὲ 7 w 1662
πρὸς 4 w 1666
ὅλον 1 w 1670
τὸ 7 w 1672
ζῶον 1 w 1676
ἀνωτέρω 1 w 1683
τῶν 13 w 1686
μέσων 1 w 1691
αὐτοῦ 2 w 1696
μερῶν 1 w 1701
τέτακται 1 w 1709
τοσοῦτον 2 w 1717
ὅσον 2 w 1722
ἀπέχει 1 w 1728
τῶν 14 w 1731
κατὰ 3 w 1735
τὸν 2 w 1738
ὀμφαλὸν 1 w 1745
χωρίων 1 w 1751
ἐκεῖνα 1 w 1758
γὰρ 3 w 1761
ἀκριβέστατα 1 w 1772
τὰ 7 w 1774
μέσα 1 w 1778
ἀλλὰ 2 w 1783
καὶ 15 w 1786
πρὸς 5 w 1790
τὸν 3 w 1793
λάρυγγα 1 w 1800
δι 11 w 1803
οὗ 1 w 1806
ἀναπνέομεν 1 w 1816
οὕτω 2 w 1821
πως 2 w 1824
ἔχει 1 w 1828
θέσεως 2 w 1834
ὥστε 1 w 1839
διὰ 1 w 1842
μέσου 1 w 1847
τοῦ 7 w 1850
πνεύμονος 1 w 1859
αὐτῇ 3 w 1863
συνῆπται 1 w 1871
κατὰ 4 w 1876
γὰρ 4 w 1879
τὴν 8 w 1882
ἀριστερὰν 1 w 1891
κοιλίαν 1 w 1898
τῆς 9 w 1901
καρδίας 3 w 1908
ἐκφύεταί 1 w 1916
τις 5 w 1919
ἀρτηρία 1 w 1926
φλεβώδης 1 w 1934
τὸ 10 w 1936
σῶμα 1 w 1940
τὸ 11 w 1943
μὲν 7 w 1946
πρῶτον 2 w 1952
εἰς 2 w 1955
τοσαῦτα 1 w 1962
μόρια 1 w 1967
σχιζομένη 1 w 1976
ὅσοι 1 w 1981
περ 5 w 1984
ἂν 4 w 1986
ὦσιν 1 w 1990
οἱ 1 w 1992
τοῦ 8 w 1995
πνεύμονος 2 w 2004
λοβοί 1 w 2009
μετὰ 1 w 2014
ταῦτα 4 w 2019
δὲ 8 w 2021
ἤδη 1 w 2024
καθ 3 w 2027
ἕκαστον 1 w 2035
αὐτῶν 3 w 2040
ἑκάστη 1 w 2046
διανέμεται 1 w 2056
εἰς 3 w 2060
πολλὰ 1 w 2065
γιγνομένη 1 w 2074
μόρια 2 w 2079
μέχρι 1 w 2085
περ 6 w 2088
ἂν 5 w 2090
ἀναλωθῇ 1 w 2097
σύμπασα 1 w 2104
τοῖς 4 w 2109
δὲ 9 w 2111
ἐσχάτοις 1 w 2119
αὐτῆς 3 w 2124
πέρασι 1 w 2130
παμπόλλοις 1 w 2140
οὖσιν 1 w 2145
οἷόν 1 w 2149
περ 7 w 2152
δένδρου 1 w 2159
βλάσταις 1 w 2167
εἰς 4 w 2170
ταὐτὸν 1 w 2176
ἥκει 1 w 2180
τὰ 10 w 2182
τῆς 11 w 2185
τραχείας 1 w 2193
ἀρτηρίας 1 w 2201
πέρατα 1 w 2207
τὸν 5 w 2210
αὐτὸν 2 w 2215
τρόπον 1 w 2221
εἰς 5 w 2224
ὅλον 2 w 2228
τὸ 15 w 2230
σπλάγχνον 1 w 2239
μερισθείσης 1 w 2250
ὅν 1 w 2253
περ 8 w 2256
6 w 2257
φλεβώδης 2 w 2265
ἀρτηρία 3 w 2272
καὶ 16 w 2276
μὲν 8 w 2279
δὴ 2 w 2281
καὶ 17 w 2284
πρὸς 6 w 2288
αὐτὸν 3 w 2293
τὸν 8 w 2296
πνεύμονα 1 w 2304
θέσιν 1 w 2309
ἔχει 2 w 2313
τοιαύτην 1 w 2321
ὥστ 2 w 2325
ἔξωθεν 1 w 2332
ὑπ 4 w 2334
αὐτοῦ 3 w 2340
πανταχόθεν 1 w 2350
ἠμφιέσθαι 1 w 2359
τὰ 11 w 2362
μὲν 9 w 2365
οὖν 4 w 2368
τῆς 12 w 2371
θέσεως 3 w 2377
ᾧδε 1 w 2380
ἔχει 3 w 2384
τῇ 7 w 2386
καρδίᾳ 3 w 2392
καὶ 18 w 2396
δύναιτ 1 w 2402
ἄν 3 w 2405
τις 6 w 2408
ἀπ 11 w 2410
αὐτῆς 4 w 2416
ἐπιχειρήματα 1 w 2428
ποιεῖσθαι 1 w 2437
τῇ 8 w 2440
μὲν 10 w 2443
ὡς 4 w 2445
πρὸς 7 w 2449
τὸ 18 w 2451
σύμπαν 1 w 2457
σῶμα 2 w 2461
διότι 1 w 2467
μέσον 1 w 2472
πως 3 w 2475
αὐτοῦ 4 w 2480
κεῖται 2 w 2486
δικαίας 1 w 2493
ἕνεκα 1 w 2498
νομῆς 1 w 2503
ὧν 1 w 2505
ἐπιπέμπει 1 w 2514
δυνάμεων 1 w 2522
αὐτοῦ 5 w 2527
τῇ 9 w 2530
δὲ 10 w 2532
ὡς 5 w 2534
πρὸς 8 w 2538
τὴν 9 w 2541
τραχεῖαν 1 w 2549
ἀρτηρίαν 1 w 2557
ὅτι 1 w 2561
τὴν 10 w 2564
φωνὴν 1 w 2569
διὰ 2 w 2572
ταύτης 1 w 2578
ἐκπέμπει 1 w 2586
καὶ 19 w 2590
μὲν 11 w 2593
δὴ 3 w 2595
καὶ 20 w 2598
τὴν 11 w 2601
χρείαν 1 w 2607
τε 14 w 2609
καὶ 21 w 2612
τὴν 12 w 2615
ἐνέργειαν 1 w 2624
τῆς 14 w 2627
ἀναπνοῆς 1 w 2635
συνάπτων 1 w 2643
αὐτῇ 4 w 2647
δύναιτ 2 w 2653
ἄν 4 w 2656
τινα 1 w 2660
κᾀντεῦθεν 1 w 2669
ἐπιχειρήματα 2 w 2681
λαμβάνειν 1 w 2690
κατὰ 5 w 2695
δὲ 11 w 2697
τὸν 9 w 2700
αὐτὸν 4 w 2705
τρόπον 2 w 2711
ὅτι 2 w 2715
μέση 3 w 2719
τοῦ 12 w 2722
θώρακος 2 w 2729
ἴσως 1 w 2734
ἂν 6 w 2736
ἔχοι 1 w 2740
τι 20 w 2742
καὶ 22 w 2745
περὶ 3 w 2749
τούτου 1 w 2755
λαβεῖν 1 w 2761
3 w 2762
βουλόμενος 1 w 2772
ἐκ 6 w 2774
πάντων 4 w 2780
ἐπιχειρεῖν 1 w 2790
ἀλλ 3 w 2794
οὔπω 1 w 2799
τούτων 2 w 2805
οὐδὲν 1 w 2810
ἐπιστημονικὸν 1 w 2823
οὐδὲ 2 w 2828
ἀποδεῖξαι 1 w 2837
τὸ 21 w 2839
προκείμενον 2 w 2850
ἱκανὸν 1 w 2856
ἔστ 3 w 2860
ἂν 7 w 2863
μηδέπω 1 w 2869
περαίνηται 1 w 2879
δι 17 w 2881
αὐτῶν 4 w 2887
ὡς 6 w 2890
αἰσθήσεώς 2 w 2899
τε 16 w 2901
καὶ 23 w 2904
κινήσεως 2 w 2912
τῆς 15 w 2915
κατὰ 6 w 2919
προαίρεσιν 1 w 2929
ἀρχὴ 1 w 2933
τοῖς 5 w 2937
ζώοις 1 w 2942
ἐστὶν 1 w 2947
7 w 2948
καρδία 4 w 2954
οὐ 5 w 2957
γὰρ 5 w 2960
ἐξ 4 w 2962
ἀνάγκης 1 w 2969
ἕπεται 1 w 2975
τῷ 1 w 2977
μέσην 1 w 2982
τῷ 2 w 2984
ζώῳ 1 w 2987
κεῖσθαι 1 w 2994
τὸ 22 w 2996
πάντων 5 w 3002
ἀρχὴν 1 w 3007
ὑπάρχειν 1 w 3015
αὐτήν 1 w 3020
καίτοι 1 w 3027
γε 4 w 3029
οὐδὲ 3 w 3033
αὐτὸ 6 w 3037
τοῦτο 1 w 3042
ἀληθές 1 w 3048
ἐστι 4 w 3052
τὸ 24 w 3055
μέσον 2 w 3060
ἐν 7 w 3062
τοῖς 6 w 3066
ζώοις 2 w 3071
εἶναι 1 w 3076
τὴν 13 w 3079
καρδίαν 1 w 3086
εἰ 8 w 3089
γὰρ 6 w 3092
ἀκριβῶς 2 w 3099
τις 7 w 3102
ἐξετάσειε 1 w 3111
τὰ 14 w 3114
κατὰ 7 w 3118
τὸν 11 w 3121
ὀμφαλόν 1 w 3128
ἐστι 5 w 3132
μέσα 2 w 3136
κατὰ 8 w 3141
δὲ 15 w 3143
τὸν 12 w 3146
αὐτὸν 5 w 3151
τρόπον 3 w 3157
οὐδὲ 4 w 3161
ὅτι 3 w 3165
μέση 5 w 3169
τοῦ 14 w 3172
θώρακος 3 w 3179
8 w 3180
καρδία 6 w 3186
διὰ 3 w 3190
τοῦτ 2 w 3194
ἀρχὴ 3 w 3199
τοῦ 16 w 3202
ζώου 2 w 3206
παντός 1 w 3212
οὐδὲ 5 w 3217
γὰρ 7 w 3220
ὅτι 4 w 3224
καθάπερ 1 w 3231
ἐν 8 w 3233
ἀκρο 1 w 3237
πόλει 1 w 3242
τῇ 11 w 3244
κεφαλῇ 1 w 3250
δίκην 1 w 3255
μεγάλου 1 w 3262
βασιλέως 1 w 3270
4 w 3271
ἐγκέφαλος 1 w 3280
ἵδρυται 1 w 3287
διὰ 4 w 3291
τοῦτ 3 w 3295
ἐξ 6 w 3298
ἀνάγκης 2 w 3305
9 w 3306
τῆς 16 w 3309
ψυχῆς 2 w 3314
ἀρχὴ 4 w 3318
κατ 12 w 3321
αὐτόν 1 w 3327
ἐστιν 2 w 3332
οὐδὲ 6 w 3337
ὅτι 5 w 3340
καθάπερ 2 w 3347
τινὰς 1 w 3352
δορυφόρους 1 w 3362
ἔχει 4 w 3366
τὰς 1 w 3369
αἰσθήσεις 1 w 3378
περιῳκισμένας 1 w 3391
οὔτ 1 w 3395
εἴ 8 w 3398
γε 5 w 3400
καὶ 24 w 3403
τοῦτο 2 w 3408
λέγοι 1 w 3413
τις 8 w 3416
ὅπερ 1 w 3421
οὐρανὸς 1 w 3428
ἐν 9 w 3430
ὅλῳ 1 w 3433
τῷ 3 w 3435
κόσμῳ 1 w 3440
τοῦτ 5 w 3445
ἐν 10 w 3448
ἀνθρώποις 1 w 3457
εἶναι 2 w 3462
τὴν 14 w 3465
κεφαλὴν 1 w 3472
καὶ 25 w 3476
διὰ 5 w 3479
τοῦθ 1 w 3483
ὥσπερ 1 w 3490
ἐκεῖνος 1 w 3497
οἶκός 1 w 3502
ἐστι 7 w 3506
τῶν 17 w 3509
θεῶν 1 w 3513
οὕτω 3 w 3518
τὸν 14 w 3521
ἐγκέφαλον 1 w 3530
οἶκον 1 w 3535
εἶναι 3 w 3540
τοῦ 21 w 3543
λογισμοῦ 1 w 3551
καὶ 26 w 3555
γὰρ 8 w 3558
τὰ 18 w 3560
τοιαῦτα 1 w 3567
πάντα 3 w 3572
καίπερ 1 w 3579
ὄντα 1 w 3583
πολὺ 1 w 3587
μὲν 12 w 3590
πιθανώτερα 1 w 3600
τῶν 18 w 3603
ἐπὶ 1 w 3606
τῆς 17 w 3609
καρδίας 4 w 3616
εἰρημένων 1 w 3625
ὅμως 1 w 3630
οὐκ 2 w 3633
ἔστιν 1 w 3638
οὐδὲ 7 w 3642
αὐτὰ 1 w 3646
πιστὰ 1 w 3651
πρὸς 9 w 3655
ἐπιστήμην 1 w 3664
ἀκριβῆ 1 w 3670
καθάπερ 3 w 3678
οὐδὲ 8 w 3682
ὅτι 6 w 3685
τῆς 18 w 3688
φωνῆς 1 w 3693
10 w 3694
καρδία 8 w 3700
δημιουργός 1 w 3710
ἐστιν 3 w 3715
εἰ 10 w 3718
μὲν 13 w 3721
γὰρ 9 w 3724
ἀπόδειξίν 1 w 3733
τινα 2 w 3737
διδάσκειν 1 w 3746
ἡμᾶς 1 w 3750
ἔχουσιν 1 w 3757
ἡδέως 1 w 3763
ἀκουσόμεθα 1 w 3773
τὸ 29 w 3776
δὲ 21 w 3778
ἀπὸ 6 w 3781
τῆς 19 w 3784
θέσεως 4 w 3790
μόνης 1 w 3795
ὁρμᾶσθαι 1 w 3803
μοχθηρόν 1 w 3811
οὕτω 4 w 3816
γὰρ 10 w 3819
οἶμαι 1 w 3825
καὶ 27 w 3829
τὸν 15 w 3832
πνεύμονα 2 w 3840
καὶ 28 w 3843
τὴν 15 w 3846
τραχεῖαν 2 w 3854
ἀρτηρίαν 2 w 3862
ἀρχὴν 2 w 3867
τῆς 20 w 3870
φωνῆς 2 w 3875
ἐροῦμεν 1 w 3882
ὡς 7 w 3885
ἐγγυτέρω 1 w 3893
γε 6 w 3895
ταῦτ 5 w 3899
ἐστι 9 w 3904
τῆς 21 w 3907
καρδίας 5 w 3914
τοῖς 7 w 3918
φωνητικοῖς 1 w 3928
ὀργάνοις 1 w 3936
αὐτὸ 8 w 3941
μὲν 14 w 3944
γὰρ 11 w 3947
τὸ 32 w 3949
πρῶτόν 1 w 3955
τε 18 w 3957
καὶ 29 w 3960
ἴδιον 1 w 3965
ὄργανον 1 w 3972
τῆς 22 w 3975
φωνῆς 3 w 3980
6 w 3981
λάρυγξ 1 w 3987
ἐστίν 1 w 3992
εἰ 11 w 3995
γοῦν 1 w 3999
κατώτερον 1 w 4008
τέμοις 1 w 4014
αὐτοῦ 6 w 4019
τὴν 16 w 4022
τραχεῖαν 3 w 4030
ἀρτηρίαν 3 w 4038
οὐκέτ 1 w 4044
ἀκούσῃ 1 w 4051
φωνοῦντος 1 w 4060
τοῦ 23 w 4063
ζώου 3 w 4067
καίτοι 2 w 4074
γ 42 w 4075
ἀναπνέον 1 w 4084
ἀκωλύτως 1 w 4092
ὄψει 1 w 4096
καὶ 30 w 4099
νῦν 2 w 4102
αὐτό 2 w 4106
καὶ 31 w 4110
εἴπερ 1 w 4115
ἄνθρωπος 1 w 4123
εἴη 1 w 4126
τὸ 33 w 4128
οὕτω 5 w 4132
τρωθὲν 1 w 4138
ἐξέσται 1 w 4146
σοι 2 w 4149
κελεύειν 1 w 4157
αὐτῷ 1 w 4161
φθέγξασθαί 1 w 4171
τι 37 w 4173
προθυμηθήσεται 1 w 4188
μὲν 15 w 4191
γὰρ 12 w 4194
οὐδὲν 2 w 4200
δὲ 23 w 4202
ἀκούσῃ 2 w 4208
πλέον 1 w 4213
ἐκπνοῆς 1 w 4220
ῥοιζώδους 1 w 4229
ἣν 1 w 4232
ἡμεῖς 1 w 4237
ὀνομάζομεν 1 w 4247
ἐκφύσησιν 1 w 4256
ἄνευ 1 w 4261
δὲ 24 w 4263
τοῦ 24 w 4266
προθυμεῖσθαι 1 w 4278
φθέγξασθαι 1 w 4288
φέρεται 1 w 4295
μὲν 16 w 4298
ἔξω 2 w 4301
τὸ 34 w 4303
πνεῦμα 1 w 4309
κατὰ 9 w 4313
τὰς 2 w 4316
ἐκπνοὰς 1 w 4323
οὐ 16 w 4326
μὴν 2 w 4329
σὺν 1 w 4332
ψόφῳ 1 w 4336
γέ 4 w 4338
τινι 2 w 4342
καὶ 32 w 4345
ἀθρόως 1 w 4351
ὄψει 2 w 4356
δὲ 25 w 4358
καὶ 33 w 4361
τοὺς 1 w 4365
κατὰ 10 w 4369
τὸν 16 w 4372
θώρακα 2 w 4378
μῦς 1 w 4381
ἅμα 2 w 4384
τοῖς 8 w 4388
κατ 16 w 4391
ἐπιγάστριον 1 w 4403
ὅταν 1 w 4408
προθυμῆται 1 w 4418
φθέγγεσθαι 1 w 4428
τὸ 36 w 4430
ζῶον 2 w 4434
ἐκτεινομένους 1 w 4448
σφοδρῶς 1 w 4455
τούτους 1 w 4463
μέν 10 w 4466
γε 8 w 4468
καὶ 34 w 4471
πρὸ 10 w 4474
τοῦ 25 w 4477
τρωθῆναι 1 w 4485
τὴν 17 w 4488
τραχεῖαν 4 w 4496
ἀρτηρίαν 4 w 4504
σαφῶς 1 w 4509
ἔστιν 2 w 4514
ἰδεῖν 1 w 4519
τεινομένους 2 w 4530
ἐπειδὰν 1 w 4538
βιαιότερον 1 w 4548
φωνῶμεν 1 w 4555
ἀλλ 4 w 4559
ἐπί 1 w 4563
γε 9 w 4565
τετρωμένῃ 1 w 4574
τῇ 12 w 4576
ἀρτηρίᾳ 1 w 4583
πονοῦσι 1 w 4590
μάτην 1 w 4595
ὅσα 4 w 4598
γε 10 w 4600
πρὸς 10 w 4604
γένεσιν 1 w 4611
φωνῆς 4 w 4616
ἐκφύσησιν 2 w 4626
γὰρ 13 w 4629
μόνην 1 w 4634
ἐργάζονται 1 w 4644
διαφέρουσαν 1 w 4655
ἁπλῆς 1 w 4660
ἐκπνοῆς 2 w 4667
ὅτι 7 w 4671
μετὰ 2 w 4675
ψόφου 1 w 4680
τε 24 w 4682
ἅμα 3 w 4685
καὶ 35 w 4688
τάχους 1 w 4694
ἐκκενοῦται 1 w 4704
τὸ 37 w 4706
πνεῦμα 2 w 4712
διττὸν 1 w 4719
οὖν 5 w 4722
ἁμαρτάνεται 1 w 4733
κᾀνταῦθα 1 w 4741
ἁμάρτημα 1 w 4749
τοῖς 9 w 4753
τὴν 18 w 4756
φωνὴν 2 w 4761
ἐκ 15 w 4763
τῆς 23 w 4766
καρδίας 6 w 4773
ἐκπέμπεσθαι 1 w 4784
νομίζουσιν 1 w 4794
ὅτι 8 w 4798
πρῶτον 3 w 4804
μὲν 17 w 4807
ἀπὸ 7 w 4810
τῆς 24 w 4813
θέσεως 5 w 4819
ἐπιχειροῦσιν 1 w 4831
ἔπειτα 1 w 4838
δὲ 26 w 4840
οὐδὲ 10 w 4844
ἀπὸ 8 w 4847
ταύτης 2 w 4853
ὡς 8 w 4856
χρή 1 w 4859
τείνονται 1 w 4869
μὲν 18 w 4872
γὰρ 14 w 4875
οἵ 1 w 4877
τε 26 w 4879
κατὰ 11 w 4883
τὸν 18 w 4886
θώρακα 3 w 4892
μύες 1 w 4896
ἅπαντες 1 w 4903
οἵ 2 w 4906
τε 28 w 4908
κατ 18 w 4911
ἐπιγάστριον 2 w 4923
ἐπειδὰν 2 w 4931
θελήσῃ 1 w 4937
φωνῆσαι 1 w 4944
τὸ 40 w 4946
ζῶον 3 w 4950
εἰς 6 w 4954
τάσιν 1 w 4959
δή 2 w 4961
τινα 3 w 4965
καὶ 36 w 4968
κίνησιν 1 w 4975
ἀγόμενοι 1 w 4983
τῆς 25 w 4987
καρδίας 7 w 4994
οὐδεμίαν 1 w 5002
ἐν 11 w 5004
τούτῳ 1 w 5009
νεωτέραν 1 w 5017
ἐπικτωμένης 1 w 5028
ἐνέργειαν 2 w 5037
οὐ 19 w 5040
μὴν 3 w 5043
ἤδη 2 w 5046
γέ 6 w 5048
πω 7 w 5050
τὸ 41 w 5052
κάτωθεν 1 w 5059
ἀναφερόμενον 1 w 5071
πνεῦμα 3 w 5077
πρὶν 1 w 5082
ὑπὸ 1 w 5085
τοῦ 26 w 5088
λάρυγγος 1 w 5096
ῥυθμισθῆναι 1 w 5107
φωνῆς 5 w 5113
ἔχει 5 w 5117
ἰδέαν 1 w 5122
ἀλλ 5 w 5126
ὡς 9 w 5130
εἴρηται 1 w 5137
πρόσθεν 1 w 5144
ἐκφυσήσεως 1 w 5155
μόνης 2 w 5160
ὡς 10 w 5163
ἀπεδείξαμεν 1 w 5174
ἐν 13 w 5176
τῇ 13 w 5178
περὶ 4 w 5182
φωνῆς 6 w 5187
πραγματείᾳ 1 w 5197
πληττομένη 1 w 5208
γὰρ 15 w 5211
ὑπὸ 2 w 5214
τῶν 19 w 5217
κατὰ 12 w 5221
τὸν 19 w 5224
λάρυγγα 2 w 5231
χόνδρων 1 w 5238
οἷον 1 w 5243
ὑπὸ 3 w 5246
πλήκτρων 1 w 5254
τινῶν 1 w 5259
14 w 5261
ἐκφύσησις 1 w 5270
αὕτη 1 w 5274
φωνὴ 3 w 5278
γίνεται 1 w 5285
σύγκειται 1 w 5295
δὲ 28 w 5297
7 w 5298
λάρυγξ 2 w 5304
ἐκ 19 w 5306
τριῶν 1 w 5311
χόνδρων 2 w 5318
ὑπὸ 4 w 5321
μυῶν 1 w 5325
πολλῶν 1 w 5331
κινουμένων 1 w 5341
ὅστις 2 w 5347
δὲ 29 w 5349
8 w 5350
τρόπος 1 w 5356
ἐστὶ 2 w 5360
τῆς 26 w 5363
τῶν 20 w 5366
χόνδρων 3 w 5373
συστάσεως 1 w 5382
1 w 5384
τῆς 27 w 5387
τῶν 21 w 5390
μυῶν 2 w 5394
κινήσεως 3 w 5402
ἐμοὶ 1 w 5407
μὲν 19 w 5410
ἐν 14 w 5412
ταῖς 1 w 5416
περὶ 5 w 5420
τούτων 3 w 5426
οἰκείαις 1 w 5434
πραγματείαις 1 w 5446
ἀκριβῶς 3 w 5453
εἴρηται 2 w 5460
τοῖς 10 w 5465
δὲ 30 w 5467
ἀπὸ 9 w 5470
τῆς 28 w 5473
θέσεως 6 w 5479
μόνης 3 w 5484
ἐπιχειροῦσιν 2 w 5496
οὐδὲν 3 w 5501
τῶν 22 w 5504
τοιούτων 1 w 5512
γιγνώσκεται 1 w 5523
κᾄπειτα 1 w 5531
θαυμάζουσιν 1 w 5542
ἐξαίφνης 1 w 5550
ἀκούσαντες 1 w 5560
ἐξ 9 w 5563
ἐγκεφάλου 1 w 5572
γίγνεσθαι 1 w 5581
τὴν 19 w 5584
φωνήν 1 w 5589
ἔτι 2 w 5593
δὲ 32 w 5595
μᾶλλον 2 w 5601
ἐπειδὰν 3 w 5609
ἀκούσωσιν 1 w 5618
ὡς 11 w 5621
αἱ 1 w 5623
κατὰ 13 w 5627
προαίρεσιν 2 w 5637
ἅπασαι 1 w 5643
κινήσεις 1 w 5651
ὑπὸ 5 w 5654
μυῶν 3 w 5658
ἐπιτελοῦνται 1 w 5670
θαυμάζουσί 1 w 5681
τε 33 w 5683
καὶ 37 w 5686
παραδοξολόγους 1 w 5700
ἡμᾶς 2 w 5704
ἀποκαλοῦσι 1 w 5714
καίτοι 3 w 5721
γε 12 w 5723
ἡμεῖς 2 w 5728
ἅπερ 2 w 5733
ἐπαγγελλόμεθα 1 w 5746
λόγῳ 1 w 5750
ταῦτα 5 w 5756
ἐπὶ 2 w 5759
ταῖς 2 w 5763
τῶν 23 w 5766
ζώων 1 w 5770
ἀνατομαῖς 1 w 5779
ἐπιδείκνυμεν 1 w 5791
οἱ 2 w 5794
δ 119 w 5795
οὐδὲν 4 w 5801
ἄλλο 1 w 5805
ἔχουσι 2 w 5811
λέγειν 1 w 5817
2 w 5819
διότι 2 w 5825
πλησίον 1 w 5832
ἐστὶν 2 w 5837
17 w 5838
καρδία 12 w 5844
τοῦ 27 w 5847
λάρυγγος 2 w 5855
διὰ 6 w 5859
τοῦτ 6 w 5863
ἐξ 10 w 5866
ἐκείνης 1 w 5873
ἄρχεσθαι 1 w 5881
τὴν 20 w 5884
φωνήν 2 w 5889
αἱροῦνται 1 w 5899
γὰρ 16 w 5902
οἶμαι 2 w 5908
τὴν 21 w 5912
σύντομόν 1 w 5920
τε 34 w 5922
καὶ 38 w 5925
λείαν 1 w 5930
ὁδὸν 1 w 5934
ἐν 15 w 5936
τοῖς 11 w 5940
λόγοις 1 w 5946
ἀντὶ 1 w 5950
τῆς 29 w 5953
τραχείας 2 w 5961
τε 35 w 5963
καὶ 39 w 5966
μακρᾶς 1 w 5972
κᾂν 1 w 5976
αὕτη 2 w 5980
μὲν 20 w 5983
ἀπάγει 1 w 5989
πρὸς 11 w 5993
τὸ 43 w 5995
ζητούμενον 2 w 6005
18 w 6007
δὲ 34 w 6009
λεία 2 w 6013
τε 36 w 6015
καὶ 40 w 6018
βραχεῖα 1 w 6025
σφάλλει 1 w 6032
τἀληθοῦς 1 w 6040
οὐδ 14 w 6044
ἐστὶν 3 w 6050
ὅστις 3 w 6055
ἐμοί 1 w 6059
ποθ 1 w 6062
ὑπέμεινε 1 w 6071
δεικνύντι 1 w 6080
τοὺς 2 w 6084
μῦς 2 w 6087
ἅπαντας 1 w 6094
ὑφ 1 w 6097
ὧν 2 w 6100
19 w 6101
ἀναπνοή 1 w 6108
τε 37 w 6110
γίγνεται 1 w 6118
καὶ 41 w 6121
φωνή 3 w 6125
καίτοι 4 w 6132
γ 89 w 6133
οὐκ 4 w 6137
ἐν 16 w 6139
τούτοις 2 w 6146
μόνοις 1 w 6152
ἐστὶ 5 w 6156
τὸ 44 w 6158
κῦρος 1 w 6163
τῆς 30 w 6166
ἀποδείξεως 1 w 6176
ἀλλ 6 w 6180
20 w 6182
τρίτη 1 w 6187
μοῖρα 1 w 6192
τοῦ 29 w 6195
λόγου 2 w 6200
παντός 2 w 6206
οἱ 3 w 6209
μὲν 21 w 6212
γὰρ 17 w 6215
μύες 2 w 6219
ὄργανά 1 w 6225
τινα 4 w 6229
κινοῦσιν 1 w 6237
ὑφ 2 w 6240
ὧν 3 w 6243
ἀναπνοή 2 w 6250
τε 38 w 6252
καὶ 42 w 6255
φωνὴ 4 w 6259
γίγνεται 2 w 6267
δέονται 1 w 6275
δ 130 w 6276
αὐτοὶ 1 w 6282
πάλιν 2 w 6287
ὅπως 1 w 6292
κινηθῶσι 1 w 6300
τῶν 24 w 6304
ἀπ 22 w 6306
ἐγκεφάλου 2 w 6316
νεύρων 1 w 6322
ὧν 4 w 6325
εἴ 13 w 6327
τι 50 w 6329
βρόχοις 1 w 6336
διαλάβοις 1 w 6345
εἴτε 6 w 6350
τέμοις 2 w 6356
ἀκίνητον 1 w 6365
αὐτίκα 1 w 6371
μάλα 1 w 6375
ποιήσεις 1 w 6383
τὸν 20 w 6386
μῦν 1 w 6389
ἐκεῖνον 1 w 6396
εἰς 7 w 6400
ὃν 1 w 6402
τὸ 46 w 6404
νεῦρον 1 w 6410
ἐνέβαλεν 1 w 6418
ἀκίνητον 2 w 6427
δὲ 35 w 6429
καὶ 43 w 6432
τοῦ 30 w 6435
ζώου 4 w 6439
τὸ 47 w 6441
μέλος 1 w 6446
3 w 6448
πρότερον 1 w 6456
ὑπὸ 6 w 6459
τοῦ 31 w 6462
μυὸς 1 w 6466
ἐκινεῖτο 1 w 6474
πρὶν 2 w 6479
τμηθῆναι 1 w 6487
τὸ 48 w 6489
νεῦρον 2 w 6495
ὅστις 4 w 6501
οὖν 6 w 6504
ὄντως 1 w 6509
ἀληθείας 1 w 6517
ἐρᾷ 1 w 6520
πρὸς 12 w 6525
ἡμᾶς 3 w 6529
ἡκέτω 1 w 6534
μαθησόμενος 1 w 6546
ἐναργῶς 1 w 6553
ἐπ 31 w 6555
αὐτῶν 5 w 6561
τῶν 26 w 6564
ζώων 2 w 6568
εἰ 14 w 6571
μόνον 2 w 6576
ἔχοι 2 w 6580
τὰς 3 w 6583
αἰσθήσεις 2 w 6592
ἀπηρώτους 1 w 6601
ὑφ 3 w 6604
ἑτέρων 1 w 6611
μὲν 22 w 6614
ὀργάνων 1 w 6621
τε 41 w 6623
καὶ 44 w 6626
μυῶν 4 w 6630
καὶ 45 w 6633
νεύρων 2 w 6639
εἰσπνοὴν 1 w 6647
ἀβίαστον 1 w 6655
γιγνομένην 1 w 6665
ὑφ 4 w 6668
ἑτέρων 2 w 6675
δὲ 36 w 6677
τὴν 22 w 6680
μετὰ 3 w 6684
βίας 1 w 6688
ὀνομάζω 1 w 6696
δὲ 37 w 6698
ἀβίαστον 2 w 6706
μὲν 23 w 6709
τὴν 23 w 6712
τοῖς 12 w 6716
ὑγιαίνουσι 1 w 6726
καὶ 46 w 6729
μηδεμίαν 1 w 6737
ἰσχυρὰν 1 w 6744
κίνησιν 2 w 6751
κινουμένοις 1 w 6762
ὑπάρχουσαν 1 w 6772
βιαίαν 1 w 6779
δὲ 38 w 6781
τὴν 24 w 6784
ἔν 1 w 6786
τε 42 w 6788
πάθεσί 1 w 6794
τισι 2 w 6798
καὶ 47 w 6801
τοῖς 13 w 6805
σφοδροῖς 1 w 6813
γυμνασίοις 1 w 6823
ἐπιτελουμένην 1 w 6836
ἐφ 2 w 6839
ἧς 1 w 6842
εὐθέως 1 w 6848
ὄψει 3 w 6852
συνεξαιρόμενα 1 w 6865
καὶ 48 w 6868
τὰ 30 w 6870
κατὰ 14 w 6874
τὰς 4 w 6877
ὠμοπλάτας 1 w 6886
ἅπαντα 2 w 6892
μόρια 3 w 6897
καὶ 49 w 6901
δὴ 4 w 6903
καὶ 50 w 6906
τὰς 5 w 6909
ἀνάλογον 1 w 6917
αὐταῖς 1 w 6923
ἐκπνοὰς 2 w 6930
ὑφ 5 w 6933
ἑτέρων 3 w 6940
μὲν 24 w 6943
ὀργάνων 2 w 6950
καὶ 51 w 6953
μυῶν 5 w 6957
καὶ 52 w 6960
νεύρων 3 w 6966
τὴν 25 w 6969
ἀβίαστόν 1 w 6977
τε 44 w 6979
καὶ 53 w 6982
μικρὰν 1 w 6988
ὑφ 6 w 6991
ἑτέρων 4 w 6998
δὲ 39 w 7000
τὴν 26 w 7003
βίαιόν 1 w 7009
τε 45 w 7011
καὶ 54 w 7014
μεγάλην 1 w 7021
ἣν 2 w 7024
ὀνομάζειν 1 w 7033
ἔθος 1 w 7037
ἡμῖν 2 w 7041
ἐκφύσησιν 3 w 7050
ἐπὶ 3 w 7054
δὲ 40 w 7056
τούτοις 3 w 7063
ἅπασιν 1 w 7069
ἑξῆς 1 w 7073
ἐπιδείξομέν 1 w 7084
σοι 3 w 7087
τὸ 49 w 7089
τῆς 31 w 7092
φωνῆς 7 w 7097
ἴδιον 2 w 7102
ὄργανον 2 w 7109
τὸν 21 w 7113
λάρυγγα 3 w 7120
καὶ 55 w 7124
τοὺς 3 w 7128
κινοῦντας 1 w 7137
αὐτὸν 6 w 7142
μῦς 3 w 7145
καὶ 56 w 7149
τὰ 34 w 7151
τῶν 27 w 7154
μυῶν 6 w 7158
ἐκείνων 1 w 7165
νεῦρα 1 w 7170
τὰ 35 w 7172
ἐξ 11 w 7174
ἐγκεφάλου 3 w 7183
καθήκοντα 1 w 7192
καὶ 57 w 7196
μετὰ 4 w 7200
ταῦτα 6 w 7205
τὴν 27 w 7208
γλῶτταν 1 w 7215
ἕτερον 1 w 7222
ὄργανον 3 w 7229
οὐ 24 w 7232
φωνῆς 8 w 7237
ἀλλὰ 3 w 7242
διαλέκτου 1 w 7251
τε 47 w 7253
καὶ 58 w 7256
διαλέξεως 1 w 7265
ὁποτέρως 1 w 7274
ἂν 8 w 7276
ὀνομάζειν 2 w 7285
ἐθελήσαις 1 w 7294
καὶ 59 w 7298
τοὺς 4 w 7302
μῦς 4 w 7305
ἐπιδείξομέν 2 w 7316
σοι 4 w 7319
καὶ 60 w 7322
τὰ 37 w 7324
νεῦρα 2 w 7329
τὰ 38 w 7331
ἐξ 12 w 7333
ἐγκεφάλου 4 w 7342
καὶ 61 w 7346
δὴ 5 w 7348
καὶ 62 w 7351
ζῶα 1 w 7354
πλείω 1 w 7359
παρασκευάσαντες 1 w 7374
ἄλλην 1 w 7380
κατ 22 w 7383
ἄλλο 2 w 7388
τῶν 28 w 7391
εἰρημένων 2 w 7400
ἐνεργειῶν 1 w 7409
ἐπιδείξομεν 1 w 7420
ἀπολλυμένην 1 w 7431
ἐφ 3 w 7433
ἑκάστου 1 w 7441
τῶν 29 w 7444
ἀπ 25 w 7446
ἐγκεφάλου 5 w 7456
νεύρων 4 w 7462
τεμνομένου 1 w 7472
τάχ 2 w 7476
ἴσως 2 w 7481
ἐπιθυμεῖ 1 w 7489
τις 12 w 7492
ἀκοῦσαι 1 w 7499
τῶν 30 w 7502
εἰρημένων 3 w 7511
ἐνεργειῶν 2 w 7520
ἑκάστης 1 w 7527
τὸ 52 w 7529
ἴδιον 3 w 7534
ὄργανον 4 w 7541
καὶ 63 w 7545
τοὺς 5 w 7549
κινοῦντας 2 w 7558
μῦς 5 w 7561
οἵτινές 1 w 7569
τέ 20 w 7571
εἰσι 1 w 7575
καὶ 64 w 7579
πόσοι 1 w 7584
τὸν 23 w 7587
ἀριθμὸν 1 w 7594
ἥντινά 1 w 7601
τε 50 w 7603
θέσιν 2 w 7608
ἔχουσι 3 w 7614
καὶ 65 w 7618
πηλίκοι 1 w 7625
τὸ 54 w 7627
μέγεθος 2 w 7634
ὑπάρχουσι 1 w 7643
καὶ 66 w 7647
τίνα 1 w 7651
δέχονται 1 w 7659
νεῦρα 3 w 7664
καὶ 67 w 7668
πόσα 1 w 7672
καὶ 68 w 7676
πηλίκα 1 w 7682
καὶ 69 w 7686
κατὰ 15 w 7690
τί 4 w 7692
μάλιστα 2 w 7699
μέρος 2 w 7704
ἐξ 13 w 7706
ἐγκεφάλου 6 w 7715
βλαστάνονται 1 w 7727
τίς 1 w 7731
τε 51 w 7733
τοῖς 14 w 7737
ὑπ 15 w 7739
αὐτῶν 6 w 7745
κινουμένοις 2 w 7756
ὀργάνοις 2 w 7764
τρόπος 2 w 7770
ἐστὶ 6 w 7774
τῆς 32 w 7777
κινήσεως 4 w 7785
ἐγὼ 1 w 7789
δὲ 41 w 7791
καὶ 70 w 7794
πρόσθεν 2 w 7801
εἶπον 1 w 7806
ὡς 12 w 7809
πολλάκις 1 w 7817
ὑπὲρ 1 w 7821
τῶν 32 w 7824
αὐτῶν 7 w 7829
γράφειν 1 w 7836
οὐκ 5 w 7839
ἐπαινῶ 1 w 7845
ἀλλ 8 w 7849
εἴπερ 2 w 7855
ὄντως 2 w 7860
ἐστί 2 w 7864
τις 13 w 7867
φιλομαθὴς 1 w 7876
ἑτέρας 1 w 7883
ὑπὲρ 2 w 7887
τούτων 4 w 7893
ἁπάντων 3 w 7900
ἔχει 6 w 7904
πραγματείας 1 w 7915
ἡμῖν 3 w 7919
γεγραμμένας 1 w 7930
πρῶτον 4 w 7937
μὲν 25 w 7940
τὴν 28 w 7943
περὶ 6 w 7947
θώρακός 1 w 7954
τε 53 w 7956
καὶ 71 w 7959
πνεύμονος 3 w 7968
κινήσεως 5 w 7976
ἔνθα 1 w 7981
δείκνυμεν 2 w 7990
ὑπὸ 7 w 7993
τοῦ 32 w 7996
θώρακος 4 w 8003
κινούμενον 1 w 8013
τὸν 24 w 8016
πνεύμονα 3 w 8024
καὶ 72 w 8028
κατὰ 16 w 8032
μὲν 26 w 8035
τὰς 6 w 8038
διαστολὰς 1 w 8047
διαστελλόμενον 1 w 8061
ἕλκειν 1 w 8067
τὸν 25 w 8070
ἔξωθεν 2 w 8076
ἀέρα 1 w 8080
καὶ 73 w 8084
τοῦτ 7 w 8088
εἶναι 4 w 8094
τὴν 29 w 8097
εἰσπνοὴν 2 w 8105
κατὰ 17 w 8110
δὲ 42 w 8112
τὰς 7 w 8115
συστολὰς 1 w 8123
συστελλόμενον 1 w 8136
ἐκθλίβειν 1 w 8145
τὸν 26 w 8148
ἐν 21 w 8150
αὑτῷ 1 w 8154
περιεχόμενον 1 w 8166
εἴς 1 w 8169
τε 56 w 8171
τὸν 27 w 8174
λάρυγγα 4 w 8181
καὶ 74 w 8184
τὸ 59 w 8186
στόμα 1 w 8191
καὶ 75 w 8195
διὰ 7 w 8198
τούτων 5 w 8204
ἐκπέμπειν 1 w 8213
ἔξω 4 w 8216
καὶ 76 w 8220
τοῦτ 8 w 8224
εἶναι 5 w 8230
τὴν 30 w 8233
ἐκπνοήν 1 w 8240
ἑτέραν 1 w 8247
δὲ 43 w 8249
ἔχει 7 w 8253
πραγματείαν 1 w 8264
ἐφεξῆς 2 w 8270
τῇδε 1 w 8274
περὶ 7 w 8278
τῶν 34 w 8281
τῆς 33 w 8284
ἀναπνοῆς 2 w 8292
αἰτίων 1 w 8298
ἔνθα 2 w 8303
καὶ 77 w 8306
τοὺς 6 w 8310
μῦς 6 w 8313
ἅπαντας 2 w 8320
ἐδήλωσα 1 w 8327
καὶ 78 w 8331
τὰ 44 w 8333
πρὸς 13 w 8337
αὐτῶν 8 w 8342
ὄργανα 1 w 8348
κινούμενα 1 w 8357
καὶ 79 w 8361
τὰ 45 w 8363
νεῦρα 4 w 8368
τὰ 46 w 8370
τοῖς 15 w 8374
μυσὶ 1 w 8378
τὴν 31 w 8381
ἐξ 14 w 8383
ἐγκεφάλου 7 w 8392
παρέχοντα 1 w 8401
δύναμιν 1 w 8408
τὴν 32 w 8411
ψυχικήν 1 w 8418
εἶτ 1 w 8422
αὖθις 1 w 8428
ἄλλην 2 w 8433
ἑξῆς 2 w 8437
ταῖσδε 1 w 8443
περὶ 8 w 8447
τῆς 34 w 8450
φωνῆς 9 w 8455
ἔχει 8 w 8459
πραγματείαν 2 w 8470
ὑπέρ 1 w 8475
τε 59 w 8477
τῶν 36 w 8480
ταῦτα 7 w 8485
κινούντων 1 w 8494
μυῶν 7 w 8498
ἔτι 3 w 8502
τε 60 w 8504
τῶν 37 w 8507
εἰς 8 w 8510
τούτους 2 w 8517
καθηκόν 1 w 8524
των 22 w 8527
ἐξ 15 w 8529
ἐγκεφάλου 8 w 8538
νεύρων 5 w 8544
εἰς 9 w 8548
δέ 8 w 8550
γε 20 w 8552
τὰ 47 w 8554
παρόντα 1 w 8561
καὶ 80 w 8564
τοῦτ 9 w 8568
ἀρκεῖ 1 w 8574
μοι 3 w 8577
μόνον 3 w 8582
εἰπεῖν 1 w 8588
ὡς 13 w 8591
εἴπερ 3 w 8597
25 w 8598
φωνὴ 5 w 8602
τυπουμένου 1 w 8612
πως 5 w 8615
τοῦ 36 w 8618
κατὰ 18 w 8622
τὸν 28 w 8625
πνεύμονα 4 w 8633
πνεύματος 1 w 8642
ὑπὸ 8 w 8645
τοῦ 37 w 8648
κατὰ 19 w 8652
τὴν 33 w 8655
καρδίαν 2 w 8662
ἐγίγνετο 1 w 8670
κᾄπειθ 1 w 8677
ἑαυτῷ 1 w 8683
τὸ 61 w 8685
κατὰ 20 w 8689
τὸν 29 w 8692
λάρυγγα 5 w 8699
συντυποῦντος 1 w 8711
οὐκ 6 w 8715
ἂν 9 w 8717
ἀπώλλυτο 1 w 8725
παραχρῆμα 1 w 8734
τμηθέντων 1 w 8743
νεύρων 6 w 8749
τινῶν 2 w 8754
ἤτοι 1 w 8758
κατὰ 21 w 8762
τὸν 30 w 8765
τράχηλον 1 w 8773
3 w 8774
τὴν 34 w 8777
κεφαλὴν 2 w 8784
ἔτι 4 w 8788
δὲ 44 w 8790
μᾶλλον 3 w 8796
οὐκ 7 w 8799
ἂν 10 w 8801
ἀπώλετο 1 w 8808
θλιψάντων 1 w 8817
τὸν 31 w 8820
ἐγκέφαλον 2 w 8829
4 w 8831
τρωσάντων 1 w 8840
ἄχρι 1 w 8844
κοιλίας 1 w 8851
5 w 8853
διατεμόντων 1 w 8864
τὸν 32 w 8867
νωτιαῖον 1 w 8875
μυελόν 1 w 8881
τὸ 66 w 8884
μὲν 27 w 8887
γὰρ 18 w 8890
τῆς 35 w 8893
τραχείας 3 w 8901
ἀρτηρίας 2 w 8909
ἥνπερ 1 w 8915
δὴ 6 w 8917
καὶ 81 w 8920
λάρυγγα 6 w 8927
προσαγορεύομεν 1 w 8941
6 w 8943
τοῦ 38 w 8946
πνεύμονος 4 w 8955
7 w 8957
τῆς 36 w 8960
καρδίας 8 w 8967
αὐτῆς 5 w 8972
βλαβείσης 1 w 8981
ἀπόλλυσθαι 1 w 8991
τὴν 35 w 8994
φωνὴν 3 w 8999
οὐδὲν 5 w 9004
ἂν 11 w 9006
οἶμαι 3 w 9011
θαυμαστὸν 1 w 9020
εἴπερ 4 w 9026
ἐκ 29 w 9028
τῆς 38 w 9031
καρδίας 9 w 9038
ὡρμᾶτο 1 w 9044
τὸ 68 w 9047
δὲ 46 w 9049
τοῦ 39 w 9052
ἐγκεφάλου 9 w 9061
θλιβέντος 1 w 9070
4 w 9072
τινος 2 w 9077
τῶν 38 w 9080
ἐξ 16 w 9082
αὐτοῦ 7 w 9087
νεύρων 7 w 9093
τῶν 39 w 9096
εἰς 10 w 9099
τοὺς 7 w 9103
τοῦ 41 w 9106
λάρυγγος 3 w 9114
μῦς 7 w 9117
φερομένων 1 w 9126
ἄτοπόν 1 w 9133
τε 62 w 9135
καὶ 82 w 9138
δεινῶς 1 w 9144
ἄλογον 1 w 9150
εἴπερ 5 w 9156
γε 21 w 9158
μηδενὸς 1 w 9165
αὐτῶν 9 w 9170
26 w 9171
τῆς 39 w 9174
φωνῆς 10 w 9179
γένεσις 1 w 9186
προσδεῖται 1 w 9196
καὶ 83 w 9200
μὴν 4 w 9203
ἔμπαλιν 1 w 9210
ἔχει 9 w 9214
τὸ 69 w 9216
φαινόμενον 1 w 9226
8 w 9228
δοξάζουσιν 1 w 9238
ἐκεῖνοι 1 w 9245
καρδίας 10 w 9253
μὲν 28 w 9256
γὰρ 19 w 9259
γυμνωθείσης 1 w 9270
ὡς 14 w 9273
κᾀν 3 w 9276
τῷ 7 w 9278
πρὸ 15 w 9281
τούτου 4 w 9287
μοι 4 w 9290
λέλεκται 1 w 9298
γράμματι 1 w 9306
καὶ 84 w 9310
κρατῶν 1 w 9316
καὶ 85 w 9320
θλίβων 1 w 9326
καὶ 86 w 9330
θλῶν 1 w 9334
οὔτε 1 w 9339
ἄπνουν 1 w 9345
οὔτε 2 w 9350
ἄφωνον 1 w 9356
οὔτε 3 w 9361
ἄλλην 3 w 9366
τινὰ 2 w 9370
τῶν 42 w 9373
καθ 9 w 9376
ὁρμὴν 2 w 9382
ἐνεργειῶν 3 w 9391
ἐμποδιζόμενον 1 w 9404
ὄψει 4 w 9408
τὸ 70 w 9410
ζῶον 4 w 9414
ἐγκέφαλον 3 w 9424
δὲ 47 w 9426
γυμνώσας 1 w 9434
τῶν 43 w 9437
ὀστῶν 1 w 9442
9 w 9444
θλίψας 1 w 9450
ἡντιναοῦν 1 w 9459
αὐτοῦ 8 w 9464
κοιλίαν 2 w 9471
οὐκ 8 w 9475
ἄφωνον 2 w 9481
μόνον 4 w 9486
οὐδ 16 w 9489
ἄπνουν 2 w 9496
εὐθὺς 1 w 9501
ἀλλὰ 4 w 9506
καὶ 87 w 9509
παντάπασιν 1 w 9519
ἀναίσθητόν 1 w 9529
τε 66 w 9531
καὶ 88 w 9534
ἀκίνητον 3 w 9542
ἁπασῶν 1 w 9548
τῶν 45 w 9551
καθ 10 w 9554
ὁρμὴν 3 w 9560
κινήσεων 1 w 9568
ἐργάσῃ 1 w 9574
τὸ 71 w 9576
ζῶον 5 w 9580
εἴρηται 3 w 9588
δέ 9 w 9590
μοι 5 w 9593
καὶ 89 w 9596
πρόσθεν 3 w 9603
ὡς 15 w 9606
οὐ 31 w 9608
χρὴ 1 w 9611
συντιτράναι 1 w 9622
τοῦ 43 w 9625
θώρακος 5 w 9632
οὐδετέραν 1 w 9641
κοιλότητα 1 w 9650
γυμνοῦντας 1 w 9661
τὴν 36 w 9664
καρδίαν 3 w 9671
εἰ 24 w 9674
γὰρ 20 w 9677
δὴ 7 w 9679
τούτου 5 w 9685
τύχῃ 1 w 9689
τις 14 w 9692
οὐ 33 w 9695
μόνον 5 w 9700
εἰ 25 w 9702
θλίβειν 2 w 9709
10 w 9710
θλᾷν 1 w 9714
5 w 9715
τι 67 w 9717
τοιοῦτον 1 w 9725
ἕτερον 2 w 9731
ἐργάζεσθαι 1 w 9741
βουληθῇ 1 w 9748
δυνήσεται 1 w 9758
κατορθοῦν 1 w 9767
ἀλλὰ 5 w 9772
καὶ 90 w 9775
βουληθεὶς 1 w 9784
ἀθρόως 2 w 9790
ὅλην 1 w 9794
ἐξελεῖν 1 w 9801
οὐκ 9 w 9804
ἀτυχήσει 1 w 9812
τῆς 40 w 9815
χειρουργίας 1 w 9826
γίνεται 2 w 9834
μὲν 29 w 9837
τοῦτο 3 w 9842
καὶ 91 w 9845
κατὰ 22 w 9849
πολλὰς 1 w 9855
θυσίας 1 w 9861
ἐξ 18 w 9863
ἔθους 1 w 9868
οὕτως 2 w 9873
ἐπιτελουμένας 1 w 9886
καὶ 92 w 9890
φαίνεται 1 w 9898
τὰ 53 w 9900
ζῶα 2 w 9903
τῆς 41 w 9907
καρδίας 11 w 9914
ἤδη 3 w 9917
κατὰ 23 w 9921
τῶν 46 w 9924
βωμῶν 1 w 9929
ἐπικειμένης 1 w 9940
οὐκ 10 w 9944
ἀναπνέοντα 1 w 9954
μόνον 6 w 9959
11 w 9961
κεκραγότα 1 w 9970
συντόνως 1 w 9978
ἀλλὰ 6 w 9983
καὶ 93 w 9986
φεύγοντα 1 w 9994
μέχρι 2 w 10000
περ 31 w 10003
ἂν 12 w 10005
ὑπὸ 9 w 10008
τῆς 42 w 10011
αἱμοῤῥαγίας 1 w 10022
ἀποθάνῃ 1 w 10029
τάχιστα 1 w 10037
δὲ 48 w 10039
δήπουθεν 1 w 10047
αὐτῶν 10 w 10052
ἐκκενοῦται 2 w 10062
τὸ 72 w 10064
αἷμα 1 w 10068
τεττάρων 1 w 10077
μεγίστων 1 w 10085
ἀγγείων 1 w 10092
διασπωμένων 1 w 10103
ἀλλ 12 w 10107
ἄχρι 2 w 10112
περ 32 w 10115
ἂν 13 w 10117
ἔτι 5 w 10120
ζῇ 1 w 10122
καὶ 94 w 10126
ἀναπνεῖ 1 w 10133
καὶ 95 w 10137
φωνεῖ 1 w 10142
καὶ 96 w 10146
τρέχει 1 w 10152
τοὺς 8 w 10157
δέ 10 w 10159
γε 24 w 10161
κατὰ 24 w 10165
τὸν 34 w 10168
πρῶτον 5 w 10174
σπόνδυλον 1 w 10183
ὁσημέραι 1 w 10191
διατεμνομένους 1 w 10205
ταύρους 1 w 10212
τὴν 37 w 10215
ἔκφυσιν 1 w 10222
τοῦ 45 w 10225
νωτιαίου 1 w 10233
μυελοῦ 1 w 10239
παραχρῆμα 2 w 10248
θεώμεθα 1 w 10255
μὴ 8 w 10257
ὅτι 9 w 10260
δραμεῖν 1 w 10267
ἔτι 6 w 10270
δυναμένους 1 w 10280
ἀλλὰ 7 w 10285
μηδ 4 w 10288
ἐπ 41 w 10291
ἐλάχιστον 1 w 10301
προβῆναι 1 w 10309
συναπόλλυται 1 w 10322
δ 194 w 10323
αὐτοῖς 1 w 10330
ἅμα 4 w 10333
τῇ 15 w 10335
τομῇ 1 w 10339
καὶ 97 w 10342
28 w 10343
ἀναπνοὴ 1 w 10350
καὶ 98 w 10353
29 w 10354
φωνή 4 w 10358
καὶ 99 w 10362
γὰρ 21 w 10365
καὶ 100 w 10368
ταύταις 1 w 10375
ἄνωθέν 1 w 10381
ἐστιν 4 w 10386
30 w 10387
ἀρχή 1 w 10391
τὴν 38 w 10395
μέντοι 1 w 10401
καρδίαν 4 w 10408
ἐπὶ 4 w 10411
τῶν 48 w 10414
οὕτω 7 w 10418
πληγέντων 1 w 10427
ταύρων 1 w 10433
ἔστιν 3 w 10438
ἰδεῖν 2 w 10443
ἄχρι 3 w 10447
πλείστου 1 w 10455
σφύζουσαν 1 w 10464
ἅμα 5 w 10467
ταῖς 4 w 10471
ἀρτηρίαις 1 w 10480
ἁπάσαις 1 w 10487
οὐ 36 w 10490
γὰρ 22 w 10493
δὴ 8 w 10495
καὶ 101 w 10498
ταύταις 2 w 10505
γε 25 w 10507
παρ 10 w 10510
ἐγκεφάλου 10 w 10520
τὸ 74 w 10522
σφύζειν 1 w 10529
ἐστὶν 4 w 10534
ὥσπερ 2 w 10540
οὐδὲ 14 w 10544
αὐτῇ 5 w 10548
τῇ 17 w 10550
καρδίᾳ 4 w 10556
ὡς 16 w 10559
γὰρ 23 w 10562
αἱ 4 w 10564
κινήσεις 2 w 10572
ἑτέρου 3 w 10578
γένους 3 w 10584
εἰσὶν 1 w 10589
οὕτω 8 w 10594
καὶ 102 w 10597
τῶν 49 w 10600
ἀρχῶν 1 w 10605
οὐδετέρα 2 w 10613
προσδεῖται 2 w 10623
τῆς 43 w 10626
ἑτέρας 2 w 10632
ἀλλ 14 w 10636
ἔστιν 4 w 10642
οὕτως 3 w 10647
5 w 10648
τε 71 w 10650
καρδία 20 w 10656
πηγὴ 1 w 10660
τῆς 44 w 10663
κατὰ 25 w 10667
τοὺς 9 w 10671
σφυγμοὺς 1 w 10679
κινήσεως 6 w 10687
31 w 10689
τ 915 w 10690
ἐγκέφαλος 2 w 10700
τῆς 45 w 10703
κατὰ 26 w 10707
προαίρεσιν 3 w 10717
οὐδ 20 w 10721
ἐστὶν 5 w 10727
οὐδεὶς 1 w 10733
λόγος 1 w 10738
ὃς 1 w 10741
ἀναγκάσει 1 w 10750
μίαν 3 w 10754
ἀρχὴν 3 w 10759
ἁπασῶν 2 w 10765
εἶναι 6 w 10770
τῶν 50 w 10773
κατὰ 27 w 10777
τὸ 75 w 10779
ζῶον 6 w 10783
ἐνεργειῶν 4 w 10792
οὔτε 4 w 10797
γὰρ 24 w 10800
ὡς 17 w 10802
οὐκ 11 w 10805
ἐνδεχομένων 1 w 10816
εἶναι 7 w 10821
πολλῶν 2 w 10827
οὔθ 1 w 10831
ὡς 18 w 10834
μὴ 9 w 10836
οὕτως 4 w 10841
φαινομένων 1 w 10851
ἐπιδείξει 1 w 10860
ἀλλὰ 8 w 10865
περὶ 9 w 10869
μὲν 30 w 10872
τούτου 6 w 10878
κᾀν 4 w 10881
τοῖς 17 w 10885
ἑξῆς 3 w 10889
ἐπὶ 5 w 10892
πλέον 2 w 10897
αὐτοῖς 2 w 10903
διαλέξομαι 1 w 10913
νυνὶ 1 w 10918
δ 208 w 10919
ἐφ 5 w 10922
ὅπερ 2 w 10927
ἔλεγον 1 w 10933
αὖθις 2 w 10938
ἐπάνειμι 1 w 10946
πρὸς 14 w 10951
τὸ 76 w 10953
μήτε 1 w 10957
τῆς 46 w 10960
ἀναπνευστικῆς 1 w 10973
κινήσεως 7 w 10981
μήτε 2 w 10986
τῆς 47 w 10989
φωνητικῆς 1 w 10998
δημιουργικὴν 1 w 11010
ἀρχὴν 4 w 11015
εἶναι 8 w 11020
τὴν 39 w 11023
καρδίαν 5 w 11030
δι 40 w 11033
ἐκείνην 1 w 11041
μὲν 31 w 11044
γὰρ 25 w 11047
τὸ 77 w 11049
πλεῖστον 1 w 11057
οὐ 42 w 11060
μὴν 7 w 11063
ὑπ 22 w 11065
ἐκείνης 2 w 11073
γε 27 w 11075
τὴν 40 w 11078
ἀναπνοὴν 1 w 11086
γίγνεσθαι 2 w 11095
συμβέβηκεν 1 w 11105
οὐ 43 w 11108
ταὐτὸν 2 w 11114
δ 212 w 11115
ἐστὶν 6 w 11121
ὑπό 1 w 11124
του 14 w 11127
γίνεσθαι 1 w 11135
καὶ 103 w 11138
διά 3 w 11141
τι 77 w 11143
γέγραπται 1 w 11153
δὲ 50 w 11155
ἡμῖν 4 w 11159
ἓν 1 w 11161
βιβλίον 1 w 11168
ἰδίᾳ 1 w 11172
καθ 11 w 11175
ἑαυτὸ 1 w 11181
περὶ 10 w 11185
χρείας 1 w 11191
ἀναπνοῆς 3 w 11199