Scaife ATLAS

CTS Library / Oratio II contra Arianos

Oratio II contra Arianos (51-55)

urn:cts:greekLit:tlg2035.tlg131.1st1K-grc1:51-55
Refs {'start': {'reference': '51', 'human_reference': 'Chapter 51'}, 'end': {'reference': '55', 'human_reference': 'Chapter 55'}}
Ancestors []
Children []
prev
plain textXML
next

51. Εἰ δ ὅτι παῖς ἐκλήθη φλυαροῦσι, γινωσκέτωσαν ὅτι [*] καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ Ἀβραὰμ, καὶ υἱὸς τῆς Σουμανίτιδος [*] παιδάριον ἐκλήθη. Εἰδότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, Κύριον τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ διλανθρωπευόμενος οὕτω πεποίηκεν, ἵνα καὶ [*] ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ δεξάμενοι τὸ Πνεῦμα τοῦ Υἱοῦ,ʼ θαῤῥήσωμεν τὸν φύσει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι [*] Πατέραʼ καλεῖν. Ἀλλʼ ὥσπερ ἡμεῖς τὸν Κύριον Πατέραʼ καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· (αὐτοῦ γάρ [*] ἐσμεν ἔργα, καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς·’) οὕτως ὅταν Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμβάνων λέγῃ, Κύριος [*] ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ,’ μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος, καὶ ὅτι ἐν ἀρχῇ μὲν ἦν Λόγος,’ καὶ πάντα διʼ αὐτοῦ γέγονε καὶ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη.’ Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ εἰς ἔργαʼ φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι [*] θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα

121
προηγουμένως ἔνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλʼ ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφʼ ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωσῆς μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ ἐν ἀρχῇ μὲν ἦν Λόγος,’ μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὄτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας, τότε δὴ καὶ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς ἔκτισεʼ λέξεως ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφήτου Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει, Καὶ [*] νῦν οὕτω λέγει Κύριος, πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου.ʼ

52. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλʼ ἕνεκα τοῦ συναγαγεῖν τὰς φυλὰς, τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ ἐκεῖ τὸ ἔκτισεν,’ οὕτως ὧδε τὸ ἔπλασε·’ καὶ ὡς ἐκεῖ, εἰς τὰ ἔργα οὕτως ὧδε, εἰς τὸ συναγαγεῖν·’ ὥστε πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ ἔκτισε,’ καὶ τὸ ἔπλασε.’ Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι ἃς καὶ ἐπλάσθη· οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς καὶ ἐκτίσθη, Καὶ ὅτε μὲν ἐν ἀρχῇ ἦν Λόγος οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε, καὶ χρεία ἀπῄτησε, τότε τὸ ἔκτισεν εἴρηται. Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς, παραπολομένων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων, ἐξ ἀμελείας αὐτῶν, χρείας τε καταλαβούσης, εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαυεῖν αὐτὰ, καὶ οὗτος ἀπερχόμενος, ἐπενδιδύσκοιτο τὴν ὁμοίαν

122
ἐκείνων ἐσθῆτα, καὶ σχηματίζοι ἑαυτὸν ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέχοντες φύγωσι, καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παῤ ἐκείνων· εἶτα εἴ τις πυνθάνοιτο τούτου, διὰ τί οὕτως; τοιοῦτος εἶπεν ἂν, πατὴρ οὕτω με ἔπλασε καὶ κατήρτισεν εἰς τὰ ἔργα αὐτοῦ·’ λέγων τε οὕτως, οὔτε δοῦλον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ Κύριος, ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα, [*] καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος,’ εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρώντων καὶ θαυμαζόντων, εἴποι ἂν, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ·’ καὶ, ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ.’ Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα [*] προσημαῖνον ἐν ψαλμοῖς ἔλεγε, κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου·’ ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς [*] Κύριός φησιν, Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπʼ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ,’ Ὥσπερ δὲ, ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιὼν, οὐκ ἀρχὴν εἶχεν εἶναι οὐδὲ τοῦ βασιλεύειν· ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀίδιος βασιλεὺς, κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν, ἵνα ἀπὸ τῆς [*] βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς, ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ· οὕτω καθιστάμενος εἰς τὰ ἔργα,’ οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλʼ εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.

53. Τὸ ἄρα ἔκτισε καὶ τὸ ἔπλασεʼ καὶ τὸ κατέστησε,’ τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατʼ εὐεργεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων, ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυτὸν, ὅτε ἔλεγε, [*] πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι·’ καὶ, ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ·’ καὶ, ἤμην παῤ αὐτῷ ἁρμόζουσα.’ Ὥσπερ δὲ ἦν αὐτὸς πρὶν Ἀβραὰμ γενέσθαι,’ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ δῆλόν ἐστιν ὅτι προϋπάρχων ὕστερον πλάττεται,’ καὶ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν σημαίνει, ἐν καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς

123
κτίσεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ ἔκτισενʼ οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰκονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα,ʼ ἵνα τὸ εἰς τὰ ἔργα κτίζεσθαιʼ τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γένεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, διʼ ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγγέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέγεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. Ἐν ἀρχῇ οὖν ἦν Λόγος, καὶ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν Λόγος γέγραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί ὅτε δὲ Λόγος σὰρξ ἐγένετο,’ τότε καὶ τὴν αἰτίαν τίθησι, δι ἣν γέγονε, λέγων καὶ ἐσκήνωσεν ἐν ἡμῖν,ʼ Πάλιν τε ἀπόστολος [*] λέγων, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,ʼ οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ ὅτε τὴν μορφὴν ἔλαβε τοῦ δούλου· τότε γὰρ ἐπιφέρει λέγων, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυποῦ διὰ ταῦτα γὰρ καὶ σὰρξ γέγονε καὶ μορφὴν ἔλαβε δούλου.

54. Αὐτός τε Κύριος πολλὰ μὲν ἐν παροιμίαις λελάληκε· περὶ δὲ αὐτοῦ σημαίνων, ἀπολελυμένως εἴρηκεν, ἐγὼ ἐν τῷ [*] Πατρὶ, καὶ Πατὴρ ἐν ἐμοί· καὶ, ἐγὼ καὶ Πατὴρ ἕν ἐσμεν·’ [*] καὶ, ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα·’ καὶ, ἐγώ εἰμι τὸ [*] φῶς τοῦ κόσμου· καὶ, Ἐγώ εἰμι ἀλήθεια·’ οὐ τιθεὶς ἐφʼ ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδʼ αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν ἀφωρισμένος ἀπόστολος εἰς εὐαγγέλιον, προεπηγγείλατο [*] Κύριος διὰ τῶν προφητῶν εἶχε πρὸ ἑαυτοῦ τὸ εὐαγγέλιον, οὗ καὶ γέγονε διάκονος·’ καὶ Ἰωάννης μὲν, προχειρισθεὶς [*]

124
εἰς τὸ προοδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον· δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, μόνον ὅτι τοῦ Πατρός ἐστι γέννημα καὶ Σοφία μονογενὴς, ὅταν ἄνθρωπος γίνεται, τότε καὶ τὴν αἰτίαν τίθησι, διʼ ἣν μέλλει σάρκα φορεῖν· [*] προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ χρεία, δι ἧν γέγονεν ἄνθρωπος, αὐτὸς μὲν Κύριος σημαίνων ταύτην ἔλεγε, [*] καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν [*] ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ Καὶ πάλιν, Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ.’ [*] Καὶ πάλιν φησὶν, Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ.’ δὲ [*] Ἰωάννης ἔγραψεν, εἰς τοῦτο ἐφανερώθη Υἱδς τοῦ Θεοῦ, ἵνα λύσῃ τὰ ἔργα τοῦ διαβόλου.’

55. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν ἀναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆσαι τοὺς ἀνθρώπους, καὶ λῦσαι τὰ ἔργα τοῦ διαβόλουʼ ἐλήλυθεν Σωτὴρ, καὶ αὕτη ἐστὶν αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ, Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, [*] εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο παῤ αὐτοῦ μαθὼν [*] καὶ ἀπόστολος ἔλεγεν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου [*]διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας· καὶ, Ἐπειδὴ γὰρ διʼ ἀνθρώπου θάνατος, καὶ διʼ ἀνθρώπου ἀνάστασις νεκρῶν·’ καὶ [*] πάλιν, Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ἠσθένει διὰ τῆς σαρκὸς, Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν [*] ἀλλὰ κατὰ πνεῦμα.’ Καὶ δὲ Ἰωάννης φησὶν, Οὐ γὰρ

125
ἀπέστειλεν Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλʼ ἵνα σωθῇ κόσμος διʼ αὐτοῦ, Πάλιν δὲ καὶ Σωτὴρ διʼ ἑαυτοῦ ἔλεγεν, Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν [*] κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Οὐ δι ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ διʼ ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι ἡμᾶς, οὐ δι ἑαυτὸν ἄρα, ἀλλὰ δʼ ἡμᾶς κτίζεται.’ Εἰ δὲ οὐ διʼ ἑαυτὸν κτίζεται, ἀλλὰ δι ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ γραφαὶ, ἐξὸν παρὰ τοῦ ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους, τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ [*] σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Εἰ δὲ ἐν αὐτῷ κτίζονται οἱ δύο, καὶ οὗτοί εἰσιν ἐν τῷ [*] σώματι αὐτοῦ, εἰκότως ἄρα, φορῶν τοὺς δύο ἐν αὐτῷ, ὡς αὐτός ἐστι κτισθείς· τοὺς γὰρ κτισθέντας ἐν ἑαυτῷ ἥνωσε, καὶ ἦν αὐτὸς ἐν αὐτοῖς, ὡς ἐκεῖνοι, Οὕτω δὲ τῶν δύο κτισθέντων ἐν αὐτῷ, ἁρμοζόντως ἂν λέγοι, Κύριος ἕκτισέ με. Ὥσπερ γὰρ [*] τὰς ἡμῶν ἀσθενείας δεχόμενος, λέγεται αὐτὸς ἀσθενεῖν, καίτοι [*] μὴ ἀσθενῶν αὐτὸς, (δύναμις γάρ ἐστι τοῦ Θεοῦ,) ἁμαρτία τε [*] ὑπὲρ ἡμῶν γέγονε καὶ κατάρα,ʼ καίτοι μὴ ἁμαρτήσας αὐτὸς, ἀλλ ὅτι τὰς ἁμαρτίας ἡμῶν καὶ τὴν κατάραν ἐβάστασεν αὐτὸς, οὕτως ἡμᾶς ἐν αὐτῷ κτίζων, λεγέτω ὅτι καὶ ἔκτισέ με εἰς ἔργα,’ καίτοι κτίσμα μὴ ὢν αὐτός.

Tokens

51 1 w 2
Εἰ 1 w 5
δ 1 w 6
ὅτι 1 w 9
παῖς 1 w 14
ἐκλήθη 1 w 21
φλυαροῦσι 1 w 30
γινωσκέτωσαν 1 w 43
ὅτι 2 w 46
Cp 1 w 48
Gen 1 w 52
xxi 1 w 56
7 1 w 58
καὶ 1 w 62
Ἰσαὰκ 1 w 67
παῖς 2 w 71
ὠνομάσθη 1 w 79
τοῦ 1 w 82
Ἀβραὰμ 1 w 89
καὶ 2 w 93
1 w 94
υἱὸς 1 w 98
τῆς 1 w 101
Σουμανίτιδος 1 w 113
4 1 w 114
Kings 1 w 119
2 1 w 121
K 2 w 122
iv 1 w 126
18 1 w 129
παιδάριον 1 w 139
ἐκλήθη 2 w 145
Εἰδότως 1 w 153
ἄρα 1 w 156
δούλων 1 w 163
ἡμῶν 1 w 167
ὄντων 1 w 172
ὅτε 1 w 176
γέγονεν 1 w 183
ὡς 1 w 185
ἡμεῖς 1 w 190
Κύριον 1 w 198
τὸν 1 w 202
Πατέρα 1 w 208
καλεῖ 1 w 213
καὶ 3 w 216
αὐτὸς 1 w 221
ὡς 2 w 224
ἡμεῖς 2 w 229
καὶ 4 w 233
τοῦτο 1 w 238
δὲ 1 w 240
διλανθρωπευόμενος 1 w 257
οὕτω 1 w 261
πεποίηκεν 1 w 270
ἵνα 1 w 274
καὶ 5 w 277
Gal 1 w 280
iv 2 w 283
6 1 w 285
ἡμεῖς 3 w 291
δοῦλοι 1 w 298
κατὰ 1 w 302
φύσιν 1 w 307
ὄντες 1 w 312
καὶ 6 w 316
δεξάμενοι 1 w 325
τὸ 3 w 327
Πνεῦμα 1 w 333
τοῦ 3 w 336
Υἱοῦ 1 w 340
ʼ 1 w 342
θαῤῥήσωμεν 1 w 352
τὸν 2 w 355
φύσει 1 w 360
Κύριον 2 w 366
ἑαυτῶν 1 w 372
τοῦτον 1 w 379
τῇ 1 w 381
χάριτι 1 w 387
Cp 2 w 389
c 1 w 391
59 1 w 394
Πατέραʼ 1 w 403
καλεῖν 1 w 409
Ἀλλʼ 1 w 414
ὥσπερ 1 w 419
ἡμεῖς 4 w 424
τὸν 3 w 427
Κύριον 3 w 433
Πατέραʼ 2 w 441
καλοῦντες 1 w 450
οὐκ 1 w 454
ἀρνούμεθα 1 w 463
τὴν 1 w 466
κατὰ 2 w 470
φύσιν 2 w 475
δουλείαν 1 w 483
αὐτοῦ 1 w 490
γάρ 1 w 493
Ps 1 w 495
xcix 1 w 500
c 3 w 503
3 1 w 506
ἐσμεν 1 w 512
ἔργα 1 w 516
καὶ 7 w 520
αὐτὸς 2 w 526
ἐποίησεν 1 w 534
ἡμᾶς 1 w 538
καὶ 8 w 541
οὐχ 1 w 544
ἡμεῖς 5 w 549
οὕτως 1 w 557
ὅταν 1 w 561
2 w 562
Υἱὸς 1 w 566
τὴν 2 w 569
τοῦ 6 w 572
δούλου 1 w 578
μορφὴν 1 w 584
λαμβάνων 1 w 592
λέγῃ 1 w 596
Κύριος 1 w 604
Cp 3 w 606
i 6 w 608
11 1 w 611
ἔκτισέ 1 w 618
με 11 w 620
ἀρχὴν 1 w 625
ὁδῶν 1 w 629
αὐτοῦ 2 w 634
μὴ 1 w 638
ἀρνείσθωσαν 1 w 649
τὴν 3 w 652
ἀϊδιότητα 1 w 661
τῆς 2 w 664
τούτου 1 w 670
θεότητος 1 w 678
καὶ 9 w 682
ὅτι 3 w 685
ἐν 1 w 688
ἀρχῇ 1 w 692
μὲν 1 w 695
ἦν 1 w 697
4 w 698
Λόγος 1 w 703
καὶ 10 w 708
πάντα 1 w 714
διʼ 1 w 717
αὐτοῦ 3 w 722
γέγονε 2 w 728
καὶ 11 w 731
ἐν 2 w 734
αὐτῷ 1 w 738
τὰ 3 w 740
πάντα 2 w 745
ἐκτίσθη 1 w 752
Τὸ 1 w 756
δὲ 2 w 758
ἐν 3 w 760
ταῖς 1 w 764
Παροιμίαις 1 w 774
ῥητὸν 1 w 779
καθὰ 1 w 784
προεῖπον 1 w 792
οὐ 3 w 795
τὴν 4 w 798
οὐσίαν 1 w 804
ἀλλὰ 1 w 809
τὸ 8 w 811
ἀνθρώπινον 1 w 821
τοῦ 9 w 824
Λόγου 1 w 829
σημαίνει 1 w 837
εἰ 1 w 840
γὰρ 1 w 843
εἰς 1 w 847
ἔργαʼ 1 w 852
φησὶν 1 w 857
ἐκτίσθαι 1 w 865
φαίνεται 1 w 874
μὴ 2 w 876
τὴν 5 w 879
οὐσίαν 2 w 885
ἑαυτοῦ 1 w 891
σημᾶναι 1 w 898
Cp 4 w 900
c 4 w 902
6 2 w 904
θέλων 1 w 910
ἀλλὰ 2 w 915
τὴν 6 w 918
εἰς 2 w 921
τὰ 4 w 923
ἔργα 3 w 927
αὐτοῦ 4 w 932
οἰκονομίαν 1 w 942
γενομένην 1 w 951
ὅπερ 1 w 956
δεύτερόν 1 w 964
ἐστι 1 w 968
τοῦ 12 w 971
εἶναι 1 w 976
Τὰ 1 w 979
γὰρ 2 w 982
γινόμενα 1 w 990
καὶ 12 w 993
κτιζόμενα 1 w 1002
προηγουμένως 1 w 1014
ἔνεκα 1 w 1019
τοῦ 13 w 1022
εἶναι 2 w 1027
καὶ 13 w 1030
τοῦ 14 w 1033
ὑπάρχειν 1 w 1041
πεποίηται 1 w 1050
καὶ 14 w 1054
δεύτερον 1 w 1062
ἔχουσι 1 w 1068
τὸ 9 w 1070
ποιεῖν 1 w 1076
περὶ 1 w 1081
ὧν 1 w 1083
ἂν 1 w 1085
αὐτοῖς 1 w 1091
5 w 1092
Λόγος 2 w 1097
προστάττῃ 1 w 1106
ὡς 3 w 1109
ἐπὶ 1 w 1112
πάντων 1 w 1118
ἔστιν 1 w 1123
ἰδεῖν 1 w 1128
τὸ 10 w 1130
τοιοῦτον 1 w 1138
Ἀδὰμ 1 w 1143
γὰρ 3 w 1146
ἐκτίσθη 2 w 1153
οὐχ 2 w 1157
ἵνα 2 w 1160
ἐργάζηται 1 w 1169
ἀλλʼ 1 w 1174
ἵνα 3 w 1177
πρῶτον 1 w 1183
ὑπάρχῃ 1 w 1189
ἄνθρωπος 1 w 1197
μετὰ 1 w 1202
ταῦτα 1 w 1207
γὰρ 4 w 1210
ἔλαβε 1 w 1215
τὴν 7 w 1218
ἐντολὴν 1 w 1225
τοῦ 15 w 1228
ἐργάζεσθαι 1 w 1238
Νῶε 1 w 1242
δὲ 3 w 1244
ἐκτίσθη 3 w 1251
οὐ 7 w 1253
διὰ 1 w 1256
τὴν 8 w 1259
κιβωτὸν 1 w 1266
ἀλλʼ 2 w 1271
ἵνα 4 w 1274
πρῶτον 2 w 1280
ὑπάρχῃ 2 w 1286
καὶ 15 w 1289
ἄνθρωπος 2 w 1297
γένηται 1 w 1304
μετὰ 2 w 1309
ταῦτα 2 w 1314
γὰρ 5 w 1317
ἔλαβεν 1 w 1323
ἐντολὴν 2 w 1330
κατασκευάσαι 1 w 1342
τὴν 9 w 1345
κιβωτόν 1 w 1352
καὶ 16 w 1356
ἐφʼ 1 w 1359
ἑκάστου 1 w 1366
δὲ 4 w 1368
ζητῶν 1 w 1373
ταῦτα 3 w 1378
εὕροι 1 w 1383
τις 1 w 1386
Καὶ 1 w 1390
γὰρ 6 w 1393
καὶ 17 w 1396
Μωσῆς 1 w 1401
6 w 1402
μέγας 1 w 1407
πρῶτον 3 w 1413
ἄνθρωπος 3 w 1421
γέγονε 3 w 1427
καὶ 18 w 1431
δεύτερον 2 w 1439
τὴν 10 w 1442
ἡγεμονίαν 1 w 1451
τοῦ 16 w 1454
λαοῦ 1 w 1458
πεπίστευται 1 w 1469
Οὐκοῦν 1 w 1476
καὶ 19 w 1479
ἐνταῦθα 1 w 1486
τοῦτο 3 w 1491
νοεῖν 1 w 1496
ἔξεστιν 1 w 1503
ὁρᾷς 1 w 1508
γὰρ 7 w 1511
ὅτι 4 w 1515
οὐκ 2 w 1518
εἰς 3 w 1521
τὸ 12 w 1523
εἶναι 3 w 1528
κτίζεται 1 w 1536
ἀλλ 5 w 1540
ἐν 7 w 1543
ἀρχῇ 2 w 1547
μὲν 2 w 1550
ἦν 2 w 1552
8 w 1553
Λόγος 3 w 1558
μετὰ 3 w 1564
ταῦτα 4 w 1569
δὲ 5 w 1571
εἰς 4 w 1574
τὰ 8 w 1576
ἔργα 4 w 1580
πέμπεται 1 w 1588
καὶ 20 w 1592
τὴν 11 w 1595
τούτων 1 w 1601
οἰκονομίαν 2 w 1611
καὶ 21 w 1615
γὰρ 8 w 1618
πρὶν 1 w 1622
γενέσθαι 1 w 1630
τὰ 9 w 1632
ἔργα 5 w 1636
ἦν 3 w 1639
μὲν 3 w 1642
ἀεὶ 1 w 1645
9 w 1646
Υἱὸς 2 w 1650
οὔπω 1 w 1655
δὲ 6 w 1657
χρεία 1 w 1662
ἦν 4 w 1664
αὐτὸν 1 w 1669
καὶ 22 w 1672
κτισθῆναι 1 w 1681
Ὄτε 1 w 1685
δὲ 7 w 1687
ἐκτίσθη 4 w 1694
τὰ 10 w 1696
ἔργα 6 w 1700
καὶ 23 w 1704
χρεία 2 w 1709
μετὰ 4 w 1713
ταῦτα 5 w 1718
γέγονε 4 w 1724
τῆς 3 w 1727
εἰς 5 w 1730
διόρθωσιν 1 w 1739
αὐτῶν 1 w 1744
οἰκονομίας 1 w 1754
τότε 1 w 1759
δὴ 1 w 1761
καὶ 24 w 1764
10 w 1765
Λόγος 4 w 1770
δέδωκεν 1 w 1777
ἑαυτὸν 1 w 1783
εἰς 6 w 1786
τὸ 15 w 1788
συγκαταβῆναι 1 w 1800
καὶ 25 w 1803
ὁμοιωθῆναι 1 w 1813
τοῖς 2 w 1817
ἔργοις 1 w 1823
ὅπερ 2 w 1828
διὰ 2 w 1831
μὲν 4 w 1834
τῆς 4 w 1837
ἔκτισεʼ 1 w 1845
λέξεως 1 w 1851
ἡμῖν 1 w 1855
δεδήλωκε 1 w 1863
διὰ 3 w 1867
δὲ 8 w 1869
τοῦ 18 w 1872
προφήτου 1 w 1880
Ἡσαΐου 1 w 1886
τὸ 16 w 1888
ὅμοιον 1 w 1894
σημᾶναι 2 w 1901
θέλων 2 w 1906
πάλιν 1 w 1912
λέγει 1 w 1917
Καὶ 2 w 1922
Isa 1 w 1925
xlix 1 w 1930
5 3 w 1932
νῦν 1 w 1936
οὕτω 3 w 1940
λέγει 2 w 1945
Κύριος 2 w 1951
12 w 1953
πλάσας 1 w 1959
με 18 w 1961
ἐκ 8 w 1963
κοιλίας 1 w 1970
δοῦλον 1 w 1976
ἑαυτῷ 1 w 1981
τοῦ 19 w 1985
συναγαγεῖν 1 w 1995
τὸν 8 w 1998
Ἰακὼβ 1 w 2003
πρὸς 1 w 2007
αὐτὸν 2 w 2012
καὶ 26 w 2016
Ἰσραήλ 1 w 2022
συναχθήσομαι 1 w 2035
καὶ 27 w 2038
δοξασθήσομαι 1 w 2050
ἐναντίον 1 w 2058
Κυρίου 1 w 2064
ʼ 11 w 2066
52 1 w 2068
Ἰδοὺ 1 w 2073
καὶ 28 w 2076
ἐνταῦθα 2 w 2083
οὐκ 3 w 2086
εἰς 7 w 2089
τὸ 19 w 2091
εἶναι 4 w 2096
πλάττεται 1 w 2105
ἀλλʼ 3 w 2110
ἕνεκα 1 w 2115
τοῦ 20 w 2118
συναγαγεῖν 2 w 2129
τὰς 1 w 2133
φυλὰς 1 w 2138
τὰς 2 w 2142
καὶ 29 w 2145
πρὸ 2 w 2148
τοῦ 21 w 2151
πλασθῆναι 1 w 2160
τοῦτον 2 w 2166
ὑπαρχούσας 1 w 2176
Ὥσπερ 1 w 2182
γὰρ 9 w 2185
ἐκεῖ 1 w 2189
τὸ 20 w 2191
ἔκτισεν 1 w 2199
οὕτως 2 w 2206
ὧδε 1 w 2209
τὸ 21 w 2211
ἔπλασε 1 w 2218
καὶ 30 w 2223
ὡς 4 w 2225
ἐκεῖ 2 w 2229
εἰς 8 w 2234
τὰ 14 w 2236
ἔργα 7 w 2240
οὕτως 3 w 2245
ὧδε 2 w 2248
εἰς 9 w 2253
τὸ 22 w 2255
συναγαγεῖν 3 w 2265
ὥστε 1 w 2271
πανταχόθεν 1 w 2281
φαίνεσθαι 1 w 2290
τοῦ 23 w 2293
εἶναι 5 w 2298
τὸν 10 w 2301
Λόγον 1 w 2306
δεύτερον 3 w 2314
λέγεσθαι 1 w 2322
τὸ 24 w 2324
ἔκτισε 3 w 2331
καὶ 31 w 2336
τὸ 25 w 2338
ἔπλασε 2 w 2345
Καὶ 3 w 2350
γὰρ 10 w 2353
ὥσπερ 2 w 2358
πρὸ 3 w 2361
τῆς 5 w 2364
πλάσεως 1 w 2371
ὑπῆρχον 1 w 2378
αἱ 1 w 2380
φυλαὶ 1 w 2385
δι 8 w 2387
ἃς 1 w 2389
καὶ 32 w 2392
ἐπλάσθη 1 w 2399
οὕτως 4 w 2405
ὑπάρχειν 2 w 2413
καὶ 33 w 2416
τὰ 15 w 2418
ἔργα 8 w 2422
φαίνεται 2 w 2430
εἰς 10 w 2434
2 w 2435
καὶ 34 w 2438
ἐκτίσθη 5 w 2445
Καὶ 4 w 2449
ὅτε 2 w 2452
μὲν 5 w 2455
ἐν 10 w 2458
ἀρχῇ 3 w 2462
ἦν 5 w 2464
13 w 2465
Λόγος 5 w 2470
οὔπω 2 w 2474
ἦν 6 w 2476
τὰ 16 w 2478
ἔργα 9 w 2482
καθὰ 2 w 2487
προεῖπον 2 w 2495
ὅτε 3 w 2499
δὲ 9 w 2501
τὰ 17 w 2503
ἔργα 10 w 2507
γέγονε 5 w 2513
καὶ 35 w 2517
10 w 2518
χρεία 3 w 2523
ἀπῄτησε 1 w 2530
τότε 2 w 2535
τὸ 26 w 2537
ἔκτισεν 2 w 2545
εἴρηται 1 w 2553
Καὶ 5 w 2557
ὥσπερ 3 w 2562
ἂν 2 w 2564
εἴ 2 w 2566
τις 2 w 2569
υἱὸς 2 w 2573
παραπολομένων 1 w 2587
κτημάτων 1 w 2595
καὶ 36 w 2598
παρὰ 1 w 2602
πολεμίοις 1 w 2611
ὄντων 2 w 2616
ἐξ 1 w 2619
ἀμελείας 1 w 2627
αὐτῶν 2 w 2632
χρείας 1 w 2639
τε 16 w 2641
καταλαβούσης 1 w 2653
εἰ 12 w 2656
πέμποιτο 1 w 2664
παρὰ 2 w 2668
τοῦ 24 w 2671
πατρὸς 1 w 2677
συλλαβέσθαι 1 w 2688
καὶ 37 w 2691
συναγαυεῖν 1 w 2701
αὐτὰ 1 w 2705
καὶ 38 w 2709
οὗτος 1 w 2714
ἀπερχόμενος 1 w 2725
ἐπενδιδύσκοιτο 1 w 2740
τὴν 12 w 2743
ὁμοίαν 1 w 2749
ἐκείνων 1 w 2756
ἐσθῆτα 1 w 2762
καὶ 39 w 2766
σχηματίζοι 1 w 2776
ἑαυτὸν 2 w 2782
ὡς 5 w 2784
ἐκεῖνοι 1 w 2791
ἵνα 5 w 2795
μὴ 3 w 2797
ὡς 6 w 2799
δεσπότην 1 w 2807
αὐτὸν 3 w 2812
ἐπιγνόντες 1 w 2822
οἱ 1 w 2824
κατέχοντες 1 w 2834
φύγωσι 1 w 2840
καὶ 40 w 2844
κωλυθῇ 1 w 2850
κατελθεῖν 1 w 2859
καὶ 41 w 2862
πρὸς 2 w 2866
τοὺς 1 w 2870
ὑπὸ 1 w 2873
γῆν 1 w 2876
κρυπτομένους 1 w 2888
παῤ 1 w 2891
ἐκείνων 2 w 2898
εἶτα 1 w 2903
εἴ 3 w 2905
τις 3 w 2908
πυνθάνοιτο 1 w 2918
τούτου 2 w 2924
διὰ 4 w 2928
τί 10 w 2930
οὕτως 5 w 2935
15 w 2937
τοιοῦτος 1 w 2945
εἶπεν 1 w 2950
ἂν 3 w 2952
1 w 2955
πατὴρ 1 w 2960
οὕτω 8 w 2964
με 21 w 2966
ἔπλασε 3 w 2972
καὶ 42 w 2975
κατήρτισεν 1 w 2985
εἰς 11 w 2988
τὰ 19 w 2990
ἔργα 11 w 2994
αὐτοῦ 5 w 2999
λέγων 1 w 3006
τε 20 w 3008
οὕτως 6 w 3013
οὔτε 1 w 3018
δοῦλον 2 w 3024
ἑαυτὸν 3 w 3030
οὔτε 2 w 3034
ἕνα 1 w 3037
τῶν 5 w 3040
ἔργων 1 w 3045
εἶναι 6 w 3050
σημαίνει 2 w 3058
οὔτε 3 w 3063
δὲ 10 w 3065
τὴν 13 w 3068
ἀρχὴν 2 w 3073
τῆς 6 w 3076
γενέσεως 1 w 3084
αὐτοῦ 6 w 3089
λέγει 3 w 3094
ἀλλὰ 3 w 3099
τὴν 14 w 3102
ὕστερον 1 w 3109
αὐτῷ 2 w 3113
δοθεῖσαν 1 w 3121
εἰς 12 w 3124
τὰ 20 w 3126
ἔργα 12 w 3130
φροντίδα 1 w 3138
τὸν 14 w 3142
αὐτὸν 4 w 3147
τρόπον 1 w 3153
καὶ 43 w 3156
16 w 3157
Κύριος 3 w 3163
ἐπενδυσάμενος 1 w 3177
τὴν 15 w 3180
ἡμετέραν 1 w 3188
σάρκα 1 w 3193
Phil 1 w 3198
ii 1 w 3201
8 2 w 3203
καὶ 44 w 3207
σχήματι 1 w 3215
εὑρεθεὶς 1 w 3223
ὡς 7 w 3225
ἄνθρωπος 4 w 3233
εἰ 15 w 3237
ἐρωτηθείη 1 w 3246
παρὰ 3 w 3250
τῶν 6 w 3253
οὕτως 7 w 3258
αὐτὸν 5 w 3263
ὁρώντων 1 w 3270
καὶ 45 w 3273
θαυμαζόντων 1 w 3284
εἴποι 1 w 3290
ἂν 4 w 3292
Κύριος 4 w 3300
ἔκτισέ 2 w 3306
με 24 w 3308
ἀρχὴν 3 w 3313
ὁδῶν 2 w 3317
αὐτοῦ 7 w 3322
εἰς 13 w 3325
ἔργα 13 w 3329
αὐτοῦ 8 w 3334
καὶ 46 w 3339
ἔπλασέ 1 w 3347
με 25 w 3349
τοῦ 29 w 3352
συναγαγεῖν 4 w 3362
τὸν 17 w 3365
Ἰσραήλ 2 w 3371
Τοῦτο 1 w 3378
δὲ 11 w 3380
πάλιν 2 w 3385
καὶ 47 w 3388
τὸ 34 w 3390
Πνεῦμα 2 w 3396
Ps 2 w 3398
viii 1 w 3403
6 3 w 3405
προσημαῖνον 1 w 3417
ἐν 11 w 3419
ψαλμοῖς 1 w 3426
ἔλεγε 1 w 3431
κατέστησας 1 w 3443
αὐτὸν 6 w 3448
ἐπὶ 2 w 3451
τὰ 21 w 3453
ἔργα 14 w 3457
τῶν 7 w 3460
χειρῶν 1 w 3466
σου 1 w 3469
ὅπερ 3 w 3475
καὶ 48 w 3478
περὶ 2 w 3482
ἑαυτοῦ 2 w 3488
σημαίνων 1 w 3496
αὐτὸς 3 w 3501
19 w 3502
Ib 1 w 3504
ii 4 w 3507
6 4 w 3508
Κύριός 1 w 3515
φησιν 1 w 3520
Ἐγὼ 1 w 3525
δὲ 12 w 3527
κατεστάθην 1 w 3537
βασιλεὺς 1 w 3545
ὑπʼ 1 w 3548
αὐτοῦ 9 w 3553
ἐπὶ 3 w 3556
Σιὼν 1 w 3560
ὄρος 1 w 3564
τὸ 37 w 3566
ἅγιον 1 w 3571
αὐτοῦ 10 w 3576
Ὥσπερ 2 w 3583
δὲ 13 w 3585
ὅτε 4 w 3589
ἐπέλαμψε 1 w 3597
σωματικῶς 1 w 3606
τῇ 2 w 3608
Σιὼν 2 w 3612
οὐκ 4 w 3616
ἀρχὴν 4 w 3621
εἶχεν 1 w 3626
εἶναι 7 w 3631
οὐδὲ 1 w 3635
τοῦ 33 w 3638
βασιλεύειν 1 w 3648
ἀλλὰ 4 w 3653
ὢν 1 w 3655
Λόγος 6 w 3660
τοῦ 34 w 3663
Θεοῦ 1 w 3667
καὶ 49 w 3670
ἀίδιος 1 w 3676
βασιλεὺς 2 w 3684
κατηξίωσεν 1 w 3695
ἀνθρωπίνως 1 w 3705
ἐπιλάμψαι 1 w 3714
τὴν 16 w 3717
βασιλείαν 1 w 3726
ἑαυτοῦ 3 w 3732
καὶ 50 w 3735
ἐν 12 w 3737
τῇ 3 w 3739
Σιὼν 3 w 3743
ἵνα 6 w 3747
ἀπὸ 1 w 3750
τῆς 7 w 3753
Rom 1 w 3756
v 4 w 3758
21 1 w 3761
βασιλευούσης 1 w 3775
ἐν 13 w 3777
αὐτοῖς 2 w 3783
ἁμαρτίας 1 w 3791
λυτρωσάμενος 1 w 3803
αὐτούς 1 w 3809
τε 27 w 3811
καὶ 51 w 3814
ἡμᾶς 2 w 3818
ποιήσῃ 1 w 3825
ὑπὸ 2 w 3828
τὴν 17 w 3831
πατρικὴν 1 w 3839
βασιλείαν 2 w 3848
ἑαυτοῦ 4 w 3854
οὕτω 11 w 3859
καθιστάμενος 1 w 3871
εἰς 14 w 3875
τὰ 22 w 3877
ἔργα 15 w 3881
οὐκ 5 w 3886
εἰς 15 w 3889
τὰ 23 w 3891
μηδέπω 1 w 3897
ὄντα 1 w 3901
ἀλλʼ 4 w 3906
εἰς 16 w 3909
τὰ 24 w 3911
ἤδη 1 w 3914
ὄντα 2 w 3918
καὶ 52 w 3921
δεόμενα 1 w 3928
διορθώσεως 1 w 3938
καθίσταται 1 w 3948
53 1 w 3951
Τὸ 2 w 3954
ἄρα 2 w 3957
ἔκτισε 5 w 3964
καὶ 53 w 3968
τὸ 38 w 3970
ἔπλασεʼ 1 w 3978
καὶ 54 w 3981
τὸ 39 w 3983
κατέστησε 1 w 3993
τὴν 18 w 3998
αὐτὴν 1 w 4003
ἔχοντα 1 w 4009
διάνοιαν 1 w 4017
οὐ 13 w 4020
τὴν 20 w 4023
ἀρχὴν 5 w 4028
τοῦ 37 w 4031
εἶναι 8 w 4036
αὐτὸν 7 w 4041
οὐδὲ 2 w 4046
τὴν 21 w 4049
οὐσίαν 3 w 4055
αὐτοῦ 11 w 4060
κτιστὴν 1 w 4067
δείκνυσιν 1 w 4076
ἀλλὰ 5 w 4081
τὴν 23 w 4084
εἰς 17 w 4087
ἡμᾶς 3 w 4091
αὐτοῦ 12 w 4096
κατʼ 1 w 4100
εὐεργεσίαν 1 w 4110
γενομένην 2 w 4119
ἀνανέωσιν 1 w 4128
Ταῦτα 1 w 4134
γοῦν 1 w 4138
λέγων 2 w 4143
ἐδίδασκεν 1 w 4153
ὅμως 1 w 4157
καὶ 55 w 4160
πρὸ 5 w 4163
τούτων 2 w 4169
ὑπάρχειν 3 w 4177
ἑαυτὸν 4 w 4183
ὅτε 5 w 4187
ἔλεγε 2 w 4192
John 1 w 4197
viii 2 w 4201
58 1 w 4204
Prov 1 w 4209
viii 3 w 4214
27 1 w 4217
30 1 w 4220
πρὶν 2 w 4226
Ἀβραὰμ 2 w 4232
γενέσθαι 2 w 4240
ἐγώ 1 w 4244
εἰμι 1 w 4248
καὶ 56 w 4253
ἡνίκα 1 w 4260
τὸν 21 w 4263
οὐρανὸν 1 w 4270
ἡτοίμαζε 1 w 4278
συμπαρήμην 1 w 4289
αὐτῷ 3 w 4293
καὶ 57 w 4298
ἤμην 1 w 4304
παῤ 2 w 4307
αὐτῷ 4 w 4311
ἁρμόζουσα 1 w 4320
Ὥσπερ 3 w 4327
δὲ 16 w 4329
ἦν 7 w 4331
αὐτὸς 4 w 4336
πρὶν 3 w 4341
Ἀβραὰμ 3 w 4347
γενέσθαι 3 w 4355
20 w 4358
δὲ 17 w 4360
Ἰσραὴλ 1 w 4366
μετὰ 5 w 4370
τὸν 22 w 4373
Ἀβραὰμ 4 w 4379
γέγονε 6 w 4385
καὶ 58 w 4389
δῆλόν 1 w 4394
ἐστιν 1 w 4399
ὅτι 5 w 4402
προϋπάρχων 1 w 4412
ὕστερον 2 w 4419
πλάττεται 2 w 4429
καὶ 59 w 4434
16 w 4435
πλάσις 1 w 4441
οὐ 17 w 4443
τὴν 24 w 4446
ἀρχὴν 6 w 4451
τοῦ 40 w 4454
εἶναι 9 w 4459
ἀλλὰ 6 w 4464
τὴν 25 w 4467
ἐνανθρώπησιν 1 w 4479
σημαίνει 3 w 4487
ἐν 15 w 4490
1 w 4491
καὶ 60 w 4494
ἐπισυνάγει 1 w 4504
τὰς 3 w 4507
φυλὰς 2 w 4512
τοῦ 41 w 4515
Ἰσραήλ 3 w 4521
οὕτως 8 w 4527
ἄρα 3 w 4530
ἀεὶ 2 w 4533
συνὼν 1 w 4538
τῷ 6 w 4540
Πατρὶ 1 w 4545
αὐτὸς 5 w 4551
τῆς 8 w 4554
κτίσεως 1 w 4561
δημιουργός 1 w 4571
ἐστι 3 w 4575
καὶ 61 w 4579
δῆλόν 2 w 4584
ἐστιν 2 w 4589
ὅτι 6 w 4592
δεύτερά 1 w 4599
ἐστιν 3 w 4604
αὐτοῦ 13 w 4609
τὰ 27 w 4611
ἔργα 16 w 4615
καὶ 62 w 4619
τὸ 46 w 4621
ἔκτισενʼ 1 w 4630
οὐκ 6 w 4633
ἀρχὴν 7 w 4638
τοῦ 43 w 4641
εἶναι 10 w 4646
αὐτὸν 8 w 4651
ἀλλὰ 7 w 4656
τὴν 26 w 4659
εἰς 18 w 4662
τὰ 28 w 4664
ἔργα 17 w 4668
γενομένην 3 w 4677
οἰκονομίαν 3 w 4687
ἣν 1 w 4690
ἐν 16 w 4692
τῇ 4 w 4694
σαρκὶ 1 w 4699
πεποίηκε 2 w 4707
γνωρίζει 1 w 4716
Ἔπρεπε 1 w 4723
γὰρ 11 w 4726
ἄλλον 1 w 4732
αὐτὸν 9 w 4737
ὄντα 3 w 4741
τῶν 8 w 4744
ἔργων 2 w 4749
καὶ 63 w 4753
μᾶλλον 1 w 4759
δημιουργὸν 1 w 4769
αὐτῶν 3 w 4774
ὄντα 4 w 4778
αὐτὸν 10 w 4783
καὶ 64 w 4787
τὴν 27 w 4790
τούτων 3 w 4796
ἀνανέωσιν 2 w 4805
εἰς 19 w 4808
ἑαυτὸν 5 w 4814
ἀναδέξασθαι 1 w 4825
ἵνα 7 w 4829
αὐτοῦ 14 w 4835
κτιζομένου 1 w 4845
εἰς 20 w 4848
ἡμᾶς 4 w 4852
τὰ 29 w 4855
πάντα 3 w 4860
εἰς 21 w 4863
ἑαυτὸν 6 w 4869
ἀνακτίσηται 1 w 4880
Καὶ 6 w 4884
γὰρ 12 w 4887
λέγων 3 w 4892
ἔκτισεν 4 w 4900
εὐθὺς 1 w 4906
καὶ 65 w 4909
τὴν 28 w 4912
αἰτίαν 1 w 4918
ἐπήγαγε 1 w 4925
λέγων 4 w 4931
τὰ 30 w 4934
ἔργα 18 w 4938
ʼ 18 w 4940
ἵνα 8 w 4943
τὸ 52 w 4945
εἰς 22 w 4949
τὰ 31 w 4951
ἔργα 19 w 4955
κτίζεσθαιʼ 1 w 4965
τὸ 53 w 4967
γίνεσθαι 1 w 4975
ἄνθρωπον 1 w 4983
δηλώσῃ 1 w 4989
εἰς 23 w 4992
τὴν 29 w 4995
τούτων 4 w 5001
ἀνανέωσιν 3 w 5010
Καὶ 7 w 5014
τοῦτο 5 w 5019
ἔθος 1 w 5023
ἐστὶ 1 w 5027
τῇ 5 w 5029
θείᾳ 1 w 5033
γραφῇ 1 w 5038
ὅταν 2 w 5043
μὲν 6 w 5046
γὰρ 13 w 5049
σημαίνῃ 1 w 5056
τὴν 30 w 5059
κατὰ 3 w 5063
σάρκα 2 w 5068
γένεσιν 1 w 5075
τοῦ 46 w 5078
Λόγου 2 w 5083
τίθησι 1 w 5090
καὶ 66 w 5093
τὴν 31 w 5096
αἰτίαν 2 w 5102
διʼ 2 w 5106
ἣν 2 w 5108
γέγονεν 2 w 5115
ἄνθρωπος 5 w 5123
ὅταν 3 w 5128
δὲ 18 w 5130
περὶ 3 w 5134
τῆς 9 w 5137
θεότητος 2 w 5145
αὐτοῦ 15 w 5150
αὐτός 1 w 5155
τε 32 w 5157
λέγῃ 2 w 5161
καὶ 67 w 5165
οἱ 2 w 5167
τούτου 3 w 5173
θεράποντες 1 w 5183
ἐπαγγέλλωσι 1 w 5194
πάντα 4 w 5200
ἁπλῇ 1 w 5204
τῇ 6 w 5206
λέξει 1 w 5211
ἀπολελυμένῃ 1 w 5223
τε 34 w 5225
τῇ 7 w 5227
διανοίᾳ 1 w 5234
καὶ 68 w 5238
οὐδὲν 1 w 5243
μετὰ 6 w 5247
συμπεπλεγμένης 1 w 5261
αἰτίας 1 w 5267
λέγεται 1 w 5274
Τοῦ 2 w 5278
γὰρ 14 w 5281
Πατρός 1 w 5287
ἐστιν 4 w 5292
ἀπαύγασμα 1 w 5301
ὥσπερ 4 w 5307
δὲ 20 w 5309
21 w 5310
Πατὴρ 1 w 5315
οὐ 20 w 5317
διά 2 w 5320
τινα 1 w 5324
αἰτίαν 3 w 5330
ἐστὶν 1 w 5335
οὕτως 9 w 5341
οὐδὲ 4 w 5345
τοῦ 48 w 5348
ἀπαυγάσματος 1 w 5360
τούτου 4 w 5366
χρὴ 1 w 5369
ζητεῖν 1 w 5375
τὴν 32 w 5378
αἰτίαν 4 w 5384
Ἐν 1 w 5388
ἀρχῇ 4 w 5392
οὖν 1 w 5395
ἦν 8 w 5397
22 w 5398
Λόγος 7 w 5403
καὶ 69 w 5407
23 w 5408
Λόγος 8 w 5413
ἦν 9 w 5415
πρὸς 3 w 5419
τὸν 28 w 5422
Θεὸν 1 w 5426
καὶ 70 w 5430
Θεὸς 1 w 5434
ἦν 10 w 5436
24 w 5437
Λόγος 9 w 5442
γέγραπται 1 w 5451
καὶ 71 w 5455
οὐκ 7 w 5458
ἔχει 1 w 5462
τὸ 55 w 5464
διὰ 5 w 5467
τί 22 w 5469
ὅτε 6 w 5472
δὲ 22 w 5474
25 w 5476
Λόγος 10 w 5481
σὰρξ 1 w 5485
ἐγένετο 1 w 5492
τότε 3 w 5498
καὶ 72 w 5501
τὴν 33 w 5504
αἰτίαν 5 w 5510
τίθησι 2 w 5516
δι 18 w 5519
ἣν 3 w 5521
γέγονε 8 w 5527
λέγων 5 w 5533
καὶ 73 w 5537
ἐσκήνωσεν 1 w 5546
ἐν 17 w 5548
ἡμῖν 2 w 5552
ʼ 21 w 5554
Πάλιν 1 w 5559
τε 38 w 5561
26 w 5562
ἀπόστολος 1 w 5571
Phil 2 w 5575
ii 9 w 5578
6 5 w 5580
λέγων 6 w 5586
ὃς 1 w 5590
ἐν 18 w 5592
μορφῇ 1 w 5597
Θεοῦ 2 w 5601
ὑπάρχων 1 w 5608
ʼ 22 w 5610
οὐκ 8 w 5613
ἔθηκε 1 w 5618
τὴν 34 w 5621
αἰτίαν 6 w 5627
εἰ 28 w 5629
μὴ 4 w 5631
ὅτε 7 w 5634
τὴν 35 w 5638
μορφὴν 2 w 5644
ἔλαβε 3 w 5649
τοῦ 49 w 5652
δούλου 2 w 5658
τότε 4 w 5663
γὰρ 15 w 5666
ἐπιφέρει 1 w 5674
λέγων 7 w 5679
ἐταπείνωσεν 1 w 5692
ἑαυτὸν 7 w 5698
μέχρι 1 w 5703
θανάτου 1 w 5710
θανάτου 2 w 5718
δὲ 23 w 5720
σταυποῦ 1 w 5727
διὰ 6 w 5730
ταῦτα 6 w 5735
γὰρ 16 w 5738
καὶ 74 w 5741
σὰρξ 2 w 5745
γέγονε 9 w 5751
καὶ 75 w 5754
μορφὴν 3 w 5760
ἔλαβε 4 w 5765
δούλου 3 w 5771
54 1 w 5774
Αὐτός 1 w 5780
τε 41 w 5782
27 w 5783
Κύριος 5 w 5789
πολλὰ 1 w 5794
μὲν 7 w 5797
ἐν 19 w 5799
παροιμίαις 1 w 5809
λελάληκε 1 w 5817
περὶ 4 w 5822
δὲ 24 w 5824
αὐτοῦ 16 w 5829
σημαίνων 2 w 5837
ἀπολελυμένως 1 w 5850
εἴρηκεν 1 w 5857
ἐγὼ 1 w 5862
ἐν 20 w 5864
τῷ 7 w 5866
John 2 w 5870
xiv 1 w 5873
10 1 w 5876
Πατρὶ 2 w 5882
καὶ 76 w 5886
28 w 5887
Πατὴρ 2 w 5892
ἐν 21 w 5894
ἐμοί 1 w 5898
καὶ 77 w 5902
ἐγὼ 2 w 5907
καὶ 78 w 5910
29 w 5911
Πατὴρ 3 w 5916
ἕν 3 w 5918
ἐσμεν 2 w 5923
Ib 2 w 5927
x 8 w 5929
30 2 w 5932
καὶ 79 w 5936
30 w 5939
ἑωρακὼς 1 w 5946
ἐμὲ 1 w 5949
ἑώρακε 1 w 5956
τὸν 30 w 5959
Πατέρα 4 w 5965
καὶ 80 w 5970
ἐγώ 2 w 5974
εἰμι 2 w 5978
τὸ 58 w 5980
Ib 3 w 5982
xiv 2 w 5986
9 2 w 5988
Ib 4 w 5991
viii 4 w 5996
12 1 w 5999
Ib 5 w 6002
xiv 3 w 6006
6 6 w 6008
φῶς 1 w 6012
τοῦ 51 w 6015
κόσμου 1 w 6021
καὶ 81 w 6025
Ἐγώ 1 w 6030
εἰμι 3 w 6034
19 w 6035
ἀλήθεια 1 w 6042
οὐ 24 w 6046
τιθεὶς 1 w 6052
ἐφʼ 2 w 6055
ἑκάστου 2 w 6062
τὴν 36 w 6065
αἰτίαν 7 w 6071
οὐδὲ 5 w 6076
τὸ 59 w 6078
διὰ 7 w 6081
τί 27 w 6083
ἵνα 9 w 6087
μὴ 5 w 6089
δεύτερος 1 w 6097
ἐκείνων 3 w 6104
εἶναι 11 w 6109
φαίνηται 1 w 6117
ὧν 2 w 6120
χάριν 1 w 6125
καὶ 82 w 6128
γέγονεν 3 w 6135
Ἀνάγκη 1 w 6142
γὰρ 17 w 6145
προηγεῖσθαι 1 w 6156
τὴν 37 w 6159
αἰτίαν 8 w 6165
τούτου 5 w 6171
ἧς 1 w 6174
ἄνευ 1 w 6178
οὐκ 9 w 6181
ἂν 5 w 6183
οὐδʼ 1 w 6187
αὐτὸς 6 w 6192
ἐγεγόνει 1 w 6200
Παῦλος 1 w 6207
γοῦν 2 w 6211
ἀφωρισμένος 1 w 6223
ἀπόστολος 2 w 6232
εἰς 24 w 6235
εὐαγγέλιον 1 w 6245
2 w 6247
προεπηγγείλατο 1 w 6261
Rom 2 w 6264
i 31 w 6266
1 8 w 6267
31 w 6269
Κύριος 6 w 6275
διὰ 8 w 6278
τῶν 10 w 6281
προφητῶν 1 w 6289
εἶχε 2 w 6293
πρὸ 7 w 6296
ἑαυτοῦ 5 w 6302
τὸ 61 w 6304
εὐαγγέλιον 2 w 6314
οὗ 2 w 6317
καὶ 83 w 6320
γέγονε 11 w 6326
διάκονος 1 w 6335
καὶ 84 w 6340
32 w 6341
Ἰωάννης 1 w 6348
μὲν 8 w 6351
προχειρισθεὶς 1 w 6365
Eph 1 w 6368
iii 5 w 6372
7 3 w 6374
εἰς 25 w 6378
τὸ 62 w 6380
προοδεῦσαι 1 w 6390
τοῦ 53 w 6393
Κυρίου 2 w 6399
πρὸ 8 w 6403
ἑαυτοῦ 6 w 6409
εἶχε 3 w 6413
τὸν 31 w 6416
Κύριον 4 w 6422
33 w 6424
δὲ 26 w 6426
Κύριος 7 w 6432
οὐκ 10 w 6435
ἔχων 1 w 6439
πρὸ 9 w 6442
ἑαυτοῦ 7 w 6448
αἰτίαν 9 w 6454
τοῦ 56 w 6457
εἶναι 12 w 6462
Λόγος 11 w 6467
1 w 6469
μόνον 1 w 6474
ὅτι 7 w 6477
τοῦ 57 w 6480
Πατρός 2 w 6486
ἐστι 7 w 6490
γέννημα 1 w 6497
καὶ 85 w 6500
Σοφία 1 w 6505
μονογενὴς 1 w 6514
ὅταν 4 w 6519
ἄνθρωπος 6 w 6527
γίνεται 1 w 6534
τότε 5 w 6539
καὶ 86 w 6542
τὴν 38 w 6545
αἰτίαν 10 w 6551
τίθησι 3 w 6557
διʼ 3 w 6561
ἣν 4 w 6563
μέλλει 1 w 6569
σάρκα 3 w 6574
φορεῖν 1 w 6580
Cp 5 w 6583
i 35 w 6585
49 1 w 6588
προηγεῖται 1 w 6599
γὰρ 18 w 6602
τοῦ 58 w 6605
γενέσθαι 4 w 6613
αὐτὸν 11 w 6618
ἄνθρωπον 2 w 6626
20 w 6627
τῶν 12 w 6630
ἀνθρώπων 1 w 6638
χρεία 5 w 6643
ἧς 2 w 6646
ἄνευ 2 w 6650
οὐκ 11 w 6653
ἂν 6 w 6655
ἐνεδύσατο 1 w 6664
σάρκα 4 w 6669
Τίς 1 w 6673
δὲ 27 w 6675
21 w 6676
χρεία 6 w 6681
δι 24 w 6684
ἧν 1 w 6686
γέγονεν 4 w 6693
ἄνθρωπος 7 w 6701
αὐτὸς 7 w 6707
μὲν 9 w 6710
34 w 6711
Κύριος 8 w 6717
σημαίνων 3 w 6725
ταύτην 1 w 6731
ἔλεγε 3 w 6736
John 3 w 6741
vi 5 w 6743
38 1 w 6746
40 1 w 6749
καταβέβηκα 1 w 6761
ἐκ 16 w 6763
τοῦ 59 w 6766
οὐρανοῦ 1 w 6773
οὐχ 3 w 6777
ἵνα 10 w 6780
ποιήσω 1 w 6786
τὸ 66 w 6788
θέλημα 1 w 6794
τὸ 67 w 6796
ἐμὸν 1 w 6800
ἀλλὰ 8 w 6805
τὸ 68 w 6807
θέλημα 2 w 6813
τοῦ 60 w 6816
πέμψαντός 1 w 6825
με 32 w 6827
Τοῦτο 2 w 6833
δέ 4 w 6835
ἐστι 8 w 6839
τὸ 69 w 6841
θέλημα 3 w 6847
τοῦ 61 w 6850
πέμψαντός 2 w 6859
με 33 w 6861
ἵνα 11 w 6865
πᾶν 1 w 6868
3 w 6870
δέδωκέ 1 w 6876
μοι 3 w 6879
μὴ 6 w 6882
ἀπολέσω 1 w 6889
ἐξ 2 w 6891
αὐτοῦ 17 w 6896
ἀλλὰ 9 w 6901
ἀναστήσω 1 w 6909
αὐτὸ 19 w 6913
ἐν 23 w 6915
τῇ 8 w 6917
ἐσχάτῃ 1 w 6923
ἡμέρᾳ 1 w 6928
τοῦτο 6 w 6934
γάρ 2 w 6937
ἐστι 9 w 6941
τὸ 71 w 6943
θέλημα 4 w 6949
τοῦ 64 w 6952
Πατρός 3 w 6958
μου 2 w 6961
ἵνα 12 w 6965
πᾶς 1 w 6968
35 w 6969
θεωρῶν 1 w 6975
τὸν 33 w 6978
Υἱὸν 1 w 6982
καὶ 87 w 6985
πιστεύων 1 w 6993
εἰς 26 w 6996
αὐτὸν 12 w 7001
ἔχῃ 1 w 7004
ζωὴν 1 w 7008
αἰώνιον 1 w 7015
καὶ 88 w 7019
ἐγὼ 3 w 7022
ἀναστήσω 2 w 7030
αὐτὸν 13 w 7035
Ib 6 w 7037
xii 1 w 7041
46 1 w 7044
ἐν 24 w 7047
τῇ 9 w 7049
ἐσχάτῃ 2 w 7055
ἡμέρᾳ 2 w 7060
Καὶ 8 w 7063
πάλιν 3 w 7068
Ἐγὼ 2 w 7073
φῶς 2 w 7076
εἰς 27 w 7079
τὸν 36 w 7082
κόσμον 1 w 7088
ἐλήλυθα 1 w 7095
ἵνα 13 w 7099
πᾶς 2 w 7102
36 w 7103
πιστεύων 2 w 7111
εἰς 28 w 7114
ἐμὲ 2 w 7117
ἐν 25 w 7119
τῇ 10 w 7121
σκοτίᾳ 1 w 7127
μὴ 7 w 7129
μείνῃ 1 w 7134
Ib 7 w 7138
xviii 1 w 7144
37 1 w 7147
Καὶ 9 w 7151
πάλιν 4 w 7156
φησὶν 2 w 7161
Ἐγὼ 3 w 7166
εἰς 29 w 7169
τοῦτο 7 w 7174
γεγέννημαι 1 w 7184
καὶ 89 w 7188
εἰς 30 w 7191
τοῦτο 8 w 7196
ἐλήλυθα 2 w 7203
εἰς 31 w 7206
τὸν 37 w 7209
κόσμον 2 w 7215
ἵνα 14 w 7219
μαρτυρήσω 1 w 7228
τῇ 11 w 7230
ἀληθείᾳ 1 w 7237
2 w 7240
δὲ 28 w 7242
1 9 w 7243
John 4 w 7247
iii 7 w 7250
8 5 w 7252
Ἰωάννης 2 w 7260
ἔγραψεν 1 w 7267
εἰς 32 w 7272
τοῦτο 9 w 7277
ἐφανερώθη 1 w 7286
37 w 7287
Υἱδς 1 w 7291
τοῦ 68 w 7294
Θεοῦ 3 w 7298
ἵνα 15 w 7302
λύσῃ 1 w 7306
τὰ 34 w 7308
ἔργα 20 w 7312
τοῦ 69 w 7315
διαβόλου 1 w 7323
55 1 w 7327
Διὰ 1 w 7331
τὸ 77 w 7333
μαρτυρῆσαι 1 w 7343
ἄρα 4 w 7346
καὶ 90 w 7350
ὑπὲρ 1 w 7354
ἡμῶν 2 w 7358
ἀναδέξασθαι 2 w 7369
θάνατον 1 w 7376
καὶ 91 w 7380
διὰ 9 w 7383
τὸ 78 w 7385
ἀναστῆσαι 1 w 7394
τοὺς 2 w 7398
ἀνθρώπους 1 w 7407
καὶ 92 w 7411
λῦσαι 1 w 7417
τὰ 35 w 7419
ἔργα 21 w 7423
τοῦ 70 w 7426
διαβόλουʼ 1 w 7435
ἐλήλυθεν 1 w 7443
38 w 7444
Σωτὴρ 1 w 7449
καὶ 93 w 7453
αὕτη 1 w 7457
ἐστὶν 2 w 7462
25 w 7463
αἰτία 12 w 7468
τῆς 10 w 7471
ἐνσάρκου 1 w 7479
παρουσίας 1 w 7488
αὐτοῦ 18 w 7493
Ἄλλως 1 w 7499
γὰρ 19 w 7502
ἀνάστασις 1 w 7511
οὐκ 12 w 7514
ἂν 7 w 7516
ἐγένετο 2 w 7523
εἰ 40 w 7526
μὴ 8 w 7528
θάνατος 1 w 7535
ἐγεγόνει 2 w 7543
θάνατος 2 w 7551
δὲ 29 w 7553
πῶς 1 w 7556
ἂν 8 w 7558
ἐγεγόνει 3 w 7566
i 45 w 7568
44 1 w 7571
εἰ 41 w 7574
μὴ 9 w 7576
τὸ 79 w 7578
ἀποθνῆσκον 1 w 7588
ἐσχήκει 1 w 7595
σῶμα 1 w 7599
Τοῦτο 3 w 7605
παῤ 3 w 7608
αὐτοῦ 19 w 7613
μαθὼν 1 w 7618
Heb 1 w 7621
ii 19 w 7624
14 1 w 7627
15 1 w 7630
καὶ 94 w 7634
39 w 7635
ἀπόστολος 3 w 7644
ἔλεγεν 1 w 7650
Ἐπεὶ 1 w 7656
οὖν 2 w 7659
τὰ 36 w 7661
παιδία 1 w 7667
κεκοινώνηκεν 1 w 7679
αἵματος 1 w 7686
καὶ 95 w 7689
σαρκὸς 1 w 7695
καὶ 96 w 7699
αὐτὸς 8 w 7704
παραπλησίως 1 w 7715
μετέσχε 1 w 7722
τῶν 13 w 7725
αὐτῶν 4 w 7730
ἵνα 16 w 7734
διὰ 10 w 7737
τοῦ 73 w 7740
θανάτου 3 w 7747
καταργήσῃ 1 w 7756
τὸν 38 w 7759
τὸ 82 w 7761
κράτος 1 w 7767
ἔχοντα 2 w 7773
τοῦ 74 w 7776
θανάτου 4 w 7783
τὸν 39 w 7787
διάβολον 1 w 7795
καὶ 97 w 7799
ἀπαλλάξῃ 1 w 7807
τούτους 1 w 7814
ὅσοι 1 w 7819
φόβῳ 1 w 7823
θανάτου 5 w 7830
1 12 w 7831
Cor 1 w 7834
xv 2 w 7837
21 2 w 7840
διὰ 11 w 7844
παντὸς 1 w 7850
τοῦ 75 w 7853
ζῆν 1 w 7856
ἔνοχοι 1 w 7862
ἦσαν 1 w 7866
δουλείας 1 w 7874
καὶ 98 w 7878
Ἐπειδὴ 1 w 7886
γὰρ 20 w 7889
διʼ 4 w 7892
ἀνθρώπου 2 w 7900
40 w 7901
θάνατος 3 w 7908
καὶ 99 w 7912
διʼ 5 w 7915
ἀνθρώπου 3 w 7923
ἀνάστασις 2 w 7932
νεκρῶν 1 w 7938
καὶ 100 w 7943
Rom 3 w 7946
viii 6 w 7951
3 7 w 7953
4 9 w 7955
πάλιν 5 w 7961
Τὸ 3 w 7965
γὰρ 21 w 7968
ἀδύνατον 1 w 7976
τοῦ 76 w 7979
νόμου 1 w 7984
ἐν 27 w 7987
1 w 7988
ἠσθένει 1 w 7995
διὰ 12 w 7998
τῆς 11 w 8001
σαρκὸς 2 w 8007
41 w 8009
Θεὸς 2 w 8013
τὸν 40 w 8016
ἑαυτοῦ 8 w 8022
Υἱὸν 2 w 8026
πέμψας 1 w 8032
ἐν 28 w 8034
ὁμοιώματι 1 w 8043
σαρκὸς 3 w 8049
ἀμαρτίας 1 w 8057
καὶ 101 w 8061
περὶ 5 w 8065
ἁμαρτίας 2 w 8073
κατέκρινε 1 w 8082
τὴν 39 w 8085
ἁμαρτίαν 1 w 8093
ἐν 29 w 8095
τῇ 12 w 8097
σαρκί 1 w 8102
ἵνα 17 w 8106
τὸ 86 w 8108
δικαίωμα 1 w 8116
τοῦ 78 w 8119
νόμου 2 w 8124
πληρωθῇ 1 w 8131
ἐν 30 w 8133
ἡμῖν 3 w 8137
τοῖς 4 w 8142
μὴ 10 w 8144
κατὰ 4 w 8148
σάρκα 5 w 8153
περιπατοῦσιν 1 w 8165
John 5 w 8169
iii 9 w 8172
17 1 w 8175
ἀλλὰ 10 w 8180
κατὰ 5 w 8184
πνεῦμα 1 w 8190
Καὶ 10 w 8195
43 w 8196
δὲ 30 w 8198
Ἰωάννης 3 w 8205
φησὶν 3 w 8210
Οὐ 2 w 8214
γὰρ 22 w 8217
ἀπέστειλεν 1 w 8227
44 w 8228
Θεὸς 3 w 8232
τὸν 41 w 8235
Υἱὸν 3 w 8239
αὐτοῦ 20 w 8244
εἰς 33 w 8247
τὸν 42 w 8250
κόσμον 3 w 8256
ἵνα 18 w 8260
κρίνῃ 1 w 8265
τὸν 43 w 8268
κόσμον 4 w 8274
ἀλλʼ 5 w 8279
ἵνα 19 w 8282
σωθῇ 1 w 8286
45 w 8287
κόσμος 1 w 8293
διʼ 6 w 8296
αὐτοῦ 21 w 8301
Πάλιν 2 w 8307
δὲ 31 w 8309
καὶ 102 w 8312
46 w 8313
Σωτὴρ 2 w 8318
διʼ 7 w 8321
ἑαυτοῦ 9 w 8327
ἔλεγεν 2 w 8333
Εἰς 1 w 8338
κρῖμα 1 w 8343
ἐγὼ 4 w 8346
ἐλήλυθα 3 w 8353
εἰς 34 w 8356
τὸν 44 w 8359
John 6 w 8363
ix 3 w 8365
39 1 w 8368
κόσμον 5 w 8375
τοῦτον 3 w 8381
ἵνα 20 w 8385
οἱ 3 w 8387
μὴ 11 w 8389
βλέποντες 1 w 8398
βλέπωσι 1 w 8405
καὶ 103 w 8409
οἱ 4 w 8411
βλέποντες 2 w 8420
τυφλοὶ 1 w 8426
γένωνται 1 w 8434
Οὐ 3 w 8437
δι 37 w 8439
ἑαυτὸν 8 w 8445
ἄρα 5 w 8448
ἀλλὰ 11 w 8453
διὰ 13 w 8456
τὴν 40 w 8459
ἡμετέραν 2 w 8467
σωτηρίαν 1 w 8475
καὶ 104 w 8479
διὰ 14 w 8482
τὸ 92 w 8484
καταργηθῆναι 1 w 8496
τὸν 46 w 8499
θάνατον 2 w 8506
καὶ 105 w 8510
διὰ 15 w 8513
τὸ 94 w 8515
κατακριθῆναι 1 w 8527
τὴν 41 w 8530
ἁμαρτίαν 2 w 8538
καὶ 106 w 8542
διὰ 16 w 8545
τὸ 95 w 8547
ἀναβλέψαι 1 w 8556
τυφλοὺς 1 w 8563
καὶ 107 w 8567
διὰ 17 w 8570
τὸ 96 w 8572
ἀναστῆναι 1 w 8581
πάντας 1 w 8587
ἐκ 17 w 8589
νεκρῶν 2 w 8595
ἐλήλυθεν 2 w 8603
Εἰ 4 w 8606
δὲ 32 w 8608
μὴ 12 w 8610
διʼ 8 w 8613
ἑαυτὸν 9 w 8619
ἐλήλυθεν 3 w 8627
ἀλλὰ 12 w 8632
δι 44 w 8634
ἡμᾶς 5 w 8638
οὐ 33 w 8641
δι 45 w 8643
ἑαυτὸν 10 w 8649
ἄρα 6 w 8652
ἀλλὰ 13 w 8657
δʼ 2 w 8659
ἡμᾶς 6 w 8663
κτίζεται 2 w 8672
Εἰ 5 w 8676
δὲ 33 w 8678
οὐ 34 w 8680
διʼ 9 w 8683
ἑαυτὸν 11 w 8689
κτίζεται 3 w 8697
ἀλλὰ 14 w 8702
δι 47 w 8704
ἡμᾶς 7 w 8708
οὐκ 13 w 8712
ἔστιν 2 w 8717
ἄρα 7 w 8720
αὐτὸς 9 w 8725
κτίσμα 1 w 8731
ἀλλὰ 15 w 8736
τὴν 42 w 8739
ἡμῶν 3 w 8743
ἐνδυσάμενος 1 w 8754
σάρκα 6 w 8759
ταῦτα 7 w 8765
λέγει 4 w 8770
Καὶ 11 w 8774
ὅτι 8 w 8777
ταύτην 2 w 8783
τὴν 43 w 8786
διάνοιαν 2 w 8794
ἔχουσιν 1 w 8801
αἱ 2 w 8803
γραφαὶ 1 w 8809
ἐξὸν 1 w 8814
παρὰ 4 w 8818
τοῦ 84 w 8821
ἀποστόλου 1 w 8830
μαθεῖν 1 w 8836
φησὶ 4 w 8841
γὰρ 23 w 8844
ἐν 32 w 8846
τῇ 13 w 8848
πρὸς 4 w 8852
Ἐφεσίους 1 w 8860
τὸ 101 w 8864
μεσότοιχον 1 w 8874
τοῦ 85 w 8877
φραγμοῦ 1 w 8884
λύσας 1 w 8889
τὴν 44 w 8893
ἔχθραν 1 w 8899
ἐν 33 w 8901
τῇ 14 w 8903
Eph 2 w 8906
ii 24 w 8909
14 2 w 8912
15 2 w 8915
σαρκὶ 2 w 8921
αὐτοῦ 22 w 8926
τὸν 50 w 8930
νόμον 1 w 8935
τῶν 15 w 8938
ἐντολῶν 1 w 8945
ἐν 35 w 8947
δόγμασι 1 w 8954
καταργήσας 1 w 8964
ἵνα 21 w 8968
τοὺς 3 w 8972
δύο 1 w 8975
κτίσῃ 1 w 8980
ἐν 36 w 8982
ἑαυτῷ 2 w 8987
εἰς 35 w 8990
ἕνα 2 w 8993
καινὸν 1 w 8999
ἄνθρωπον 3 w 9007
ποιῶν 1 w 9013
εἰρήνην 1 w 9020
Εἰ 6 w 9023
δὲ 34 w 9025
ἐν 37 w 9027
αὐτῷ 5 w 9031
κτίζονται 1 w 9040
οἱ 5 w 9042
δύο 2 w 9045
καὶ 108 w 9049
οὗτοί 1 w 9054
εἰσιν 1 w 9059
ἐν 38 w 9061
τῷ 10 w 9063
Cr 1 w 9065
i 57 w 9067
45 1 w 9069
σώματι 1 w 9076
αὐτοῦ 23 w 9081
εἰκότως 1 w 9089
ἄρα 8 w 9092
φορῶν 1 w 9098
τοὺς 4 w 9102
δύο 3 w 9105
ἐν 39 w 9107
αὐτῷ 6 w 9111
ὡς 8 w 9114
αὐτός 2 w 9119
ἐστι 10 w 9123
κτισθείς 1 w 9131
τοὺς 5 w 9136
γὰρ 24 w 9139
κτισθέντας 1 w 9149
ἐν 40 w 9151
ἑαυτῷ 3 w 9156
ἥνωσε 1 w 9161
καὶ 109 w 9165
ἦν 11 w 9167
αὐτὸς 10 w 9172
ἐν 41 w 9174
αὐτοῖς 3 w 9180
ὡς 9 w 9183
ἐκεῖνοι 2 w 9190
Οὕτω 1 w 9195
δὲ 35 w 9197
τῶν 16 w 9200
δύο 4 w 9203
κτισθέντων 1 w 9213
ἐν 42 w 9215
αὐτῷ 7 w 9219
ἁρμοζόντως 1 w 9230
ἂν 9 w 9232
λέγοι 1 w 9237
Κύριος 9 w 9245
ἕκτισέ 1 w 9251
με 39 w 9253
Ὥσπερ 4 w 9259
γὰρ 25 w 9262
Prov 2 w 9266
viii 7 w 9271
22 1 w 9274
τὰς 4 w 9278
ἡμῶν 4 w 9282
ἀσθενείας 1 w 9291
δεχόμενος 1 w 9300
λέγεται 2 w 9308
αὐτὸς 11 w 9313
ἀσθενεῖν 1 w 9321
καίτοι 1 w 9328
Cp 6 w 9330
iii 11 w 9334
31 1 w 9337
μὴ 13 w 9340
ἀσθενῶν 1 w 9347
αὐτὸς 12 w 9352
δύναμις 1 w 9361
γάρ 3 w 9364
ἐστι 11 w 9368
τοῦ 88 w 9371
Θεοῦ 4 w 9375
ἁμαρτία 5 w 9385
τε 49 w 9387
1 18 w 9388
Cor 2 w 9391
i 64 w 9393
24 1 w 9396
2 10 w 9398
Cor 3 w 9401
v 18 w 9403
21 3 w 9406
Gal 2 w 9409
iii 12 w 9413
13 1 w 9416
ὑπὲρ 2 w 9421
ἡμῶν 5 w 9425
γέγονε 13 w 9431
καὶ 110 w 9434
κατάρα 1 w 9440
ʼ 35 w 9442
καίτοι 2 w 9448
μὴ 14 w 9450
ἁμαρτήσας 1 w 9459
αὐτὸς 13 w 9464
ἀλλ 22 w 9468
ὅτι 9 w 9471
τὰς 5 w 9474
ἁμαρτίας 3 w 9482
ἡμῶν 6 w 9486
καὶ 111 w 9489
τὴν 45 w 9492
κατάραν 1 w 9499
ἐβάστασεν 1 w 9508
αὐτὸς 14 w 9513
οὕτως 10 w 9519
ἡμᾶς 8 w 9523
ἐν 43 w 9525
αὐτῷ 8 w 9529
κτίζων 1 w 9535
λεγέτω 1 w 9542
ὅτι 10 w 9545
καὶ 112 w 9548
ἔκτισέ 3 w 9555
με 41 w 9557
εἰς 36 w 9560
ἔργα 22 w 9564
καίτοι 3 w 9572
κτίσμα 2 w 9578
μὴ 15 w 9580
ὢν 2 w 9582
αὐτός 3 w 9587