Scaife ATLAS

CTS Library / Severianus Gabalensis: De fide et lege naturae

Severianus Gabalensis: De fide et lege naturae (1-5)

urn:cts:pta:pta0001.pta001.pta-grc1:1-5
Refs {'start': {'reference': '1', 'human_reference': 'Section 1'}, 'end': {'reference': '5', 'human_reference': 'Section 5'}}
Ancestors []
Children []
prev
plain textXML
next

Πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος
, ἀρχὴν ἔχουσα καὶ πηγὴν τῆς εὐσεβείας
τὸ πνεῦμα τῆς ἀληθείας
. Ἀπὸ γὰρ τοῦ ἁγίου καὶ προσκυνητοῦ πνεύματος, ὥσπερ ἀπό τινος εὐθαλοῦς καὶ γονίμου πηγῆς, πάντα πηγάζει τὰ θεῖα νάματα. Καὶ ὅσα νόμος διαγορεύει, ὅσα προφῆται θεσπίζουσιν, ὅσα ἀπόστολοι κηρύττουσι, πάντα ταῦτα τῷ ἁγίῳ πνεύματι ἀληθινῶς ἀπεικάζεται καὶ ἐπιγράφεται.
Πάντα γὰρ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται.
Διὰ τοῦτο πάντα ἀπαστράπτει τὰ κάλλη τῆς εὐσεβείας, καὶ λάμπουσιν οἱ λόγοι τῆς ἀληθείας, καὶ βρύουσι θησαυροὶ τῆς ἐνθέου σοφίας· θησαυροὶ οὐκ ἐν γῇ κατακρυπτόμενοι, ἀλλ ἐν τῷ βάθει τῆς εὐσεβείας θεωρούμενοι· θησαυροὶ ψυχὰς εὐφραίνοντες, ἐννοίας φωτίζοντες, τὴν οἰκουμένην ἐπιστρέφοντες, πᾶσαν τοῦ Ἀδὰμ τὴν πτωχείαν πλουτίζοντες. Ὥσπερ γὰρ εἰς πολλὴν κατηνέχθη ταπείνωσιν τὸ πρωτότυπον κάλλος τῆς εὐσεβείας ἀποδυσάμενος, οὕτω διὰ τῆς σωτῆρος ἡμῶν τοῦ θεοῦ λόγου συγκαταβάσεως ἐπλουτίσθη. Καὶ μαρτυρεῖ Παῦλος ὧδέ πη λέγων·
Εὐχαριστῶ τῷ θεῷ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει.
γὰρ θεοῦ λόγον δεχόμενος πλουτεῖ· δὲ μὴ δεχόμενος θεοῦ λόγον, πτωχεύει. Καὶ μαρτυρεῖ Ἱερεμίας λέγων·
Καὶ εἶπον· Ἴσως πτωχοί εἰσι, διὰ τοῦτο οὐ δύνανται ἀκούειν λόγον κυρίου.
Ἀλλ μὲν πτωχεύων ὀνειδίζεται, δὲ πλουτῶν ἀγάλλεται, πλουτῶν τῷ λόγῳ τῆς ἀληθείας, κομῶν ταῖς ἀρεταῖς τῆς ἐγκάρπου φιλοσοφίας· οἷος ἦν Δαυὶδ λέγων·
Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος, ἐν τῷ οἴκῳ τοῦ θεοῦ·
ἐλαία κατάκαρπος
, οὐ φύλλοις κομῶσα, ἀλλὰ καρποῖς τῆς εὐσεβείας βρίθουσα. Ἔστι γὰρ ψυχὴ πολλάκις κομῶσα μὲν τοῖς κλάδοις καὶ τοῖς φύλλοις, καρπὸν δὲ μὴ φέρουσα, ὡς Ἱερεμίας ἔλεγε περὶ τοῦ Ἰσραήλ·
Ἄμπελος εὐκληματοῦσα Ἰσραήλ
, εὐκληματοῦσα, οὐκ εὐκαρποῦσα. Ἀλλὰ ἐκείνη μὲν τοιαύτη· δὲ προφήτης ἀγάλλεται λέγων·
Ἐγὼ ὡσεὶ ἐλαία κατάκαρπος
, οὐκ ἐν τοῖς ἔξω κομῶσα, ἀλλὰ τοῖς ἔσω βρύουσα,
ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐλαία κατάκαρπος
. Οὐδὲ γάρ ἐστι καλὸν τὸ ἔξω τοῦ οἴκου τοῦ θεοῦ πολιτεύεσθαι.

Εὑρήσεις γοῦν πολλοὺς καὶ ἐκτὸς τοῦ λόγου τῆς ἀληθείας ἔργοις ἀγαθοῖς κατὰ τὸ φαινόμενον διαλάμποντας· εὑρήσεις ἄνδρας συμπαθεῖς, ἐλεήμονας, δικαιοσύνῃ προσέχοντας· ἀλλ οὐδεὶς καρπὸς τοῖς ἔργοις, ἐπειδὴ ἠγνόησαν τὸ ἔργον τῆς ἀληθείας. Καλὰ μὲν γὰρ καὶ τὰ ἔργα, ἀλλὰ δεῖ προηγεῖσθαι τὸ ἔργον τὸ ἀνώτατον. Καὶ γὰρ Ἰουδαίων ποτὲ λεγόντων πρὸς τὸν κύριον·

Τί ποιήσομεν, ἵνα ἐργασώμεθα τὰ ἔργα τοῦ θεοῦ; ἀπεκρίνατο πρὸς αὐτούς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
Ὅρα πῶς τὴν πίστιν ἔργον ἐκάλεσεν. Οὐκοῦν ἅμα ἐπίστευσας, ἅμα τοῖς ἔργοις ἐκόμησας, οὐχ ὅτι δὲ ἐλλείπῃ πρὸς τὰ ἔργα, ἀλλ ὅτι καθ ἑαυτὴν πίστις πλήρης ἐστὶν ἀγαθῶν ἔργων. Τὰ μὲν γὰρ ἔργα εἰς ἀνθρώπους καὶ ἐξ ἀνθρώπων. δὲ πίστις ἐξ ἀνθρώπων πρὸς θεόν· πίστις τὸν ἐπιστρεφόμενον, πολίτην οὐρανῶν ἀποδείκνυσι· πίστις τὸν ἀπὸ γῆς ἄνθρωπον, θεοῦ συνόμιλον ἀπεργάζεται· Οὐδέν ἐστιν ἔξω πίστεως ἀγαθόν. Ἐοίκασι δέ μοι, ἀδελφοί, ἵνα εἰκόνι τινὶ χρήσωμαι τοῦ λόγου, ἐοίκασιν οἱ ἔργοις κομῶντες ἀγαθοῖς καὶ τὸν θεὸν τῆς εὐσεβείας ἀγνοήσαντες, λειψάνοις νεκρῶν, καλὰ μὲν ἐνδεδυμένοις, αἴσθησιν δὲ τῶν καλῶν οὐκ ἔχουσι. Τί γὰρ ὄφελος ψυχῆς νεκρᾶς, τῷ μὲν θεῷ λόγῳ νενεκρωμένης, τοῖς δὲ ἀγαθοῖς ἔργοις περιβεβλημένης; Τὰ ἔργα ἐπ ἐλπίδι γίνεται ἀμοιβῆς καὶ στεφάνων. Εἰ δὲ τὸν ἀγωνοθέτην ἀγνοεῖς, ὑπὲρ τίνος ἀθλεῖς; Οὐ δεῖ μὲν τὴν πίστιν γυμνὴν εἶναι τῶν ἔργων, ἵνα μὴ ὑβρίζηται· πλὴν ἀνωτέρα τῶν ἔργων πίστις. Ὥσπερ γὰρ ἐν τιμῇ τοῖς ἀνθρώποις ἔδει πρῶτον προηγεῖσθαι τὸ ζῆν, καὶ οὕτω τὸ τρέφεσθαι (τὸ γὰρ συνέχον τὴν ζωὴν ἡμῶν, ἐστὶν τροφή), οὕτω δεῖ προηγεῖσθαι ἡμῶν τῆς ζωῆς τὴν εἰς Χριστὸν ἐλπίδα, τρέφεσθαι δὲ καὶ τοῖς ἔργοις
1082
τοῖς ἀγαθοῖς. Τὸν μὴ τρεφόμενον ἐγχωρεῖ ζῆν πολλάκις, τὸν δὲ μὴ ζῶντα οὐκ ἐγχωρεῖ τρέφεσθαι. Ἐνήστευσε Μωϋσῆς ἡμέρας τεσσαράκοντα, ἀλλ ἐπειδὴ εἶχεν ἐν ἑαυτῷ τὸν ζῶντα λόγον, οὐδὲν αὐτὸν ἐζημίωσεν τῶν γηίνων ἔνδεια. Οὕτω καὶ ἐπὶ τῆς κατὰ τὴν ψυχὴν καταστάσεως· δεῖ μὲν τοῖς ἔργοις τρέφεσθαι, δεῖ δὲ πρὸ τῶν ἔργων τὴν πίστιν ἐνδύεσθαι· ἄνευ πίστεως τὸν ἐργαζόμενον ἔργα δικαιοσύνης οὐ δύνῃ παραστῆσαι ζήσαντα καὶ βασιλείας ἀξιωθέντα. Οὐδεὶς ἄνευ πίστεως ἔζησεν· δὲ λῃστὴς πιστεύσας μόνον ἐδικαιώθη . Καὶ μή μοι λέγε· Οὐκ ἔσχε καιρὸν πολιτεύεσθαι· οὐδὲ γὰρ ἐγὼ τοῦτο φιλονεικῶ, ἀλλ ἐκεῖνο παρέστησα, ὅτι πίστις καθ ἑαυτὴν ἔσωσεν. Εἰ γὰρ ἐπέζησε τῇ πίστει, καὶ ἔργων ἠμέλησεν, ἐξέπιπτε τῆς σωτηρίας. Τὸ δὲ σκοπούμενον νῦν καὶ ζητούμενον, ὅτι καὶ πίστις καθ ἑαυτὴν ἔσωσεν, ἔργα δὲ καθ ἑαυτὰ οὐδαμοῦ τοὺς ἐργάτας ἐδικαίωσε. Καὶ θέλεις ἰδεῖν ἀκριβῶς, ὅτι ἔργα ἄνευ πίστεως οὐ ζωοποιεῖ;

Μεμαρτύρητο Κορνήλιος ἐπὶ ἐλεημοσύναις καὶ προσευχαῖς· ἀλλὰ Χριστὸν ἠγνόει, θεῷ μὲν πιστεύων, τὸν δὲ τοῦ θεοῦ λόγον οὐδέπω μεμαθηκώς. Καὶ ἐπειδὴ ἔργα ἦν καλὰ καὶ θαυμαστά, ἤρεσκε μὲν τῷ τῶν ἀγαθῶν βραβευτῇ καὶ ἐραστῇ θεῷ· ἀλλ ἐπειδὴ εἶδεν τῆς δικαιοσύνης καὶ τῆς ἀληθείας μέγας ὀφθαλμός, ἀπροσωπόληπτος καὶ δίκαιος κριτής, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστιν οὐκ ἔχοντα πίστιν, ἀποστέλλει ἄγγελον θεῖον βραβεύοντα τοῖς ἔργοις, ὥστε τὸν καλῶς ἀθλοῦντα στεφανῶσαι τῇ πίστει· ὅς φησι πρὸς αὐτόν·

Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ.
Εἰ τοίνυν εἰσηκούσθη δέησις, φησί, καὶ αἱ ἐλεημοσύναι ἐδέχθησαν, τί μοι τὸ λεῖπον εἰς δικαιοσύνην;
Πέμψον οὖν εἰς Ἰόππην φησὶ καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ σὺ καὶ ὅλος οἶκός σου.
Οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν. Εἰ γὰρ ἐξ ὧν κηρύττει Πέτρος, σώζεται καὶ αὐτὸς καὶ οἶκος αὐτοῦ, οὐκ εἶχεν οὐδέπω Κορνήλιος ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβράβευσεν πίστις. Διὰ τοῦτο Πέτρος, μακάριος καὶ τίμιος Χριστοῦ ἀπόστολος, ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένοις ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ θεοῦ κρίσεως, λέγει·
Ἐπ ἀληθείας καταλαμβάνομαι, ὅτι οὐκ ἔστι προσωπολήπτης θεός· ἀλλ ἐν παντὶ ἔθνει ποιῶν δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστίν.
Οὐκ εἶπεν· Ἐν παντὶ ἔθνει ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ
δεκτός ἐστι
, τουτέστιν, ἄξιος γίνεται τοῦ δεχθῆναι. Δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα. Καὶ μή τις τὴν πίστιν ὑβριζέτω δι ἀκαρπίαν, μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ. Γενοῦ
ἐλαία κατάκαρπος, ἀλλ ἐν τῷ οἴκῳ τοῦ θεοῦ
. Τὸ μὲν γὰρ ἐλαίαν εἶναι κατάκαρπον ἑρμηνεύει καλὰ τὰ ἔργα· τὸ δὲ ἐν τῷ οἴκῳ τοῦ θεοῦ τὴν πίστιν δείκνυσι.

Τίνα δὲ τὰ ἔργα τοῦ θεοῦ; Ἅπαντες ἴσμεν, ἐὰν ἐργάζεσθαι θέλωμεν. Οὐδὲν γάρ ἐστι κρυπτόν. Τὰ μὲν γὰρ τῶν δογμάτων ἀμφιβάλλεται, τὰ δὲ τῶν ἔργων οὐ κέκρυπται. γὰρ φύσις ὑπαγορεύει τοὺς νόμους. Οἴδαμεν ἐξ ἑαυτῶν τί καλὸν καὶ τὶ πονηρόν. Ἔθηκεν θεὸς νόμον ἐν τῇ φύσει ἄγραφον, τὸν φωτίζοντα ἡμῶν τὰς διανοίας. Μηδεὶς λεγέτω· Οὐκ ἀνέγνων νόμον· οὐκ οἶδα τὰ τοῦ νόμου. Ἐὰν ἀρνήσῃ τὸν κοινὸν νόμον, ἐλέγχει σε τῆς φύσεως νόμος. Θέλεις μαθεῖν ὅτι ἐν τῇ φύσει ἔταξεν θεὸς τοὺς νόμους τοὺς διακρίνοντας τί καλὸν καὶ τί πονηρόν; Αὐτὴν ἡμῶν τὴν ἀναστροφὴν ἐρώτησον, πῶς ἅπαντες οἱ ποιοῦντες τὰ κακὰ φεύγουσιν τῶν κακῶν τὴν προσηγορίαν. Καὶ ὅπως ἄκουε μοιχὸς μοιχεύει· μοιχὸς δὲ ἀκούων αἰσχύνεται. Εἰπὲ τῷ ὁμολογουμένῳ μοιχῷ· Μοιχέ, καὶ ποιῶν ἥδεται, ἀκούων αἰσχύνεται. Καίτοι εἰ καλὸν ἡγῇ τὴν ἁμαρτίαν, τί φεύγεις τὴν προσηγορίαν; Εἰπὲ τῷ ἐπιόρκῳ· Ἐπίορκε, καὶ εἰς ὕβριν λαμ

1083
βάνει τὴν προσηγορίαν τῶν ἰδίων ἔργων. Οὕτως αὐτὴ φύσις κράζει, ὅτι τὸ φαῦλον ἀλλότριον τοῦ ἔργου τοῦ θεοῦ. Καὶ ἐποίησεν θεὸς καλὸν καὶ καλὸν λίαν , καὶ οὕτω καλόν, ὅτι καὶ τοῖς κακοῖς ἐμφύρεται, καὶ τὴν κακίαν αἰσχύνεται. Εἰπὲ τῷ σώφρονι· Σῶφρον· καὶ τῷ ἔργῳ ἥδεται, οὐδὲ τὴν προσηγορίαν αἰσχύνεται. Κάλεσον τὸν δίκαιον δίκαιον, καὶ τῷ ἔργῳ στεφανοῦται, καὶ τῇ προσηγορίᾳ σεμνύνεται. κἂν γὰρ δι εὐλάβειαν παραιτήσηται τὸ ὄνομα, ἀλλ ἐν τῇ ψυχῇ δέχεται τὴν εὐφημίαν.

Ἐννόησον ὅση κακία ἐν κόσμῳ πολιτεύεται καὶ πρόσωπον οὐκ ἔχει. Καὶ πῶς οὐκ ἔχει πρόσωπον; Ἐὰν λεπτομερῶς ἐρευνήσῃς, οὐδεμίαν εὑρήσεις κακίαν ἐξ οἰκείου προσώπου φαινομένην. Ἀλλ ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς, οὐ φαίνεται. Καὶ ὅπως ἄκουε. ψευδόμενος, οὐχ ὁμολογῶν τὸ ψεῦδος ψεύδεται, ἀλλ ἀληθείᾳ ὑποκρινόμενος ἀπατᾷ· ἀδικῶν οὐ κηρύττει εστιν, ἀλλὰ σχηματίζεται μὴ ἔστι, καὶ τότε τὴν ἀδικίαν ἐργάζεται. Ὁμοίως δόλιος οὐ δείκνυσι τὸν δόλον, ἀλλὰ σχηματίζεται τὴν φιλίαν, καὶ πραγματεύεται τὴν πονηρίαν· μοιχὸς οὐχ ὁμολογήσας τὴν ἄθεσμον μοιχείαν, ἐπιπηδᾷ τῷ οἴκῳ, ἀλλὰ πλάσμα σωφροσύνης ἐνδυόμενος εἰς τὸ στόμα ἐνυβρίζει τὰ θεῖα. Ὁρᾷς ὅτι οἰκεῖον οὐκ ἔχει πρόσωπον κακίᾳ; Ὁμοίως καὶ συκοφάντης, ὅταν εἰσέλθῃ εἰς δικαστήριον, οὐ τοῦτο ὁμολογήσας, ὅπερ ἐστίν, εἰσέρχεται, ἀλλὰ μάρτυρα ἀληθείας προστησάμενος τῷ σχήματι, διὰ τοῦ ψεύδους τὸν μάρτυρα τῆς κακίας ἐνδείκνυται. Οὕτω κακία πρόσωπον ἴδιον οὐκ ἔχει, ἐὰν μὴ δανείσηται πρόσωπον ἀρετῆς. Διὰ τοῦτο σωτήρ ἔλεγεν·

Ἐλεύσονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες.

Ἀλλ εἰς τὸ προκείμενον ἐπανέλθωμεν.

Πᾶσα 1 w 4
γραφὴ 1 w 9
θεόπνευστος 1 w 20
καὶ 1 w 23
ὠφέλιμος 1 w 31
ἀρχὴν 1 w 37
ἔχουσα 1 w 43
καὶ 2 w 46
πηγὴν 1 w 51
τῆς 1 w 54
εὐσεβείας 1 w 63
τὸ 1 w 65
πνεῦμα 1 w 71
τῆς 2 w 74
ἀληθείας 1 w 82
Ἀπὸ 1 w 86
γὰρ 1 w 89
τοῦ 1 w 92
ἁγίου 1 w 97
καὶ 3 w 100
προσκυνητοῦ 1 w 111
πνεύματος 1 w 120
ὥσπερ 1 w 126
ἀπό 1 w 129
τινος 1 w 134
εὐθαλοῦς 1 w 142
καὶ 4 w 145
γονίμου 1 w 152
πηγῆς 1 w 157
πάντα 1 w 163
πηγάζει 1 w 170
τὰ 1 w 172
θεῖα 1 w 176
νάματα 1 w 182
Καὶ 1 w 186
ὅσα 1 w 189
1 w 190
νόμος 1 w 195
διαγορεύει 1 w 205
ὅσα 2 w 209
προφῆται 1 w 217
θεσπίζουσιν 1 w 228
ὅσα 3 w 232
ἀπόστολοι 1 w 241
κηρύττουσι 1 w 251
πάντα 2 w 257
ταῦτα 1 w 262
τῷ 1 w 264
ἁγίῳ 1 w 268
πνεύματι 1 w 276
ἀληθινῶς 1 w 284
ἀπεικάζεται 1 w 295
καὶ 5 w 298
ἐπιγράφεται 1 w 309
Πάντα 1 w 315
γὰρ 2 w 318
ἐνεργεῖ 1 w 325
τὸ 2 w 327
ἓν 1 w 329
καὶ 6 w 332
τὸ 3 w 334
αὐτὸ 1 w 338
πνεῦμα 2 w 344
διαιροῦν 1 w 353
ἰδίᾳ 1 w 357
ἑκάστῳ 1 w 363
καθὼς 1 w 369
βούλεται 1 w 377
Διὰ 1 w 381
τοῦτο 1 w 386
πάντα 3 w 391
ἀπαστράπτει 1 w 402
τὰ 2 w 404
κάλλη 1 w 409
τῆς 3 w 412
εὐσεβείας 2 w 421
καὶ 7 w 425
λάμπουσιν 1 w 434
οἱ 1 w 436
λόγοι 1 w 441
τῆς 4 w 444
ἀληθείας 2 w 452
καὶ 8 w 456
βρύουσι 1 w 463
θησαυροὶ 1 w 471
τῆς 5 w 474
ἐνθέου 1 w 480
σοφίας 1 w 486
θησαυροὶ 2 w 495
οὐκ 1 w 498
ἐν 3 w 500
γῇ 1 w 502
κατακρυπτόμενοι 1 w 517
ἀλλ 1 w 521
ἐν 4 w 524
τῷ 2 w 526
βάθει 1 w 531
τῆς 6 w 534
εὐσεβείας 3 w 543
θεωρούμενοι 1 w 554
θησαυροὶ 3 w 563
ψυχὰς 1 w 568
εὐφραίνοντες 1 w 580
ἐννοίας 1 w 588
φωτίζοντες 1 w 598
τὴν 1 w 602
οἰκουμένην 1 w 612
ἐπιστρέφοντες 1 w 625
πᾶσαν 1 w 631
τοῦ 4 w 634
Ἀδὰμ 1 w 638
τὴν 2 w 641
πτωχείαν 1 w 649
πλουτίζοντες 1 w 661
Ὥσπερ 1 w 667
γὰρ 3 w 670
εἰς 1 w 673
πολλὴν 1 w 679
κατηνέχθη 1 w 688
ταπείνωσιν 1 w 698
τὸ 5 w 700
πρωτότυπον 1 w 710
κάλλος 1 w 716
τῆς 7 w 719
εὐσεβείας 4 w 728
ἀποδυσάμενος 1 w 740
οὕτω 1 w 745
διὰ 1 w 748
τῆς 8 w 751
σωτῆρος 1 w 758
ἡμῶν 1 w 762
τοῦ 5 w 765
θεοῦ 1 w 769
λόγου 1 w 774
συγκαταβάσεως 1 w 787
ἐπλουτίσθη 1 w 797
Καὶ 2 w 801
μαρτυρεῖ 1 w 809
Παῦλος 1 w 815
ὧδέ 1 w 818
πη 4 w 820
λέγων 1 w 825
Εὐχαριστῶ 1 w 835
τῷ 3 w 837
θεῷ 1 w 840
ὅτι 1 w 844
ἐν 6 w 846
παντὶ 1 w 851
ἐπλουτίσθητε 1 w 863
ἐν 7 w 865
αὐτῷ 1 w 869
ἐν 8 w 872
παντὶ 2 w 877
λόγῳ 1 w 881
καὶ 9 w 884
πάσῃ 1 w 888
γνώσει 1 w 894
1 w 896
γὰρ 4 w 899
θεοῦ 2 w 903
λόγον 1 w 908
δεχόμενος 1 w 917
πλουτεῖ 1 w 924
2 w 926
δὲ 1 w 928
μὴ 1 w 930
δεχόμενος 2 w 939
θεοῦ 3 w 943
λόγον 2 w 948
πτωχεύει 1 w 957
Καὶ 3 w 961
μαρτυρεῖ 2 w 969
Ἱερεμίας 1 w 977
λέγων 2 w 982
Καὶ 4 w 986
εἶπον 1 w 991
Ἴσως 1 w 996
πτωχοί 1 w 1002
εἰσι 1 w 1006
διὰ 2 w 1010
τοῦτο 2 w 1015
οὐ 2 w 1017
δύνανται 1 w 1025
ἀκούειν 1 w 1032
λόγον 3 w 1037
κυρίου 1 w 1043
Ἀλλ 1 w 1047
3 w 1049
μὲν 1 w 1052
πτωχεύων 1 w 1060
ὀνειδίζεται 1 w 1071
4 w 1073
δὲ 2 w 1075
πλουτῶν 1 w 1082
ἀγάλλεται 1 w 1091
5 w 1093
πλουτῶν 2 w 1100
τῷ 5 w 1102
λόγῳ 2 w 1106
τῆς 9 w 1109
ἀληθείας 3 w 1117
6 w 1119
κομῶν 1 w 1124
ταῖς 1 w 1128
ἀρεταῖς 1 w 1135
τῆς 10 w 1138
ἐγκάρπου 1 w 1146
φιλοσοφίας 1 w 1156
οἷος 1 w 1161
ἦν 1 w 1163
7 w 1164
Δαυὶδ 1 w 1169
λέγων 3 w 1174
Ἐγὼ 1 w 1178
ὡσεὶ 1 w 1182
ἐλαία 1 w 1187
κατάκαρπος 1 w 1197
ἐν 9 w 1200
τῷ 6 w 1202
οἴκῳ 1 w 1206
τοῦ 7 w 1209
θεοῦ 4 w 1213
ἐλαία 2 w 1219
κατάκαρπος 2 w 1229
οὐ 3 w 1232
φύλλοις 1 w 1239
κομῶσα 1 w 1245
ἀλλὰ 1 w 1250
καρποῖς 1 w 1257
τῆς 11 w 1260
εὐσεβείας 5 w 1269
βρίθουσα 1 w 1277
Ἔστι 1 w 1282
γὰρ 5 w 1285
ψυχὴ 1 w 1289
πολλάκις 1 w 1297
κομῶσα 2 w 1303
μὲν 2 w 1306
τοῖς 1 w 1310
κλάδοις 1 w 1317
καὶ 10 w 1320
τοῖς 2 w 1324
φύλλοις 2 w 1331
καρπὸν 1 w 1338
δὲ 3 w 1340
μὴ 2 w 1342
φέρουσα 1 w 1349
ὡς 1 w 1352
Ἱερεμίας 2 w 1360
ἔλεγε 1 w 1365
περὶ 1 w 1369
τοῦ 8 w 1372
Ἰσραήλ 1 w 1378
Ἄμπελος 1 w 1386
εὐκληματοῦσα 1 w 1398
8 w 1399
Ἰσραήλ 2 w 1405
εὐκληματοῦσα 2 w 1418
οὐκ 2 w 1422
εὐκαρποῦσα 1 w 1432
Ἀλλὰ 1 w 1437
ἐκείνη 1 w 1443
μὲν 3 w 1446
τοιαύτη 1 w 1453
9 w 1455
δὲ 4 w 1457
προφήτης 1 w 1465
ἀγάλλεται 2 w 1474
λέγων 4 w 1479
Ἐγὼ 2 w 1483
ὡσεὶ 2 w 1487
ἐλαία 3 w 1492
κατάκαρπος 3 w 1502
οὐκ 3 w 1506
ἐν 10 w 1508
τοῖς 3 w 1512
ἔξω 1 w 1515
κομῶσα 3 w 1521
ἀλλὰ 2 w 1526
τοῖς 4 w 1530
ἔσω 1 w 1533
βρύουσα 1 w 1540
ἐν 11 w 1543
τῷ 7 w 1545
οἴκῳ 2 w 1549
τοῦ 11 w 1552
θεοῦ 5 w 1556
ἐλαία 4 w 1561
κατάκαρπος 4 w 1571
Οὐδὲ 1 w 1576
γάρ 1 w 1579
ἐστι 1 w 1583
καλὸν 1 w 1588
τὸ 6 w 1590
ἔξω 2 w 1593
τοῦ 12 w 1596
οἴκου 1 w 1601
τοῦ 13 w 1604
θεοῦ 6 w 1608
πολιτεύεσθαι 1 w 1620
Εὑρήσεις 1 w 1629
γοῦν 1 w 1633
πολλοὺς 1 w 1640
καὶ 11 w 1643
ἐκτὸς 1 w 1648
τοῦ 14 w 1651
λόγου 2 w 1656
τῆς 12 w 1659
ἀληθείας 4 w 1667
ἔργοις 1 w 1673
ἀγαθοῖς 1 w 1680
κατὰ 1 w 1684
τὸ 8 w 1686
φαινόμενον 1 w 1696
διαλάμποντας 1 w 1708
εὑρήσεις 1 w 1717
ἄνδρας 1 w 1723
συμπαθεῖς 1 w 1732
ἐλεήμονας 1 w 1742
δικαιοσύνῃ 1 w 1753
προσέχοντας 1 w 1764
ἀλλ 4 w 1768
οὐδεὶς 1 w 1775
καρπὸς 1 w 1781
τοῖς 5 w 1785
ἔργοις 2 w 1791
ἐπειδὴ 1 w 1798
ἠγνόησαν 1 w 1806
τὸ 9 w 1808
ἔργον 1 w 1813
τῆς 13 w 1816
ἀληθείας 5 w 1824
Καλὰ 1 w 1829
μὲν 4 w 1832
γὰρ 6 w 1835
καὶ 12 w 1838
τὰ 4 w 1840
ἔργα 1 w 1844
ἀλλὰ 3 w 1849
δεῖ 1 w 1852
προηγεῖσθαι 1 w 1863
τὸ 10 w 1865
ἔργον 2 w 1870
τὸ 11 w 1872
ἀνώτατον 1 w 1880
Καὶ 5 w 1884
γὰρ 7 w 1887
Ἰουδαίων 1 w 1895
ποτὲ 1 w 1899
λεγόντων 1 w 1907
πρὸς 1 w 1911
τὸν 1 w 1914
κύριον 1 w 1920
Τί 1 w 1923
ποιήσομεν 1 w 1932
ἵνα 1 w 1936
ἐργασώμεθα 1 w 1946
τὰ 5 w 1948
ἔργα 2 w 1952
τοῦ 15 w 1955
θεοῦ 7 w 1959
ἀπεκρίνατο 1 w 1970
πρὸς 2 w 1974
αὐτούς 1 w 1980
Τοῦτό 1 w 1986
ἐστι 2 w 1990
τὸ 13 w 1992
ἔργον 3 w 1997
τοῦ 16 w 2000
θεοῦ 8 w 2004
ἵνα 2 w 2008
πιστεύσητε 1 w 2018
εἰς 2 w 2021
ὃν 1 w 2023
ἀπέστειλεν 1 w 2033
ἐκεῖνος 1 w 2040
Ὅρα 1 w 2044
πῶς 1 w 2047
τὴν 3 w 2050
πίστιν 1 w 2056
ἔργον 4 w 2061
ἐκάλεσεν 1 w 2069
Οὐκοῦν 1 w 2076
ἅμα 1 w 2079
ἐπίστευσας 1 w 2089
ἅμα 2 w 2093
τοῖς 6 w 2097
ἔργοις 3 w 2103
ἐκόμησας 1 w 2111
οὐχ 1 w 2115
ὅτι 2 w 2118
δὲ 6 w 2120
ἐλλείπῃ 1 w 2127
πρὸς 3 w 2131
τὰ 6 w 2133
ἔργα 3 w 2137
ἀλλ 6 w 2141
ὅτι 3 w 2145
καθ 2 w 2148
ἑαυτὴν 1 w 2155
πίστις 1 w 2161
πλήρης 1 w 2167
ἐστὶν 1 w 2172
ἀγαθῶν 1 w 2178
ἔργων 1 w 2183
Τὰ 1 w 2186
μὲν 5 w 2189
γὰρ 8 w 2192
ἔργα 4 w 2196
εἰς 3 w 2199
ἀνθρώπους 1 w 2208
καὶ 13 w 2211
ἐξ 1 w 2213
ἀνθρώπων 1 w 2221
1 w 2223
δὲ 7 w 2225
πίστις 2 w 2231
ἐξ 2 w 2233
ἀνθρώπων 2 w 2241
πρὸς 4 w 2245
θεόν 1 w 2249
2 w 2251
πίστις 3 w 2257
τὸν 2 w 2260
ἐπιστρεφόμενον 1 w 2274
πολίτην 1 w 2282
οὐρανῶν 1 w 2289
ἀποδείκνυσι 1 w 2300
3 w 2302
πίστις 4 w 2308
τὸν 3 w 2311
ἀπὸ 1 w 2314
γῆς 2 w 2317
ἄνθρωπον 1 w 2325
θεοῦ 9 w 2330
συνόμιλον 1 w 2339
ἀπεργάζεται 1 w 2350
Οὐδέν 1 w 2356
ἐστιν 1 w 2361
ἔξω 3 w 2364
πίστεως 1 w 2371
ἀγαθόν 1 w 2377
Ἐοίκασι 1 w 2385
δέ 3 w 2387
μοι 1 w 2390
ἀδελφοί 1 w 2398
ἵνα 3 w 2402
εἰκόνι 1 w 2408
τινὶ 1 w 2412
χρήσωμαι 1 w 2420
τοῦ 17 w 2423
λόγου 3 w 2428
ἐοίκασιν 1 w 2437
οἱ 2 w 2439
ἔργοις 4 w 2445
κομῶντες 1 w 2453
ἀγαθοῖς 2 w 2460
καὶ 14 w 2463
τὸν 4 w 2466
θεὸν 1 w 2470
τῆς 14 w 2473
εὐσεβείας 6 w 2482
ἀγνοήσαντες 1 w 2493
λειψάνοις 1 w 2503
νεκρῶν 1 w 2509
καλὰ 1 w 2514
μὲν 6 w 2517
ἐνδεδυμένοις 1 w 2529
αἴσθησιν 1 w 2538
δὲ 8 w 2540
τῶν 3 w 2543
καλῶν 1 w 2548
οὐκ 4 w 2551
ἔχουσι 1 w 2557
Τί 2 w 2560
γὰρ 9 w 2563
ὄφελος 1 w 2569
ψυχῆς 1 w 2574
νεκρᾶς 1 w 2580
τῷ 8 w 2583
μὲν 7 w 2586
θεῷ 2 w 2589
λόγῳ 3 w 2593
νενεκρωμένης 1 w 2605
τοῖς 7 w 2610
δὲ 9 w 2612
ἀγαθοῖς 3 w 2619
ἔργοις 5 w 2625
περιβεβλημένης 1 w 2639
Τὰ 2 w 2642
ἔργα 5 w 2646
ἐπ 8 w 2648
ἐλπίδι 1 w 2655
γίνεται 1 w 2662
ἀμοιβῆς 1 w 2669
καὶ 15 w 2672
στεφάνων 1 w 2680
Εἰ 1 w 2683
δὲ 10 w 2685
τὸν 5 w 2688
ἀγωνοθέτην 1 w 2698
ἀγνοεῖς 1 w 2705
ὑπὲρ 1 w 2710
τίνος 1 w 2715
ἀθλεῖς 1 w 2721
Οὐ 4 w 2724
δεῖ 2 w 2727
μὲν 8 w 2730
τὴν 5 w 2733
πίστιν 2 w 2739
γυμνὴν 1 w 2745
εἶναι 1 w 2750
τῶν 4 w 2753
ἔργων 2 w 2758
ἵνα 4 w 2762
μὴ 3 w 2764
ὑβρίζηται 1 w 2773
πλὴν 1 w 2778
ἀνωτέρα 1 w 2785
τῶν 5 w 2788
ἔργων 3 w 2793
2 w 2794
πίστις 5 w 2800
Ὥσπερ 2 w 2806
γὰρ 10 w 2809
ἐν 13 w 2811
τιμῇ 1 w 2815
τοῖς 8 w 2819
ἀνθρώποις 1 w 2828
ἔδει 1 w 2832
πρῶτον 1 w 2838
προηγεῖσθαι 2 w 2849
τὸ 18 w 2851
ζῆν 1 w 2854
καὶ 16 w 2858
οὕτω 2 w 2862
τὸ 19 w 2864
τρέφεσθαι 1 w 2873
τὸ 20 w 2876
γὰρ 11 w 2879
συνέχον 1 w 2886
τὴν 6 w 2889
ζωὴν 1 w 2893
ἡμῶν 2 w 2897
ἐστὶν 2 w 2903
4 w 2904
τροφή 1 w 2909
οὕτω 3 w 2915
δεῖ 3 w 2918
προηγεῖσθαι 3 w 2929
ἡμῶν 3 w 2933
τῆς 15 w 2936
ζωῆς 1 w 2940
τὴν 7 w 2943
εἰς 4 w 2946
Χριστὸν 1 w 2953
ἐλπίδα 1 w 2959
τρέφεσθαι 2 w 2969
δὲ 11 w 2971
καὶ 17 w 2974
τοῖς 9 w 2978
ἔργοις 6 w 2984
τοῖς 10 w 2988
ἀγαθοῖς 4 w 2995
Τὸν 1 w 2999
μὴ 4 w 3001
τρεφόμενον 2 w 3011
ἐγχωρεῖ 1 w 3018
ζῆν 2 w 3021
πολλάκις 2 w 3029
τὸν 7 w 3033
δὲ 12 w 3035
μὴ 5 w 3037
ζῶντα 1 w 3042
οὐκ 5 w 3045
ἐγχωρεῖ 2 w 3052
τρέφεσθαι 3 w 3061
Ἐνήστευσε 1 w 3071
Μωϋσῆς 1 w 3077
ἡμέρας 1 w 3083
τεσσαράκοντα 1 w 3095
ἀλλ 7 w 3099
ἐπειδὴ 2 w 3106
εἶχεν 1 w 3111
ἐν 14 w 3113
ἑαυτῷ 1 w 3118
τὸν 8 w 3121
ζῶντα 2 w 3126
λόγον 4 w 3131
οὐδὲν 1 w 3137
αὐτὸν 1 w 3142
ἐζημίωσεν 1 w 3151
7 w 3152
τῶν 6 w 3155
γηίνων 1 w 3161
ἔνδεια 1 w 3167
Οὕτω 1 w 3172
καὶ 18 w 3175
ἐπὶ 1 w 3178
τῆς 16 w 3181
κατὰ 2 w 3185
τὴν 8 w 3188
ψυχὴν 1 w 3193
καταστάσεως 1 w 3204
δεῖ 4 w 3208
μὲν 9 w 3211
τοῖς 11 w 3215
ἔργοις 7 w 3221
τρέφεσθαι 4 w 3230
δεῖ 5 w 3234
δὲ 14 w 3236
πρὸ 5 w 3239
τῶν 7 w 3242
ἔργων 4 w 3247
τὴν 9 w 3250
πίστιν 3 w 3256
ἐνδύεσθαι 1 w 3265
ἄνευ 1 w 3270
πίστεως 2 w 3277
τὸν 10 w 3280
ἐργαζόμενον 1 w 3291
ἔργα 6 w 3295
δικαιοσύνης 1 w 3306
οὐ 12 w 3308
δύνῃ 1 w 3312
παραστῆσαι 1 w 3322
ζήσαντα 1 w 3329
καὶ 19 w 3332
βασιλείας 1 w 3341
ἀξιωθέντα 1 w 3350
Οὐδεὶς 1 w 3357
ἄνευ 2 w 3361
πίστεως 3 w 3368
ἔζησεν 1 w 3374
10 w 3376
δὲ 15 w 3378
λῃστὴς 1 w 3384
πιστεύσας 1 w 3393
μόνον 1 w 3398
ἐδικαιώθη 1 w 3407
Καὶ 6 w 3411
μή 1 w 3413
μοι 3 w 3416
λέγε 1 w 3420
Οὐκ 2 w 3424
ἔσχε 1 w 3428
καιρὸν 1 w 3434
πολιτεύεσθαι 2 w 3446
οὐδὲ 2 w 3451
γὰρ 12 w 3454
ἐγὼ 1 w 3457
τοῦτο 3 w 3462
φιλονεικῶ 1 w 3471
ἀλλ 8 w 3475
ἐκεῖνο 2 w 3482
παρέστησα 1 w 3491
ὅτι 4 w 3495
8 w 3496
πίστις 6 w 3502
καθ 3 w 3505
ἑαυτὴν 2 w 3512
ἔσωσεν 1 w 3518
Εἰ 2 w 3521
γὰρ 13 w 3524
ἐπέζησε 1 w 3531
τῇ 1 w 3533
πίστει 1 w 3539
καὶ 20 w 3543
ἔργων 5 w 3548
ἠμέλησεν 1 w 3556
ἐξέπιπτε 1 w 3565
τῆς 17 w 3568
σωτηρίας 1 w 3576
Τὸ 2 w 3579
δὲ 17 w 3581
σκοπούμενον 1 w 3592
νῦν 1 w 3595
καὶ 21 w 3598
ζητούμενον 1 w 3608
ὅτι 5 w 3612
καὶ 22 w 3615
9 w 3616
πίστις 7 w 3622
καθ 4 w 3625
ἑαυτὴν 3 w 3632
ἔσωσεν 2 w 3638
ἔργα 7 w 3643
δὲ 18 w 3645
καθ 5 w 3648
ἑαυτὰ 1 w 3654
οὐδαμοῦ 1 w 3661
τοὺς 1 w 3665
ἐργάτας 1 w 3672
ἐδικαίωσε 1 w 3681
Καὶ 7 w 3685
θέλεις 1 w 3691
ἰδεῖν 1 w 3696
ἀκριβῶς 1 w 3703
ὅτι 6 w 3707
ἔργα 8 w 3711
ἄνευ 3 w 3715
πίστεως 4 w 3722
οὐ 15 w 3724
ζωοποιεῖ 1 w 3732
Μεμαρτύρητο 1 w 3744
Κορνήλιος 1 w 3753
ἐπὶ 2 w 3756
ἐλεημοσύναις 1 w 3768
καὶ 23 w 3771
προσευχαῖς 1 w 3781
ἀλλὰ 4 w 3786
Χριστὸν 2 w 3793
ἠγνόει 1 w 3799
θεῷ 3 w 3803
μὲν 10 w 3806
πιστεύων 1 w 3814
τὸν 12 w 3818
δὲ 19 w 3820
τοῦ 19 w 3823
θεοῦ 10 w 3827
λόγον 5 w 3832
οὐδέπω 1 w 3838
μεμαθηκώς 1 w 3847
Καὶ 8 w 3851
ἐπειδὴ 3 w 3857
ἔργα 9 w 3861
ἦν 2 w 3863
καλὰ 2 w 3867
καὶ 24 w 3870
θαυμαστά 1 w 3878
ἤρεσκε 1 w 3885
μὲν 11 w 3888
τῷ 10 w 3890
τῶν 8 w 3893
ἀγαθῶν 2 w 3899
βραβευτῇ 1 w 3907
καὶ 25 w 3910
ἐραστῇ 1 w 3916
θεῷ 4 w 3919
ἀλλ 10 w 3923
ἐπειδὴ 4 w 3930
εἶδεν 1 w 3935
11 w 3936
τῆς 18 w 3939
δικαιοσύνης 2 w 3950
καὶ 26 w 3953
τῆς 19 w 3956
ἀληθείας 6 w 3964
μέγας 1 w 3969
ὀφθαλμός 1 w 3977
12 w 3979
ἀπροσωπόληπτος 1 w 3993
καὶ 27 w 3996
δίκαιος 1 w 4003
κριτής 1 w 4009
ὅτι 7 w 4013
καλὰ 3 w 4017
μὲν 12 w 4020
τὰ 9 w 4022
ἔργα 10 w 4026
νεκρὰ 1 w 4032
δέ 5 w 4034
ἐστιν 2 w 4039
οὐκ 6 w 4042
ἔχοντα 1 w 4048
πίστιν 4 w 4054
ἀποστέλλει 1 w 4065
ἄγγελον 1 w 4072
θεῖον 1 w 4077
βραβεύοντα 1 w 4087
τοῖς 12 w 4091
ἔργοις 8 w 4097
ὥστε 1 w 4102
τὸν 13 w 4105
καλῶς 1 w 4110
ἀθλοῦντα 1 w 4118
στεφανῶσαι 1 w 4128
τῇ 4 w 4130
πίστει 2 w 4136
ὅς 1 w 4139
φησι 1 w 4143
πρὸς 5 w 4147
αὐτόν 1 w 4152
Κορνήλιε 1 w 4161
αἱ 1 w 4164
προσευχαί 1 w 4173
σου 1 w 4176
καὶ 28 w 4179
αἱ 2 w 4181
ἐλεημοσύναι 2 w 4192
σου 2 w 4195
ἀνέβησαν 1 w 4203
εἰς 5 w 4206
μνημόσυνον 1 w 4216
ἐνώπιον 1 w 4223
τοῦ 20 w 4226
θεοῦ 11 w 4230
Εἰ 3 w 4233
τοίνυν 1 w 4239
εἰσηκούσθη 1 w 4249
10 w 4250
δέησις 1 w 4256
φησί 1 w 4261
καὶ 29 w 4265
αἱ 3 w 4267
ἐλεημοσύναι 3 w 4278
ἐδέχθησαν 1 w 4287
τί 6 w 4290
μοι 4 w 4293
τὸ 29 w 4295
λεῖπον 1 w 4301
εἰς 6 w 4304
δικαιοσύνην 1 w 4315
Πέμψον 1 w 4322
οὖν 1 w 4325
εἰς 7 w 4328
Ἰόππην 1 w 4334
φησὶ 1 w 4338
καὶ 30 w 4341
μετακάλεσαι 1 w 4352
Σίμωνα 1 w 4358
τὸν 14 w 4361
ἐπικαλούμενον 1 w 4374
Πέτρον 1 w 4380
ὃς 1 w 4383
ἐλθὼν 1 w 4388
λαλήσει 1 w 4395
σοι 1 w 4398
ῥήματα 1 w 4404
ἐν 17 w 4407
οἷς 1 w 4410
σωθήσῃ 1 w 4416
σὺ 1 w 4418
καὶ 31 w 4421
ὅλος 1 w 4425
13 w 4426
οἶκός 1 w 4431
σου 3 w 4434
Οὐκοῦν 2 w 4441
οὐκ 7 w 4444
εἶχε 2 w 4448
τὰ 10 w 4450
ἔργα 11 w 4454
σωτηρίαν 1 w 4462
Εἰ 4 w 4465
γὰρ 14 w 4468
ἐξ 4 w 4470
ὧν 1 w 4472
κηρύττει 1 w 4480
Πέτρος 1 w 4486
σώζεται 1 w 4494
καὶ 32 w 4497
αὐτὸς 1 w 4502
καὶ 33 w 4505
14 w 4506
οἶκος 1 w 4511
αὐτοῦ 1 w 4516
οὐκ 8 w 4520
εἶχεν 2 w 4525
οὐδέπω 2 w 4531
15 w 4532
Κορνήλιος 2 w 4541
ἐκ 7 w 4543
τῶν 9 w 4546
ἔργων 6 w 4551
τὴν 12 w 4554
σωτηρίαν 2 w 4562
ἕως 1 w 4566
αὐτῷ 2 w 4570
τοῖς 13 w 4574
ἔργοις 9 w 4580
ἐβράβευσεν 1 w 4590
11 w 4591
πίστις 8 w 4597
Διὰ 2 w 4601
τοῦτο 4 w 4606
16 w 4607
Πέτρος 2 w 4613
17 w 4615
μακάριος 1 w 4623
καὶ 34 w 4626
τίμιος 1 w 4632
Χριστοῦ 1 w 4639
ἀπόστολος 1 w 4648
ἐλθὼν 2 w 4654
ἐκ 8 w 4656
τῆς 20 w 4659
Ἰόππης 1 w 4665
καὶ 35 w 4669
θεασάμενος 1 w 4679
τοῦ 24 w 4682
θεοῦ 12 w 4686
τὴν 13 w 4689
χάριν 1 w 4694
ἐκχυθεῖσαν 1 w 4704
ἐν 18 w 4706
τοῖς 14 w 4710
τότε 1 w 4714
νενομισμένοις 1 w 4727
ἀλλοφύλοις 1 w 4737
ἐπιγνώμων 1 w 4747
γενόμενος 1 w 4756
τῆς 21 w 4759
τοῦ 25 w 4762
θεοῦ 13 w 4766
κρίσεως 1 w 4773
λέγει 1 w 4779
Ἐπ 1 w 4782
ἀληθείας 7 w 4791
καταλαμβάνομαι 1 w 4805
ὅτι 8 w 4809
οὐκ 9 w 4812
ἔστι 1 w 4816
προσωπολήπτης 1 w 4829
18 w 4830
θεός 1 w 4834
ἀλλ 12 w 4838
ἐν 19 w 4841
παντὶ 3 w 4846
ἔθνει 1 w 4851
19 w 4852
ποιῶν 1 w 4857
δικαιοσύνην 2 w 4868
δεκτὸς 1 w 4875
αὐτῷ 3 w 4879
ἐστίν 1 w 4884
Οὐκ 4 w 4888
εἶπεν 1 w 4893
Ἐν 2 w 4896
παντὶ 4 w 4901
ἔθνει 2 w 4906
20 w 4907
ποιῶν 2 w 4912
δικαιοσύνην 3 w 4923
σώζεται 2 w 4930
ἀλλὰ 5 w 4935
δεκτός 1 w 4941
ἐστι 5 w 4945
τουτέστιν 1 w 4955
ἄξιος 1 w 4961
γίνεται 2 w 4968
τοῦ 26 w 4971
δεχθῆναι 1 w 4979
Δεῖ 1 w 4983
τοίνυν 2 w 4989
προλάμπειν 1 w 4999
τῶν 10 w 5002
ἔργων 7 w 5007
τὴν 14 w 5010
πίστιν 5 w 5016
καὶ 36 w 5019
ἀκολουθεῖν 1 w 5029
τῇ 5 w 5031
πίστει 3 w 5037
τὰ 11 w 5039
ἔργα 12 w 5043
Καὶ 9 w 5047
μή 2 w 5049
τις 9 w 5052
τὴν 15 w 5055
πίστιν 6 w 5061
ὑβριζέτω 1 w 5069
δι 15 w 5071
ἀκαρπίαν 1 w 5080
μήτε 1 w 5085
τὰ 12 w 5087
ἔργα 13 w 5091
ὑβριζέτω 2 w 5099
τῇ 6 w 5101
ἀπιστίᾳ 1 w 5108
Γενοῦ 1 w 5114
ἐλαία 5 w 5119
κατάκαρπος 5 w 5129
ἀλλ 14 w 5133
ἐν 20 w 5136
τῷ 13 w 5138
οἴκῳ 3 w 5142
τοῦ 27 w 5145
θεοῦ 14 w 5149
Τὸ 3 w 5152
μὲν 13 w 5155
γὰρ 15 w 5158
ἐλαίαν 1 w 5164
εἶναι 2 w 5169
κατάκαρπον 1 w 5179
ἑρμηνεύει 1 w 5188
καλὰ 4 w 5192
τὰ 13 w 5194
ἔργα 14 w 5198
τὸ 33 w 5201
δὲ 20 w 5203
ἐν 21 w 5205
τῷ 14 w 5207
οἴκῳ 4 w 5211
τοῦ 28 w 5214
θεοῦ 15 w 5218
τὴν 16 w 5221
πίστιν 7 w 5227
δείκνυσι 2 w 5235
Τίνα 1 w 5240
δὲ 21 w 5242
τὰ 14 w 5244
ἔργα 15 w 5248
τοῦ 29 w 5251
θεοῦ 16 w 5255
Ἅπαντες 1 w 5263
ἴσμεν 1 w 5268
ἐὰν 1 w 5272
ἐργάζεσθαι 1 w 5282
θέλωμεν 1 w 5289
Οὐδὲν 1 w 5295
γάρ 2 w 5298
ἐστι 6 w 5302
κρυπτόν 1 w 5309
Τὰ 3 w 5312
μὲν 14 w 5315
γὰρ 16 w 5318
τῶν 11 w 5321
δογμάτων 1 w 5329
ἀμφιβάλλεται 1 w 5341
τὰ 15 w 5344
δὲ 23 w 5346
τῶν 12 w 5349
ἔργων 8 w 5354
οὐ 22 w 5356
κέκρυπται 1 w 5365
4 w 5367
γὰρ 17 w 5370
φύσις 1 w 5375
ὑπαγορεύει 1 w 5385
τοὺς 2 w 5389
νόμους 1 w 5395
Οἴδαμεν 1 w 5403
ἐξ 5 w 5405
ἑαυτῶν 1 w 5411
τί 10 w 5413
καλὸν 2 w 5418
καὶ 37 w 5421
τὶ 7 w 5423
πονηρόν 1 w 5430
Ἔθηκεν 1 w 5437
21 w 5438
θεὸς 1 w 5442
νόμον 1 w 5447
ἐν 22 w 5449
τῇ 7 w 5451
φύσει 1 w 5456
ἄγραφον 1 w 5463
τὸν 15 w 5467
φωτίζοντα 1 w 5476
ἡμῶν 4 w 5480
τὰς 1 w 5483
διανοίας 1 w 5491
Μηδεὶς 1 w 5498
λεγέτω 1 w 5504
Οὐκ 5 w 5508
ἀνέγνων 1 w 5515
νόμον 2 w 5520
οὐκ 10 w 5524
οἶδα 1 w 5528
τὰ 17 w 5530
τοῦ 30 w 5533
νόμου 2 w 5538
Ἐὰν 1 w 5542
ἀρνήσῃ 1 w 5548
τὸν 16 w 5551
κοινὸν 1 w 5557
νόμον 3 w 5562
ἐλέγχει 1 w 5570
σε 29 w 5572
22 w 5573
τῆς 22 w 5576
φύσεως 1 w 5582
νόμος 2 w 5587
Θέλεις 1 w 5594
μαθεῖν 1 w 5600
ὅτι 9 w 5603
ἐν 23 w 5605
τῇ 8 w 5607
φύσει 2 w 5612
ἔταξεν 1 w 5618
23 w 5619
θεὸς 2 w 5623
τοὺς 3 w 5627
νόμους 2 w 5633
τοὺς 4 w 5637
διακρίνοντας 1 w 5649
τί 12 w 5651
καλὸν 3 w 5656
καὶ 38 w 5659
τί 13 w 5661
πονηρόν 2 w 5668
Αὐτὴν 1 w 5674
ἡμῶν 5 w 5678
τὴν 18 w 5681
ἀναστροφὴν 1 w 5691
ἐρώτησον 1 w 5699
πῶς 2 w 5703
ἅπαντες 1 w 5710
οἱ 3 w 5712
ποιοῦντες 1 w 5721
τὰ 18 w 5723
κακὰ 1 w 5727
φεύγουσιν 1 w 5736
τῶν 14 w 5739
κακῶν 1 w 5744
τὴν 19 w 5747
προσηγορίαν 1 w 5758
Καὶ 10 w 5762
ὅπως 1 w 5766
ἄκουε 1 w 5771
2 w 5772
μοιχὸς 1 w 5778
μοιχεύει 1 w 5786
μοιχὸς 2 w 5793
δὲ 24 w 5795
ἀκούων 1 w 5801
αἰσχύνεται 1 w 5811
Εἰπὲ 1 w 5816
τῷ 15 w 5818
ὁμολογουμένῳ 1 w 5830
μοιχῷ 1 w 5835
Μοιχέ 1 w 5841
καὶ 39 w 5845
3 w 5846
ποιῶν 3 w 5851
ἥδεται 1 w 5857
ἀκούων 2 w 5864
αἰσχύνεται 2 w 5874
Καίτοι 1 w 5881
εἰ 11 w 5883
καλὸν 4 w 5888
ἡγῇ 1 w 5891
τὴν 20 w 5894
ἁμαρτίαν 1 w 5902
τί 15 w 5905
φεύγεις 1 w 5912
τὴν 21 w 5915
προσηγορίαν 2 w 5926
Εἰπὲ 2 w 5931
τῷ 16 w 5933
ἐπιόρκῳ 1 w 5940
Ἐπίορκε 1 w 5948
καὶ 40 w 5952
εἰς 8 w 5955
ὕβριν 1 w 5960
λαμ 2 w 5963
βάνει 1 w 5968
τὴν 22 w 5971
προσηγορίαν 3 w 5982
τῶν 15 w 5985
ἰδίων 1 w 5990
ἔργων 9 w 5995
Οὕτως 1 w 6001
αὐτὴ 1 w 6005
15 w 6006
φύσις 2 w 6011
κράζει 1 w 6017
ὅτι 10 w 6021
τὸ 36 w 6023
φαῦλον 1 w 6029
ἀλλότριον 1 w 6038
τοῦ 31 w 6041
ἔργου 1 w 6046
τοῦ 32 w 6049
θεοῦ 17 w 6053
Καὶ 11 w 6057
4 w 6058
ἐποίησεν 1 w 6066
25 w 6067
θεὸς 3 w 6071
καλὸν 5 w 6076
καὶ 41 w 6079
καλὸν 6 w 6084
λίαν 1 w 6088
καὶ 42 w 6092
οὕτω 4 w 6096
καλόν 1 w 6101
ὅτι 11 w 6105
καὶ 43 w 6108
τοῖς 15 w 6112
κακοῖς 1 w 6118
ἐμφύρεται 1 w 6127
καὶ 44 w 6131
τὴν 23 w 6134
κακίαν 1 w 6140
αἰσχύνεται 3 w 6150
Εἰπὲ 3 w 6155
τῷ 17 w 6157
σώφρονι 1 w 6164
Σῶφρον 1 w 6171
καὶ 45 w 6175
1 w 6176
τῷ 18 w 6178
ἔργῳ 1 w 6182
ἥδεται 2 w 6188
οὐδὲ 3 w 6193
τὴν 24 w 6196
προσηγορίαν 4 w 6207
αἰσχύνεται 4 w 6217
Κάλεσον 1 w 6225
τὸν 17 w 6228
δίκαιον 1 w 6235
δίκαιον 2 w 6242
καὶ 46 w 6246
τῷ 19 w 6248
ἔργῳ 2 w 6252
στεφανοῦται 1 w 6263
καὶ 47 w 6267
τῇ 9 w 6269
προσηγορίᾳ 1 w 6279
σεμνύνεται 1 w 6289
κἂν 1 w 6293
γὰρ 18 w 6296
δι 18 w 6298
εὐλάβειαν 1 w 6308
παραιτήσηται 1 w 6320
τὸ 38 w 6322
ὄνομα 1 w 6327
ἀλλ 16 w 6331
ἐν 24 w 6334
τῇ 10 w 6336
ψυχῇ 1 w 6340
δέχεται 1 w 6347
τὴν 25 w 6350
εὐφημίαν 1 w 6358
Ἐννόησον 1 w 6367
ὅση 1 w 6370
κακία 2 w 6375
ἐν 25 w 6377
κόσμῳ 1 w 6382
πολιτεύεται 1 w 6393
καὶ 48 w 6396
πρόσωπον 1 w 6404
οὐκ 11 w 6407
ἔχει 1 w 6411
Καὶ 12 w 6415
πῶς 3 w 6418
οὐκ 12 w 6421
ἔχει 2 w 6425
πρόσωπον 2 w 6433
Ἐὰν 2 w 6437
λεπτομερῶς 1 w 6447
ἐρευνήσῃς 1 w 6456
οὐδεμίαν 1 w 6465
εὑρήσεις 2 w 6473
κακίαν 2 w 6479
ἐξ 6 w 6481
οἰκείου 1 w 6488
προσώπου 1 w 6496
φαινομένην 1 w 6506
Ἀλλ 3 w 6510
ἐὰν 2 w 6514
μὴ 6 w 6516
δανείσηται 1 w 6526
πρόσωπον 3 w 6534
ἀρετῆς 1 w 6540
οὐ 28 w 6543
φαίνεται 1 w 6551
Καὶ 13 w 6555
ὅπως 2 w 6559
ἄκουε 2 w 6564
3 w 6566
ψευδόμενος 1 w 6576
οὐχ 2 w 6580
ὁμολογῶν 1 w 6588
τὸ 39 w 6590
ψεῦδος 1 w 6596
ψεύδεται 1 w 6604
ἀλλ 17 w 6608
ἀληθείᾳ 1 w 6616
ὑποκρινόμενος 1 w 6629
ἀπατᾷ 1 w 6634
27 w 6636
ἀδικῶν 1 w 6642
οὐ 30 w 6644
κηρύττει 2 w 6652
20 w 6653
εστιν 1 w 6658
ἀλλὰ 6 w 6663
σχηματίζεται 1 w 6675
5 w 6676
μὴ 7 w 6678
ἔστι 2 w 6682
καὶ 49 w 6686
τότε 2 w 6690
τὴν 26 w 6693
ἀδικίαν 1 w 6700
ἐργάζεται 1 w 6709
Ὁμοίως 1 w 6716
28 w 6717
δόλιος 1 w 6723
οὐ 31 w 6725
δείκνυσι 3 w 6733
τὸν 18 w 6736
δόλον 1 w 6741
ἀλλὰ 7 w 6746
σχηματίζεται 2 w 6758
τὴν 27 w 6761
φιλίαν 1 w 6767
καὶ 50 w 6771
πραγματεύεται 1 w 6784
τὴν 28 w 6787
πονηρίαν 1 w 6795
29 w 6797
μοιχὸς 3 w 6803
οὐχ 3 w 6806
ὁμολογήσας 1 w 6816
τὴν 29 w 6819
ἄθεσμον 1 w 6826
μοιχείαν 1 w 6834
ἐπιπηδᾷ 1 w 6842
τῷ 20 w 6844
οἴκῳ 5 w 6848
ἀλλὰ 8 w 6853
πλάσμα 1 w 6859
σωφροσύνης 1 w 6869
ἐνδυόμενος 1 w 6879
εἰς 9 w 6882
τὸ 41 w 6884
στόμα 1 w 6889
ἐνυβρίζει 1 w 6898
τὰ 19 w 6900
θεῖα 2 w 6904
Ὁρᾷς 1 w 6909
ὅτι 12 w 6912
οἰκεῖον 1 w 6919
οὐκ 13 w 6922
ἔχει 3 w 6926
πρόσωπον 4 w 6934
16 w 6935
κακίᾳ 1 w 6940
Ὁμοίως 2 w 6947
καὶ 51 w 6950
31 w 6951
συκοφάντης 1 w 6961
ὅταν 1 w 6966
εἰσέλθῃ 1 w 6973
εἰς 10 w 6976
δικαστήριον 1 w 6987
οὐ 34 w 6990
τοῦτο 5 w 6995
ὁμολογήσας 2 w 7005
ὅπερ 1 w 7010
ἐστίν 2 w 7015
εἰσέρχεται 1 w 7026
ἀλλὰ 9 w 7031
μάρτυρα 1 w 7038
ἀληθείας 8 w 7046
προστησάμενος 1 w 7059
τῷ 21 w 7061
σχήματι 1 w 7068
διὰ 3 w 7072
τοῦ 34 w 7075
ψεύδους 1 w 7082
τὸν 19 w 7085
μάρτυρα 2 w 7092
τῆς 24 w 7095
κακίας 1 w 7101
ἐνδείκνυται 1 w 7112
Οὕτω 3 w 7117
κακία 5 w 7122
πρόσωπον 5 w 7130
ἴδιον 1 w 7135
οὐκ 14 w 7138
ἔχει 4 w 7142
ἐὰν 3 w 7146
μὴ 8 w 7148
δανείσηται 2 w 7158
πρόσωπον 6 w 7166
ἀρετῆς 2 w 7172
Διὰ 3 w 7176
τοῦτο 6 w 7181
33 w 7182
σωτήρ 1 w 7187
ἔλεγεν 1 w 7193
Ἐλεύσονται 1 w 7204
πρὸς 6 w 7208
ὑμᾶς 1 w 7212
ἐν 29 w 7214
ἐνδύμασι 1 w 7222
προβάτων 1 w 7230
ἔσωθεν 1 w 7237
δέ 10 w 7239
εἰσι 2 w 7243
λύκοι 1 w 7248
ἅρπαγες 1 w 7255
Ἀλλ 4 w 7259
εἰς 11 w 7263
τὸ 43 w 7265
προκείμενον 1 w 7276
ἐπανέλθωμεν 1 w 7287