Scaife ATLAS

CTS Library / Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204)

Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204) (2)

urn:cts:greekLit:tlg4102.tlg021.1st1K-grc1:2
Refs {'start': {'reference': '2', 'human_reference': 'Chapter 2'}}
Ancestors []
Children []
prev
plain textXML
next
ΚΕΦ. Β.

Διήγησις τῆς ἑαυτοῦ διαγωγῆς ἀγωνιστικῆς κοὶ τῆς προθυμίας.
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν·
ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι
ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν.

Θεὸς τοῦτο ᾠκονόμησεν φησὶν, τὸ μὴ λαθεῖν τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ· τοὺς διὰ Χριστὸν ἐν ὅλῳ τῷ πραιτωρίῳ, τὰ βασίλεια τοῦ Νέρωνος λέγει· τέως γὰρ οὕτως ἐκάλουν αὐτά. καὶ ἐν τῇ πόλει πάσῃ.


Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν.

Δείκνυσι μὲν ὅτι καὶ πρότερον ἐθάρρουν καὶ μετὰ παρρησίας διελέγοντο· νῦν δὲ πολλῷ πλέον· εἰ ἄλλοι τοίνυν, φησὶν, διὰ τοὺς
ἐμοὺς δεσμοὺς θαρροῦσιν, πολλῷ μᾶλλον ἐγώ. ὅρα δὲ πῶς καὶ ἀνάγκην ὀρῶν τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται· τὸ δε περισσοτέρως δεικνύντος ἐστιν ὅτι ἤδη ἤρξαντο.


Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν.


Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν· ἐπειδὴ κατεσχέθη Παῦλος, τὸν πόλεμον βουλόμενοι διεγεῖραι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως, πολλοὶ τῶν ἀπίστων καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον, ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργήν· ἅτε τοῦ κηρύγματος διασπειρομένου. δύο τοίνυν προφάσεων γεγόνασιν οἱ δεσμοὶ αἴτιοι·
τοῖς μὲν γὰρ θάρσος παρεῖχον· τοὺς δὲ εἰς ἐλπίδα ἀγαγόντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. τουτέστιν φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ ἐν τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι, καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾶν τι τῆς δόξης τῆς ἐμῆς.


238

Τινὲς δὲ καὶ δι εὐδοκίαν.

Τουτέστι χωρὶς ὑποκρίσεως, ἀπὸ προθυμίας ἁπάσης.

(ΘΕοΔόΡοΥ.〉 Ἄλλος φησὶν, μακάριος Παῦλος ἐφέσεως κατὰ τοῦ Φήστου χρησάμενος , βουληθέντος αὐτὸν Ἰουδαίοις ἐκδοῦναι, καὶ διὰ τοῦτο Καίσαρα ἐπικαλεσάμενος, ἀνήχθη δέσμιος εἰς τὴν
Ρώμην· εἰσαχθεὶς δὲ τῷ Νέρωνι, καὶ ὑπὲρ τῶν καθ ἑαυτὸν ἀπο- ληησάμενος, διετῆ χρόνον αὐτόθι διέτριψεν, παντελοῦς τετυχη- κὼς τῆς ἀφέσεως. τότε τοίνυν προσεδόκων μὲν ἅπαντες τὸν μακάριον Παῦλον πάντως ἀναιρεῖσθαι ὑπὸ τοῦ Νέρωνος, ὠμοτάτου τὸν τρόπον ὄντος. καὶ μάλιστα ἐπειδὴ πῶς καὶ καινὰ ἐδόκει
διδάσκειν, πολὺ τῆς τότε παρὰ Ῥωμαίοις κρατούσης περὶ Θεὸν δόξης ἀλλότρια. ἔτυχεν οὖν παντελοῦς ἀφέσεως, ὡς καὶ ἀναχω- ρῆσαι τῆς Ρώμης, καὶ τῷ συνήθει τρόπῳ χρήσασθαι τῆς διδα- σκαλίας ἐξέπληττεί τε ἅπαντας τὸ γενόμενον, καὶ παρρησίαν ἐμποίει τοῖς πιστοῖς τοῦ διδάσκειν. τοῦτο οὖν λέγει· ὅτι βούλο-
μαι ὑμᾶς εἰδέναι, ὡς τὰ τῆς διδασκαλίας ὁσημέραι προκόπτει τῆς ἐμῆς· δῆλος γὰρ ἐπὶ τοῖς δεσμοῖς μου ἅπασιν ἐγενόμην· καὶ εἰσαχθεὶς, περὶ τῶν καθ ἑαυτὸν ἀπελογησάμην· καὶ οὕτως ἀπήλ- λαξα ἀκινδύνως, ὥστε πολλοὺς τῶν ὁμοπίστων διδάσκειν τὰ τῆς εὐσεβείας ἀπὸ τῶν κατ ἐμὲ τὴν παρρησίαν εἰληφότας.

Οἱ μὲν ἐξ ἐριθείας Χριστὸν καταγγέλλουσιν οὐχ ἀγνὼς.

(ΧΡΥΣοΣτόMοΥ.〉 Tουτέστιν οὐκ εἰλικρινῶς· οὔτε δι αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διά τι.

Οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου.


Ἀντὶ τοῦ νομίζοντες οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι κίνδυνον· καὶ καλῶς ε-ιπε τὸ ** οἰόμενοι·’’ οὐ γὰρ οὕτως ἐξέβαινεν· ἐκεῖνοι δὲ ἐνόμιζόν με τοῦτο λυπεῖν, ἐγὼ δὲ ἔχαιρον, ὅτι τὸ κήρυγμα ἐπεδίδου.


Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ
εὐαγγελίου κεῖμαι.

Tουτέστιν τὰς εὐθύνας μοι παρασκευάζοντες τὰς πρὸς τὸν Θεόν· καὶ συναντιλαμβανόμενοι. τι ἐστιν " εἰς ἀπολογίαν ;" προσετάγην

239
κηρῦξαι· μέλλω διδόναι εὐθύνας καὶ ἀπολογεῖσθαι ὑπὲρ τοῦ ἔργου οὗ προσετάγην. ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον συναντιλαμβάνονταί μοι· οὕτως οὐκ ἔνι ποιῆσαι ἔργον ἀγαθὸν, οὐκ ἀπὸ προαιρέσεως ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις· ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν
τοῦ Χριστοῦ τὸν κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ λήψονται μισθὸν ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι· οἱ δὲ ἐξ ἀγάπης,” τουτέστιν ἴσασιν ὅτι δεῖ με λόγον δοῦναι τοῦ εὐαγγελίου.


Τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε
ἀληθείᾳ, Χριστὸς καταγγέλλεται.

Ορᾳς τὸ φιλόσοφον τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῷ καταγόρησεν· ἀλλ εἶπεν τὸ γενόμενον. τί γάρ μοι, φησὶν, διαφέρει, ἄν τε οὕτως, ἄν τε οὕτως; πλὴν πάντι τρόπῳ, εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται.” οὐκ εἶπε καταγγελλέσθω,
ὡς τινες οἴονται λέγοντες ὅτι τὰς αἱρέσεις εἰσάγει, ἀλλὰ καταγγέλλεται· πρῶτον μὲν γὰρ οὐκ εἰπε καταγγελλέσθω, ὡς υομογέλλεται· ἀλλὰ τὸ συμβαῖνον ἀπήγγελε· δεύτερον δὲ εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτως αἱρέσεις εἰσῆγεν. εἰ γὰρ καὶ οὕτως ἐπέτρεπε κηρύττειν ὡς ἐκεῖνοι· οὐδ οὕτως εἰσῆγε τὰς αἱρέσεις.
πῶς; ὅτι ἐκεῖνοι ὑγιῶς ἐκήρυττον. σκοπὸς δὲ καὶ διάνοια μεθ ἧς ἐποίουν οὕτω διέφθαρτο· καὶ πολλὴν εἶχον ἀνάγκην οὕτως κηρύττειν. διατί; ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἃν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν. νῦν δὲ τὸ κήρυγμα αὐτοῦ αὔξειν, καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν,
ἴσχυσεν ἐκπολεμῶσαι τὸν βασιλέα. ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος ἐπιλαβόμενος τοῦ χωρίου τούτου φησὶν, καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο, ἃν τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἃν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο· τί οὖν ἐροῦμεν; ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι· τὸ κινδύνοις αὐτὸν
περιβαλεῖν τοῖς παροῦσι· τὸ μὴ ἀφεῖναι διαφυγεῖν. καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι ἐκείνῳ· ἑτέρως μὲν γὰρ καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργήν· καὶ ἀφῆκαν ἐξελθεῖν καὶ πάλιν κηρύξαι· οὕτω δὲ δι αὐτῶν τὸ πᾶν ἑλεῖν

240
ἐνόμιζον, ἑλόντες αὐτόν· καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινῶν.

Καὶ ἐν τούτοις φησὶ χαίρω· ἀλλὰ καὶ χαρήσομαι.

ἐστιν " ἀλλὰ καὶ χαρήσομαι ;" κἂν πλεῖον γένηται φησί ἐμοὶ γὰρ συμπράττουσιν ἄκοντες, καὶ τῶν αὐτοῖς πεπ ονημένων
ἐκεῖνοι μὲν κόλασιν· ἐγὼ δὲ μηδὲν συμβαλλόμενος, μισθὸν μὴ λήψομαι ;


Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν, διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ.


Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις ἀνονή. τοῖς τοὺς ἑαυτοῦ περιβάλλει καὶ διασπᾷ· καὶ οὐ μόνον τῶν ἐπά- θλων οὐκ ἀφίησι τυχεῖν, ἀλλὰ καὶ κολάσεως ὑπευθύνους ποιεῖ· οἶδεν οὐ μόνον κήρυγμα ἀλλὰ καὶ νηστείαν τοιαύτην καὶ παρθενίαν αὐτοῖς νομοθετεῖν· οὐ μόνον μισθῶν ἀποστερήσει· ἀλλὰ καὶ μέγα
κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσιν· τὸ δὲ πᾶν, ἐκ τοῦ μὴ ὀρθῶς σκοπῶ τι ποιεῖν, ἀλλ ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων. τί οτυν φησίν ;

Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν.

Τὴν μέλλουσαν· ὅταν καὶ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ,
καὶ πρὸς ἐμὲ ζῆλος.

Διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύμάτος
Ἰησοῦ· κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.

Ὄρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου. Φιλιππησίοις φησὶν, ὅτι διὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι· ἀπὸ μυρίων
κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. " καὶ ἐπιχορηγίας, φησὶ, " τοῦ Πνεύματος Iησοῦ Χριστοῦ·’’ τουτέστιν ἃν τῶν ὑμε- τέρων εὐχῶν καταξιωθῶ, πλείονος ἀξιωθήσομαι καὶ τῆς χάριτος· τὸ γὰρ ἐπιχορηγίας τοῦτό ἐστιν, ἃν ἐπιχορηγηθῇ, ἃν πλεῖον ἐπιδοθῇ μοι πνεῦμα· ἤτοι τὴν ἀπαλλαγὴν λέγει εἰς σωτηρίαν·
τουτέστιν καὶ τὸν παρόντα διαφεύξομαι πρῶτον κίνδυνον, περὶ φησὶν, ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι συμπαρεγένετο. " μὴ αὐτοῖς λογισθείη· ἀλλ Κύριος μοι παρέστη καὶ ἐνεδυνά- " μωσέν με·” τοῦτο γοῦν ἡδῆ προφητεύει· " κατὰ τὴν ἀποκαρα-

241
δοκίαν καὶ ἐλπίδα μου.” οὕτω γὰρ ἐλπίζω. ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὐτοῦ, τὴν ἐλπίδα τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, κατὰ τὴν ἀποκαραδοκίαν,” φησὶ, καὶ ἐλπίδα μου· ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.” αὕτη τοῦ Παύλου ἐλπίς· τὸ
ἐλπίζειν ὅτι οὐδαμοῦ αἰσχυνθήσεται· ὁρᾷς ὅσον ἐλπίζειν ἐστὶν ἐπὶ τὸν Θεόν; κἂν ὅτι οὖν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτεστιν, οὐ περιέσονται οὗτοι.

Ἀλλ ἐν πάσῃ παρρησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου.


Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα· φησὶν οὖν, οὐκ ἔσται τοῦτο· οὐ νῦν ἀποθανοῦμαι· ἀλλ ὡς πάντοτε καὶ νῦν μεγαλυν- θήσεται Χριστὸς ἐν τῷ σώματι μου.” πῶς πολλάκις εἰς κινδύνους ἐνέπεσα, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς
ἑαυτούς· ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ ἐκ πάντων ἡμᾶς ἐρρύσατο Κύριος· οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. τί οὑν; ἵνα μή τις εἴπῃ, ἐὰν οὐν ἀποθάνῃ, οὐ μεγαλύνεται; ναί φησίν· οἶδα ὅτι διὰ τοῦτο εἰπον ὅτι οὐκ ζωὴ μόνη μεγαλύνει αὐτὸν, ἀλλὰ καὶ θάνατος. τέως
δὲ διὰ ζωῆς, φησὶν, οὐχ αἱροῦσι με· καὶ εἰ εἷλόν με, καὶ οὕτως μεγαλυνθήσεται Χριστός· πῶς διὰ μὲν τῆς ζωῆς; ὅτι με ἐξείλετο· διὰ τοῦ θανάτου δὲ, ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ταῦτα λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ ὅταν ἀποθάνῃ, μηδὲν ἀνθρώπινον πάθωσιν· ὅτι
γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, διὰ τοῦτο ἐπήγαγεν προιών· καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.


Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστός· καὶ τὸ ἀποθανεῖν, κέρδος.

Εἰ βούλει, φησὶ, τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός ἐστιν·
καὶ τὸ ἀποθανεῖν κέρδος·” διατὶ; ὅτι σαφέστερον αὐτῷ συνέσομαι μᾶλλον. ὥστε τὸ ἀποθανεῖν ζῆσαι ἐστὶ μᾶλλον· κἂν τοίνυν ἀποθάνω, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγει· ζῶ δὲ οὐκ ἔτι ἐγώ·

242
ζῇ δὲ ἐν ἐμοὶ Χριστός·” οὐ ζῶ, φησὶν, τὴν κοινὴν ζωήν· ἀλλὰ πῶς καὶ ἀλλαχοῦ φησὶν, ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, κἀμοὶ κόσμος.” κἀνταῦθα ἐμοὶ γὰρ τὸ ζῆν Χριστός.” τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ὥσπερ καὶ τὸ τοῦ θανάτου· ἔστιν ζωὴ αὕτη, τοῦ σώματος· ἔστιν ζωὴ, τῆς ἁμαρτίας· καθὼς
φησὶν αὐτὸς ἀλλαχοῦ· εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;” ἔστιν ζωὴ ἀΐδιος καὶ ἀθάνατος μετὰ ζωῆς αἰωνίου, οὐράνιος· οὐ τὴν φυσικὴν οὖν φησὶν μὴ ζῇν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων· οὐδὲν οὖν δεινὸν ἐργάσονταί με οἱ ἀποκτεινύντες με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης
τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. τί οὖν ἐνταῦθα ὤν· οὐκ ἧς τοῦ Χριστοῦ; καὶ σφόδρα.

Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι, οὐ γνωρίζω.

Ινα μή τις εἴπῃ· εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν εἴασεν
Χριστὸς ἐνταῦθα; καρπὸς ἔργου, φησὶν, ἐστίν· ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ, εἰς δέον χρήσασθαι μὴ ζῶντα αὐτήν· ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωήν.

Ποῦ νῦν οἱ αἱρετικοί· ἰδοὺ τὸ ζῆν ἐν σαρκὶ, τοῦτο καρπὸς ἔργου.” διὰ τούτων οὖν καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης
ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν· τῷ μὲν γὰρ εἰπεῖν ὅτι τὸ ἀποθανεῖν κέρδος,” τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν τὸ ζῇν ἐν σαρκὶ καρπὸς ἔργου,” ἔδειξε καὶ τὴν παροῦσαν ζωὴν ἀναγκαίαν, ἐὰν εἰς δέον αὐτῇ κεχρήμεθα, ἐὰν καρποφορῶμεν· ὣς ἐὰν ἄκαρπος , οὐκέτι ἐστὶ ζωή. τί οὖν, εἰπέ μοι· οὐ γνωρίζεις τί
αἱρήσῃ; ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον· ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν ὅταν γὰρ αιρησις , κύριοι ἐσμέν.


Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι.

Ορα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου. καὶ ταύτῃ αὐτοὺς
παραμυθεῖται· ὅταν εἰδῶσιν ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ· Τί ἀνεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν, τὸ ἀναλῦσαι γάρ φησιν, καὶ σὺν Χριστῷ εἶναι· πολλῷ

243
μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ, ἀναγκαιότερον δι ὑμᾶς·” ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς· ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. καλὸν φησὶ, τὸ ἀναλῦσαι· ἀλλὰ διὰ τὸ σὺν Χριστῷ εἶναι.”
Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ
πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί- στεως.

Ἐνταῦθα αὐτοὺς διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς· εἰ γὰρ δι ὑμᾶς φησὶν, μένω· ὁρᾶτε μὴ καταισχύνητε μου τὴν παραμόνήν· μέλλων Χριστὸν ὁρᾶν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ
μένειν. ἐπειδὴ καὶ ἐμὴ παρουσία, καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαράν.


Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.

Ὅρα τὴν ταπεινοφροσύνην. ἐπειδὴ εἶπεν, εἰς τὴν ὑμῶν προκοπὴ,
νδείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ λέγων, τοῦτο δέ ἐστι συμπαρακληθῆναι ἐν ὑμῖν·” εἰπὼν πρῶτον, ἵνα τί μεταδῶ χάρισμα ὑμῖν πνευ- ματικόν.” Τί ἐστιν ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ;” ὅπερ καὶ τοῦ Παύλου καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει, τὸ
ὀρθῶς βιοῦν. τὸ ὑμῶν, φησὶν, καύχημα ἐν ἐμοί· διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.” ναὶ φησίν· τί γὰρ ἡμῶν ἐστιν ἐλπὶς στέφανος καυχήσεως; οὐχὶ καὶ ὑμεῖς; ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστέ· καθάπερ καὶ ἡμεῖς ὑμῶν· τουτέστιν, ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως· διὰ τῆς ἐμῆς,” φησὶν, παρουσίας
πάλιν πρὸς ὑμᾶς.” τί οὖν; ἤλυθε πρὸς αὐτούς; τοῦτο ζητεῖται εἰ ἦλθεν.

Tokens

ΚΕΦ 1 w 3
Β 1 w 5
Διήγησις 1 w 14
τῆς 1 w 17
ἑαυτοῦ 1 w 23
διαγωγῆς 1 w 31
ἀγωνιστικῆς 1 w 42
κοὶ 1 w 45
τῆς 2 w 48
προθυμίας 1 w 57
Γινώσκειν 1 w 67
δὲ 1 w 69
ὑμᾶς 1 w 73
βούλομαι 1 w 81
ἀδελφοὶ 1 w 89
ὅτι 1 w 93
τὰ 1 w 95
κατ 1 w 98
ἐμὲ 1 w 101
μᾶλλον 1 w 107
εἰς 1 w 110
προκοπὴν 1 w 118
τοῦ 2 w 121
εὐαγγελίου 1 w 131
ἐλήλυθεν 1 w 139
ὥστε 1 w 144
τοὺς 1 w 148
δεσμούς 1 w 155
μου 1 w 158
φανεροὺς 1 w 166
ἐν 1 w 168
Χριστῷ 1 w 174
γενέσθαι 1 w 182
ἐν 2 w 184
ὅλῳ 1 w 187
τῷ 2 w 189
πραιτωρίῳ 1 w 198
καὶ 1 w 201
τοῖς 1 w 205
λοιποῖς 1 w 212
πᾶσιν 1 w 217
1 w 219
Θεὸς 1 w 223
τοῦτο 1 w 228
ᾠκονόμησεν 1 w 238
φησὶν 1 w 243
τὸ 1 w 246
μὴ 1 w 248
λαθεῖν 1 w 254
τοὺς 2 w 258
ἐμοὺς 1 w 263
δεσμοὺς 1 w 270
τοὺς 3 w 275
ἐν 3 w 277
Χριστῷ 2 w 283
1 w 285
τοὺς 4 w 289
διὰ 1 w 292
Χριστὸν 1 w 299
ἐν 4 w 301
ὅλῳ 2 w 304
τῷ 4 w 306
πραιτωρίῳ 2 w 315
τὰ 2 w 318
βασίλεια 1 w 326
τοῦ 4 w 329
Νέρωνος 1 w 336
λέγει 1 w 341
τέως 1 w 346
γὰρ 1 w 349
οὕτως 1 w 354
ἐκάλουν 1 w 361
αὐτά 1 w 365
καὶ 2 w 369
ἐν 5 w 371
τῇ 1 w 373
πόλει 1 w 378
πάσῃ 1 w 382
Καὶ 1 w 386
τοὺς 5 w 390
πλείονας 1 w 398
τῶν 1 w 401
ἀδελφῶν 1 w 408
ἐν 6 w 410
Κυρίῳ 1 w 415
πεποιθότας 1 w 425
τοῖς 2 w 429
δεσμοῖς 1 w 436
μου 2 w 439
περισσοτέρως 1 w 451
τολμᾶν 1 w 457
ἀφόβως 1 w 463
τὸν 2 w 466
λόγον 1 w 471
λαλεῖν 1 w 477
Δείκνυσι 1 w 486
μὲν 1 w 489
ὅτι 2 w 492
καὶ 3 w 495
πρότερον 1 w 503
ἐθάρρουν 1 w 511
καὶ 4 w 514
μετὰ 1 w 518
παρρησίας 1 w 527
διελέγοντο 1 w 537
νῦν 1 w 541
δὲ 2 w 543
πολλῷ 1 w 548
πλέον 1 w 553
εἰ 2 w 556
ἄλλοι 1 w 561
τοίνυν 1 w 567
φησὶν 2 w 573
διὰ 2 w 577
τοὺς 6 w 581
ἐμοὺς 2 w 586
δεσμοὺς 2 w 593
θαρροῦσιν 1 w 602
πολλῷ 2 w 608
μᾶλλον 2 w 614
ἐγώ 1 w 617
ὅρα 1 w 621
δὲ 3 w 623
πῶς 1 w 626
καὶ 5 w 629
ἀνάγκην 1 w 636
ὀρῶν 1 w 640
τοῦ 5 w 643
μεγαληγορεῖν 1 w 655
τοῦ 6 w 659
μετριάζειν 1 w 669
οὐκ 1 w 672
ἀφίσταται 1 w 681
τὸ 4 w 684
δε 7 w 686
περισσοτέρως 2 w 698
δεικνύντος 1 w 708
ἐστιν 1 w 713
ὅτι 3 w 716
ἤδη 1 w 719
ἤρξαντο 1 w 726
Τινὲς 1 w 732
μὲν 2 w 735
καὶ 6 w 738
διὰ 3 w 741
φθόνον 1 w 747
καὶ 7 w 750
ἔριν 1 w 754
τινὲς 1 w 760
δὲ 4 w 762
καὶ 8 w 765
δι 6 w 767
εὐδοκίαν 1 w 776
τὸν 3 w 779
Χριστὸν 2 w 786
κηρύσσουσιν 1 w 797
Τί 1 w 800
δὴ 1 w 802
τοῦτό 1 w 807
ἐστιν 2 w 812
ἄξιον 1 w 818
μαθεῖν 1 w 824
ἐπειδὴ 1 w 831
κατεσχέθη 1 w 840
Παῦλος 1 w 846
τὸν 5 w 850
πόλεμον 1 w 857
βουλόμενοι 1 w 867
διεγεῖραι 1 w 876
σφοδρὸν 1 w 883
τὸν 6 w 886
παρὰ 1 w 890
τοῦ 8 w 893
βασιλέως 1 w 901
πολλοὶ 1 w 908
τῶν 2 w 911
ἀπίστων 1 w 918
καὶ 9 w 921
αὐτοὶ 1 w 926
τὸν 7 w 929
Χριστὸν 3 w 936
ἐκήρυττον 1 w 945
ὥστε 2 w 950
μείζονα 1 w 957
γενέσθαι 2 w 965
τῷ 5 w 967
βασιλεῖ 1 w 974
τὴν 1 w 977
ὀργήν 1 w 982
ἅτε 1 w 986
τοῦ 9 w 989
κηρύγματος 1 w 999
διασπειρομένου 1 w 1013
δύο 1 w 1017
τοίνυν 2 w 1023
προφάσεων 1 w 1032
γεγόνασιν 1 w 1041
οἱ 1 w 1043
δεσμοὶ 1 w 1049
αἴτιοι 1 w 1055
τοῖς 3 w 1060
μὲν 3 w 1063
γὰρ 2 w 1066
θάρσος 1 w 1072
παρεῖχον 1 w 1080
τοὺς 7 w 1085
δὲ 5 w 1087
εἰς 2 w 1090
ἐλπίδα 1 w 1096
ἀγαγόντες 1 w 1105
τῆς 3 w 1108
ἐμῆς 1 w 1112
ἀπωλείας 1 w 1120
παρεσκεύασαν 1 w 1133
κηρύττειν 1 w 1142
τὸν 9 w 1145
Χριστόν 1 w 1152
τουτέστιν 1 w 1162
φθονοῦντες 1 w 1172
τῇ 2 w 1174
δόξῃ 1 w 1178
τῇ 3 w 1180
ἐμῇ 1 w 1183
ἐν 7 w 1185
τῇ 4 w 1187
ἐνστάσει 1 w 1195
καὶ 10 w 1199
βουλόμενοί 1 w 1209
με 7 w 1211
ἀπολέσθαι 1 w 1220
καὶ 11 w 1224
ἐρίζοντές 1 w 1233
μοι 1 w 1236
συμπράττουσιν 1 w 1250
ἐμοί 1 w 1254
1 w 1256
ὥστε 3 w 1260
καὶ 12 w 1263
αὐτοὶ 2 w 1268
τιμᾶσθαι 1 w 1276
καὶ 13 w 1280
οἰόμενοι 1 w 1288
παρασπᾶν 1 w 1296
τι 11 w 1298
τῆς 4 w 1301
δόξης 1 w 1306
τῆς 5 w 1309
ἐμῆς 2 w 1313
Τινὲς 2 w 1319
δὲ 6 w 1321
καὶ 14 w 1324
δι 9 w 1326
εὐδοκίαν 2 w 1335
Τουτέστι 1 w 1344
χωρὶς 1 w 1349
ὑποκρίσεως 1 w 1359
ἀπὸ 1 w 1363
προθυμίας 2 w 1372
ἁπάσης 1 w 1378
ΘΕοΔόΡοΥ 1 w 1388
Ἄλλος 1 w 1395
φησὶν 3 w 1400
1 w 1402
μακάριος 1 w 1410
Παῦλος 2 w 1416
ἐφέσεως 1 w 1423
κατὰ 1 w 1427
τοῦ 10 w 1430
Φήστου 1 w 1436
χρησάμενος 1 w 1446
βουληθέντος 1 w 1458
αὐτὸν 1 w 1463
Ἰουδαίοις 1 w 1472
ἐκδοῦναι 1 w 1480
καὶ 15 w 1484
διὰ 4 w 1487
τοῦτο 2 w 1492
Καίσαρα 1 w 1499
ἐπικαλεσάμενος 1 w 1513
ἀνήχθη 1 w 1520
δέσμιος 1 w 1527
εἰς 3 w 1530
τὴν 2 w 1533
Ρώμην 1 w 1538
εἰσαχθεὶς 1 w 1548
δὲ 7 w 1550
τῷ 6 w 1552
Νέρωνι 1 w 1558
καὶ 16 w 1562
ὑπὲρ 1 w 1566
τῶν 3 w 1569
καθ 1 w 1572
ἑαυτὸν 1 w 1579
ἀπο- 1 w 1583
ληησάμενος 1 w 1593
διετῆ 1 w 1599
χρόνον 1 w 1605
αὐτόθι 1 w 1611
διέτριψεν 1 w 1620
παντελοῦς 1 w 1630
τετυχη- 1 w 1637
κὼς 1 w 1640
τῆς 6 w 1643
ἀφέσεως 1 w 1650
τότε 1 w 1655
τοίνυν 3 w 1661
προσεδόκων 1 w 1671
μὲν 4 w 1674
ἅπαντες 1 w 1681
τὸν 12 w 1684
μακάριον 1 w 1692
Παῦλον 1 w 1698
πάντως 1 w 1704
ἀναιρεῖσθαι 1 w 1715
ὑπὸ 1 w 1718
τοῦ 12 w 1721
Νέρωνος 2 w 1728
ὠμοτάτου 1 w 1737
τὸν 13 w 1740
τρόπον 1 w 1746
ὄντος 1 w 1751
καὶ 17 w 1755
μάλιστα 1 w 1762
ἐπειδὴ 2 w 1768
πῶς 2 w 1771
καὶ 18 w 1774
καινὰ 1 w 1779
ἐδόκει 1 w 1785
διδάσκειν 1 w 1794
πολὺ 1 w 1799
τῆς 7 w 1802
τότε 2 w 1806
παρὰ 2 w 1810
Ῥωμαίοις 1 w 1818
κρατούσης 1 w 1827
περὶ 1 w 1831
Θεὸν 1 w 1835
δόξης 2 w 1840
ἀλλότρια 1 w 1848
ἔτυχεν 1 w 1855
οὖν 1 w 1858
παντελοῦς 2 w 1867
ἀφέσεως 2 w 1874
ὡς 1 w 1877
καὶ 19 w 1880
ἀναχω- 1 w 1886
ρῆσαι 1 w 1891
τῆς 8 w 1894
Ρώμης 1 w 1899
καὶ 20 w 1903
τῷ 7 w 1905
συνήθει 1 w 1912
τρόπῳ 1 w 1917
χρήσασθαι 1 w 1926
τῆς 9 w 1929
διδα- 1 w 1934
σκαλίας 1 w 1941
ἐξέπληττεί 1 w 1951
τε 17 w 1953
ἅπαντας 1 w 1960
τὸ 16 w 1962
γενόμενον 1 w 1971
καὶ 21 w 1975
παρρησίαν 1 w 1984
ἐμποίει 1 w 1991
τοῖς 4 w 1995
πιστοῖς 1 w 2002
τοῦ 13 w 2005
διδάσκειν 2 w 2014
τοῦτο 3 w 2020
οὖν 2 w 2023
λέγει 2 w 2028
ὅτι 4 w 2032
βούλο- 1 w 2038
μαι 2 w 2042
ὑμᾶς 2 w 2046
εἰδέναι 1 w 2053
ὡς 2 w 2056
τὰ 5 w 2058
τῆς 10 w 2061
διδασκαλίας 1 w 2072
ὁσημέραι 1 w 2080
προκόπτει 1 w 2089
τῆς 11 w 2092
ἐμῆς 3 w 2096
δῆλος 1 w 2102
γὰρ 3 w 2105
ἐπὶ 1 w 2108
τοῖς 6 w 2112
δεσμοῖς 2 w 2119
μου 3 w 2122
ἅπασιν 1 w 2128
ἐγενόμην 1 w 2136
καὶ 22 w 2140
εἰσαχθεὶς 2 w 2149
περὶ 2 w 2154
τῶν 4 w 2157
καθ 2 w 2160
ἑαυτὸν 2 w 2167
ἀπελογησάμην 1 w 2179
καὶ 23 w 2183
οὕτως 2 w 2188
ἀπήλ- 1 w 2193
λαξα 1 w 2197
ἀκινδύνως 1 w 2206
ὥστε 4 w 2211
πολλοὺς 1 w 2218
τῶν 5 w 2221
ὁμοπίστων 1 w 2230
διδάσκειν 3 w 2239
τὰ 6 w 2241
τῆς 12 w 2244
εὐσεβείας 1 w 2253
ἀπὸ 2 w 2256
τῶν 6 w 2259
κατ 4 w 2262
ἐμὲ 2 w 2266
τὴν 3 w 2269
παρρησίαν 2 w 2278
εἰληφότας 1 w 2287
Οἱ 1 w 2290
μὲν 5 w 2293
ἐξ 2 w 2295
ἐριθείας 1 w 2303
Χριστὸν 4 w 2310
καταγγέλλουσιν 1 w 2324
οὐχ 1 w 2327
ἀγνὼς 1 w 2332
ΧΡΥΣοΣτόMοΥ 1 w 2345
Tουτέστιν 1 w 2356
οὐκ 2 w 2359
εἰλικρινῶς 1 w 2369
οὔτε 1 w 2374
δι 18 w 2376
αὐτὸ 2 w 2381
τὸ 20 w 2383
πρᾶγμα 1 w 2389
ἀλλὰ 1 w 2394
διά 1 w 2397
τι 15 w 2399
Οἰόμενοι 1 w 2408
θλῖψιν 1 w 2414
ἐπιφέρειν 1 w 2423
τοῖς 7 w 2427
δεσμοῖς 3 w 2434
μου 4 w 2437
Ἀντὶ 1 w 2442
τοῦ 15 w 2445
νομίζοντες 1 w 2455
οὕτω 3 w 2459
με 14 w 2461
εἰς 4 w 2464
μείζονα 2 w 2471
ἐμπεσεῖσθαι 1 w 2482
κίνδυνον 1 w 2490
καὶ 24 w 2494
καλῶς 1 w 2499
ε-ι 1 w 2502
πε 11 w 2505
τὸ 21 w 2507
οἰόμενοι 2 w 2517
οὐ 4 w 2522
γὰρ 4 w 2525
οὕτως 3 w 2530
ἐξέβαινεν 1 w 2539
ἐκεῖνοι 1 w 2547
δὲ 8 w 2549
ἐνόμιζόν 1 w 2557
με 17 w 2559
τοῦτο 4 w 2564
λυπεῖν 1 w 2570
ἐγὼ 1 w 2574
δὲ 9 w 2576
ἔχαιρον 1 w 2583
ὅτι 5 w 2587
τὸ 22 w 2589
κήρυγμα 1 w 2596
ἐπεδίδου 1 w 2604
Οἱ 2 w 2607
δὲ 10 w 2609
ἐξ 4 w 2611
ἀγάπης 1 w 2617
εἰδότες 1 w 2625
ὅτι 6 w 2628
εἰς 5 w 2631
ἀπολογίαν 1 w 2640
τοῦ 17 w 2643
εὐαγγελίου 2 w 2653
κεῖμαι 1 w 2659
Tουτέστιν 2 w 2669
τὰς 1 w 2672
εὐθύνας 1 w 2679
μοι 2 w 2682
παρασκευάζοντες 1 w 2697
τὰς 2 w 2700
πρὸς 1 w 2704
τὸν 16 w 2707
Θεόν 1 w 2711
καὶ 25 w 2715
συναντιλαμβανόμενοι 1 w 2734
τι 20 w 2737
ἐστιν 3 w 2742
εἰς 6 w 2746
ἀπολογίαν 2 w 2755
προσετάγην 1 w 2767
κηρῦξαι 1 w 2774
μέλλω 1 w 2780
διδόναι 1 w 2787
εὐθύνας 2 w 2794
καὶ 26 w 2797
ἀπολογεῖσθαι 1 w 2809
ὑπὲρ 2 w 2813
τοῦ 18 w 2816
ἔργου 1 w 2821
οὗ 1 w 2823
προσετάγην 2 w 2833
ὥστε 5 w 2838
οὖν 3 w 2841
μοι 3 w 2844
τὴν 4 w 2847
ἀπολογίαν 3 w 2856
γενέσθαι 3 w 2864
εὔκολον 1 w 2871
συναντιλαμβάνονταί 1 w 2889
μοι 4 w 2892
οὕτως 4 w 2898
οὐκ 3 w 2901
ἔνι 1 w 2904
ποιῆσαι 1 w 2911
ἔργον 1 w 2916
ἀγαθὸν 1 w 2922
οὐκ 4 w 2926
ἀπὸ 3 w 2929
προαιρέσεως 1 w 2940
ἀγαθῆς 1 w 2946
καὶ 27 w 2950
οὐ 7 w 2952
μόνον 1 w 2957
οὐ 8 w 2959
κεῖται 1 w 2965
μισθὸς 1 w 2971
ὑπὲρ 3 w 2975
τούτου 1 w 2981
ἀλλὰ 2 w 2986
καὶ 28 w 2989
κόλασις 1 w 2996
ἐπειδὴ 3 w 3003
γὰρ 5 w 3006
μείζοσι 1 w 3013
κινδύνοις 1 w 3022
περιβαλεῖν 1 w 3032
τοῦ 19 w 3035
Χριστοῦ 1 w 3042
τὸν 17 w 3045
κήρυκα 1 w 3051
βουλόμενοι 2 w 3061
τὸν 18 w 3065
Χριστὸν 5 w 3072
ἐκήρυττον 2 w 3081
οὐ 9 w 3084
λήψονται 1 w 3092
μισθὸν 1 w 3098
ἀλλὰ 3 w 3102
καὶ 29 w 3105
τιμωρίας 1 w 3113
ἔσονται 1 w 3120
ὑπεύθυνοι 1 w 3129
οἱ 2 w 3133
δὲ 11 w 3135
ἐξ 5 w 3138
ἀγάπης 2 w 3144
τουτέστιν 2 w 3155
ἴσασιν 1 w 3161
ὅτι 7 w 3164
δεῖ 1 w 3167
με 21 w 3169
λόγον 2 w 3174
δοῦναι 2 w 3180
τοῦ 21 w 3183
εὐαγγελίου 3 w 3193
Τί 2 w 3196
γάρ 1 w 3199
πλὴν 1 w 3204
ὅτι 8 w 3207
παντὶ 1 w 3212
τρόπῳ 2 w 3217
εἴτε 1 w 3222
προφάσει 1 w 3230
εἴτε 2 w 3234
ἀληθείᾳ 1 w 3241
Χριστὸς 1 w 3249
καταγγέλλεται 1 w 3262
Ορᾳς 1 w 3267
τὸ 28 w 3269
φιλόσοφον 1 w 3278
τοῦ 22 w 3281
ἀνδρός 1 w 3287
οὐ 10 w 3290
σφόδρα 1 w 3296
αὐτῷ 1 w 3300
καταγόρησεν 1 w 3311
ἀλλ 5 w 3315
εἶπεν 1 w 3321
τὸ 29 w 3323
γενόμενον 2 w 3332
τί 1 w 3335
γάρ 2 w 3338
μοι 5 w 3341
φησὶν 4 w 3347
διαφέρει 1 w 3356
ἄν 1 w 3359
τε 27 w 3361
οὕτως 5 w 3366
ἄν 2 w 3369
τε 28 w 3371
οὕτως 6 w 3376
πλὴν 2 w 3382
πάντι 1 w 3387
τρόπῳ 3 w 3392
εἴτε 3 w 3397
προφάσει 2 w 3405
εἴτε 4 w 3410
ἀληθείᾳ 2 w 3418
Χριστὸς 2 w 3425
καταγγέλλεται 2 w 3438
οὐκ 5 w 3443
εἶπε 2 w 3447
καταγγελλέσθω 1 w 3460
ὡς 3 w 3463
τινες 1 w 3468
οἴονται 1 w 3475
λέγοντες 1 w 3483
ὅτι 9 w 3486
τὰς 3 w 3489
αἱρέσεις 1 w 3497
εἰσάγει 1 w 3504
ἀλλὰ 4 w 3509
καταγγέλλεται 3 w 3522
πρῶτον 1 w 3529
μὲν 6 w 3532
γὰρ 6 w 3535
οὐκ 6 w 3538
εἰπε 1 w 3542
καταγγελλέσθω 2 w 3555
ὡς 4 w 3558
υομογέλλεται 1 w 3570
ἀλλὰ 5 w 3575
τὸ 31 w 3577
συμβαῖνον 1 w 3586
ἀπήγγελε 1 w 3594
δεύτερον 1 w 3603
δὲ 12 w 3605
εἰ 16 w 3607
καὶ 30 w 3610
νομοθετῶν 1 w 3619
ἔλεγεν 1 w 3625
οὐδὲ 1 w 3630
οὕτως 7 w 3635
αἱρέσεις 2 w 3643
εἰσῆγεν 1 w 3650
εἰ 18 w 3653
γὰρ 7 w 3656
καὶ 31 w 3659
οὕτως 8 w 3664
ἐπέτρεπε 1 w 3672
κηρύττειν 2 w 3681
ὡς 5 w 3683
ἐκεῖνοι 2 w 3690
οὐδ 2 w 3694
οὕτως 9 w 3700
εἰσῆγε 2 w 3706
τὰς 4 w 3709
αἱρέσεις 3 w 3717
πῶς 3 w 3721
ὅτι 10 w 3725
ἐκεῖνοι 3 w 3732
ὑγιῶς 1 w 3737
ἐκήρυττον 3 w 3746
4 w 3748
σκοπὸς 1 w 3754
δὲ 14 w 3756
καὶ 32 w 3759
1 w 3760
διάνοια 1 w 3767
μεθ 1 w 3770
ἧς 1 w 3773
ἐποίουν 1 w 3780
οὕτω 11 w 3784
διέφθαρτο 1 w 3793
καὶ 33 w 3797
πολλὴν 1 w 3803
εἶχον 1 w 3808
ἀνάγκην 2 w 3815
οὕτως 10 w 3820
κηρύττειν 3 w 3829
διατί 1 w 3835
ὅτι 11 w 3839
εἰ 20 w 3841
ἑτέρως 1 w 3847
ἐκήρυξαν 1 w 3855
οὐχ 2 w 3859
ὡς 6 w 3861
ἐκεῖνος 1 w 3868
οὐκ 7 w 3872
ἃν 1 w 3874
τὴν 5 w 3877
τοῦ 23 w 3880
βασιλέως 2 w 3888
ὀργὴν 1 w 3893
ηὔξησαν 1 w 3900
νῦν 2 w 3904
δὲ 15 w 3906
τὸ 32 w 3908
κήρυγμα 2 w 3915
αὐτοῦ 1 w 3920
αὔξειν 1 w 3926
καὶ 34 w 3930
ὁμοίως 1 w 3936
διδάσκειν 4 w 3945
καὶ 35 w 3949
ἴσους 1 w 3954
αὐτῷ 2 w 3958
μαθητὰς 1 w 3965
ποιεῖν 1 w 3971
ἴσχυσεν 1 w 3979
ἐκπολεμῶσαι 1 w 3990
τὸν 20 w 3993
βασιλέα 1 w 4000
ἀλλά 1 w 4005
τις 1 w 4008
μιαρὸς 1 w 4014
καὶ 36 w 4017
ἀναίσθητος 1 w 4027
ἐπιλαβόμενος 1 w 4039
τοῦ 25 w 4042
χωρίου 1 w 4048
τούτου 2 w 4054
φησὶν 5 w 4059
καὶ 37 w 4063
μὴν 1 w 4066
τὸ 34 w 4068
ἐναντίον 1 w 4076
εἰργάσαντο 1 w 4086
ἃν 2 w 4089
τοὺς 8 w 4093
ἤδη 2 w 4096
πεπιστευκότας 1 w 4109
ἀπήλασαν 1 w 4117
οὐχὶ 1 w 4122
τοὺς 9 w 4126
πιστοὺς 1 w 4133
ἐπιδοῦναι 1 w 4142
ἐποίησαν 1 w 4150
ἃν 3 w 4152
εἴ 5 w 4155
γε 22 w 4157
δακεῖν 1 w 4163
αὐτὸν 2 w 4168
ἐβούλοντο 1 w 4177
τί 4 w 4180
οὖν 4 w 4183
ἐροῦμεν 1 w 4190
ὅτι 12 w 4194
πρὸς 2 w 4198
ἓν 1 w 4200
τοῦτο 5 w 4205
ἑώρων 1 w 4210
ἐκεῖνοι 4 w 4217
τὸ 36 w 4220
κινδύνοις 2 w 4229
αὐτὸν 3 w 4234
περιβαλεῖν 2 w 4244
τοῖς 8 w 4248
παροῦσι 1 w 4255
τὸ 38 w 4258
μὴ 3 w 4260
ἀφεῖναι 1 w 4267
διαφυγεῖν 1 w 4276
καὶ 38 w 4280
τούτῳ 1 w 4285
μᾶλλον 3 w 4291
ᾤοντο 1 w 4296
αὐτὸν 4 w 4301
λυπεῖν 2 w 4307
καὶ 39 w 4311
τὸ 40 w 4313
κήρυγμα 3 w 4320
σβεννύναι 1 w 4329
2 w 4330
ἐκείνῳ 1 w 4336
ἑτέρως 2 w 4343
μὲν 7 w 4346
γὰρ 8 w 4349
καὶ 40 w 4352
ἔσβεσαν 1 w 4359
τοῦ 27 w 4362
βασιλέως 3 w 4370
τὴν 6 w 4373
ὀργήν 2 w 4378
καὶ 41 w 4382
ἀφῆκαν 1 w 4388
ἐξελθεῖν 1 w 4396
καὶ 42 w 4399
πάλιν 1 w 4404
κηρύξαι 1 w 4411
οὕτω 13 w 4416
δὲ 16 w 4418
δι 27 w 4420
αὐτῶν 1 w 4426
τὸ 41 w 4428
πᾶν 2 w 4431
ἑλεῖν 1 w 4436
ἐνόμιζον 1 w 4444
ἑλόντες 1 w 4452
αὐτόν 1 w 4457
καὶ 43 w 4461
τοῦτο 6 w 4466
οὐκ 8 w 4469
ἦν 1 w 4471
τῶν 9 w 4474
πολλῶν 1 w 4480
συνιδεῖν 1 w 4488
ἀλλὰ 6 w 4493
πικρῶν 1 w 4499
τινῶν 1 w 4504
Καὶ 2 w 4508
ἐν 12 w 4510
τούτοις 1 w 4517
φησὶ 6 w 4521
χαίρω 1 w 4526
ἀλλὰ 7 w 4531
καὶ 44 w 4534
χαρήσομαι 1 w 4543
1 w 4546
ἐστιν 4 w 4551
ἀλλὰ 8 w 4556
καὶ 45 w 4559
χαρήσομαι 2 w 4568
κἂν 1 w 4573
πλεῖον 1 w 4579
γένηται 1 w 4586
φησί 1 w 4590
ἐμοὶ 1 w 4594
γὰρ 9 w 4597
συμπράττουσιν 2 w 4610
ἄκοντες 1 w 4617
καὶ 46 w 4621
τῶν 10 w 4624
αὐτοῖς 1 w 4630
πεπ 3 w 4633
ονημένων 1 w 4641
ἐκεῖνοι 5 w 4648
μὲν 8 w 4651
κόλασιν 1 w 4658
ἐγὼ 2 w 4662
δὲ 17 w 4664
6 w 4665
μηδὲν 1 w 4670
συμβαλλόμενος 1 w 4683
μισθὸν 2 w 4690
μὴ 4 w 4692
λήψομαι 1 w 4699
Οἶδα 1 w 4704
γὰρ 10 w 4707
ὅτι 13 w 4710
τοῦτό 2 w 4715
μοι 6 w 4718
ἀποβήσεται 1 w 4728
εἰς 7 w 4731
σωτηρίαν 1 w 4739
διὰ 5 w 4743
τῆς 13 w 4746
ὑμῶν 1 w 4750
δεήσεως 1 w 4757
καὶ 47 w 4760
ἐπιχορηγίας 1 w 4771
τοῦ 30 w 4774
Πνεύματος 1 w 4783
Ἰησοῦ 1 w 4788
Χριστοῦ 2 w 4795
Οὐδὲν 1 w 4801
τοῦ 32 w 4804
διαβόλου 1 w 4812
μιαρώτερον 1 w 4822
οὕτω 14 w 4827
πανταχοῦ 1 w 4835
πόνοις 1 w 4841
ἀνονή 1 w 4846
τοῖς 10 w 4851
τοὺς 11 w 4855
ἑαυτοῦ 2 w 4861
περιβάλλει 1 w 4871
καὶ 48 w 4874
διασπᾷ 1 w 4880
καὶ 49 w 4884
οὐ 19 w 4886
μόνον 2 w 4891
τῶν 11 w 4894
ἐπά- 1 w 4898
θλων 1 w 4902
οὐκ 9 w 4905
ἀφίησι 1 w 4911
τυχεῖν 1 w 4917
ἀλλὰ 9 w 4922
καὶ 50 w 4925
κολάσεως 1 w 4933
ὑπευθύνους 1 w 4943
ποιεῖ 2 w 4948
οἶδεν 1 w 4954
οὐ 21 w 4956
μόνον 3 w 4961
κήρυγμα 4 w 4968
ἀλλὰ 10 w 4972
καὶ 51 w 4975
νηστείαν 1 w 4983
τοιαύτην 1 w 4991
καὶ 52 w 4994
παρθενίαν 1 w 5003
αὐτοῖς 2 w 5009
νομοθετεῖν 1 w 5019
3 w 5021
οὐ 22 w 5023
μόνον 4 w 5028
μισθῶν 1 w 5034
ἀποστερήσει 1 w 5045
ἀλλὰ 11 w 5050
καὶ 53 w 5053
μέγα 1 w 5057
κακὸν 1 w 5062
ἐπάξει 1 w 5068
τοῖς 12 w 5072
αὐτὴν 1 w 5077
μετιοῦσιν 1 w 5086
τὸ 42 w 5089
δὲ 20 w 5091
πᾶν 3 w 5094
ἐκ 15 w 5097
τοῦ 34 w 5100
μὴ 5 w 5102
ὀρθῶς 1 w 5107
σκοπῶ 1 w 5112
τι 38 w 5114
ποιεῖν 2 w 5120
ἀλλ 15 w 5124
ἐπὶ 2 w 5128
διαβολῇ 1 w 5135
τῶν 12 w 5138
τοῦ 35 w 5141
Θεοῦ 1 w 5145
κτισμάτων 1 w 5154
τί 5 w 5157
οτυν 1 w 5161
φησίν 1 w 5166
Οἶδα 2 w 5171
γὰρ 11 w 5174
ὅτι 14 w 5177
τοῦτό 3 w 5182
μοι 7 w 5185
ἀποβήσεται 2 w 5195
εἰς 8 w 5198
σωτηρίαν 2 w 5206
Τὴν 1 w 5210
μέλλουσαν 1 w 5219
ὅταν 1 w 5224
καὶ 54 w 5227
2 w 5228
ἔχθρα 1 w 5233
μου 5 w 5236
τὸ 43 w 5238
κήρυγμα 5 w 5245
ὠφελῇ 1 w 5250
καὶ 55 w 5254
7 w 5255
πρὸς 3 w 5259
ἐμὲ 3 w 5262
ζῆλος 1 w 5267
Διὰ 1 w 5271
τῆς 14 w 5274
ὑμῶν 2 w 5278
δεήσεως 2 w 5285
καὶ 56 w 5288
ἐπιχορηγίας 2 w 5299
τοῦ 37 w 5302
Πνεύμάτος 1 w 5311
Ἰησοῦ 2 w 5316
κατὰ 2 w 5321
τὴν 8 w 5324
ἀποκαραδοκίαν 1 w 5337
καὶ 57 w 5340
ἐλπίδα 2 w 5346
μου 6 w 5349
Ὄρα 1 w 5353
τὴν 9 w 5356
ταπεινοφροσύνην 1 w 5371
τοῦ 38 w 5374
μακαρίου 1 w 5382
τούτου 3 w 5388
Φιλιππησίοις 1 w 5401
φησὶν 6 w 5406
ὅτι 15 w 5410
διὰ 6 w 5413
τῆς 15 w 5416
ὑμῶν 3 w 5420
δεήσεως 3 w 5427
δύναμαι 1 w 5434
σωθῆναι 1 w 5441
8 w 5443
ἀπὸ 4 w 5446
μυρίων 1 w 5452
κατορθωμάτων 1 w 5464
κεκτημένος 1 w 5474
τὴν 10 w 5477
σωτηρίαν 3 w 5485
καὶ 58 w 5490
ἐπιχορηγίας 3 w 5501
φησὶ 8 w 5506
τοῦ 39 w 5511
Πνεύματος 2 w 5520
Iησοῦ 1 w 5525
Χριστοῦ 3 w 5532
τουτέστιν 3 w 5544
ἃν 4 w 5546
τῶν 13 w 5549
ὑμε- 1 w 5553
τέρων 1 w 5558
εὐχῶν 1 w 5563
καταξιωθῶ 1 w 5572
πλείονος 1 w 5581
ἀξιωθήσομαι 1 w 5592
καὶ 59 w 5595
τῆς 16 w 5598
χάριτος 1 w 5605
τὸ 44 w 5608
γὰρ 12 w 5611
ἐπιχορηγίας 4 w 5622
τοῦτό 4 w 5627
ἐστιν 5 w 5632
ἃν 5 w 5635
ἐπιχορηγηθῇ 1 w 5646
ἃν 6 w 5649
πλεῖον 2 w 5655
ἐπιδοθῇ 1 w 5662
μοι 8 w 5665
πνεῦμα 1 w 5671
ἤτοι 1 w 5676
τὴν 11 w 5679
ἀπαλλαγὴν 1 w 5688
λέγει 3 w 5693
εἰς 9 w 5696
σωτηρίαν 4 w 5704
τουτέστιν 4 w 5714
καὶ 60 w 5717
τὸν 24 w 5720
παρόντα 1 w 5727
διαφεύξομαι 1 w 5738
πρῶτον 2 w 5744
κίνδυνον 2 w 5752
περὶ 3 w 5757
φησὶν 7 w 5762
ἐν 13 w 5766
τῇ 5 w 5768
πρώτῃ 1 w 5773
μου 7 w 5776
ἀπολογίᾳ 1 w 5784
οὐδείς 1 w 5791
μοι 9 w 5794
συμπαρεγένετο 1 w 5807
μὴ 6 w 5811
αὐτοῖς 3 w 5817
λογισθείη 1 w 5826
ἀλλ 16 w 5830
9 w 5832
Κύριος 1 w 5838
μοι 10 w 5841
παρέστη 1 w 5848
καὶ 61 w 5851
ἐνεδυνά- 1 w 5859
μωσέν 1 w 5865
με 29 w 5867
τοῦτο 7 w 5874
γοῦν 1 w 5878
ἡδῆ 1 w 5881
προφητεύει 1 w 5891
κατὰ 3 w 5897
τὴν 12 w 5900
ἀποκαρα- 1 w 5908
δοκίαν 4 w 5915
καὶ 62 w 5918
ἐλπίδα 3 w 5924
μου 8 w 5927
οὕτω 15 w 5933
γὰρ 13 w 5936
ἐλπίζω 1 w 5942
ἵνα 1 w 5946
γὰρ 14 w 5949
πάλιν 2 w 5954
ἡμεῖς 1 w 5959
μὴ 7 w 5961
τὸ 46 w 5963
ὅλον 1 w 5967
ταῖς 1 w 5971
ἐκείνων 1 w 5978
ἐπιτρέπωμεν 1 w 5989
εὐχαῖς 1 w 5995
αὐτοὶ 3 w 6001
μηδὲν 2 w 6006
εἰσφέροντες 1 w 6017
ὅρα 2 w 6021
πῶς 4 w 6024
τίθησι 1 w 6030
τὸ 47 w 6032
αὐτοῦ 2 w 6037
τὴν 13 w 6041
ἐλπίδα 4 w 6047
τὴν 14 w 6050
πάντων 1 w 6056
αἰτίαν 1 w 6062
τῶν 14 w 6065
ἀγαθῶν 1 w 6071
κατὰ 4 w 6077
τὴν 15 w 6080
ἀποκαραδοκίαν 2 w 6093
φησὶ 10 w 6099
καὶ 63 w 6104
ἐλπίδα 5 w 6110
μου 9 w 6113
ὅτι 16 w 6118
ἐν 15 w 6120
οὐδενὶ 1 w 6126
αἰσχυνθήσομαι 1 w 6139
αὕτη 1 w 6145
5 w 6146
τοῦ 44 w 6149
Παύλου 1 w 6155
ἐλπίς 1 w 6160
τὸ 48 w 6163
ἐλπίζειν 1 w 6171
ὅτι 17 w 6174
οὐδαμοῦ 1 w 6181
αἰσχυνθήσεται 1 w 6194
ὁρᾷς 1 w 6199
ὅσον 1 w 6203
ἐλπίζειν 2 w 6211
ἐστὶν 1 w 6216
ἐπὶ 3 w 6219
τὸν 25 w 6222
Θεόν 2 w 6226
κἂν 2 w 6230
ὅτι 18 w 6233
οὖν 5 w 6236
γένηται 2 w 6243
φησὶν 8 w 6249
οὐκ 10 w 6253
αἰσχυνθήσομαι 2 w 6266
τουτεστιν 1 w 6276
οὐ 27 w 6279
περιέσονται 1 w 6290
οὗτοι 1 w 6295
Ἀλλ 1 w 6299
ἐν 16 w 6302
πάσῃ 2 w 6306
παρρησίᾳ 1 w 6314
καθὼς 1 w 6320
πάντοτε 1 w 6327
καὶ 64 w 6331
νῦν 3 w 6334
μεγαλυνθήσεται 1 w 6348
Χριστὸς 3 w 6355
ἐν 17 w 6357
τῷ 10 w 6359
σώματί 1 w 6365
μου 10 w 6368
Προσεδόκων 1 w 6379
ἐκεῖνοι 6 w 6386
διὰ 7 w 6389
τῆς 17 w 6392
παγίδος 1 w 6399
ταύτης 1 w 6405
δῆθεν 1 w 6410
ἑλεῖν 2 w 6415
μὲν 9 w 6418
τὸν 26 w 6421
Παῦλον 2 w 6427
σβέννυσθαι 1 w 6438
δὲ 22 w 6440
τὸ 52 w 6442
κήρυγμα 6 w 6449
φησὶν 9 w 6455
οὖν 6 w 6458
οὐκ 11 w 6462
ἔσται 1 w 6467
τοῦτο 8 w 6472
οὐ 29 w 6475
νῦν 4 w 6478
ἀποθανοῦμαι 1 w 6489
ἀλλ 17 w 6494
ὡς 7 w 6497
πάντοτε 2 w 6504
καὶ 65 w 6507
νῦν 5 w 6510
μεγαλυν- 1 w 6518
θήσεται 3 w 6526
Χριστὸς 4 w 6533
ἐν 18 w 6535
τῷ 11 w 6537
σώματι 1 w 6543
μου 11 w 6546
πῶς 5 w 6551
πολλάκις 1 w 6559
εἰς 10 w 6562
κινδύνους 1 w 6571
ἐνέπεσα 1 w 6578
ἐν 20 w 6581
οἷς 1 w 6584
πάντες 1 w 6590
ἡμᾶς 1 w 6594
ἀπηγόρευσαν 1 w 6605
μᾶλλον 4 w 6612
δὲ 23 w 6614
καὶ 66 w 6617
ἡμεῖς 2 w 6622
ἑαυτούς 1 w 6629
ἐν 21 w 6632
ἑαυτοῖς 1 w 6639
γὰρ 15 w 6642
τὸ 54 w 6644
ἀπόκριμα 1 w 6652
τοῦ 46 w 6655
θανάτου 1 w 6662
ἐσχήκαμεν 1 w 6671
ἀλλ 18 w 6675
ἐκ 18 w 6678
πάντων 2 w 6684
ἡμᾶς 2 w 6688
ἐρρύσατο 1 w 6696
11 w 6697
Κύριος 2 w 6703
οὕτω 16 w 6708
καὶ 67 w 6711
νῦν 6 w 6714
μεγαλυνθήσεται 2 w 6728
ἐν 22 w 6730
τῷ 12 w 6732
σώματί 2 w 6738
μου 12 w 6741
τί 10 w 6744
οὑν 1 w 6747
ἵνα 2 w 6751
μή 1 w 6753
τις 2 w 6756
εἴπῃ 1 w 6760
ἐὰν 1 w 6764
οὐν 1 w 6767
ἀποθάνῃ 1 w 6774
οὐ 31 w 6777
μεγαλύνεται 1 w 6788
ναί 2 w 6792
φησίν 2 w 6797
οἶδα 1 w 6802
ὅτι 19 w 6805
διὰ 8 w 6808
τοῦτο 9 w 6813
εἰπον 1 w 6818
ὅτι 20 w 6821
οὐκ 12 w 6824
9 w 6825
ζωὴ 1 w 6828
μόνη 1 w 6832
μεγαλύνει 1 w 6841
αὐτὸν 5 w 6846
ἀλλὰ 12 w 6851
καὶ 68 w 6854
12 w 6855
θάνατος 1 w 6862
τέως 2 w 6867
δὲ 24 w 6869
διὰ 9 w 6872
ζωῆς 1 w 6876
φησὶν 10 w 6882
οὐχ 4 w 6886
αἱροῦσι 1 w 6893
με 39 w 6895
καὶ 69 w 6899
εἰ 28 w 6901
εἷλόν 1 w 6906
με 40 w 6908
καὶ 70 w 6912
οὕτως 11 w 6917
μεγαλυνθήσεται 3 w 6931
Χριστός 1 w 6938
πῶς 6 w 6942
διὰ 10 w 6945
μὲν 10 w 6948
τῆς 18 w 6951
ζωῆς 2 w 6955
ὅτι 21 w 6959
με 42 w 6961
ἐξείλετο 1 w 6969
διὰ 11 w 6973
τοῦ 48 w 6976
θανάτου 2 w 6983
δὲ 25 w 6985
ὅτι 22 w 6989
μοι 11 w 6992
τοσαύτην 1 w 7000
προθυμίαν 1 w 7009
ἐχαρίσατο 1 w 7018
καὶ 71 w 7022
θανάτου 3 w 7029
ἐποίησεν 1 w 7037
ἰσχυρότερον 1 w 7048
ταῦτα 1 w 7054
λέγει 4 w 7059
οὐχ 5 w 7063
ὡς 8 w 7065
μέλλων 1 w 7071
ἀποθανεῖσθαι 1 w 7083
ἀλλ 20 w 7087
ὅταν 2 w 7092
ἀποθάνῃ 2 w 7099
μηδὲν 3 w 7105
ἀνθρώπινον 1 w 7115
πάθωσιν 1 w 7122
ὅτι 23 w 7126
γὰρ 16 w 7129
οὐχ 6 w 7132
ὡς 9 w 7134
μέλλων 2 w 7140
ἀποθανεῖσθαι 2 w 7152
1 w 7154
μάλιστα 2 w 7161
αὐτοὺς 1 w 7167
ἐλύπει 1 w 7173
ταῦτα 2 w 7179
ἔλεγεν 2 w 7185
διὰ 12 w 7189
τοῦτο 10 w 7194
ἐπήγαγεν 1 w 7202
προιών 1 w 7208
καὶ 72 w 7213
τοῦτο 11 w 7218
πεποιθὼς 1 w 7226
οἶδα 2 w 7230
ὅτι 24 w 7234
μενῶ 1 w 7238
καὶ 73 w 7241
συμπαραμενῶ 1 w 7252
πᾶσιν 2 w 7257
ὑμῖν 1 w 7261
Ἐμοὶ 1 w 7266
γὰρ 17 w 7269
τὸ 56 w 7271
ζῇν 1 w 7274
Χριστός 2 w 7282
καὶ 74 w 7286
τὸ 57 w 7288
ἀποθανεῖν 1 w 7297
κέρδος 1 w 7304
Εἰ 1 w 7307
βούλει 1 w 7313
φησὶ 14 w 7318
τὴν 16 w 7322
ζωὴν 1 w 7326
ἐξετάσαι 1 w 7334
τὴν 17 w 7337
ἐμὴν 1 w 7341
ἐκεῖνός 1 w 7349
ἐστιν 6 w 7354
καὶ 75 w 7359
τὸ 58 w 7361
ἀποθανεῖν 2 w 7370
κέρδος 2 w 7376
διατὶ 1 w 7383
ὅτι 25 w 7387
σαφέστερον 1 w 7397
αὐτῷ 3 w 7401
συνέσομαι 1 w 7410
μᾶλλον 5 w 7416
ὥστε 6 w 7421
τὸ 59 w 7423
ἀποθανεῖν 3 w 7432
ζῆσαι 1 w 7437
ἐστὶ 2 w 7441
μᾶλλον 6 w 7447
κἂν 3 w 7451
τοίνυν 4 w 7457
ἀποθάνω 1 w 7464
οὐ 36 w 7467
τεθνήξομαι 1 w 7477
τὴν 18 w 7481
ζωὴν 2 w 7485
ἔχων 1 w 7489
ἐν 23 w 7491
ἐμαυτῷ 1 w 7497
2 w 7499
δὲ 27 w 7501
νῦν 7 w 7504
ζῶ 1 w 7506
ἐν 24 w 7508
σαρκὶ 1 w 7513
ἐν 25 w 7516
πίστει 1 w 7522
ζῶ 2 w 7524
τοῦτο 12 w 7530
κἀκεῖ 1 w 7535
λέγει 5 w 7540
ζῶ 3 w 7544
δὲ 28 w 7546
οὐκ 13 w 7549
ἔτι 1 w 7552
ἐγώ 2 w 7555
ζῇ 2 w 7559
δὲ 29 w 7561
ἐν 26 w 7563
ἐμοὶ 2 w 7567
Χριστός 3 w 7574
οὐ 38 w 7578
ζῶ 4 w 7580
φησὶν 11 w 7586
τὴν 19 w 7590
κοινὴν 1 w 7596
ζωήν 1 w 7600
ἀλλὰ 13 w 7605
πῶς 7 w 7608
καὶ 76 w 7611
ἀλλαχοῦ 1 w 7618
φησὶν 12 w 7623
ἐγὼ 3 w 7628
τῷ 15 w 7630
κόσμῳ 1 w 7635
ἐσταύρωμαι 1 w 7645
κἀμοὶ 1 w 7651
κόσμος 1 w 7658
κἀνταῦθα 1 w 7668
ἐμοὶ 3 w 7673
γὰρ 18 w 7676
τὸ 60 w 7678
ζῆν 1 w 7681
Χριστός 4 w 7688
τὸ 61 w 7692
τῆς 19 w 7695
ζωῆς 3 w 7699
ὄνομα 1 w 7704
πολυσήμαντόν 1 w 7716
ἐστιν 7 w 7721
ὥσπερ 1 w 7727
καὶ 77 w 7730
τὸ 62 w 7732
τοῦ 52 w 7735
θανάτου 4 w 7742
ἔστιν 1 w 7748
ζωὴ 4 w 7751
αὕτη 2 w 7755
10 w 7757
τοῦ 53 w 7760
σώματος 1 w 7767
ἔστιν 2 w 7773
ζωὴ 5 w 7776
11 w 7778
τῆς 20 w 7781
ἁμαρτίας 1 w 7789
καθὼς 2 w 7795
φησὶν 13 w 7800
αὐτὸς 1 w 7805
ἀλλαχοῦ 2 w 7812
εἰ 29 w 7816
δὲ 30 w 7818
ἀπεθάνομεν 1 w 7828
τῇ 6 w 7830
ἁμαρτίᾳ 1 w 7837
πῶς 8 w 7841
ἔτι 2 w 7844
ζήσομεν 1 w 7852
ἐν 27 w 7854
αὐτῇ 1 w 7858
ἔστιν 3 w 7865
ζωὴ 6 w 7868
12 w 7869
ἀΐδιος 1 w 7875
καὶ 78 w 7878
ἀθάνατος 1 w 7886
μετὰ 2 w 7890
ζωῆς 4 w 7894
αἰωνίου 1 w 7901
13 w 7903
οὐράνιος 1 w 7911
οὐ 40 w 7914
τὴν 20 w 7917
φυσικὴν 1 w 7924
οὖν 7 w 7927
φησὶν 14 w 7932
μὴ 9 w 7934
ζῇν 2 w 7937
ἀλλὰ 14 w 7942
ταύτην 1 w 7948
τὴν 21 w 7951
τῶν 15 w 7954
ἁμαρτημάτων 1 w 7965
οὐδὲν 1 w 7971
οὖν 8 w 7974
δεινὸν 1 w 7980
ἐργάσονταί 1 w 7990
με 48 w 7992
οἱ 3 w 7994
ἀποκτεινύντες 1 w 8007
με 49 w 8009
τῇ 8 w 8012
ζωῇ 1 w 8015
παραπέμποντες 1 w 8028
τῇ 9 w 8030
ἐμῇ 2 w 8033
καὶ 79 w 8037
ταύτης 2 w 8043
τῆς 21 w 8046
οὐ 42 w 8048
προσηκούσης 1 w 8059
ἀπαλλάττοντες 1 w 8072
τί 13 w 8075
οὖν 9 w 8078
ἐνταῦθα 1 w 8085
ὤν 1 w 8087
οὐκ 14 w 8091
ἧς 2 w 8093
τοῦ 54 w 8096
Χριστοῦ 4 w 8103
καὶ 80 w 8107
σφόδρα 2 w 8113
Εἰ 2 w 8116
δὲ 32 w 8118
τὸ 64 w 8120
ζῇν 3 w 8123
ἐν 29 w 8125
σαρκὶ 2 w 8130
τοῦτό 5 w 8136
μοι 12 w 8139
καρπὸς 1 w 8145
ἔργου 2 w 8150
καὶ 81 w 8154
τί 14 w 8156
αἱρήσομαι 1 w 8165
οὐ 44 w 8168
γνωρίζω 1 w 8175
Ινα 1 w 8179
μή 2 w 8181
τις 3 w 8184
εἴπῃ 2 w 8188
εἰ 30 w 8191
τοίνυν 5 w 8197
ἐκεῖνο 8 w 8203
ζωὴ 7 w 8206
τίνος 1 w 8212
ἕνεκεν 1 w 8218
εἴασεν 1 w 8224
13 w 8225
Χριστὸς 5 w 8232
ἐνταῦθα 2 w 8239
καρπὸς 2 w 8246
ἔργου 3 w 8251
φησὶν 15 w 8257
ἐστίν 1 w 8263
ὥστε 7 w 8268
ἔνεστι 1 w 8274
καὶ 82 w 8277
τῇ 10 w 8279
παρούσῃ 1 w 8286
ζωῇ 2 w 8289
εἰς 11 w 8293
δέον 1 w 8297
χρήσασθαι 2 w 8306
μὴ 10 w 8308
ζῶντα 1 w 8313
αὐτήν 1 w 8318
ἵνα 3 w 8322
μὴ 11 w 8324
νομίσῃς 1 w 8331
διαβεβλῆσθαι 1 w 8343
τὴν 22 w 8346
ζωήν 2 w 8350
Ποῦ 1 w 8354
νῦν 8 w 8357
οἱ 4 w 8359
αἱρετικοί 1 w 8368
ἰδοὺ 1 w 8373
τὸ 66 w 8376
ζῆν 2 w 8379
ἐν 31 w 8381
σαρκὶ 3 w 8386
τοῦτο 13 w 8392
καρπὸς 3 w 8398
ἔργου 4 w 8404
διὰ 13 w 8409
τούτων 1 w 8415
οὖν 10 w 8418
καὶ 83 w 8421
τὴν 23 w 8424
ἐπιθυμίαν 1 w 8433
ἐξέβαλε 1 w 8440
τῆς 22 w 8443
παρούσης 1 w 8451
ζωῆς 5 w 8455
καὶ 84 w 8459
οὐ 45 w 8461
διέβαλεν 1 w 8469
αὐτήν 2 w 8474
τῷ 16 w 8477
μὲν 11 w 8480
γὰρ 19 w 8483
εἰπεῖν 1 w 8489
ὅτι 26 w 8492
τὸ 67 w 8495
ἀποθανεῖν 4 w 8505
κέρδος 3 w 8511
τὴν 24 w 8516
ἐπιθυμίαν 2 w 8525
ἐξέβαλε 2 w 8532
τῷ 17 w 8535
δὲ 33 w 8537
εἰπεῖν 2 w 8543
τὸ 68 w 8546
ζῇν 4 w 8550
ἐν 32 w 8552
σαρκὶ 4 w 8557
καρπὸς 4 w 8563
ἔργου 5 w 8568
ἔδειξε 1 w 8576
καὶ 85 w 8579
τὴν 25 w 8582
παροῦσαν 1 w 8590
ζωὴν 3 w 8594
ἀναγκαίαν 1 w 8603
ἐὰν 2 w 8607
εἰς 12 w 8610
δέον 2 w 8614
αὐτῇ 2 w 8618
κεχρήμεθα 1 w 8627
ἐὰν 3 w 8631
καρποφορῶμεν 1 w 8643
ὣς 1 w 8646
ἐὰν 4 w 8649
ἄκαρπος 1 w 8656
1 w 8657
οὐκέτι 1 w 8664
ἐστὶ 3 w 8668
ζωή 3 w 8671
τί 17 w 8674
οὖν 11 w 8677
εἰπέ 1 w 8682
μοι 13 w 8685
οὐ 47 w 8688
γνωρίζεις 1 w 8697
τί 18 w 8699
αἱρήσῃ 1 w 8705
ἐνταῦθα 3 w 8713
μέγα 2 w 8717
ἀπεκάλυψε 1 w 8726
μυστήριον 1 w 8735
ὅτι 27 w 8739
κύριος 1 w 8745
ἦν 2 w 8747
τοῦ 58 w 8750
ἀπελθεῖν 1 w 8758
ὅταν 3 w 8762
γὰρ 20 w 8765
αιρησις 1 w 8772
1 w 8773
κύριοι 1 w 8780
ἐσμέν 1 w 8785
Συνέχομαι 1 w 8795
δὲ 34 w 8797
ἐκ 21 w 8799
τῶν 16 w 8802
δύο 2 w 8805
τὴν 26 w 8809
ἐπιθυμίαν 3 w 8818
ἔχων 2 w 8822
εἰς 13 w 8825
τὸ 69 w 8827
ἀναλῦσαι 1 w 8835
Ορα 1 w 8839
τὴν 27 w 8842
φιλοστοργίαν 1 w 8854
τοῦ 59 w 8857
μακαρίου 2 w 8865
τούτου 4 w 8871
καὶ 86 w 8875
ταύτῃ 1 w 8880
αὐτοὺς 2 w 8886
παραμυθεῖται 1 w 8898
ὅταν 4 w 8903
εἰδῶσιν 1 w 8910
ὅτι 28 w 8913
αὐτὸς 2 w 8918
κύριός 1 w 8924
ἐστι 8 w 8928
τῆς 23 w 8931
αἱρέσεως 1 w 8939
ὅτι 29 w 8943
οὐκ 16 w 8946
ἀνθρωπίνῃ 1 w 8955
πονηρίᾳ 1 w 8962
τοῦτο 14 w 8967
γίνεται 1 w 8974
ἀλλὰ 15 w 8979
Θεοῦ 2 w 8983
οἰκονομίᾳ 1 w 8992
Τί 3 w 8995
ἀνεῖτε 1 w 9001
φησὶν 16 w 9007
ἐπὶ 4 w 9011
τῷ 18 w 9013
θανάτῳ 1 w 9019
πολλῷ 3 w 9025
κρεῖττον 1 w 9033
ἦν 3 w 9035
πάλαι 1 w 9040
ἀπελθεῖν 2 w 9048
τὸ 71 w 9052
ἀναλῦσαι 2 w 9060
γάρ 3 w 9064
φησιν 1 w 9069
καὶ 87 w 9074
σὺν 1 w 9077
Χριστῷ 3 w 9083
εἶναι 1 w 9088
πολλῷ 4 w 9094
μᾶλλον 7 w 9101
κρεῖσσον 1 w 9109
τὸ 72 w 9112
δὲ 35 w 9114
ἐπιμεῖναι 1 w 9123
τῇ 12 w 9125
σαρκὶ 5 w 9130
ἀναγκαιότερον 1 w 9144
δι 45 w 9146
ὑμᾶς 3 w 9152
ταῦτα 3 w 9159
προπαρασκευαστικὰ 1 w 9176
τῆς 24 w 9179
μελλούσης 1 w 9188
αὐτοῦ 3 w 9193
τελευτῆς 1 w 9201
ἵνα 4 w 9205
φέρωσιν 1 w 9212
αὐτὴν 2 w 9217
γενναίως 1 w 9225
ταῦτα 4 w 9231
φιλοσοφίας 1 w 9241
διδακτικά 1 w 9250
καλὸν 1 w 9256
φησὶ 21 w 9260
τὸ 73 w 9263
ἀναλῦσαι 3 w 9271
ἀλλὰ 16 w 9276
διὰ 14 w 9279
τὸ 74 w 9281
σὺν 2 w 9285
Χριστῷ 4 w 9291
εἶναι 2 w 9296
Καὶ 3 w 9301
τοῦτο 15 w 9306
πεποιθὼς 2 w 9314
οἶδα 3 w 9318
ὅτι 30 w 9322
μενῶ 3 w 9326
καὶ 88 w 9329
συμπαραμενῶ 2 w 9340
πᾶσιν 3 w 9345
ὑμῖν 2 w 9349
εἰς 14 w 9352
τὴν 29 w 9355
ὑμῶν 4 w 9359
προκοπὴν 2 w 9367
καὶ 89 w 9370
χαρὰν 1 w 9375
τῆς 26 w 9378
πί- 1 w 9381
στεως 1 w 9386
Ἐνταῦθα 1 w 9394
αὐτοὺς 3 w 9400
διανίστησιν 1 w 9411
ὥστε 8 w 9416
προσέχειν 1 w 9425
ἑαυτοῖς 2 w 9432
εἰ 39 w 9435
γὰρ 21 w 9438
δι 49 w 9440
ὑμᾶς 4 w 9445
φησὶν 17 w 9450
μένω 2 w 9455
ὁρᾶτε 1 w 9461
μὴ 12 w 9463
καταισχύνητε 1 w 9475
μου 13 w 9478
τὴν 30 w 9481
παραμόνήν 1 w 9490
μέλλων 3 w 9497
Χριστὸν 6 w 9504
ὁρᾶν 1 w 9508
εἱλόμην 1 w 9516
ἐπὶ 5 w 9519
τῇ 13 w 9521
ὑμετέρᾳ 1 w 9528
προκοπῇ 1 w 9535
μένειν 1 w 9541
ἐπειδὴ 4 w 9548
καὶ 90 w 9551
ἐμὴ 2 w 9554
παρουσία 1 w 9562
καὶ 91 w 9566
πρὸς 4 w 9570
πίστιν 1 w 9576
ὑμῖν 3 w 9580
συμβάλλεται 1 w 9591
καὶ 92 w 9594
πρὸς 5 w 9598
χαράν 1 w 9603
Ἵνα 1 w 9607
τὸ 76 w 9609
καύχημα 1 w 9616
ὑμῶν 5 w 9620
περισσεύῃ 1 w 9629
ἐν 34 w 9631
Χριστῷ 5 w 9637
Ἰησοῦ 3 w 9642
ἐν 35 w 9644
ἐμοὶ 4 w 9648
διὰ 15 w 9652
τῆς 27 w 9655
ἐμῆς 4 w 9659
παρουσίας 1 w 9668
πάλιν 3 w 9673
πρὸς 6 w 9677
ὑμᾶς 5 w 9681
Ὅρα 1 w 9685
τὴν 31 w 9688
ταπεινοφροσύνην 2 w 9703
ἐπειδὴ 5 w 9710
εἶπεν 2 w 9715
εἰς 15 w 9719
τὴν 32 w 9722
ὑμῶν 6 w 9726
προκοπὴ 3 w 9733
νδείκνυσιν 1 w 9744
ὅτι 31 w 9747
καὶ 93 w 9750
εἰς 16 w 9753
τὴν 33 w 9756
αὐτοῦ 4 w 9761
ὠφέλειαν 1 w 9769
ὅπερ 1 w 9774
καὶ 94 w 9777
πρὸς 7 w 9781
Ῥωμαίους 1 w 9789
γράφων 1 w 9795
ποιεῖ 4 w 9800
λέγων 1 w 9805
τοῦτο 16 w 9812
δέ 5 w 9814
ἐστι 9 w 9818
συμπαρακληθῆναι 1 w 9833
ἐν 36 w 9836
ὑμῖν 4 w 9840
εἰπὼν 1 w 9847
πρῶτον 3 w 9853
ἵνα 5 w 9858
τί 19 w 9860
μεταδῶ 1 w 9866
χάρισμα 1 w 9873
ὑμῖν 5 w 9877
πνευ- 1 w 9882
ματικόν 1 w 9890
Τί 4 w 9894
ἐστιν 8 w 9899
ἵνα 6 w 9903
τὸ 77 w 9905
καύχημα 2 w 9912
ὑμῶν 7 w 9916
περισσεύῃ 2 w 9925
ὅπερ 2 w 9931
καὶ 95 w 9934
τοῦ 65 w 9937
Παύλου 2 w 9943
καύχημα 3 w 9950
ἦν 4 w 9952
τὸ 78 w 9955
ἐστηρίχθαι 1 w 9965
ἐν 37 w 9967
τῇ 14 w 9969
πίστει 2 w 9975
τὸ 79 w 9978
ὀρθῶς 2 w 9983
βιοῦν 1 w 9988
τὸ 80 w 9991
ὑμῶν 8 w 9995
φησὶν 18 w 10001
καύχημα 4 w 10010
ἐν 38 w 10012
ἐμοί 2 w 10016
διὰ 16 w 10020
τῆς 28 w 10023
ἐμῆς 5 w 10027
παρουσίας 2 w 10037
πάλιν 4 w 10042
πρὸς 8 w 10046
ὑμᾶς 6 w 10050
ναὶ 1 w 10055
φησίν 3 w 10060
τί 20 w 10063
γὰρ 22 w 10066
ἡμῶν 1 w 10070
ἐστιν 9 w 10075
ἐλπὶς 1 w 10080
2 w 10081
στέφανος 1 w 10089
καυχήσεως 1 w 10098
3 w 10100
οὐχὶ 2 w 10104
καὶ 96 w 10107
ὑμεῖς 1 w 10112
ὅτι 32 w 10116
καύχημα 5 w 10123
ἡμῶν 2 w 10127
ὑμεῖς 2 w 10132
ἐστέ 1 w 10136
καθάπερ 1 w 10144
καὶ 97 w 10147
ἡμεῖς 3 w 10152
ὑμῶν 9 w 10156
τουτέστιν 5 w 10166
ἵνα 7 w 10170
ἔχω 3 w 10173
καυχᾶσθαι 1 w 10182
ἐν 39 w 10184
ὑμῖν 6 w 10188
μειζόνως 1 w 10196
διὰ 17 w 10201
τῆς 29 w 10204
ἐμῆς 6 w 10208
φησὶν 19 w 10215
παρουσίας 3 w 10226
πάλιν 5 w 10232
πρὸς 9 w 10236
ὑμᾶς 7 w 10240
τί 21 w 10244
οὖν 12 w 10247
ἤλυθε 1 w 10253
πρὸς 10 w 10257
αὐτούς 1 w 10263
τοῦτο 17 w 10269
ζητεῖται 1 w 10277
εἰ 43 w 10279
ἦλθεν 1 w 10284