Scaife ATLAS

CTS Library / Περί της κοινής μαθηματικής επιστήμης

Περί της κοινής μαθηματικής επιστήμης (8)

urn:cts:greekLit:tlg2023.tlg003.1st1K-grc1:8
Refs {'start': {'reference': '8', 'human_reference': 'Section 8'}}
Ancestors []
Children []
prev
plain textXML
next

Δεῖ δὴ τὸ μετὰ τοῦτο καὶ περὶ τοῦ κριτηρίου πάντων τῶν μαθημάτων εἰπεῖν, ποῖόν γέ τί ἐστι καὶ τίνας ἔχει τὰς ἐν αὑτῷ διαφορὰς τῶν ἐνεργειῶν. ἄνωθεν οὖν ἀναλαβόντες ἀπὸ διαιρέσεως ποιησώμεθα τὴν ὅλην περὶ αὐτοῦ διδασκαλίαν.

Τὰ δὴ νοητὰ πάντα εἰς δύο διῄρηται, εἴς τε τὰ ἰδίως νοητὰ καλούμενα καὶ ἐπιστητά, καὶ εἰς τὰ διανοητά· καὶ πρῶτα μέν ἐστι τὰ νοητά, δεύτερα δὲ καὶ ὑποδεέστερα τὰ διανοητά. πάλιν δὲ ἀπὸ τούτων ἑτέρα οὐσία ἐστὶν τῶν αἰσθητῶν, τούτων δὲ τὰ μὲν ἰδίως ἐστὶν αἰσθητά, καὶ δοξαστά, τὰ δὲ εἰκαστά. δοξαστὰ μὲν καὶ ἰδίως αἰσθητὰ τὰ κατὰ μέρος σώματα, οἷον λίθοι ξύλα τὰ τέτταρα στοιχεῖα, ταῦτα δέ ἐστιν ἐν αἰσθητοῖς πρῶτα· μεθ ἀσθενῆ ἄλλα καὶ οὐχ ὅμοια, ἐπηκολουθηκότα δὲ τοῖς πρώτοις ἐστίν. ἔστι δὲ ταῦτα αἱ σκιαί· καὶ γὰρ αἱ σκιαὶ παρακολουθήματα τῶν σωμάτων, καὶ εἰ μὴ ἔχοιεν ἄλλο τι ὑποβεβλημένον σῶμα, οὐκ ἂν φανεῖεν. εἴδωλα οὖν αἱ σκιαὶ καὶ τὰ

ἐν ὕδασι καὶ κατόπτροις, ἐν ἄλλοις καὶ οὐ καθ αὑτὰ ὄντα, οὐδὲ ἄλλων δίχα φαινόμενα, ἀλλὰ εἰς ἄλλα σώματα πεπτωκότα, ὧν ὑποσπασθέντων οὐ φαίνεται. διὸ αἰσθητὰ μέν ἐστι τῷ γένει, ὅτι ὑπὸ αἴσθησιν πίπτει, εἰκαστὰ δὲ μᾶλλον καὶ πιστευτὰ ὑποστατά, κατὰ πίστιν λεγόμενα τὴν ἐπὶ τῶν μὴ ἀποδεικτικῶν, ἄλλως δὲ εἰς παραδοχὴν παραλαμβανομένων ἀπὸ τῆς τῶν προφερόντων πίστεως. καὶ γὰρ τὰ τῶν σκιῶν οὐκ ἀφ αὑτῶν ἔχει τὸ ἀντιληπτικόν, ἀπὸ δὲ τῶν σωμάτων εἰς πέπτωκε καὶ ἐν οἷς ἀναπαυόμενα φαίνεται. ἔχει οὖν τὸ ἀβέβαιον τοιαύτη πίστις· καὶ γὰρ ταῦτα εἰ ἀποσταίη τοῦ κατόπτρου ὕδατος ἐδάφους, οὐδὲν ἂν εἴη τὸ σύνολον. ὥστε καὶ τῶν σωμάτων δοξαστῶν ὄντων καὶ τὸ εἶναι ἐν τῷ δοκεῖν κεκτημένων, αἱ σκιαὶ ἔτι μᾶλλον ὑποβεβήκασι τῷ μὴ ἔχειν ἐξ ἑαυτῶν τὸ στερέμνιον, ἀλλ ἐπερείδεσθαι ἐπ ἄλλου. τούτοις δὴ ἔοικε καὶ τὰ διανοητά, λόγον ἔχοντα πρὸς τὰ ἐπιστητὰ καὶ νοητά, ὃν τὰ εἰκαστὰ πρὸς τὰ αἰσθητά τε καὶ δοξαστά. τάς τε γὰρ ἰδέας οἱονεὶ κατ ἐπαφὴν ἔχει νοῦς τὰ ὄντως ὄντα οὔσας, τὰ δὲ διανοητά, ἅπερ ἐστὶ τὰ γεωμετρικά, ὑπὸ τῆς διανοίας βλέπεται, οὐκέτι τῆς διανοίας αὐτοῖς κατ εὐθὺ καὶ οἷον κατ ἐπιβολὴν πελαζούσης, ἀλλὰ διὰ λόγου μᾶλλον τῆς ἐπ αὐτὰ γιγνομένης πελάσεως, καὶ οἷον ἀπὸ τῶν ἰδεῶν κατιόντων ὡς ἐπὶ εἰκάσματα [τὰ] ἐκείνων καὶ εἴδωλα νοητά·
τά τε εἰκαστὰ καὶ ἐν ταῖς σκιαῖς ὑποβέβηκε παρὰ τὰ αἰσθητά, τῷ ἐκεῖνα μὲν καθ αὑτὰ ὑποπίπτειν τῇ αἰσθήσει κατ εὐθυωρίαν, τὰ δὲ ἐν ἄλλῳ καὶ ἐπ ἄλλῳ καὶ δι ἄλλο θεωρεῖσθαι. οὐ γὰρ δὴ καθ ἑαυτὴν σκιά, ἀλλ ἐν τῷ ἐδάφει αἰσθητῷ ὄντι καθ ἑαυτὸ ἐν τῷ κατόπτρῳ ἐν τοῖς ὕδασιν, ἅπερ ἦν καθ ἑαυτὰ αἰσθητά. οὕτως οὖν καὶ τὰ μαθηματικά, ὥσπερ ἐν ταῖς ἰδέαις ἔοικε φαντάζεσθαι, καὶ ἐπ ἐκείναις ἔχειν τὸ ἐπέρεισμα· οὐ γὰρ δεῖ ἀπὸ τῶν αἰσθητῶν κατὰ ἀφαίρεσιν ἐπινοεῖσθαι αὐτά, ἀλλ ὑποβάντα ἀπὸ τῶν ἰδεῶν τὸ εἰδωλικὸν ἔχειν ἀπ ἐκείνων, τῷ προσειληφέναι καὶ μέγεθος καὶ ἐν διαστάσει φαντάζεσθαι. ὅπερ γὰρ ἐν τοῖς τῶν αἰσθητῶν εἰδώλοις τὸ ἀμενηνὸν καὶ καθ ἑαυτὸ ἀνεπέρειστον, τοῦτο ἐν τοῖς νοητοῖς τὸ ἔνογκον καὶ διαστατόν· ἀλλ ἐπεὶ καὶ τοῦτο σπεύδει πρὸς τὸ ἄογκον καὶ ἀμερές, ἐπαναπαύεσθαι ἔοικεν ἐν τῇ τῶν ἰδεῶν ἀμερείᾳ, ὡς αἱ σκιαὶ ἐν τῇ τῶν αἰσθητῶν ἀντιτυπίᾳ. ὥσπερ τοίνυν τὰ διανοητὰ τῶν νοητῶν κεχώρισται, οὕτω καὶ διάνοια τῆς νοήσεως. διόπερ καὶ Βροτῖνος ἐν τῷ Περὶ νοῦ καὶ διανοίας χωρίζων αὐτὰ ἀπ ἀλλήλων τάδε λέγει· δὲ διάνοια τῶ νῶ μεῖζόν ἐστι, καὶ τὸ διανοατὸν τῶ νοατῶ· μὲν γὰρ νόος ἐστὶ τό τε ἁπλόον καὶ τὸ ἀσύνθετον καὶ τὸ πρᾶτον νοέον καὶ τὸ νοεόμενον (τοιοῦτον δ ἐστὶ τὸ εἶδος· καὶ γὰρ ἀμερὲς καὶ ἀσύνθετον καὶ πρᾶτόν ἐστι
τῶν ἄλλων), δὲ διάνοια τό τε πολλαπλόον καὶ μεριστὸν καὶ τὸ δεύτερον νοέον (ἐπιστάμαν γὰρ καὶ λόγον τὸν προσείληφε), παραπλησίως δὲ καὶ τὰ διανοατά, ταῦτα δ ἐντὶ τὰ ἐπιστατὰ καὶ τὰ ἀποδεικτὰ καὶ τὰ καθόλω τὰ ὑπὸ τῶ νόω διὰ τῶ λόγω καταλαμβανόμενα.’ ἐν δὴ τούτοις μεῖζον μὲν λέγει τὴν διάνοιαν καὶ τὸ διανοητόν, οὐ τῇ δυνάμει ἀλλὰ τῷ πλήθει (ἐναντίως δ ἔχει ταῦτα πρὸς ἄλληλα), ἀφορίζεται δὲ αὐτὰ ἀπὸ τοῦ νοῦ καὶ τῶν νοητῶν οὐ τούτοις μόνον, ἀλλὰ καὶ τῷ τὰ μὲν ἁπλᾶ εἶναι καὶ ἀσύνθετα τὰ δὲ πολυειδῆ καὶ σύνθετα, καὶ διότι τὰ μὲν πρώτως νοεῖ καὶ νοεῖται τὰ δὲ δευτέρως καὶ παρ ἐκείνων λαμβάνοντα τὴν τούτων ἐνέργειαν, καὶ τὰ μὲν ἐν εἴδεσιν ἐνέστηκε τὰ δὲ ἐν λόγοις πολλαπλῆν ποιεῖται τὴν ἐνέργειαν, καὶ τὰ μέν ἐστιν ἀμέριστα τὰ δὲ μεριστά, καὶ τὰ μὲν κρείττον ἀποδεικτικοῦ συλλογισμοῦ τὰ δὲ συλλογίζεταί τι περὶ τῶν ὄντων, καὶ τὰ μὲν αὐτά ἐστι τὰ ὄντα τὰ δὲ ἐν τοῖς καθόλου περιείληφε καὶ συνεμφαίνει τὰ καθ ἕκαστον, καὶ τὰ μὲν ἀύλοις καὶ καθαραῖς ἐνεργείαις χρῆται τὰ δὲ συμμεμιγμένην ἔχει τὴν νόησιν· τῷ γὰρ νῷ διὰ τοῦ λόγου καταλαμβάνει τὰ οἰκεῖα γνωστά, τῷ νῷ μετὰ τοῦ λόγου. συμβαίνει δὴ οὖν ἐκ τούτων τά τε κρινόμενα πράγματα καὶ τὰ κριτήρια αὐτῶν διεστηκέναι ἀπ ἀλλήλων, ὡς τὰ μὲν διανοητὰ τῶν νοητῶν διαφέρειν, τὴν δὲ διάνοιαν τοῦ νοῦ.

Ἔτι δὲ σαφέστερον Ἀρχύτας ἐν τῷ Περὶ νοῦ

καὶ αἰσθήσεως διακρίνει τὰ κριτήρια τῶν ὄντων, καὶ τὸ τῶν μαθηματικῶν οἰκειότατον κριτήριον παρίστησι διὰ τούτων· ἐν ἁμῖν γὰρ αὐτοῖς’, φησί, κατὰ ψυχὰν γνώσιές εἰσι τέσσαρες, νόος ἐπιστάμα δόξα αἴσθησις, ὧν αἱ μὲν δύο τοῦ λόγου ἀρχαί ἐντι, οἷον νόος αἴσθασις, τὰ δὲ δύο τέλη, οἷον ἐπιστάμα καὶ δόξα· τὸ δ ὅμοιον ἀεὶ τοῦ ὁμοίου γνωστικόν. φανερὸν ὦν ὅτι μὲν νόος ἐν ἁμῖν τῶν νοατῶν γνωστικόν, δὲ ἐπιστήμη τῶν ἐπιστατῶν, δὲ δόξα τῶν δοξαστῶν, δὲ αἴσθασις τῶν αἰσθατῶν· διόπερ ὦν δεῖ μεταβαίνεν ἀπὸ μὲν τῶν αἰσθατῶν ἐπὶ τὰ δοξαστὰ τὰν διάνοιαν, ἀπὸ δὲ τῶν δοξαστῶν ἐπὶ τὰ ἐπιστατά, καὶ ἀπὸ τούτων ἐπὶ τὰ νοατά· ταῦτα δὲ σύμφωνα ποιητά, θεωρούμενα δι αὐτῶν ἀλάθεα. διωρισμένων δὲ τούτων τὰ μετὰ ταῦτα δεῖ νοῆσαι. καθάπερ γὰρ γραμμὰν δίχα τετμαμένην καὶ ἴσα πάλιν ἑκατέρων τμήματα τετμαμένα ἀνὰ τὸν αὐτὸν λόγον, καὶ οὕτω διῃρήσθω καὶ τὸ νοατὸν ποττὸ ὁρατόν, καὶ πάλιν ἑκάτερον οὕτως διωρίσθω, καὶ διαφέρεν σαφηνείᾳ τε καὶ ἀσαφείᾳ ποττἆλλα· τὸν αὐτὸν δὴ τρόπον τῶ μὲν δὴ αἰσθατῶ τὸ μὲν ἅτερον τμῆμά ἐστι τά τε εἴδωλα τὰ ἐν τοῖς ὕδασι καὶ ἐν τοῖς κατόπτροις, τὸ δ ἕτερον μέρος, ὧν ταῦτα εἰκόνες, φυτὰ καὶ ζῷα· τῶ δὲ νοατῶ
τὸ μὲν ἀνάλογον ἔχον ὡς αἱ εἰκόνες τὰ περὶ τὰ μαθήματα γένη ἐντί· οἱ γὰρ περὶ τὰν γαμετρίαν ὑποθέμενοι τό τε περισσὸν καὶ τὸ ἄρτιον καὶ σχάματα καὶ γωνιᾶν τρισσὰ εἴδεα, ἐκ τούτων πραγματεύονται τὰ λοιπά, τὰ δὲ πράγματα ἐῶντι ὡς εἰδότες, λόγον τε οὐκ ἔχοντι διδόμεν οὔτ αὐταύτοις οὔτ ἄλλοις· ἀλλὰ τοῖς μὲν αἰσθατοῖς, ὡς εἰκός, χρῶνται, ζατοῦντι δὲ οὐ ταῦτα, οὐδὲ τούτων ἕνεκα ποιεῦνται τὼς λόγως, ἀλλὰ τᾶς διαμέτρω χάριν καὶ αὐτῶ τετραγώνω. τὸ δ ἅτερον τμᾶμά ἐντι τῶ νοατῶ, περὶ διαλεκτικὰ κατασχόληται· αὐτὰ γὰρ τῷ ὄντι τὰς ὑποθέσιας [ἀλλ’] ὑποθέσιας, ἀλλ ἀρχάς τε καὶ ἐπιβάσιας ποιεῖται 〈, ἵνα μέχρι τῶ ἀνυποθέτω ἐπὶ παντὸς ἀρχὰν ἔλθῃ, καὶ πάλιν ἐχομένα καταβᾷ ἐπὶ τὰν τελευτὰν οὐδενὶ προσχρωμένα αἰσθατῷ, ἀλλ εἰδέεσσιν αὐτοῖς δι αὑτῶν. ἐπὶ δὲ τέτταρσι τούτοις τμάμασι καλῶς ἔχει διανέμεν καὶ τὰ πάθεα τᾶς ψυχᾶς· καὶ καλέσαι νόασιν μὲν ἐπὶ τῷ ἀκροτάτῳ, διάνοιαν δὲ ἐπὶ τῷ δευτέρῳ, ἐπὶ δὲ τῷ τρίτῳ πίστιν, εἰκασίαν δὲ ἐπὶ τῷ τετάρτῳ.’

Οἶμαι τοίνυν καὶ διὰ τούτων κατάδηλον γεγονέναι,

ὡς τέσσαρες μέν εἰσι διαφοραὶ τῶν ὄντων, τέτταρες δὲ τῆς κρίσεως ἀρχαί, καὶ ὡς λόγος μέσην ἔχων ἐφάπτεται τῶν δύο ἄκρων, νοητῶν τε καὶ αἰσθητῶν, ἐν τέλους τάξει πρὸς τὸν νοῦν καὶ τὴν αἴσθησιν καθιστάμενος ὡς ἀρχὰς οὔσας ἑαυτοῦ καὶ ὑπ αὐτῶν ἀποτελούμενος. ἔστι δὲ καὶ τοῦτο ἀξίωμα κοινὸν περὶ πάσης γνωριστικῆς δυνάμεως, ὡς τῷ ὁμοίῳ τὰ ὅμοια γιγνώσκεται. ἔνεστιν οὖν καὶ ἀπ ἀμφοτέρων ἀμφότερα καὶ ἀπὸ τῶν ἑτέρων τὰ ἕτερα τούτων καταμανθάνειν, τάς τε ἴσας διαιρέσεις κοινῶς τε καὶ ἰδίως οἷόν τε ἐπ αὐτῶν ποιεῖσθαι, τάξιν τε μεταβάσεως ἀπὸ τῶν ἑτέρων ἐπὶ τὰ ἕτερα, τουτέστιν ἀπὸ τῶν καταδεεστέρων ἐπὶ τὰ ἀνωτέρω· καὶ ἀναγωγὴν πάντων καὶ σύνταξιν ἐπὶ τὸν νοῦν ὅπως δεῖ ποιεῖσθαι διώρικε. τὸ δὴ μετὰ τοῦτο τὴν γραμμὴν κατατέμνει, μίαν μὲν οὖσαν, ἵνα ὡς ἓν τὸ γνωριστικὸν ὑπολάβωμεν, δίχα δὲ ταύτην διαιρεῖ κατὰ τὰς πρώτας διαφορὰς τῶν ὄντων καὶ τὰς ἐπ αὐτοῖς διχῇ διῃρημένας κρίσεις. ἴσας δὲ αὐτὰς τίθεται κατὰ τὴν τῶν λόγων μετουσίαν καὶ τῶν εἰδῶν καὶ διὰ τὴν ὁμοιότητα τῶν μετεχόντων πρὸς τὰ μετεχόμενα, καὶ διότι ἀναλογία αὐτή πώς ἐστιν ἐπ ἀμφοτέρων. πάλιν δ ἑκάτερον τῶν τμημάτων ἀνὰ τὸν αὐτὸν λόγον διαιρεῖ, ἐπειδὴ δι ὅλου γνωστικὴ δύναμις ὁμοειδής ἐστι πρὸς ἑαυτήν, τάς τε διαφορὰς αὐτῆς ποιεῖται σαφηνείᾳ τε καὶ ἀσαφείᾳ καὶ τῷ τελέως ὡρίσθαι τῷ ἐνδεῶς, πρὸς ἄλληλά τε αὐτῶν τὴν διάκρισιν ἐπιδείκνυσι, κατὰ τί παραλλάττει καὶ ὑποδεέστερά ἐστι τὰ δεύτερα τῶν προτέρων. πρῶτον δὲ διαιρεῖ τὸ αἰσθητὸν ὡς γνωριμώτερον, καὶ
λαμβάνει αὐτοῦ τὴν κατ εἰκόνα ἀπὸ τῶν αἰσθητῶν φαινομένην ὑπόστασιν, τὰ εἴδωλα τὰ ἐν τοῖς ὕδασι καὶ ἐν τοῖς κατόπτροις, ὡς μίαν τινὰ φύσιν ἀποτεμών. τὸ δ ἕτερον μέρος ἀφορίζει τὸ ἀληθινόν, ὧν ταῦτά εἰσιν εἰκόνες, οἷον φυτὰ καὶ ζῷα. ἀπὸ γὰρ τούτων εἰκασία γίγνεται τῶν εἰδώλων κατὰ ἀνάκλασιν εἰς ταῦτα τῆς αἰσθήσεως [κατὰ δεύτερον τρόπον] ἐπιστρεφομένης, καὶ οὕτως αὐτὰ γιγνωσκούσης δευτέρως ὥσπερ καὶ ὑφίσταται κατὰ δεύτερον τρόπον, τοῖς δὲ αἰσθητοῖς αὐτόθεν ἐπιβαλλούσης ὥσπερ καὶ ὑφίσταται πρώτως καὶ ἐν αὑτοῖς ἔχει τὴν ἔνυλον ὑπόστασιν. ἀπὸ δὴ τῆς τούτων ἀναλογίας καὶ τὸ ἕτερον τμῆμα δυνατόν ἐστι καταμαθεῖν. ταῖς μὲν γὰρ εἰκόσι τὰ περὶ τὰ μαθήματα γένη ἐστὶν ἀνάλογον, καὶ αἱ γνώσεις αὐτῶν ταῖς εἰκασίαις τῶν εἰδώλων ἔχουσί τινα ὁμοιότητα· ἀπό τε γὰρ τῶν νοήσεων λαμβάνουσι τὴν ἐνέργειαν καὶ ἀπὸ τῶν νοητῶν ἐπὶ τὰ μαθηματικὰ ὡς εἰκόνας μεταβαίνουσιν, ὑποθέσεσί τε χρῶνται καὶ τὴν αἰτίαν οὐκ ἐπίστανται. καὶ τοῦτό ἐστι τὸ κριτήριον τῶν μαθηματικῶν, ἑτέρου τε πράγματος ὑπάρχον προγνωστικόν, ἀλλ οὐχὶ τοῦ νοητοῦ, καὶ ἑτέρᾳ γνώσει ἀντιλαμβανόμενον τοῦ διανοητοῦ, ἀλλ οὐχὶ τῇ νοήσει· αὕτη γὰρ τοῦ διαλεκτικοῦ ἐστι κριτήριον, καὶ δι αὐτῆς τὰ ὄντα καὶ τὰ εἴδη καὶ τὰ ἀνυπόθετα πάντα θεωρεῖ καὶ λόγον ἔχει περὶ πάντων δοῦναι, αἰσθητῷ τε οὐδενὶ προσχρῆται, ἀλλὰ τοῖς νοητοῖς εἴδεσι. τεττάρων δὴ οὐσῶν τῶν κρινουσῶν δυνάμεων τάξις τις
αὐτῶν θεωρεῖται καὶ ἐνέργειαι διῃρημέναι τυγχάνουσιν, ἐπὶ μὲν τῷ ἀκροτάτῳ νόησις, ἐπὶ δὲ τῷ δευτέρῳ διάνοια, ἐπὶ δὲ τῷ τρίτῳ πίστις, εἰκασία δὲ ἐπὶ τῷ τετάρτῳ.

Ἐκ δὴ τούτων ἐκ διαιρέσεως πέφηνεν ἱκανῶς τι ποτ ἐστὶ τὸ τῶν μαθημάτων κριτήριον.

Tokens

Δεῖ 1 w 3
δὴ 1 w 5
τὸ 1 w 7
μετὰ 1 w 11
τοῦτο 1 w 16
καὶ 1 w 19
περὶ 1 w 23
τοῦ 2 w 26
κριτηρίου 1 w 35
πάντων 1 w 41
τῶν 1 w 44
μαθημάτων 1 w 53
εἰπεῖν 1 w 59
ποῖόν 1 w 65
γέ 1 w 67
τί 1 w 69
ἐστι 1 w 73
καὶ 2 w 76
τίνας 1 w 81
ἔχει 1 w 85
τὰς 1 w 88
ἐν 1 w 90
αὑτῷ 1 w 94
διαφορὰς 1 w 102
τῶν 2 w 105
ἐνεργειῶν 1 w 114
ἄνωθεν 1 w 121
οὖν 1 w 124
ἀναλαβόντες 1 w 135
ἀπὸ 1 w 138
διαιρέσεως 1 w 148
ποιησώμεθα 1 w 158
τὴν 1 w 161
ὅλην 1 w 165
περὶ 2 w 169
αὐτοῦ 1 w 174
διδασκαλίαν 1 w 185
Τὰ 1 w 188
δὴ 2 w 190
νοητὰ 1 w 195
πάντα 1 w 200
εἰς 1 w 203
δύο 1 w 206
διῄρηται 1 w 214
εἴς 1 w 218
τε 2 w 220
τὰ 4 w 222
ἰδίως 1 w 227
νοητὰ 2 w 232
καλούμενα 1 w 241
καὶ 3 w 244
ἐπιστητά 1 w 252
καὶ 4 w 256
εἰς 2 w 259
τὰ 6 w 261
διανοητά 1 w 269
καὶ 5 w 273
πρῶτα 1 w 278
μέν 1 w 281
ἐστι 2 w 285
τὰ 7 w 287
νοητά 2 w 292
δεύτερα 1 w 300
δὲ 1 w 302
καὶ 6 w 305
ὑποδεέστερα 1 w 316
τὰ 8 w 318
διανοητά 2 w 326
πάλιν 1 w 332
δὲ 2 w 334
ἀπὸ 2 w 337
τούτων 1 w 343
ἑτέρα 1 w 348
οὐσία 1 w 353
ἐστὶν 1 w 358
1 w 359
τῶν 3 w 362
αἰσθητῶν 1 w 370
τούτων 2 w 377
δὲ 3 w 379
τὰ 9 w 381
μὲν 1 w 384
ἰδίως 2 w 389
ἐστὶν 2 w 394
αἰσθητά 1 w 401
1 w 403
καὶ 7 w 406
δοξαστά 1 w 413
τὰ 10 w 416
δὲ 4 w 418
εἰκαστά 1 w 425
δοξαστὰ 1 w 433
μὲν 2 w 436
καὶ 8 w 439
ἰδίως 3 w 444
αἰσθητὰ 1 w 451
τὰ 13 w 453
κατὰ 1 w 457
μέρος 1 w 462
σώματα 1 w 468
οἷον 1 w 473
λίθοι 1 w 478
ξύλα 1 w 482
τὰ 15 w 484
τέτταρα 1 w 491
στοιχεῖα 1 w 499
ταῦτα 1 w 505
δέ 1 w 507
ἐστιν 1 w 512
ἐν 3 w 514
αἰσθητοῖς 1 w 523
πρῶτα 2 w 528
μεθ 2 w 532
2 w 534
ἀσθενῆ 1 w 540
ἄλλα 1 w 544
καὶ 9 w 547
οὐχ 1 w 550
ὅμοια 1 w 555
ἐπηκολουθηκότα 1 w 570
δὲ 5 w 572
τοῖς 2 w 576
πρώτοις 1 w 583
ἐστίν 1 w 588
ἔστι 1 w 593
δὲ 6 w 595
ταῦτα 2 w 600
αἱ 1 w 602
σκιαί 1 w 607
καὶ 10 w 611
γὰρ 1 w 614
αἱ 2 w 616
σκιαὶ 1 w 621
παρακολουθήματα 1 w 636
τῶν 5 w 639
σωμάτων 1 w 646
καὶ 11 w 650
εἰ 5 w 652
μὴ 1 w 654
ἔχοιεν 1 w 660
ἄλλο 1 w 664
τι 5 w 666
ὑποβεβλημένον 1 w 679
σῶμα 1 w 683
οὐκ 1 w 687
ἂν 1 w 689
φανεῖεν 1 w 696
εἴδωλα 1 w 703
οὖν 2 w 706
αἱ 3 w 708
σκιαὶ 2 w 713
καὶ 12 w 716
τὰ 16 w 718
ἐν 4 w 720
ὕδασι 1 w 725
καὶ 13 w 728
κατόπτροις 1 w 738
ἐν 5 w 741
ἄλλοις 1 w 747
καὶ 14 w 750
οὐ 4 w 752
καθ 1 w 755
αὑτὰ 1 w 760
ὄντα 1 w 764
οὐδὲ 1 w 769
ἄλλων 1 w 774
δίχα 1 w 778
φαινόμενα 1 w 787
ἀλλὰ 1 w 792
εἰς 3 w 795
ἄλλα 2 w 799
σώματα 2 w 805
πεπτωκότα 1 w 814
ὧν 1 w 817
ὑποσπασθέντων 1 w 830
οὐ 6 w 832
φαίνεται 1 w 840
διὸ 1 w 844
αἰσθητὰ 2 w 851
μέν 3 w 854
ἐστι 4 w 858
τῷ 2 w 860
γένει 1 w 865
ὅτι 1 w 869
ὑπὸ 1 w 872
αἴσθησιν 1 w 880
πίπτει 1 w 886
εἰκαστὰ 1 w 894
δὲ 8 w 896
μᾶλλον 1 w 902
καὶ 15 w 905
πιστευτὰ 1 w 913
1 w 914
ὑποστατά 1 w 922
κατὰ 2 w 927
πίστιν 1 w 933
λεγόμενα 1 w 941
τὴν 2 w 944
ἐπὶ 1 w 947
τῶν 6 w 950
μὴ 2 w 952
ἀποδεικτικῶν 1 w 964
ἄλλως 1 w 970
δὲ 9 w 972
εἰς 4 w 975
παραδοχὴν 1 w 984
παραλαμβανομένων 1 w 1000
ἀπὸ 3 w 1003
τῆς 1 w 1006
τῶν 7 w 1009
προφερόντων 1 w 1020
πίστεως 1 w 1027
καὶ 16 w 1031
γὰρ 2 w 1034
τὰ 22 w 1036
τῶν 8 w 1039
σκιῶν 1 w 1044
οὐκ 2 w 1047
ἀφ 1 w 1049
αὑτῶν 1 w 1055
ἔχει 2 w 1059
τὸ 2 w 1061
ἀντιληπτικόν 1 w 1073
ἀπὸ 4 w 1077
δὲ 10 w 1079
τῶν 10 w 1082
σωμάτων 2 w 1089
εἰς 5 w 1092
3 w 1093
πέπτωκε 1 w 1100
καὶ 17 w 1103
ἐν 6 w 1105
οἷς 1 w 1108
ἀναπαυόμενα 1 w 1119
φαίνεται 2 w 1127
ἔχει 3 w 1132
οὖν 3 w 1135
τὸ 3 w 1137
ἀβέβαιον 1 w 1145
2 w 1146
τοιαύτη 1 w 1153
πίστις 1 w 1159
καὶ 18 w 1163
γὰρ 3 w 1166
ταῦτα 3 w 1171
εἰ 10 w 1173
ἀποσταίη 1 w 1181
τοῦ 4 w 1184
κατόπτρου 1 w 1193
2 w 1194
ὕδατος 1 w 1200
3 w 1201
ἐδάφους 1 w 1208
οὐδὲν 1 w 1214
ἂν 2 w 1216
εἴη 1 w 1219
τὸ 4 w 1221
σύνολον 1 w 1228
ὥστε 1 w 1233
καὶ 19 w 1236
τῶν 11 w 1239
σωμάτων 3 w 1246
δοξαστῶν 1 w 1254
ὄντων 1 w 1259
καὶ 20 w 1262
τὸ 5 w 1264
εἶναι 1 w 1269
ἐν 7 w 1271
τῷ 3 w 1273
δοκεῖν 1 w 1279
κεκτημένων 1 w 1289
αἱ 4 w 1292
σκιαὶ 3 w 1297
ἔτι 1 w 1300
μᾶλλον 2 w 1306
ὑποβεβήκασι 1 w 1317
τῷ 4 w 1319
μὴ 3 w 1321
ἔχειν 1 w 1326
ἐξ 1 w 1328
ἑαυτῶν 1 w 1334
τὸ 6 w 1336
στερέμνιον 1 w 1346
ἀλλ 2 w 1350
ἐπερείδεσθαι 1 w 1363
ἐπ 5 w 1365
ἄλλου 1 w 1371
τούτοις 1 w 1379
δὴ 3 w 1381
ἔοικε 1 w 1386
καὶ 21 w 1389
τὰ 23 w 1391
διανοητά 3 w 1399
λόγον 1 w 1405
ἔχοντα 1 w 1411
πρὸς 1 w 1415
τὰ 24 w 1417
ἐπιστητὰ 1 w 1425
καὶ 22 w 1428
νοητά 5 w 1433
ὃν 1 w 1436
τὰ 26 w 1438
εἰκαστὰ 2 w 1445
πρὸς 2 w 1449
τὰ 28 w 1451
αἰσθητά 2 w 1458
τε 10 w 1460
καὶ 23 w 1463
δοξαστά 2 w 1470
τάς 1 w 1474
τε 11 w 1476
γὰρ 4 w 1479
ἰδέας 1 w 1484
οἱονεὶ 1 w 1490
κατ 5 w 1493
ἐπαφὴν 1 w 1500
ἔχει 5 w 1504
1 w 1505
νοῦς 1 w 1509
τὰ 29 w 1511
ὄντως 1 w 1516
ὄντα 2 w 1520
οὔσας 1 w 1525
τὰ 30 w 1528
δὲ 12 w 1530
διανοητά 4 w 1538
ἅπερ 1 w 1543
ἐστὶ 3 w 1547
τὰ 31 w 1549
γεωμετρικά 1 w 1559
ὑπὸ 2 w 1563
τῆς 2 w 1566
διανοίας 1 w 1574
βλέπεται 1 w 1582
οὐκέτι 1 w 1589
τῆς 3 w 1592
διανοίας 2 w 1600
αὐτοῖς 1 w 1606
κατ 6 w 1609
εὐθὺ 1 w 1614
καὶ 24 w 1617
οἷον 2 w 1621
κατ 7 w 1624
ἐπιβολὴν 1 w 1633
πελαζούσης 1 w 1643
ἀλλὰ 2 w 1648
διὰ 1 w 1651
λόγου 1 w 1656
μᾶλλον 3 w 1662
τῆς 4 w 1665
ἐπ 9 w 1667
αὐτὰ 1 w 1672
γιγνομένης 1 w 1682
πελάσεως 1 w 1690
καὶ 25 w 1694
οἷον 3 w 1698
ἀπὸ 5 w 1701
τῶν 14 w 1704
ἰδεῶν 1 w 1709
κατιόντων 1 w 1718
ὡς 1 w 1720
ἐπὶ 2 w 1723
εἰκάσματα 1 w 1732
τὰ 33 w 1735
ἐκείνων 1 w 1743
καὶ 26 w 1746
εἴδωλα 2 w 1752
νοητά 7 w 1757
τά 16 w 1760
τε 12 w 1762
εἰκαστὰ 3 w 1769
καὶ 27 w 1772
ἐν 8 w 1774
ταῖς 1 w 1778
σκιαῖς 1 w 1784
ὑποβέβηκε 1 w 1793
παρὰ 1 w 1797
τὰ 35 w 1799
αἰσθητά 3 w 1806
τῷ 5 w 1809
ἐκεῖνα 1 w 1815
μὲν 3 w 1818
καθ 2 w 1821
αὑτὰ 2 w 1826
ὑποπίπτειν 1 w 1836
τῇ 1 w 1838
αἰσθήσει 1 w 1846
κατ 9 w 1849
εὐθυωρίαν 1 w 1859
τὰ 37 w 1862
δὲ 13 w 1864
ἐν 9 w 1866
ἄλλῳ 1 w 1870
καὶ 28 w 1873
ἐπ 11 w 1875
ἄλλῳ 2 w 1880
καὶ 29 w 1883
δι 13 w 1885
ἄλλο 4 w 1890
θεωρεῖσθαι 1 w 1900
οὐ 10 w 1903
γὰρ 5 w 1906
δὴ 4 w 1908
καθ 3 w 1911
ἑαυτὴν 1 w 1918
3 w 1919
σκιά 1 w 1923
ἀλλ 4 w 1927
4 w 1929
ἐν 10 w 1931
τῷ 6 w 1933
ἐδάφει 1 w 1939
αἰσθητῷ 1 w 1946
ὄντι 1 w 1950
καθ 4 w 1953
ἑαυτὸ 1 w 1959
5 w 1960
ἐν 11 w 1962
τῷ 8 w 1964
κατόπτρῳ 1 w 1972
6 w 1973
ἐν 12 w 1975
τοῖς 4 w 1979
ὕδασιν 1 w 1985
ἅπερ 2 w 1990
ἦν 1 w 1992
καθ 5 w 1995
ἑαυτὰ 1 w 2001
αἰσθητά 4 w 2008
οὕτως 1 w 2014
οὖν 4 w 2017
καὶ 30 w 2020
τὰ 39 w 2022
μαθηματικά 1 w 2032
ὥσπερ 1 w 2038
ἐν 13 w 2040
ταῖς 2 w 2044
ἰδέαις 1 w 2050
ἔοικε 2 w 2055
φαντάζεσθαι 1 w 2066
καὶ 31 w 2070
ἐπ 12 w 2072
ἐκείναις 1 w 2081
ἔχειν 2 w 2086
τὸ 8 w 2088
ἐπέρεισμα 1 w 2097
οὐ 11 w 2100
γὰρ 6 w 2103
δεῖ 1 w 2106
ἀπὸ 6 w 2109
τῶν 15 w 2112
αἰσθητῶν 2 w 2120
κατὰ 3 w 2124
ἀφαίρεσιν 1 w 2133
ἐπινοεῖσθαι 1 w 2144
αὐτά 1 w 2148
ἀλλ 5 w 2152
ὑποβάντα 1 w 2161
ἀπὸ 7 w 2164
τῶν 17 w 2167
ἰδεῶν 2 w 2172
τὸ 9 w 2174
εἰδωλικὸν 1 w 2183
ἔχειν 3 w 2188
ἀπ 10 w 2190
ἐκείνων 2 w 2198
τῷ 9 w 2201
προσειληφέναι 1 w 2214
καὶ 32 w 2217
μέγεθος 1 w 2224
καὶ 33 w 2227
ἐν 14 w 2229
διαστάσει 1 w 2238
φαντάζεσθαι 2 w 2249
ὅπερ 1 w 2254
γὰρ 7 w 2257
ἐν 15 w 2259
τοῖς 5 w 2263
τῶν 18 w 2266
αἰσθητῶν 3 w 2274
εἰδώλοις 1 w 2282
τὸ 10 w 2284
ἀμενηνὸν 1 w 2292
καὶ 34 w 2295
καθ 6 w 2298
ἑαυτὸ 2 w 2304
ἀνεπέρειστον 1 w 2316
τοῦτο 2 w 2322
ἐν 16 w 2324
τοῖς 6 w 2328
νοητοῖς 1 w 2335
τὸ 12 w 2337
ἔνογκον 1 w 2344
καὶ 35 w 2347
διαστατόν 1 w 2356
ἀλλ 6 w 2360
ἐπεὶ 1 w 2365
καὶ 36 w 2368
τοῦτο 3 w 2373
σπεύδει 1 w 2380
πρὸς 3 w 2384
τὸ 13 w 2386
ἄογκον 1 w 2392
καὶ 37 w 2395
ἀμερές 1 w 2401
ἐπαναπαύεσθαι 1 w 2415
ἔοικεν 1 w 2421
ἐν 17 w 2423
τῇ 2 w 2425
τῶν 20 w 2428
ἰδεῶν 3 w 2433
ἀμερείᾳ 1 w 2440
ὡς 2 w 2443
αἱ 5 w 2445
σκιαὶ 4 w 2450
ἐν 18 w 2452
τῇ 3 w 2454
τῶν 21 w 2457
αἰσθητῶν 4 w 2465
ἀντιτυπίᾳ 1 w 2474
ὥσπερ 2 w 2480
τοίνυν 1 w 2486
τὰ 41 w 2488
διανοητὰ 1 w 2496
τῶν 23 w 2499
νοητῶν 1 w 2505
κεχώρισται 1 w 2515
οὕτω 2 w 2520
καὶ 38 w 2523
4 w 2524
διάνοια 1 w 2531
τῆς 5 w 2534
νοήσεως 1 w 2541
διόπερ 1 w 2548
καὶ 39 w 2551
Βροτῖνος 1 w 2559
ἐν 19 w 2561
τῷ 10 w 2563
Περὶ 1 w 2567
νοῦ 2 w 2570
καὶ 40 w 2573
διανοίας 3 w 2581
χωρίζων 1 w 2588
αὐτὰ 2 w 2592
ἀπ 11 w 2594
ἀλλήλων 1 w 2602
τάδε 1 w 2606
λέγει 1 w 2611
1 w 2614
δὲ 14 w 2616
διάνοια 2 w 2623
τῶ 25 w 2625
νῶ 1 w 2627
μεῖζόν 1 w 2633
ἐστι 5 w 2637
καὶ 41 w 2641
τὸ 14 w 2643
διανοατὸν 1 w 2652
τῶ 26 w 2654
νοατῶ 1 w 2659
2 w 2661
μὲν 4 w 2664
γὰρ 8 w 2667
νόος 1 w 2671
ἐστὶ 4 w 2675
τό 5 w 2677
τε 14 w 2679
ἁπλόον 1 w 2685
καὶ 42 w 2688
τὸ 16 w 2690
ἀσύνθετον 1 w 2699
καὶ 43 w 2702
τὸ 17 w 2704
πρᾶτον 1 w 2710
νοέον 1 w 2715
καὶ 44 w 2718
τὸ 18 w 2720
νοεόμενον 1 w 2729
τοιοῦτον 1 w 2738
δ 74 w 2739
ἐστὶ 5 w 2744
τὸ 19 w 2746
εἶδος 1 w 2751
καὶ 45 w 2755
γὰρ 9 w 2758
ἀμερὲς 1 w 2764
καὶ 46 w 2767
ἀσύνθετον 2 w 2776
καὶ 47 w 2779
πρᾶτόν 1 w 2785
ἐστι 6 w 2789
τῶν 25 w 2792
ἄλλων 2 w 2797
3 w 2800
δὲ 15 w 2802
διάνοια 3 w 2809
τό 7 w 2811
τε 15 w 2813
πολλαπλόον 1 w 2823
καὶ 48 w 2826
μεριστὸν 1 w 2834
καὶ 49 w 2837
τὸ 21 w 2839
δεύτερον 1 w 2847
νοέον 2 w 2852
ἐπιστάμαν 1 w 2862
γὰρ 10 w 2865
καὶ 50 w 2868
λόγον 2 w 2873
τὸν 3 w 2876
προσείληφε 1 w 2886
παραπλησίως 1 w 2899
δὲ 16 w 2901
καὶ 51 w 2904
τὰ 44 w 2906
διανοατά 1 w 2914
ταῦτα 4 w 2920
δ 81 w 2921
ἐντὶ 1 w 2926
τὰ 45 w 2928
ἐπιστατὰ 1 w 2936
καὶ 52 w 2939
τὰ 47 w 2941
ἀποδεικτὰ 1 w 2950
καὶ 53 w 2953
τὰ 49 w 2955
καθόλω 1 w 2961
τὰ 50 w 2963
ὑπὸ 3 w 2966
τῶ 29 w 2968
νόω 1 w 2971
διὰ 2 w 2974
τῶ 30 w 2976
λόγω 1 w 2980
καταλαμβανόμενα 1 w 2995
ἐν 21 w 2999
δὴ 5 w 3001
τούτοις 2 w 3008
μεῖζον 1 w 3014
μὲν 5 w 3017
λέγει 2 w 3022
τὴν 4 w 3025
διάνοιαν 1 w 3033
καὶ 54 w 3036
τὸ 23 w 3038
διανοητόν 1 w 3047
οὐ 12 w 3050
τῇ 4 w 3052
δυνάμει 1 w 3059
ἀλλὰ 3 w 3063
τῷ 11 w 3065
πλήθει 1 w 3071
ἐναντίως 1 w 3080
δ 88 w 3081
ἔχει 8 w 3086
ταῦτα 5 w 3091
πρὸς 4 w 3095
ἄλληλα 1 w 3101
ἀφορίζεται 1 w 3113
δὲ 17 w 3115
αὐτὰ 3 w 3119
ἀπὸ 8 w 3122
τοῦ 7 w 3125
νοῦ 3 w 3128
καὶ 55 w 3131
τῶν 26 w 3134
νοητῶν 2 w 3140
οὐ 13 w 3142
τούτοις 3 w 3149
μόνον 1 w 3154
ἀλλὰ 4 w 3159
καὶ 56 w 3162
τῷ 12 w 3164
τὰ 52 w 3166
μὲν 6 w 3169
ἁπλᾶ 1 w 3173
εἶναι 2 w 3178
καὶ 57 w 3181
ἀσύνθετα 1 w 3189
τὰ 53 w 3191
δὲ 18 w 3193
πολυειδῆ 1 w 3201
καὶ 58 w 3204
σύνθετα 2 w 3211
καὶ 59 w 3215
διότι 1 w 3220
τὰ 54 w 3222
μὲν 7 w 3225
πρώτως 1 w 3231
νοεῖ 2 w 3235
καὶ 60 w 3238
νοεῖται 1 w 3245
τὰ 55 w 3247
δὲ 19 w 3249
δευτέρως 1 w 3257
καὶ 61 w 3260
παρ 6 w 3263
ἐκείνων 3 w 3271
λαμβάνοντα 1 w 3281
τὴν 5 w 3284
τούτων 3 w 3290
ἐνέργειαν 1 w 3299
καὶ 62 w 3303
τὰ 56 w 3305
μὲν 8 w 3308
ἐν 24 w 3310
εἴδεσιν 1 w 3317
ἐνέστηκε 1 w 3325
τὰ 57 w 3327
δὲ 20 w 3329
ἐν 26 w 3331
λόγοις 1 w 3337
πολλαπλῆν 1 w 3346
ποιεῖται 1 w 3354
τὴν 6 w 3357
ἐνέργειαν 2 w 3366
καὶ 63 w 3370
τὰ 58 w 3372
μέν 7 w 3375
ἐστιν 2 w 3380
ἀμέριστα 1 w 3388
τὰ 59 w 3390
δὲ 21 w 3392
μεριστά 1 w 3399
καὶ 64 w 3403
τὰ 60 w 3405
μὲν 9 w 3408
κρείττον 1 w 3416
ἀποδεικτικοῦ 1 w 3428
συλλογισμοῦ 1 w 3439
τὰ 61 w 3441
δὲ 22 w 3443
συλλογίζεταί 1 w 3455
τι 24 w 3457
περὶ 3 w 3461
τῶν 28 w 3464
ὄντων 2 w 3469
καὶ 65 w 3473
τὰ 62 w 3475
μὲν 10 w 3478
αὐτά 2 w 3482
ἐστι 8 w 3486
τὰ 63 w 3488
ὄντα 3 w 3492
τὰ 64 w 3494
δὲ 23 w 3496
ἐν 28 w 3498
τοῖς 8 w 3502
κα 92 w 3504
θόλου 1 w 3509
περιείληφε 1 w 3519
καὶ 66 w 3522
συνεμφαίνει 1 w 3533
τὰ 65 w 3535
καθ 8 w 3538
ἕκαστον 1 w 3546
καὶ 67 w 3550
τὰ 66 w 3552
μὲν 11 w 3555
ἀύλοις 1 w 3561
καὶ 68 w 3564
καθαραῖς 1 w 3572
ἐνεργείαις 1 w 3582
χρῆται 1 w 3588
τὰ 67 w 3590
δὲ 24 w 3592
συμμεμιγμένην 1 w 3605
ἔχει 9 w 3609
τὴν 7 w 3612
νόησιν 1 w 3618
τῷ 13 w 3621
γὰρ 11 w 3624
νῷ 1 w 3626
διὰ 3 w 3629
τοῦ 8 w 3632
λόγου 2 w 3637
καταλαμβάνει 1 w 3649
τὰ 68 w 3651
οἰκεῖα 1 w 3657
γνωστά 1 w 3663
7 w 3665
τῷ 14 w 3667
νῷ 2 w 3669
μετὰ 2 w 3673
τοῦ 9 w 3676
λόγου 3 w 3681
συμβαίνει 1 w 3691
δὴ 6 w 3693
οὖν 5 w 3696
ἐκ 6 w 3698
τούτων 4 w 3704
τά 29 w 3706
τε 17 w 3708
κρινόμενα 1 w 3717
πράγματα 1 w 3725
καὶ 69 w 3728
τὰ 70 w 3730
κριτήρια 1 w 3738
αὐτῶν 1 w 3743
διεστηκέναι 1 w 3754
ἀπ 15 w 3756
ἀλλήλων 2 w 3764
ὡς 3 w 3767
τὰ 71 w 3769
μὲν 12 w 3772
διανοητὰ 2 w 3780
τῶν 30 w 3783
νοητῶν 3 w 3789
διαφέρειν 1 w 3798
τὴν 8 w 3802
δὲ 25 w 3804
διάνοιαν 2 w 3812
τοῦ 10 w 3815
νοῦ 4 w 3818
Ἔτι 1 w 3822
δὲ 26 w 3824
σαφέστερον 1 w 3834
Ἀρχύτας 1 w 3841
ἐν 30 w 3843
τῷ 15 w 3845
Περὶ 2 w 3849
νοῦ 5 w 3852
καὶ 70 w 3855
αἰσθήσεως 1 w 3864
διακρίνει 1 w 3873
τὰ 73 w 3875
κριτήρια 2 w 3883
τῶν 32 w 3886
ὄντων 3 w 3891
καὶ 71 w 3895
τὸ 24 w 3897
τῶν 33 w 3900
μαθηματικῶν 1 w 3911
οἰκειότατον 1 w 3922
κριτήριον 1 w 3931
παρίστησι 1 w 3940
διὰ 4 w 3943
τούτων 5 w 3949
ἐν 31 w 3953
ἁμῖν 1 w 3957
γὰρ 12 w 3961
αὐτοῖς 2 w 3968
φησί 1 w 3974
κατὰ 4 w 3980
ψυχὰν 1 w 3985
γνώσιές 1 w 3992
εἰσι 1 w 3996
τέσσαρες 1 w 4004
νόος 2 w 4009
ἐπιστάμα 2 w 4017
δόξα 1 w 4021
αἴσθησις 1 w 4029
ὧν 2 w 4032
αἱ 6 w 4034
μὲν 13 w 4037
δύο 2 w 4040
τοῦ 11 w 4043
λόγου 4 w 4048
ἀρχαί 1 w 4053
ἐντι 1 w 4057
οἷον 4 w 4062
νόος 3 w 4066
αἴσθασις 1 w 4074
τὰ 75 w 4077
δὲ 27 w 4079
δύο 3 w 4082
τέλη 1 w 4086
οἷον 5 w 4091
ἐπιστάμα 3 w 4099
καὶ 72 w 4102
δόξα 2 w 4106
τὸ 25 w 4109
δ 117 w 4110
ὅμοιον 1 w 4117
ἀεὶ 1 w 4120
τοῦ 12 w 4123
ὁμοίου 1 w 4129
γνωστικόν 1 w 4138
φανερὸν 1 w 4146
ὦν 1 w 4148
ὅτι 2 w 4151
4 w 4152
μὲν 14 w 4155
νόος 4 w 4159
ἐν 33 w 4161
ἁμῖν 2 w 4165
τῶν 34 w 4168
νοατῶν 1 w 4174
γνωστικόν 2 w 4183
7 w 4185
δὲ 28 w 4187
ἐπιστήμη 1 w 4195
τῶν 36 w 4198
ἐπιστατῶν 1 w 4207
8 w 4209
δὲ 29 w 4211
δόξα 3 w 4215
τῶν 38 w 4218
δοξαστῶν 2 w 4226
9 w 4228
δὲ 30 w 4230
αἴσθασις 2 w 4238
τῶν 40 w 4241
αἰσθατῶν 1 w 4249
διόπερ 2 w 4256
ὦν 2 w 4258
δεῖ 2 w 4261
μεταβαίνεν 1 w 4271
ἀπὸ 9 w 4274
μὲν 15 w 4277
τῶν 42 w 4280
αἰσθατῶν 2 w 4288
ἐπὶ 3 w 4291
τὰ 76 w 4293
δοξαστὰ 2 w 4300
τὰν 1 w 4303
διάνοιαν 3 w 4311
ἀπὸ 10 w 4315
δὲ 31 w 4317
τῶν 44 w 4320
δοξαστῶν 3 w 4328
ἐπὶ 4 w 4331
τὰ 79 w 4333
ἐπιστατά 1 w 4341
καὶ 73 w 4345
ἀπὸ 11 w 4348
τούτων 6 w 4354
ἐπὶ 5 w 4357
τὰ 80 w 4359
νοατά 2 w 4364
ταῦτα 6 w 4370
δὲ 32 w 4372
σύμφωνα 1 w 4379
ποιητά 1 w 4385
θεωρούμενα 1 w 4396
δι 37 w 4398
αὐτῶν 2 w 4404
ἀλάθεα 1 w 4410
διωρισμένων 1 w 4422
δὲ 33 w 4424
τούτων 7 w 4430
τὰ 81 w 4432
μετὰ 3 w 4436
ταῦτα 7 w 4441
δεῖ 3 w 4444
νοῆσαι 1 w 4450
καθάπερ 1 w 4458
γὰρ 13 w 4461
γραμμὰν 1 w 4468
δίχα 2 w 4472
τετμαμένην 1 w 4482
καὶ 74 w 4485
ἴσα 1 w 4488
πάλιν 2 w 4493
ἑκατέρων 1 w 4501
τμήματα 1 w 4508
τετμαμένα 1 w 4517
ἀνὰ 1 w 4520
τὸν 4 w 4523
αὐτὸν 1 w 4528
λόγον 3 w 4533
καὶ 75 w 4537
οὕτω 3 w 4541
διῃρήσθω 1 w 4549
καὶ 76 w 4552
τὸ 28 w 4554
νοατὸν 2 w 4560
ποττὸ 1 w 4565
ὁρατόν 1 w 4571
καὶ 77 w 4575
πάλιν 3 w 4580
ἑκάτερον 1 w 4588
οὕτως 2 w 4593
διωρίσθω 1 w 4601
καὶ 78 w 4605
διαφέρεν 1 w 4613
σαφηνείᾳ 1 w 4621
τε 22 w 4623
καὶ 79 w 4626
ἀσαφείᾳ 1 w 4633
ποττἆλλα 1 w 4641
τὸν 7 w 4645
αὐτὸν 2 w 4650
δὴ 7 w 4652
τρόπον 1 w 4658
τῶ 52 w 4660
μὲν 16 w 4663
δὴ 8 w 4665
αἰσθατῶ 3 w 4672
τὸ 33 w 4674
μὲν 17 w 4677
ἅτερον 1 w 4683
τμῆμά 1 w 4688
ἐστι 9 w 4692
τά 35 w 4694
τε 24 w 4696
εἴδωλα 3 w 4702
τὰ 83 w 4704
ἐν 34 w 4706
τοῖς 10 w 4710
ὕδασι 3 w 4715
καὶ 80 w 4718
ἐν 35 w 4720
τοῖς 11 w 4724
κατόπτροις 2 w 4734
τὸ 34 w 4737
δ 142 w 4738
ἕτερον 1 w 4745
μέρος 2 w 4750
ὧν 3 w 4753
ταῦτα 8 w 4758
εἰκόνες 1 w 4765
φυτὰ 1 w 4770
καὶ 81 w 4773
ζῷα 1 w 4776
τῶ 54 w 4779
δὲ 34 w 4781
νοατῶ 3 w 4786
τὸ 35 w 4788
μὲν 18 w 4791
ἀνάλογον 1 w 4799
ἔχον 2 w 4803
ὡς 4 w 4805
αἱ 7 w 4807
εἰκόνες 2 w 4814
τὰ 85 w 4816
περὶ 4 w 4820
τὰ 86 w 4822
μαθήματα 1 w 4830
γένη 1 w 4834
ἐντί 1 w 4838
οἱ 2 w 4841
γὰρ 14 w 4844
περὶ 5 w 4848
τὰν 2 w 4851
γαμετρίαν 1 w 4860
ὑποθέμενοι 1 w 4870
τό 11 w 4872
τε 26 w 4874
περισσὸν 1 w 4882
καὶ 82 w 4885
τὸ 36 w 4887
ἄρτιον 1 w 4893
καὶ 83 w 4896
σχάματα 1 w 4903
καὶ 84 w 4906
γωνιᾶν 1 w 4912
τρισσὰ 1 w 4918
εἴδεα 1 w 4923
ἐκ 7 w 4926
τούτων 8 w 4932
πραγματεύονται 1 w 4946
τὰ 88 w 4948
λοιπά 1 w 4953
τὰ 89 w 4956
δὲ 35 w 4958
πράγματα 2 w 4966
ἐῶντι 1 w 4971
ὡς 5 w 4973
εἰδότες 1 w 4980
λόγον 4 w 4986
τε 29 w 4988
οὐκ 4 w 4991
ἔχοντι 1 w 4997
διδόμεν 1 w 5004
οὔτ 1 w 5007
αὐτ 13 w 5011
αύτ 2 w 5015
οις 11 w 5019
οὔτ 2 w 5022
ἄλλοις 2 w 5029
ἀλλὰ 5 w 5034
τοῖς 12 w 5038
μὲν 19 w 5041
αἰσθατοῖς 1 w 5050
ὡς 6 w 5053
εἰκός 1 w 5058
χρῶνται 1 w 5066
ζατοῦντι 1 w 5075
δὲ 36 w 5077
οὐ 15 w 5079
ταῦτα 9 w 5084
οὐδὲ 3 w 5089
τούτων 9 w 5095
ἕνεκα 1 w 5100
ποιεῦνται 1 w 5109
τὼς 1 w 5112
λόγως 1 w 5117
ἀλλὰ 6 w 5122
τᾶς 1 w 5125
διαμέτρω 1 w 5133
χάριν 1 w 5138
καὶ 85 w 5141
αὐτῶ 3 w 5145
τετραγώνω 1 w 5154
τὸ 37 w 5157
δ 152 w 5158
ἅτερον 2 w 5165
τμᾶμά 1 w 5170
ἐντι 2 w 5174
τῶ 57 w 5176
νοατῶ 4 w 5181
περὶ 6 w 5186
2 w 5187
διαλεκτικὰ 1 w 5197
κατασχόληται 1 w 5209
αὐτὰ 4 w 5214
γὰρ 15 w 5217
τῷ 16 w 5219
ὄντι 2 w 5223
τὰς 2 w 5226
ὑποθέσιας 1 w 5235
ἀλλ 13 w 5239
ὑποθέσιας 2 w 5250
ἀλλ 14 w 5254
ἀρχάς 1 w 5260
τε 32 w 5262
καὶ 86 w 5265
ἐπιβάσιας 1 w 5274
ποιεῖται 2 w 5282
ἵνα 1 w 5287
μέχρι 1 w 5293
τῶ 59 w 5295
ἀνυποθέτω 1 w 5304
ἐπὶ 6 w 5307
παντὸς 1 w 5313
ἀρχὰν 1 w 5318
ἔλθῃ 1 w 5322
καὶ 87 w 5326
πάλιν 4 w 5331
ἐχομένα 1 w 5338
καταβᾷ 1 w 5344
ἐπὶ 7 w 5347
τὰν 3 w 5350
τελευτὰν 1 w 5358
οὐδενὶ 1 w 5364
προσχρωμένα 1 w 5375
αἰσθατῷ 1 w 5382
ἀλλ 15 w 5386
εἰδέεσσιν 1 w 5396
αὐτοῖς 3 w 5402
δι 45 w 5404
αὑτῶν 2 w 5410
ἐπὶ 8 w 5414
δὲ 38 w 5416
τέτταρσι 1 w 5424
τούτοις 4 w 5431
τμάμασι 1 w 5438
καλῶς 1 w 5443
ἔχει 10 w 5447
διανέμεν 1 w 5455
καὶ 88 w 5458
τὰ 94 w 5460
πάθεα 1 w 5465
τᾶς 2 w 5468
ψυχᾶς 1 w 5473
καὶ 89 w 5477
καλέσαι 1 w 5484
νόασιν 1 w 5490
μὲν 20 w 5493
ἐπὶ 9 w 5496
τῷ 18 w 5498
ἀκροτάτῳ 1 w 5506
διάνοιαν 4 w 5515
δὲ 39 w 5517
ἐπὶ 10 w 5520
τῷ 19 w 5522
δευτέρῳ 1 w 5529
ἐπὶ 11 w 5533
δὲ 40 w 5535
τῷ 20 w 5537
τρίτῳ 1 w 5542
πίστιν 2 w 5548
εἰκασίαν 1 w 5557
δὲ 41 w 5559
ἐπὶ 12 w 5562
τῷ 21 w 5564
τετάρτῳ 1 w 5571
Οἶμαι 1 w 5578
τοίνυν 2 w 5584
καὶ 90 w 5587
διὰ 5 w 5590
τούτων 10 w 5596
κατάδηλον 1 w 5605
γεγονέναι 1 w 5614
ὡς 7 w 5617
τέσσαρες 2 w 5625
μέν 14 w 5628
εἰσι 2 w 5632
διαφοραὶ 1 w 5640
τῶν 48 w 5643
ὄντων 4 w 5648
τέτταρες 1 w 5657
δὲ 42 w 5659
τῆς 6 w 5662
κρίσεως 1 w 5669
ἀρχαί 2 w 5674
καὶ 91 w 5678
ὡς 8 w 5680
6 w 5681
λόγος 1 w 5686
μέσην 1 w 5691
ἔχων 1 w 5695
ἐφάπτεται 1 w 5704
τῶν 49 w 5707
δύο 4 w 5710
ἄκρων 1 w 5715
νοητῶν 4 w 5722
τε 36 w 5724
καὶ 92 w 5727
αἰσθητῶν 5 w 5735
ἐν 38 w 5738
τέλους 1 w 5744
τάξει 1 w 5749
πρὸς 5 w 5753
τὸν 9 w 5756
νοῦν 1 w 5760
καὶ 93 w 5763
τὴν 9 w 5766
αἴσθησιν 2 w 5774
καθιστάμενος 1 w 5786
ὡς 9 w 5788
ἀρχὰς 1 w 5793
οὔσας 2 w 5798
ἑαυτοῦ 1 w 5804
καὶ 94 w 5807
ὑπ 15 w 5809
αὐτῶν 3 w 5815
ἀποτελούμενος 1 w 5828
ἔστι 2 w 5833
δὲ 43 w 5835
καὶ 95 w 5838
τοῦτο 4 w 5843
ἀξίωμα 1 w 5849
κοινὸν 1 w 5855
περὶ 7 w 5859
πάσης 1 w 5864
γνωριστικῆς 1 w 5875
δυνάμεως 1 w 5883
ὡς 10 w 5886
τῷ 22 w 5888
ὁμοίῳ 1 w 5893
τὰ 95 w 5895
ὅμοια 2 w 5900
γιγνώσκεται 1 w 5911
ἔνεστιν 1 w 5919
οὖν 6 w 5922
καὶ 96 w 5925
ἀπ 20 w 5927
ἀμφοτέρων 1 w 5937
ἀμφότερα 1 w 5945
καὶ 97 w 5948
ἀπὸ 12 w 5951
τῶν 53 w 5954
ἑτέρων 1 w 5960
τὰ 96 w 5962
ἕτερα 1 w 5967
τούτων 11 w 5973
καταμανθάνειν 1 w 5986
τάς 2 w 5990
τε 40 w 5992
ἴσας 1 w 5996
διαιρέσεις 1 w 6006
κοινῶς 1 w 6012
τε 41 w 6014
καὶ 98 w 6017
ἰδίως 4 w 6022
οἷόν 1 w 6026
τε 42 w 6028
ἐπ 35 w 6030
αὐτῶν 4 w 6036
ποιεῖσθαι 1 w 6045
τάξιν 1 w 6051
τε 43 w 6053
μεταβάσεως 1 w 6063
ἀπὸ 13 w 6066
τῶν 55 w 6069
ἑτέρων 2 w 6075
ἐπὶ 13 w 6078
τὰ 97 w 6080
ἕτερα 2 w 6085
τουτέστιν 1 w 6095
ἀπὸ 14 w 6098
τῶν 56 w 6101
καταδεεστέρων 1 w 6114
ἐπὶ 14 w 6117
τὰ 98 w 6119
ἀνωτέρω 1 w 6126
καὶ 99 w 6130
ἀναγωγὴν 1 w 6138
πάντων 2 w 6144
καὶ 100 w 6147
σύνταξιν 1 w 6155
ἐπὶ 15 w 6158
τὸν 10 w 6161
νοῦν 2 w 6165
ὅπως 1 w 6169
δεῖ 4 w 6172
ποιεῖσθαι 2 w 6181
διώρικε 1 w 6188
τὸ 41 w 6191
δὴ 9 w 6193
μετὰ 4 w 6197
τοῦτο 5 w 6202
τὴν 10 w 6205
γραμμὴν 1 w 6212
κατατέμνει 1 w 6222
μίαν 1 w 6227
μὲν 21 w 6230
οὖσαν 1 w 6235
ἵνα 2 w 6239
ὡς 11 w 6241
ἓν 1 w 6243
τὸ 42 w 6245
γνωριστικὸν 1 w 6256
ὑπολάβωμεν 1 w 6266
δίχα 3 w 6271
δὲ 44 w 6273
ταύτην 1 w 6279
διαιρεῖ 1 w 6286
κατὰ 5 w 6290
τὰς 3 w 6293
πρώτας 1 w 6299
διαφορὰς 2 w 6307
τῶν 57 w 6310
ὄντων 5 w 6315
καὶ 101 w 6318
τὰς 4 w 6321
ἐπ 39 w 6323
αὐτοῖς 4 w 6330
διχῇ 1 w 6334
διῃρημένας 1 w 6344
κρίσεις 1 w 6351
ἴσας 2 w 6356
δὲ 45 w 6358
αὐτὰς 1 w 6363
τίθεται 1 w 6370
κατὰ 6 w 6374
τὴν 11 w 6377
τῶν 58 w 6380
λόγων 1 w 6385
μετουσίαν 1 w 6394
καὶ 102 w 6397
τῶν 59 w 6400
εἰδῶν 1 w 6405
καὶ 103 w 6408
διὰ 6 w 6411
τὴν 12 w 6414
ὁμοιότητα 1 w 6423
τῶν 60 w 6426
μετεχόντων 1 w 6436
πρὸς 6 w 6440
τὰ 105 w 6442
μετεχόμενα 1 w 6452
καὶ 104 w 6456
διότι 2 w 6461
5 w 6462
ἀναλογία 1 w 6470
6 w 6471
αὐτή 1 w 6475
πώς 1 w 6478
ἐστιν 3 w 6483
ἐπ 40 w 6485
ἀμφοτέρων 2 w 6495
πάλιν 5 w 6501
δ 187 w 6502
ἑκάτερον 2 w 6511
τῶν 61 w 6514
τμημάτων 1 w 6522
ἀνὰ 2 w 6525
τὸν 11 w 6528
αὐτὸν 3 w 6533
λόγον 5 w 6538
διαιρεῖ 2 w 6545
ἐπειδὴ 1 w 6552
δι 59 w 6554
ὅλου 1 w 6558
7 w 6559
γνωστικὴ 1 w 6567
δύναμις 1 w 6574
ὁμοειδής 1 w 6582
ἐστι 11 w 6586
πρὸς 7 w 6590
ἑαυτήν 1 w 6596
τάς 3 w 6600
τε 48 w 6602
διαφορὰς 3 w 6610
αὐτῆς 1 w 6615
ποιεῖται 3 w 6623
σαφηνείᾳ 2 w 6631
τε 49 w 6633
καὶ 105 w 6636
ἀσαφείᾳ 2 w 6643
καὶ 106 w 6646
τῷ 23 w 6648
τελέως 1 w 6654
ὡρίσθαι 1 w 6661
8 w 6662
τῷ 24 w 6664
ἐνδεῶς 1 w 6670
πρὸς 8 w 6675
ἄλληλά 1 w 6681
τε 51 w 6683
αὐτῶν 5 w 6688
τὴν 13 w 6691
διάκρισιν 1 w 6700
ἐπιδείκνυσι 1 w 6711
κατὰ 7 w 6716
τί 7 w 6718
παραλλάττει 1 w 6729
καὶ 107 w 6732
ὑποδεέστερά 1 w 6743
ἐστι 12 w 6747
τὰ 107 w 6749
δεύτερα 2 w 6756
τῶν 63 w 6759
προτέρων 1 w 6767
πρῶτον 1 w 6774
δὲ 46 w 6776
διαιρεῖ 3 w 6783
τὸ 45 w 6785
αἰσθητὸν 1 w 6793
ὡς 12 w 6795
γνωριμώτερον 1 w 6807
καὶ 108 w 6811
λαμβάνει 2 w 6819
αὐτοῦ 2 w 6824
τὴν 14 w 6827
κατ 26 w 6830
εἰκόνα 1 w 6837
ἀπὸ 15 w 6840
τῶν 64 w 6843
αἰσθητῶν 6 w 6851
φαινομένην 1 w 6861
ὑπόστασιν 1 w 6870
τὰ 108 w 6873
εἴδωλα 4 w 6879
τὰ 109 w 6881
ἐν 40 w 6883
τοῖς 16 w 6887
ὕδασι 4 w 6892
καὶ 109 w 6895
ἐν 41 w 6897
τοῖς 17 w 6901
κατόπτροις 3 w 6911
ὡς 13 w 6914
μίαν 2 w 6918
τινὰ 1 w 6922
φύσιν 1 w 6927
ἀποτεμών 1 w 6935
τὸ 47 w 6938
δ 203 w 6939
ἕτερον 2 w 6946
μέρος 3 w 6951
ἀφορίζει 1 w 6959
τὸ 48 w 6961
ἀληθινόν 1 w 6969
ὧν 4 w 6972
ταῦτά 1 w 6977
εἰσιν 1 w 6982
εἰκόνες 3 w 6989
οἷον 6 w 6994
φυτὰ 2 w 6998
καὶ 110 w 7001
ζῷα 2 w 7004
ἀπὸ 16 w 7008
γὰρ 16 w 7011
τούτων 12 w 7017
εἰκασία 2 w 7024
γίγνεται 1 w 7032
τῶν 66 w 7035
εἰδώλων 1 w 7042
κατὰ 8 w 7046
ἀνάκλασιν 1 w 7055
εἰς 6 w 7058
ταῦτα 10 w 7063
τῆς 8 w 7066
αἰσθήσεως 2 w 7075
κατὰ 9 w 7080
δεύτερον 2 w 7088
τρόπον 2 w 7094
ἐπιστρεφομένης 1 w 7109
καὶ 111 w 7113
οὕτως 3 w 7118
αὐτὰ 6 w 7122
γιγνωσκούσης 1 w 7134
δευτέρως 2 w 7142
ὥσπερ 3 w 7147
καὶ 112 w 7150
ὑφίσταται 1 w 7159
κατὰ 10 w 7163
δεύτερον 3 w 7171
τρόπον 3 w 7177
τοῖς 18 w 7182
δὲ 47 w 7184
αἰσθητοῖς 2 w 7193
αὐτόθεν 1 w 7200
ἐπιβαλλούσης 1 w 7212
ὥσπερ 4 w 7217
καὶ 113 w 7220
ὑφίσταται 2 w 7229
πρώτως 2 w 7235
καὶ 114 w 7238
ἐν 42 w 7240
αὑτοῖς 1 w 7246
ἔχει 11 w 7250
τὴν 15 w 7253
ἔνυλον 1 w 7259
ὑπόστασιν 2 w 7268
ἀπὸ 17 w 7272
δὴ 11 w 7274
τῆς 9 w 7277
τούτων 13 w 7283
ἀναλογίας 1 w 7292
καὶ 115 w 7295
τὸ 49 w 7297
ἕτερον 3 w 7303
τμῆμα 1 w 7308
δυνατόν 1 w 7315
ἐστι 13 w 7319
καταμαθεῖν 1 w 7329
ταῖς 3 w 7334
μὲν 22 w 7337
γὰρ 17 w 7340
εἰκόσι 1 w 7346
τὰ 115 w 7348
περὶ 8 w 7352
τὰ 116 w 7354
μαθήματα 2 w 7362
γένη 2 w 7366
ἐστὶν 3 w 7371
ἀνάλογον 2 w 7379
καὶ 116 w 7383
αἱ 8 w 7385
γνώσεις 1 w 7392
αὐτῶν 6 w 7397
ταῖς 4 w 7401
εἰκασίαις 1 w 7410
τῶν 68 w 7413
εἰδώλων 2 w 7420
ἔχουσί 1 w 7426
τινα 1 w 7430
ὁμοιότητα 2 w 7439
ἀπό 1 w 7443
τε 61 w 7445
γὰρ 18 w 7448
τῶν 69 w 7451
νοήσεων 1 w 7458
λαμβάνουσι 1 w 7468
τὴν 16 w 7471
ἐνέργειαν 3 w 7480
καὶ 117 w 7483
ἀπὸ 18 w 7486
τῶν 70 w 7489
νοητῶν 5 w 7495
ἐπὶ 16 w 7498
τὰ 117 w 7500
μαθηματικὰ 1 w 7510
ὡς 14 w 7512
εἰκόνας 1 w 7519
μεταβαίνουσιν 1 w 7532
ὑποθέσεσί 1 w 7542
τε 62 w 7544
χρῶνται 2 w 7551
καὶ 118 w 7554
τὴν 17 w 7557
αἰτίαν 1 w 7563
οὐκ 5 w 7566
ἐπίστανται 1 w 7576
καὶ 119 w 7580
τοῦτό 1 w 7585
ἐστι 14 w 7589
τὸ 50 w 7591
κριτήριον 2 w 7600
τῶν 72 w 7603
μαθηματικῶν 2 w 7614
ἑτέρου 1 w 7621
τε 63 w 7623
πράγματος 1 w 7632
ὑπάρχον 1 w 7639
προγνωστικόν 1 w 7651
ἀλλ 16 w 7655
οὐχὶ 1 w 7660
τοῦ 19 w 7663
νοητοῦ 1 w 7669
καὶ 120 w 7673
ἑτέρᾳ 1 w 7678
γνώσει 2 w 7684
ἀντιλαμβανόμενον 1 w 7700
τοῦ 21 w 7703
διανοητοῦ 1 w 7712
ἀλλ 17 w 7716
οὐχὶ 2 w 7721
τῇ 5 w 7723
νοήσει 1 w 7729
αὕτη 1 w 7734
γὰρ 19 w 7737
τοῦ 23 w 7740
διαλεκτικοῦ 1 w 7751
ἐστι 15 w 7755
κριτήριον 3 w 7764
καὶ 121 w 7768
δι 65 w 7770
αὐτῆς 2 w 7776
τὰ 118 w 7778
ὄντα 4 w 7782
καὶ 122 w 7785
τὰ 119 w 7787
εἴδη 1 w 7791
καὶ 123 w 7794
τὰ 120 w 7796
ἀνυπόθετα 1 w 7805
πάντα 2 w 7810
θεωρεῖ 2 w 7816
καὶ 124 w 7819
λόγον 6 w 7824
ἔχει 12 w 7828
περὶ 9 w 7832
πάντων 3 w 7838
δοῦναι 1 w 7844
αἰσθητῷ 2 w 7852
τε 64 w 7854
οὐδενὶ 2 w 7860
προσχρῆται 1 w 7870
ἀλλὰ 7 w 7875
τοῖς 21 w 7879
νοητοῖς 2 w 7886
εἴδεσι 2 w 7892
τεττάρων 1 w 7901
δὴ 12 w 7903
οὐσῶν 1 w 7908
τῶν 73 w 7911
κρινουσῶν 1 w 7920
δυνάμεων 1 w 7928
τάξις 1 w 7933
τις 2 w 7936
αὐτῶν 7 w 7941
θεωρεῖται 1 w 7950
καὶ 125 w 7953
ἐνέργειαι 1 w 7962
διῃρημέναι 1 w 7972
τυγχάνουσιν 1 w 7983
ἐπὶ 17 w 7987
μὲν 23 w 7990
τῷ 26 w 7992
ἀκροτάτῳ 2 w 8000
νόησις 1 w 8006
ἐπὶ 18 w 8010
δὲ 48 w 8012
τῷ 27 w 8014
δευτέρῳ 2 w 8021
διάνοια 8 w 8028
ἐπὶ 19 w 8032
δὲ 49 w 8034
τῷ 28 w 8036
τρίτῳ 2 w 8041
πίστις 2 w 8047
εἰκασία 4 w 8055
δὲ 50 w 8057
ἐπὶ 20 w 8060
τῷ 29 w 8062
τετάρτῳ 2 w 8069
Ἐκ 1 w 8072
δὴ 13 w 8074
τούτων 14 w 8080
ἐκ 8 w 8082
διαιρέσεως 2 w 8092
πέφηνεν 1 w 8099
ἱκανῶς 1 w 8105
10 w 8106
τι 63 w 8108
ποτ 5 w 8111
ἐστὶ 7 w 8116
τὸ 51 w 8118
τῶν 75 w 8121
μαθημάτων 2 w 8130
κριτήριον 4 w 8139