Scaife ATLAS

CTS Library / Περί της κοινής μαθηματικής επιστήμης

Περί της κοινής μαθηματικής επιστήμης (6)

urn:cts:greekLit:tlg2023.tlg003.1st1K-grc1:6
Refs {'start': {'reference': '6', 'human_reference': 'Section 6'}}
Ancestors []
Children []
prev
plain textXML
next

Νοητέον δέ ἐστι περὶ πάντα τὰ τοιαῦτα μαθήματα τόδε, ὡς ἐὰν μέν τις τούτων ἕκαστα ὀρθῶς λαμβάνῃ, μέγα ὄφελος γίνεται τῷ παραλαμβάνοντι κατὰ τρόπον, εἰ δὲ μή, θεὸν ἄμεινον ἀεὶ καλεῖν. δὲ τρόπος ὅδε· ἀνάγκη γὰρ τό γε τοσοῦτον φράζειν. πᾶν

διάγραμμα ἀριθμοῦ τε σύστημα καὶ ἁρμονίας σύστασιν ἅπασαν τῆς τε τῶν ἄστρων περιφορᾶς τὴν ἀναλογίαν οὖσαν μίαν ἁπάντων ἀναφανῆναι δεῖ τῷ κατὰ τρόπον μανθάνοντι. φανήσεται δέ, ἐὰν λέγομεν ὀρθῶς τις ἐμβλέπων μανθάνῃ· δεσμὸς γὰρ πεφυκὼς πάντων τούτων εἷς ἀναφανήσεται διανοουμένοις. εἰ δ ἄλλως πως μεταχειριεῖταί τις, τύχην δεῖ καλεῖν, ὥσπερ καὶ λέγομεν· οὐ γὰρ ἄνευ γε τούτων μήποτέ τις ἐν πόλεσιν εὐδαίμων γένηται φύσις, ἀλλ οὗτος τρόπος, αὕτη τροφή, ταῦτα μαθήματα, εἴτε χαλεπὰ εἴτε ῥᾴδια, ταύτῃ πορευτέον. ἀμελῆσαι δὲ οὐ θεμιτόν ἐστι θεῶν, καταφανοῦς γενομένης τῆς πάντων αὐτῶν κατὰ τρόπον λεγομένης φήμης εὐτυχοῦς. τὸν δὲ ξύμπαντα ταῦτα οὕτως εἰληφότα, τοῦτον λέγω τὸν ἀληθέστατα σοφώτατον· τὴν γὰρ πάντων καλλίστην καὶ θειοτάτην φύσιν, ὅσην ἀνθρώποις θεὸς ἔδωκε κατιδεῖν, οὔποτε ἄνευ τῶν νῦν δὴ εἰρημένων μὴ κατιδὼν ἐπεύξηταί τις ῥαστώνῃ παραλαβεῖν. πρὸς τούτοις τε τὸ καθ ἕν τε καὶ κατ εἴδη προσακτέον ἐν ἑκάσταις ταῖς τῶν μαθημάτων εἰδήσεσιν, ἕως ἂν ἐξεύρωμεν τὸν ὅλον κόσμον, ὃν ἔταξε λόγος πάντων θειότατος ὁρατόν· ὃν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχε τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄριστα οὕτως εὐτυχέστατά τε
διάξειν τὸν βίον, τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατ ὄψιν, διατελεῖν. δεῖ δὲ καὶ τὰ χύδην μαθήματα ἐν τῇ παιδείᾳ γενόμενα συνάγειν εἰς σύνοψιν οἰκειότητός τε ἀλλήλων τῶν μαθημάτων καὶ τῆς τοῦ ὄντος φύσεως· μόνη γὰρ τοιαύτη μάθησις βέβαιος ἐν οἷς ἂν γένηται. δεῖ δὲ καὶ ὀμμάτων καὶ τῆς ἄλλης αἰσθήσεως δυνατοὺς γίγνεσθαι μεθιεμένους ἐπ αὐτὸ τὸ ὂν μετ ἀληθείας ἰέναι. δεῖ δὲ καὶ μονίμους εἶναι ἐν τοῖς μαθήμασι καὶ ὀξεῖς καὶ τὰ ἄλλα ἔχοντας ὅσα τῇ φύσει τῇ ἀρίστῃ προσήκει· ὡς, ἐὰν μὲν ἀρτιμελεῖς τε καὶ ἀρτίφρονας ἐπὶ τοσαύτην μάθησιν καὶ τοσαύτην ἄσκησιν κομίσαντες παιδεύωμεν, τε δίκη ἡμῖν οὐ μέμψεται αὐτή, τήν τε πόλιν καὶ πολιτείαν σώσομεν, ἀλλοίους δὲ ἄγοντες ἐπὶ ταῦτα, τἀναντία πάντα πράξομεν καὶ φιλομαθείας ἔτι πλείω γέλωτα καταντλήσομεν. εἰ δὲ δεῖ τὸ ἀληθὲς εἰπεῖν ὅλον ὡς ἔχει, ἐν τούτοις τοῖς μαθήμασιν ἑκάστου ὄργανόν τι ψυχῆς ἐκκαθαίρεταί τε καὶ ἀναζωπυρεῖται ἀπολλύμενον καὶ τυφλούμενον ὑπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, κρεῖττον ὂν σωθῆναι μυρίων ὀμμάτων· μόνῳ γὰρ αὐτῷ ἀλήθεια ὁρᾶται. οἷς μὲν οὖν ταῦτα ξυνδοκεῖ,
ἀμηχάνως ὡς εὖ δοκεῖ λέγεσθαι τὰ παρόντα· ὅσοι δὲ τούτου μηδαμῇ ᾐσθημένοι, εἰκότως ἡγήσονται ἡμᾶς λέγειν οὐδέν· ἄλλην γὰρ ἀπ αὐτῶν οὐχ ὁρῶσιν ἀξίαν λόγου ὠφέλειαν. τὸ δ’, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγή, ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλομάθειαν ἀληθινὴν φήσομεν εἶναι. οὐκοῦν δεῖ σκοπεῖσθαι τί τῶν μαθημάτων ἔχει τοιαύτην δύναμιν, καὶ τί μάθημα ψυχῆς ὁλκόν ἐστιν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν. λέγω τοίνυν ὡς τὰ μὲν ἐν ταῖς αἰσθήσεσιν οὐ παρακαλοῦντα τὴν νόησιν εἰς ἐπίσκεψιν, ὡς ἱκανῶς ὑπὸ τῆς αἰσθήσεως κρινόμενα, τὰ δὲ παντάπασι διακελευόμενα ἐκείνην ἐπισκέψασθαι, ὡς τῆς αἰσθήσεως οὐδὲν ὑγιὲς ποιούσης· καὶ τὰ μὲν οὐ παρακαλοῦντα, ὅσα μὴ ἐκβαίνει εἰς ἐναντίαν αἴσθησιν ἅμα, τὰ δ ἐκβαίνοντα ὡς παρακαλοῦντα τίθημι, ἐπειδὰν αἴσθησις μηδὲν μᾶλλον τοῦτο τὸ ἐναντίον δηλοῖ, εἴτε ἐγγύθεν προσπίπτουσα εἴτε πόρρωθεν. ὧδε δὲ λέγω σαφέστερον εἰσόμεθα. οὗτοι, φαμέν, τρεῖς ἂν εἶεν δάκτυλοι, τε σμικρότατος καὶ δεύτερος καὶ μέσος· ὡς ἐγγύθεν τοίνυν ὁρωμένους λέγοντός μου διανοοῦ. ἀλλά μοι περὶ αὐτῶν τόδε σκόπει· δάκτυλος μέν που αὐτῶν φαίνεται ὁμοίως ἕκαστος, καὶ ταύτῃ γε οὐδὲν διαφέρει, ἐάν τε ἐν μέσῳ ὁρᾶται ἐάν τ ἐπ ἐσχάτῳ, ἐάν τε λευκὸς ἑάν τε
μέλας, ἐάν τε παχὺς ἐάν τε λεπτός, καὶ πᾶν τι τοιοῦτον· ἐν πᾶσι γὰρ τούτοις οὐκ ἀναγκάζεται τῶν πολλῶν ψυχὴ τὴν νόησιν ἐπερέσθαι, τί ποτ ἐστὶ δάκτυλος· οὐδαμοῦ γὰρ ὄψις αὐτὴ ἅμα ἐσήμαινε τὸν δάκτυλον τοὐναντίον δάκτυλον εἶναι. οὐκοῦν εἰκότως τό γε τοιοῦτον νοήσεως οὐκ ἂν παρακλητικὸν εἴη. τί δὲ δή; τὸ μέγεθος αὐτῶν καὶ τὴν μικρότητα ὄψις ἆρα ἱκανῶς ὁρᾷ, καὶ οὐδὲν αὐτῇ διαφέρει ἐν μέσῳ αὐτῶν τινα κεῖσθαι ἐπ ἐσχάτῳ; καὶ ὡσαύτως πάχος καὶ λεπτότητα καὶ σκληρότητα ἁφή; καὶ αἱ ἄλλαι αἰσθήσεις ἆρα οὐκ ἐνδεῶς τὰ τοιαῦτα δηλώσουσιν; ὧδε ποιεῖ ἑκάστῃ αὐτῶν· πρῶτον ἐπὶ τῷ σκληρῷ τεταγμένη αἴσθησις ἠνάγκασται καὶ ἐπὶ τῷ μαλακῷ τετάχθαι, καὶ παραγγέλλει τῇ ψυχῇ ὡς ταὐτὸν σκληρόν τε καὶ μαλακὸν αἰσθανομένη; οὐκοῦν ἀναγκαῖον ἐν τοῖς τοιούτοις αὖ τὴν ψυχὴν ἀπορεῖν, τί ποτε σημαίνει αὐτὴ αἴσθησις τὸ σκληρόν, εἴπερ τὸ αὐτὸ καὶ μαλακὸν λέγει, καὶ τοῦ κούφου καὶ τοῦ βαρέος, τί τὸ κοῦφον καὶ βαρύ, εἰ τό τε βαρὺ κοῦφον καὶ τὸ κοῦφον βαρὺ σημαίνει· αὗται γὰρ ἄτοποι τῇ ψυχῇ αἱ ἑρμηνεῖαι καὶ ἐπισκέψεως δεόμεναι. εἰκότως οὖν ἐν τοῖς τοιούτοις πρῶτον μὲν πειρᾶται λογισμόν τε καὶ νόησιν ψυχὴ παρακαλοῦσα ἐπισκοπεῖν, εἴτε ἓν εἴη εἴτε δύο ἐστὶν ἕκαστα τῶν εἰσαγγελλομένων. οὐκοῦν ἐὰν δύο φαίνηται, ἕτερόν τε καὶ ἓν ἑκάτερον φαίνεται· εἰ ἄρα ἓν ἑκάτερον, ἀμφότερα δὲ δύο, τά γε δύο κεχωρισμένα νοήσει· οὐ γὰρ ἂν
χωριστά γε δύο ἐνόει, ἀλλ ἕν. μέγα μὴν καὶ ὄψις καὶ σμικρὸν ἑώρα, ὥς φαμεν, ἀλλ οὐ κεχωρισμένον, ἀλλὰ συγκεχυμένον τι· διὰ δὲ τὴν τούτου σαφήνειαν μέγα αὖ καὶ σμικρὸν νόησις ἠναγκάσθη ἰδεῖν, οὐ συγκεχυμένα ἀλλὰ διωρισμένα, τοὐναντίον κείνη. οὐκοῦν ἐντεῦθέν ποθεν πρῶτον ἐπέρχεται ἐρέσθαι ἡμῖν· τί οὖν ποτ ἔσται τὸ μέγα αὖ καὶ τὸ σμικρόν; καὶ οὕτω δὴ τὸ μὲν νοητόν, τὸ δ ὁρατὸν ἐκαλέσαμεν. ταῦτα τοίνυν καὶ ἄρτι ἐπεχείρουν λέγειν, ὡς τὰ μὲν παρακλητικὰ τῆς διανοίας ἐστί, τὰ δ οὔ, μὲν εἰς τὴν αἴσθησιν ἅμα τοῖς ἐναντίοις ἑαυτοῖς ἐμπίπτει, παρακλητικὰ ὁριζόμενος, ὅσα δὲ μή, οὐκ ἐγερτικὰ τῆς νοήσεως. τί οὖν; ἀριθμός τε καὶ τὸ ἓν καὶ τὰ ἄλλα μαθήματα ποτέρων δοκεῖ εἶναι, ἐκ τῶν προειρημένων ἀναλογίζεσθαι ῥᾴδιον. εἰ μὲν γὰρ ἱκανῶς αὐτὸ ὁρᾶται ἄλλῃ τινὶ αἰσθήσει λαμβάνεται τὸ ἓν ἄλλο τι τῶν μαθημάτων, οὐκ ἂν ὁλκὸν εἴη ἐπὶ τὴν οὐσίαν, ὥσπερ ἐπὶ τοῦ δακτύλου ἐλέγομεν· εἰ δ ἀεί τι αὐτῷ ἅμα ὁρᾶται ἐναντίωμα, ὥστε μηδὲν μᾶλλον ἓν καὶ τοὐναντίον φαίνεσθαι, τοῦ ἐπικρινοῦντος δὴ δέοι ἂν ἤδη, καὶ ἀναγκάζοιτ ἂν ἐν αὐτῷ ψυχὴ ἀπορεῖν καὶ ζητεῖν κινοῦσα ἐν ἑαυτῇ τὴν ἔννοιαν, καὶ ἀνερωτᾶν τί ποτ ἐστὶν αὐτὸ τὸ ἕν, καὶ οὕτω τῶν ἀγωγῶν ἂν εἴη καὶ μεταστρεπτικῶν ἐπὶ τὴν τοῦ ὄντος θέαν περὶ τὸ ἓν μάθησις. ἀλλὰ μέντοι τοῦτό γε ἔχει οὐχ ἥκιστα περὶ αὐτὸ ὄψις· ἅμα γὰρ ταὐτὸν ὡς ἕν τε ὁρῶμεν καὶ ὡς ἄπειρα τὸ πλῆθος. οὐκοῦν, εἴπερ τὸ ἕν, καὶ ξύμπας ἀριθμὸς ταὐτὸν πέπονθε τούτῳ. ἀλλὰ
μὴν λογιστική τε καὶ ἀριθμητικὴ περὶ ἀριθμὸν πᾶσα· ταῦτα δὲ φαίνεται ἀγωγὰ πρὸς ἀλήθειαν· ὑπερφυῶς ἄρα ὧν ζητοῦμεν, ὡς ἔοικε, μαθημάτων εἴη ἂν τοῦτο. καὶ τἆλλα δὲ ὡσαύτως χρήσιμα ἂν εἴη πρὸς ἐπιστήμην διὰ τὸ τῆς οὐσίας ἅπτεσθαι γενέσεως δὲ ἀπολύεσθαι, καὶ τὴν μὲν νόησιν παρακαλεῖν τῶν δὲ αἰσθήσεων ἀφιστάναι, καὶ ἐπὶ θέαν τῆς τῶν ὄντων φύσεως παρακαλεῖν, αὐτῆς δὲ τῆς ψυχῆς ῥᾳστώνην παρασκευάζειν τῆς μεταστροφῆς ἀπὸ γενέσεως ἐπ ἀλήθειάν τε καὶ οὐσίαν. δεῖ δὲ καὶ τοῦ γνωρίζειν ἕνεκα ἐπιτηδεύειν τὰ μαθήματα· οὕτω γὰρ σφόδρα ἄνω ποι ἀνάγεται ψυχή, καὶ περὶ αὐτῶν τῶν ὄντων ἀναγκάζει διαλέγεσθαι, οὐδαμῇ ἀποδεχομένους, ἐάν τις αὐτοῖς ὁρατὰ ἁπτὰ σώματα προτεινόμενος διαλέγηται· περὶ γὰρ τούτων λέγουσιν ὧν διανοηθῆναι μόνον ἐγχωρεῖ, ἄλλως δὲ οὐδαμῶς μεταχειρίσασθαι δυνατόν. ἀναγκαῖα οὖν κινδυνεύει εἶναι τὰ μαθήματα, ἐπειδὴ φαίνεται προσαναγκάζειν αὐτῇ τῇ νοήσει χρῆσθαι τὴν ψυχὴν ἐπ αὐτὴν τὴν ἀλήθειαν· καὶ μὴν καὶ ὀξυτέρους ποιεῖ αὐτοὺς ἑαυτῶν γίγνεσθαι, καὶ ἔτι πολὺν πόνον παρέχει μανθάνοντί τε καὶ μελετῶντι.

Σκοπεῖσθαι δὲ δεῖ καὶ εἴ τι πρὸς ἐκεῖνο τείνει, πρὸς τὸ ποιεῖν κατιδεῖν ῥᾷον τὴν τοῦ ἀγαθοῦ ἰδέαν. τείνει δέ, φαμέν, πάντα αὐτόσ’, ὅσα ἀναγκάζει ψυχὴν εἰς ἐκεῖνον τὸν τόπον μεταστρέφεσθαι, ἐν ἐστι τὸ εὐδαιμονέστατον τοῦ ὄντος, δεῖ αὐτὴν παντὶ τρόπῳ ἰδεῖν. οὐκοῦν εἰ μὲν οὐσίαν ἀναγκάζει θεάσασθαι, προσήκει· εἰ δὲ γένεσιν, οὐ προσήκει. καὶ τὰ μὲν

γνώσεως ἕνεκα ἐπιτηδευόμενα, ὡς μαθήματα ὄντα τιμητέον, ὅσα τοῦ ἀεὶ ὄντος γνώσεως, ἀλλ οὐ τοῦ ποτὲ γιγνομένου καὶ ἀπολλυμένου ἀντιλαμβάνεται. ὁλκὰ ἄρα ψυχῆς πρὸς ἀλήθειαν εἴη ἂν ταῦτα, καὶ ἀπεργαστικὰ φιλοσόφου διανοίας πρὸς τὸ ἄνω σχεῖν νῦν κάτω οὐ δέον ἔχομεν· μόνοις γὰρ αὐτοῖς ἀλήθεια ὁρᾶται. δεῖ τοίνυν συνεχῶς καὶ ἐντόνως ζητεῖσθαι αὐτά, ἵνα ἐκφανῆ γένηται ὅπῃ ἔχει. πρὸς γὰρ τοῖς ἄλλοις καὶ τὸ ἐπίχαρι διαφερόντως ἔχει, καὶ ἄνω ποιεῖ τὴν ψυχὴν βλέπειν. τοιαῦτα δέ ἐστι μαθήματα ἐκεῖνα ὅσα ἂν περὶ τὸ ὂν καὶ τὸ ἀόρατον, καὶ ὅσα λόγῳ καὶ διανοίᾳ ληπτά, ὄψει δὲ οὔ. καὶ παραδείγμασι μὲν χρηστέον τοῖς φαινομένοις· οὐ μέντοι ἐπισκοπεῖν αὐτὰ χρὴ σπουδῇ ὡς τὴν ἀλήθειαν ἐν αὐτοῖς ληψόμενον ἴσων διπλασίων ἄλλης τινὸς ξυμμετρίας. καὶ γὰρ ἄτοπον, εἰ νομίζοι τίς γίγνεσθαί τε ταῦτα ἀεὶ ὡσαύτως, καὶ οὐδαμῇ οὐδὲν παραλλάττειν σώματα ἔχοντα καὶ δρώμενα, καὶ ζητεῖν παντὶ τρόπῳ τὴν ἀλήθειαν αὐτῶν λαβεῖν. παρὰ πάντα δὲ ἐκεῖνο δεῖ φυλάττειν, μήποτέ τι αὐτῶν ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανθάνειν οὓς παιδεύσομεν, καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεί, οἷ πάντα δεῖ ἀφήκειν· χρήσιμα γὰρ οὕτως ἔσται πρὸς τὴν τοῦ καλοῦ καὶ ἀγαθοῦ ζήτησιν, ἄλλως δὲ μεταδιωκόμενα ἄχρηστα. οἶμαι δέ γε, καὶ τούτων πάντων τῶν μαθημάτων μέθοδος, ἐὰν μὲν ἐπὶ τὴν ἀλλήλων κοινωνίαν ἀφίκηται καὶ ξυγγένειαν, καὶ συλλογισθῇ ταῦτα ἐστιν ἀλλήλοις οἰκεῖα, φέρειν αὐτῶν εἰς βουλόμεθα τὴν πραγματείαν καὶ οὐκ ἀνόνητα
πονεῖσθαι· εἰ δὲ μή, ἀνόνητα. γὰρ λύσις ἀπὸ τῶν δεσμῶν καὶ μεταστροφὴ ἀπὸ τῶν σκιῶν ἐπὶ τὰ εἴδωλα καὶ τὸ φῶς, καὶ ἐκ τοῦ καταγείου καὶ αἰσθητοῦ εἰς τὸν ἥλιον ἐπάνοδος καὶ τἀγαθόν, καὶ ἐκεῖ πρὸς μὲν τὰ ζῷά τε καὶ τὰ φυτὰ καὶ τὸ τοῦ ἡλίου φῶς ἔτι ἀδυναμία βλέπειν, τουτέστι πρὸς τὰ καθαρὰ εἴδη καὶ γένη, πρὸς δὲ τὰ ἐν ὕδασι φαντάσματα θεῖα καὶ σκιὰς τῶν ὄντων, ἀλλ οὐκ εἰδώλων σκιὰς δι ἑτέρου τοιούτου φωτὸς ὡς πρὸς ἥλιον κρίνειν ἀποσκιαζομένας, πᾶσα αὕτη πραγματεία τῶν τεχνῶν, ἃς διήλθομεν, ταύτην ἔχει τὴν δύναμιν καὶ ἐπαναγωγὴν τοῦ βελτίστου ἐν ψυχῇ πρὸς τὴν τοῦ ἀρίστου ἐν τοῖς οὖσι θέαν, ὥσπερ τότε τοῦ σαφεστάτου ἐν σώματι πρὸς τὴν τοῦ φανοτάτου ἐν τῷ σωματοειδεῖ τε καὶ ἀοράτῳ τόπῳ. τοιαύτη τίς ἐστιν ἀρίστη χρῆσις τῶν μαθημάτων, καὶ τὸ κυριώτατον αὐτῶν τέλος τοιόνδε ὑπάρχει.

Tokens

Νοητέον 1 w 7
δέ 1 w 9
ἐστι 1 w 13
περὶ 1 w 17
πάντα 1 w 22
τὰ 1 w 24
τοιαῦτα 1 w 31
μαθήματα 1 w 39
τόδε 1 w 43
ὡς 1 w 46
ἐὰν 1 w 49
μέν 1 w 52
τις 1 w 55
τούτων 1 w 61
ἕκαστα 1 w 67
ὀρθῶς 1 w 72
λαμβάνῃ 1 w 79
μέγα 1 w 84
ὄφελος 1 w 90
γίνεται 1 w 97
τῷ 1 w 99
παραλαμβάνοντι 1 w 113
κατὰ 1 w 117
τρόπον 1 w 123
εἰ 1 w 126
δὲ 1 w 128
μή 1 w 130
θεὸν 1 w 135
ἄμεινον 1 w 142
ἀεὶ 1 w 145
καλεῖν 1 w 151
1 w 153
δὲ 2 w 155
τρόπος 1 w 161
ὅδε 1 w 164
ἀνάγκη 1 w 171
γὰρ 1 w 174
τό 2 w 176
γε 1 w 178
τοσοῦτον 1 w 186
φράζειν 1 w 193
πᾶν 1 w 197
διάγραμμα 1 w 206
ἀριθμοῦ 1 w 213
τε 1 w 215
σύστημα 1 w 222
καὶ 1 w 225
ἁρμονίας 1 w 233
σύστασιν 1 w 241
ἅπασαν 1 w 247
τῆς 1 w 250
τε 2 w 252
τῶν 1 w 255
ἄστρων 1 w 261
περιφορᾶς 1 w 270
τὴν 1 w 273
ἀναλογίαν 1 w 282
οὖσαν 1 w 287
μίαν 1 w 291
ἁπάντων 1 w 298
ἀναφανῆναι 1 w 308
δεῖ 1 w 311
τῷ 2 w 313
κατὰ 2 w 317
τρόπον 2 w 323
μανθάνοντι 1 w 333
φανήσεται 1 w 343
δέ 2 w 345
ἐὰν 2 w 349
1 w 350
λέγομεν 1 w 357
ὀρθῶς 2 w 362
τις 2 w 365
ἐμβλέπων 1 w 373
μανθάνῃ 1 w 380
δεσμὸς 1 w 387
γὰρ 2 w 390
πεφυκὼς 1 w 397
πάντων 2 w 403
τούτων 2 w 409
εἷς 1 w 412
ἀναφανήσεται 1 w 424
διανοουμένοις 1 w 437
εἰ 2 w 440
δ 11 w 441
ἄλλως 1 w 447
πως 1 w 450
μεταχειριεῖταί 1 w 464
τις 3 w 467
τύχην 1 w 473
δεῖ 2 w 476
καλεῖν 2 w 482
ὥσπερ 1 w 488
καὶ 2 w 491
λέγομεν 2 w 498
οὐ 1 w 501
γὰρ 3 w 504
ἄνευ 1 w 508
γε 2 w 510
τούτων 3 w 516
μήποτέ 1 w 522
τις 4 w 525
ἐν 1 w 527
πόλεσιν 1 w 534
εὐδαίμων 1 w 542
γένηται 1 w 549
φύσις 1 w 554
ἀλλ 1 w 558
οὗτος 1 w 564
2 w 565
τρόπος 2 w 571
αὕτη 1 w 576
τροφή 1 w 581
ταῦτα 1 w 587
μαθήματα 2 w 595
εἴτε 1 w 600
χαλεπὰ 1 w 606
εἴτε 2 w 610
ῥᾴδια 1 w 615
ταύτῃ 1 w 621
πορευτέον 1 w 630
ἀμελῆσαι 1 w 639
δὲ 3 w 641
οὐ 2 w 643
θεμιτόν 1 w 650
ἐστι 2 w 654
θεῶν 1 w 658
καταφανοῦς 1 w 669
γενομένης 1 w 678
τῆς 2 w 681
πάντων 3 w 687
αὐτῶν 1 w 692
κατὰ 3 w 696
τρόπον 3 w 702
λεγομένης 1 w 711
φήμης 1 w 716
εὐτυχοῦς 1 w 724
τὸν 1 w 728
δὲ 4 w 730
ξύμπαντα 1 w 738
ταῦτα 2 w 743
οὕτως 1 w 748
εἰληφότα 1 w 756
τοῦτον 1 w 763
λέγω 1 w 767
τὸν 2 w 770
ἀληθέστατα 1 w 780
σοφώτατον 1 w 789
τὴν 2 w 793
γὰρ 4 w 796
πάντων 4 w 802
καλλίστην 1 w 811
καὶ 3 w 814
θειοτάτην 1 w 823
φύσιν 1 w 828
ὅσην 1 w 833
ἀνθρώποις 1 w 842
θεὸς 1 w 846
ἔδωκε 1 w 851
κατιδεῖν 1 w 859
οὔποτε 1 w 866
ἄνευ 2 w 870
τῶν 3 w 873
νῦν 1 w 876
δὴ 1 w 878
εἰρημένων 1 w 887
μὴ 1 w 889
κατιδὼν 1 w 896
ἐπεύξηταί 1 w 905
τις 5 w 908
ῥαστώνῃ 1 w 915
παραλαβεῖν 1 w 925
πρὸς 1 w 930
τούτοις 1 w 937
τε 6 w 939
τὸ 3 w 941
καθ 1 w 944
ἕν 1 w 947
τε 7 w 949
καὶ 4 w 952
κατ 7 w 955
εἴδη 1 w 960
προσακτέον 1 w 970
ἐν 2 w 972
ἑκάσταις 1 w 980
ταῖς 1 w 984
τῶν 4 w 987
μαθημάτων 1 w 996
εἰδήσεσιν 1 w 1005
ἕως 1 w 1009
ἂν 1 w 1011
ἐξεύρωμεν 1 w 1020
τὸν 3 w 1023
ὅλον 1 w 1027
κόσμον 1 w 1033
ὃν 1 w 1036
ἔταξε 1 w 1041
λόγος 1 w 1046
3 w 1047
πάντων 5 w 1053
θειότατος 1 w 1062
ὁρατόν 1 w 1068
ὃν 2 w 1071
5 w 1072
εὐδαίμων 2 w 1080
πρῶτον 1 w 1086
μὲν 1 w 1089
ἐθαύμασεν 1 w 1098
ἔπειτα 1 w 1105
δὲ 5 w 1107
ἔρωτα 1 w 1112
ἔσχε 1 w 1116
τοῦ 2 w 1119
καταμαθεῖν 1 w 1129
ὁπόσα 1 w 1134
θνητῇ 1 w 1139
φύσει 1 w 1144
δυνατά 1 w 1150
ἡγούμενος 1 w 1160
ἄριστα 1 w 1166
οὕτως 2 w 1171
εὐτυχέστατά 1 w 1182
τε 8 w 1185
διάξειν 1 w 1193
τὸν 4 w 1196
βίον 1 w 1200
τελευτήσας 1 w 1211
τε 10 w 1213
εἰς 1 w 1216
τόπους 1 w 1222
ἥξειν 1 w 1227
προσήκοντας 1 w 1238
ἀρετῇ 1 w 1243
καὶ 5 w 1247
μεμυημένος 1 w 1257
ἀληθῶς 1 w 1263
τε 11 w 1265
καὶ 6 w 1268
ὄντως 1 w 1273
μεταλαβὼν 1 w 1283
φρονήσεως 1 w 1292
εἷς 2 w 1295
ὢν 1 w 1297
μιᾶς 1 w 1301
τὸν 5 w 1305
ἐπίλοιπον 1 w 1314
χρόνον 1 w 1320
θεωρὸς 1 w 1326
τῶν 5 w 1329
καλλίστων 1 w 1338
γενόμενος 1 w 1347
ὅσα 1 w 1351
κατ 9 w 1354
ὄψιν 1 w 1359
διατελεῖν 1 w 1369
δεῖ 4 w 1373
δὲ 6 w 1375
καὶ 7 w 1378
τὰ 5 w 1380
χύδην 1 w 1385
μαθήματα 3 w 1393
ἐν 3 w 1395
τῇ 3 w 1397
παιδείᾳ 1 w 1404
γενόμενα 1 w 1412
συνάγειν 1 w 1420
εἰς 2 w 1423
σύνοψιν 1 w 1430
οἰκειότητός 1 w 1441
τε 13 w 1443
ἀλλήλων 1 w 1450
τῶν 6 w 1453
μαθημάτων 2 w 1462
καὶ 8 w 1465
τῆς 3 w 1468
τοῦ 3 w 1471
ὄντος 1 w 1476
φύσεως 1 w 1482
μόνη 1 w 1487
γὰρ 5 w 1490
2 w 1491
τοιαύτη 1 w 1498
μάθησις 1 w 1505
βέβαιος 1 w 1512
ἐν 4 w 1514
οἷς 1 w 1517
ἂν 2 w 1519
γένηται 2 w 1526
δεῖ 5 w 1530
δὲ 7 w 1532
καὶ 9 w 1535
ὀμμάτων 1 w 1542
καὶ 10 w 1545
τῆς 4 w 1548
ἄλλης 1 w 1553
αἰσθήσεως 1 w 1562
δυνατοὺς 1 w 1570
γίγνεσθαι 1 w 1579
μεθιεμένους 1 w 1590
ἐπ 3 w 1592
αὐτὸ 1 w 1597
τὸ 8 w 1599
ὂν 1 w 1601
μετ 3 w 1604
ἀληθείας 1 w 1613
ἰέναι 1 w 1618
δεῖ 6 w 1622
δὲ 8 w 1624
καὶ 11 w 1627
μονίμους 1 w 1635
εἶναι 1 w 1640
ἐν 5 w 1642
τοῖς 1 w 1646
μαθήμασι 1 w 1654
καὶ 12 w 1657
ὀξεῖς 1 w 1662
καὶ 13 w 1665
τὰ 6 w 1667
ἄλλα 1 w 1671
ἔχοντας 1 w 1678
ὅσα 2 w 1681
τῇ 4 w 1683
φύσει 2 w 1688
τῇ 5 w 1690
ἀρίστῃ 1 w 1696
προσήκει 1 w 1704
ὡς 2 w 1707
ἐὰν 3 w 1711
μὲν 2 w 1714
ἀρτιμελεῖς 1 w 1724
τε 14 w 1726
καὶ 14 w 1729
ἀρτίφρονας 1 w 1739
ἐπὶ 1 w 1742
τοσαύτην 1 w 1750
μάθησιν 1 w 1757
καὶ 15 w 1760
τοσαύτην 2 w 1768
ἄσκησιν 1 w 1775
κομίσαντες 1 w 1785
παιδεύωμεν 1 w 1795
2 w 1797
τε 16 w 1799
δίκη 1 w 1803
ἡμῖν 1 w 1807
οὐ 3 w 1809
μέμψεται 1 w 1817
αὐτή 1 w 1821
τήν 1 w 1825
τε 17 w 1827
πόλιν 1 w 1832
καὶ 16 w 1835
πολιτείαν 1 w 1844
σώσομεν 1 w 1851
ἀλλοίους 1 w 1860
δὲ 9 w 1862
ἄγοντες 1 w 1869
ἐπὶ 2 w 1872
ταῦτα 3 w 1877
τἀναντία 1 w 1886
πάντα 2 w 1891
πράξομεν 1 w 1899
καὶ 17 w 1902
φιλομαθείας 1 w 1913
ἔτι 1 w 1916
πλείω 1 w 1921
γέλωτα 1 w 1927
καταντλήσομεν 1 w 1940
εἰ 8 w 1943
δὲ 10 w 1945
δεῖ 7 w 1948
τὸ 9 w 1950
ἀληθὲς 1 w 1956
εἰπεῖν 1 w 1962
ὅλον 2 w 1966
ὡς 3 w 1968
ἔχει 1 w 1972
ἐν 6 w 1975
τούτοις 2 w 1982
τοῖς 2 w 1986
μαθήμασιν 1 w 1995
ἑκάστου 1 w 2002
ὄργανόν 1 w 2009
τι 14 w 2011
ψυχῆς 1 w 2016
ἐκκαθαίρεταί 1 w 2028
τε 20 w 2030
καὶ 18 w 2033
ἀναζωπυρεῖται 1 w 2046
ἀπολλύμενον 1 w 2057
καὶ 19 w 2060
τυφλούμενον 1 w 2071
ὑπὸ 1 w 2074
τῶν 7 w 2077
ἄλλων 1 w 2082
ἐπιτηδευμάτων 1 w 2095
κρεῖττον 1 w 2104
ὂν 2 w 2106
σωθῆναι 1 w 2113
μυρίων 1 w 2119
ὀμμάτων 2 w 2126
μόνῳ 1 w 2131
γὰρ 6 w 2134
αὐτῷ 1 w 2138
ἀλήθεια 1 w 2145
ὁρᾶται 1 w 2151
οἷς 2 w 2155
μὲν 3 w 2158
οὖν 1 w 2161
ταῦτα 4 w 2166
ξυνδοκεῖ 1 w 2174
ἀμηχάνως 1 w 2183
ὡς 4 w 2185
εὖ 1 w 2187
δοκεῖ 2 w 2192
λέγεσθαι 1 w 2200
τὰ 7 w 2202
παρόντα 1 w 2209
ὅσοι 1 w 2214
δὲ 11 w 2216
τούτου 1 w 2222
μηδαμῇ 1 w 2228
ᾐσθημένοι 1 w 2237
εἰκότως 1 w 2245
ἡγήσονται 1 w 2254
ἡμᾶς 1 w 2258
λέγειν 1 w 2264
οὐδέν 1 w 2269
ἄλλην 1 w 2275
γὰρ 7 w 2278
ἀπ 2 w 2280
αὐτῶν 2 w 2286
οὐχ 1 w 2289
ὁρῶσιν 1 w 2295
ἀξίαν 1 w 2300
λόγου 1 w 2305
ὠφέλειαν 1 w 2313
τὸ 10 w 2316
δ 48 w 2317
ὡς 5 w 2321
ἔοικεν 1 w 2327
οὐκ 1 w 2331
ὀστράκου 1 w 2339
ἂν 3 w 2341
εἴη 1 w 2344
περιστροφή 1 w 2354
ἀλλὰ 1 w 2359
ψυχῆς 2 w 2364
περιαγωγή 1 w 2373
ἐκ 2 w 2376
νυκτερινῆς 1 w 2386
τινος 1 w 2391
ἡμέρας 1 w 2397
εἰς 3 w 2400
ἀληθινὴν 1 w 2408
τοῦ 4 w 2411
ὄντος 2 w 2416
οὖσαν 2 w 2421
ἐπάνοδον 1 w 2429
ἣν 1 w 2432
δὴ 2 w 2434
φιλομάθειαν 1 w 2445
ἀληθινὴν 2 w 2453
φήσομεν 1 w 2460
εἶναι 2 w 2465
οὐκοῦν 1 w 2472
δεῖ 8 w 2475
σκοπεῖσθαι 1 w 2485
τί 3 w 2487
τῶν 9 w 2490
μαθημάτων 3 w 2499
ἔχει 2 w 2503
τοιαύτην 1 w 2511
δύναμιν 1 w 2518
καὶ 20 w 2522
τί 4 w 2524
μάθημα 1 w 2530
ψυχῆς 3 w 2535
ὁλκόν 1 w 2540
ἐστιν 1 w 2545
ἀπὸ 1 w 2548
τοῦ 5 w 2551
γιγνομένου 1 w 2561
ἐπὶ 3 w 2564
τὸ 11 w 2566
ὄν 4 w 2568
λέγω 2 w 2573
τοίνυν 1 w 2579
ὡς 6 w 2581
τὰ 8 w 2583
μὲν 4 w 2586
ἐν 7 w 2588
ταῖς 2 w 2592
αἰσθήσεσιν 1 w 2602
οὐ 8 w 2604
παρακαλοῦντα 1 w 2616
τὴν 3 w 2619
νόησιν 1 w 2625
εἰς 4 w 2628
ἐπίσκεψιν 1 w 2637
ὡς 7 w 2640
ἱκανῶς 1 w 2646
ὑπὸ 2 w 2649
τῆς 5 w 2652
αἰσθήσεως 2 w 2661
κρινόμενα 1 w 2670
τὰ 9 w 2673
δὲ 12 w 2675
παντάπασι 1 w 2684
διακελευόμενα 1 w 2697
ἐκείνην 1 w 2704
ἐπισκέψασθαι 1 w 2716
ὡς 8 w 2719
τῆς 6 w 2722
αἰσθήσεως 3 w 2731
οὐδὲν 1 w 2736
ὑγιὲς 1 w 2741
ποιούσης 1 w 2749
καὶ 21 w 2753
τὰ 10 w 2755
μὲν 5 w 2758
οὐ 10 w 2760
παρακαλοῦντα 2 w 2772
ὅσα 3 w 2776
μὴ 2 w 2778
ἐκβαίνει 1 w 2786
εἰς 5 w 2789
ἐναντίαν 1 w 2797
αἴσθησιν 1 w 2805
ἅμα 1 w 2808
τὰ 11 w 2811
δ 56 w 2812
ἐκβαίνοντα 1 w 2823
ὡς 9 w 2825
παρακαλοῦντα 3 w 2837
τίθημι 1 w 2843
ἐπειδὰν 1 w 2851
7 w 2852
αἴσθησις 1 w 2860
μηδὲν 1 w 2865
μᾶλλον 1 w 2871
τοῦτο 2 w 2876
1 w 2877
τὸ 12 w 2879
ἐναντίον 1 w 2887
δηλοῖ 1 w 2892
εἴτε 3 w 2897
ἐγγύθεν 1 w 2904
προσπίπτουσα 1 w 2916
εἴτε 4 w 2920
πόρρωθεν 1 w 2928
ὧδε 1 w 2932
δὲ 15 w 2934
1 w 2935
λέγω 3 w 2939
σαφέστερον 1 w 2949
εἰσόμεθα 1 w 2957
οὗτοι 1 w 2963
φαμέν 1 w 2969
τρεῖς 1 w 2975
ἂν 4 w 2977
εἶεν 1 w 2981
δάκτυλοι 1 w 2989
9 w 2991
τε 25 w 2993
σμικρότατος 1 w 3004
καὶ 22 w 3007
10 w 3008
δεύτερος 1 w 3016
καὶ 23 w 3019
11 w 3020
μέσος 1 w 3025
ὡς 10 w 3028
ἐγγύθεν 2 w 3035
τοίνυν 2 w 3041
ὁρωμένους 1 w 3050
λέγοντός 1 w 3058
μου 2 w 3061
διανοοῦ 1 w 3068
ἀλλά 1 w 3073
μοι 1 w 3076
περὶ 2 w 3080
αὐτῶν 3 w 3085
τόδε 2 w 3089
σκόπει 1 w 3095
δάκτυλος 1 w 3104
μέν 12 w 3107
που 2 w 3110
αὐτῶν 4 w 3115
φαίνεται 1 w 3123
ὁμοίως 1 w 3129
ἕκαστος 1 w 3136
καὶ 24 w 3140
ταύτῃ 2 w 3145
γε 9 w 3147
οὐδὲν 2 w 3152
διαφέρει 1 w 3160
ἐάν 1 w 3164
τε 27 w 3166
ἐν 10 w 3168
μέσῳ 1 w 3172
ὁρᾶται 2 w 3178
ἐάν 2 w 3181
τ 277 w 3182
ἐπ 12 w 3185
ἐσχάτῳ 1 w 3192
ἐάν 3 w 3196
τε 28 w 3198
λευκὸς 1 w 3204
ἑάν 1 w 3207
τε 29 w 3209
μέλας 1 w 3214
ἐάν 4 w 3218
τε 30 w 3220
παχὺς 1 w 3225
ἐάν 5 w 3228
τε 31 w 3230
λεπτός 1 w 3236
καὶ 25 w 3240
πᾶν 2 w 3243
10 w 3244
τι 17 w 3246
τοιοῦτον 1 w 3254
ἐν 11 w 3257
πᾶσι 1 w 3261
γὰρ 8 w 3264
τούτοις 3 w 3271
οὐκ 3 w 3274
ἀναγκάζεται 1 w 3285
τῶν 12 w 3288
πολλῶν 1 w 3294
8 w 3295
ψυχὴ 1 w 3299
τὴν 4 w 3302
νόησιν 2 w 3308
ἐπερέσθαι 1 w 3317
τί 8 w 3320
ποτ 3 w 3323
ἐστὶ 1 w 3328
δάκτυλος 2 w 3336
οὐδαμοῦ 1 w 3344
γὰρ 9 w 3347
9 w 3348
ὄψις 1 w 3352
αὐτὴ 1 w 3356
ἅμα 2 w 3359
ἐσήμαινε 1 w 3367
τὸν 6 w 3370
δάκτυλον 1 w 3378
τοὐναντίον 1 w 3388
2 w 3389
δάκτυλον 2 w 3397
εἶναι 3 w 3402
οὐκοῦν 2 w 3409
εἰκότως 2 w 3416
τό 10 w 3418
γε 10 w 3420
τοιοῦτον 2 w 3428
νοήσεως 1 w 3435
οὐκ 5 w 3438
ἂν 5 w 3440
παρακλητικὸν 1 w 3452
εἴη 2 w 3455
τί 10 w 3458
δὲ 17 w 3460
δή 2 w 3462
τὸ 14 w 3465
μέγεθος 1 w 3472
αὐτῶν 5 w 3477
καὶ 26 w 3480
τὴν 5 w 3483
μικρότητα 1 w 3492
10 w 3493
ὄψις 2 w 3497
ἆρα 1 w 3500
ἱκανῶς 2 w 3506
ὁρᾷ 1 w 3509
καὶ 27 w 3513
οὐδὲν 3 w 3518
αὐτῇ 1 w 3522
διαφέρει 2 w 3530
ἐν 12 w 3532
μέσῳ 2 w 3536
αὐτῶν 6 w 3541
τινα 1 w 3545
κεῖσθαι 1 w 3552
3 w 3553
ἐπ 14 w 3555
ἐσχάτῳ 2 w 3562
καὶ 28 w 3566
ὡσαύτως 1 w 3573
πάχος 1 w 3578
καὶ 29 w 3581
λεπτότητα 1 w 3590
καὶ 30 w 3593
σκληρότητα 1 w 3603
11 w 3604
ἁφή 1 w 3607
καὶ 31 w 3611
αἱ 1 w 3613
ἄλλαι 1 w 3618
αἰσθήσεις 1 w 3627
ἆρα 2 w 3630
οὐκ 6 w 3633
ἐνδεῶς 1 w 3639
τὰ 12 w 3641
τοιαῦτα 2 w 3648
δηλώσουσιν 1 w 3658
4 w 3660
ὧδε 2 w 3663
ποιεῖ 1 w 3668
ἑκάστῃ 1 w 3674
αὐτῶν 7 w 3679
πρῶτον 2 w 3686
12 w 3687
ἐπὶ 4 w 3690
τῷ 4 w 3692
σκληρῷ 1 w 3698
τεταγμένη 1 w 3707
αἴσθησις 2 w 3715
ἠνάγκασται 1 w 3725
καὶ 32 w 3728
ἐπὶ 5 w 3731
τῷ 5 w 3733
μαλακῷ 1 w 3739
τετάχθαι 1 w 3747
καὶ 33 w 3751
παραγγέλλει 1 w 3762
τῇ 7 w 3764
ψυχῇ 1 w 3768
ὡς 11 w 3770
ταὐτὸν 1 w 3776
σκληρόν 1 w 3783
τε 34 w 3785
καὶ 34 w 3788
μαλακὸν 1 w 3795
αἰσθανομένη 1 w 3806
οὐκοῦν 3 w 3813
ἀναγκαῖον 1 w 3822
ἐν 14 w 3824
τοῖς 3 w 3828
τοιούτοις 1 w 3837
αὖ 1 w 3839
τὴν 6 w 3842
ψυχὴν 1 w 3847
ἀπορεῖν 1 w 3854
τί 11 w 3857
ποτε 2 w 3861
σημαίνει 1 w 3869
αὐτὴ 2 w 3873
13 w 3874
αἴσθησις 3 w 3882
τὸ 16 w 3884
σκληρόν 2 w 3891
εἴπερ 1 w 3897
τὸ 17 w 3899
αὐτὸ 3 w 3903
καὶ 35 w 3906
μαλακὸν 2 w 3913
λέγει 2 w 3918
καὶ 36 w 3922
14 w 3923
τοῦ 7 w 3926
κούφου 1 w 3932
καὶ 37 w 3935
15 w 3936
τοῦ 8 w 3939
βαρέος 1 w 3945
τί 12 w 3948
τὸ 19 w 3950
κοῦφον 1 w 3956
καὶ 38 w 3959
βαρύ 1 w 3963
εἰ 16 w 3966
τό 12 w 3968
τε 36 w 3970
βαρὺ 1 w 3974
κοῦφον 2 w 3980
καὶ 39 w 3983
τὸ 20 w 3985
κοῦφον 3 w 3991
βαρὺ 2 w 3995
σημαίνει 2 w 4003
αὗται 1 w 4009
γὰρ 10 w 4012
ἄτοποι 1 w 4018
τῇ 8 w 4020
ψυχῇ 2 w 4024
αἱ 2 w 4026
ἑρμηνεῖαι 1 w 4035
καὶ 40 w 4038
ἐπισκέψεως 1 w 4048
δεόμεναι 1 w 4056
εἰκότως 3 w 4064
οὖν 2 w 4067
ἐν 15 w 4069
τοῖς 4 w 4073
τοιούτοις 2 w 4082
πρῶτον 3 w 4088
μὲν 6 w 4091
πειρᾶται 1 w 4099
λογισμόν 1 w 4107
τε 37 w 4109
καὶ 41 w 4112
νόησιν 3 w 4118
ψυχὴ 3 w 4122
παρακαλοῦσα 1 w 4133
ἐπισκοπεῖν 1 w 4143
εἴτε 5 w 4148
ἓν 1 w 4150
εἴη 3 w 4153
εἴτε 6 w 4157
δύο 1 w 4160
ἐστὶν 1 w 4165
ἕκαστα 2 w 4171
τῶν 16 w 4174
εἰσαγγελλομένων 1 w 4189
οὐκοῦν 4 w 4196
ἐὰν 4 w 4199
δύο 2 w 4202
φαίνηται 1 w 4210
ἕτερόν 1 w 4217
τε 41 w 4219
καὶ 42 w 4222
ἓν 2 w 4224
ἑκάτερον 1 w 4232
φαίνεται 2 w 4240
εἰ 19 w 4243
ἄρα 1 w 4246
ἓν 3 w 4248
ἑκάτερον 2 w 4256
ἀμφότερα 1 w 4265
δὲ 19 w 4267
δύο 3 w 4270
τά 6 w 4273
γε 14 w 4275
δύο 4 w 4278
κεχωρισμένα 1 w 4289
νοήσει 1 w 4295
οὐ 21 w 4298
γὰρ 11 w 4301
ἂν 6 w 4303
χωριστά 1 w 4310
γε 15 w 4312
δύο 5 w 4315
ἐνόει 1 w 4320
ἀλλ 6 w 4324
ἕν 2 w 4327
μέγα 2 w 4332
μὴν 1 w 4335
καὶ 43 w 4338
16 w 4339
ὄψις 3 w 4343
καὶ 44 w 4346
σμικρὸν 1 w 4353
ἑώρα 1 w 4357
ὥς 1 w 4360
φαμεν 1 w 4365
ἀλλ 7 w 4369
οὐ 22 w 4372
κεχωρισμένον 1 w 4384
ἀλλὰ 2 w 4389
συγκεχυμένον 1 w 4401
τι 20 w 4403
διὰ 1 w 4407
δὲ 20 w 4409
τὴν 7 w 4412
τούτου 2 w 4418
σαφήνειαν 1 w 4427
μέγα 3 w 4431
αὖ 2 w 4433
καὶ 45 w 4436
σμικρὸν 2 w 4443
17 w 4444
νόησις 1 w 4450
ἠναγκάσθη 1 w 4459
ἰδεῖν 1 w 4464
οὐ 23 w 4467
συγκεχυμένα 1 w 4478
ἀλλὰ 3 w 4482
διωρισμένα 1 w 4492
τοὐναντίον 2 w 4503
5 w 4504
κείνη 2 w 4509
οὐκοῦν 5 w 4516
ἐντεῦθέν 1 w 4524
ποθεν 1 w 4529
πρῶτον 4 w 4535
ἐπέρχεται 1 w 4544
ἐρέσθαι 1 w 4551
ἡμῖν 2 w 4555
τί 14 w 4558
οὖν 3 w 4561
ποτ 5 w 4564
ἔσται 1 w 4570
τὸ 21 w 4572
μέγα 4 w 4576
αὖ 3 w 4578
καὶ 46 w 4581
τὸ 22 w 4583
σμικρόν 1 w 4590
καὶ 47 w 4594
οὕτω 3 w 4598
δὴ 3 w 4600
τὸ 23 w 4602
μὲν 7 w 4605
νοητόν 1 w 4611
τὸ 24 w 4614
δ 92 w 4615
ὁρατὸν 1 w 4622
ἐκαλέσαμεν 1 w 4632
ταῦτα 5 w 4638
τοίνυν 3 w 4644
καὶ 48 w 4647
ἄρτι 1 w 4651
ἐπεχείρουν 1 w 4661
λέγειν 2 w 4667
ὡς 12 w 4670
τὰ 13 w 4672
μὲν 8 w 4675
παρακλητικὰ 1 w 4686
τῆς 7 w 4689
διανοίας 1 w 4697
ἐστί 1 w 4701
τὰ 14 w 4704
δ 94 w 4705
οὔ 2 w 4708
2 w 4710
μὲν 9 w 4713
εἰς 6 w 4716
τὴν 8 w 4719
αἴσθησιν 2 w 4727
ἅμα 3 w 4730
τοῖς 5 w 4734
ἐναντίοις 1 w 4743
ἑαυτοῖς 1 w 4750
ἐμπίπτει 1 w 4758
παρακλητικὰ 2 w 4770
ὁριζόμενος 1 w 4780
ὅσα 4 w 4784
δὲ 21 w 4786
μή 3 w 4788
οὐκ 10 w 4792
ἐγερτικὰ 1 w 4800
τῆς 8 w 4803
νοήσεως 2 w 4810
τί 17 w 4813
οὖν 4 w 4816
ἀριθμός 1 w 4824
τε 47 w 4826
καὶ 49 w 4829
τὸ 26 w 4831
ἓν 4 w 4833
καὶ 50 w 4836
τὰ 15 w 4838
ἄλλα 3 w 4842
μαθήματα 4 w 4850
ποτέρων 1 w 4857
δοκεῖ 3 w 4862
εἶναι 4 w 4867
ἐκ 7 w 4870
τῶν 17 w 4873
προειρημένων 1 w 4885
ἀναλογίζεσθαι 1 w 4898
ῥᾴδιον 1 w 4904
εἰ 21 w 4907
μὲν 10 w 4910
γὰρ 12 w 4913
ἱκανῶς 3 w 4919
αὐτὸ 4 w 4923
ὁρᾶται 3 w 4929
6 w 4930
ἄλλῃ 1 w 4934
τινὶ 1 w 4938
αἰσθήσει 2 w 4946
λαμβάνεται 1 w 4956
τὸ 28 w 4958
ἓν 5 w 4960
7 w 4961
ἄλλο 1 w 4965
τι 26 w 4967
τῶν 18 w 4970
μαθημάτων 4 w 4979
οὐκ 11 w 4983
ἂν 7 w 4985
ὁλκὸν 1 w 4990
εἴη 4 w 4993
ἐπὶ 6 w 4996
τὴν 9 w 4999
οὐσίαν 1 w 5005
ὥσπερ 2 w 5011
ἐπὶ 7 w 5014
τοῦ 9 w 5017
δακτύλου 1 w 5025
ἐλέγομεν 1 w 5033
εἰ 22 w 5036
δ 99 w 5037
ἀεί 1 w 5041
τι 27 w 5043
αὐτῷ 2 w 5047
ἅμα 4 w 5050
ὁρᾶται 4 w 5056
ἐναντίωμα 1 w 5065
ὥστε 1 w 5070
μηδὲν 2 w 5075
μᾶλλον 2 w 5081
ἓν 6 w 5083
8 w 5084
καὶ 51 w 5087
τοὐναντίον 3 w 5097
φαίνεσθαι 1 w 5106
τοῦ 10 w 5110
ἐπικρινοῦντος 1 w 5123
δὴ 4 w 5125
δέοι 1 w 5129
ἂν 8 w 5131
ἤδη 1 w 5134
καὶ 52 w 5138
ἀναγκάζοιτ 1 w 5148
ἂν 9 w 5151
ἐν 20 w 5153
αὐτῷ 3 w 5157
ψυχὴ 4 w 5161
ἀπορεῖν 2 w 5168
καὶ 53 w 5171
ζητεῖν 1 w 5177
κινοῦσα 1 w 5184
ἐν 21 w 5186
ἑαυτῇ 1 w 5191
τὴν 10 w 5194
ἔννοιαν 1 w 5201
καὶ 54 w 5205
ἀνερωτᾶν 1 w 5213
τί 20 w 5215
ποτ 7 w 5218
ἐστὶν 2 w 5224
αὐτὸ 5 w 5228
τὸ 30 w 5230
ἕν 3 w 5232
καὶ 55 w 5236
οὕτω 4 w 5240
τῶν 19 w 5243
ἀγωγῶν 1 w 5249
ἂν 10 w 5251
εἴη 5 w 5254
καὶ 56 w 5257
μεταστρεπτικῶν 1 w 5271
ἐπὶ 8 w 5274
τὴν 11 w 5277
τοῦ 11 w 5280
ὄντος 3 w 5285
θέαν 1 w 5289
19 w 5290
περὶ 3 w 5294
τὸ 31 w 5296
ἓν 7 w 5298
μάθησις 2 w 5305
ἀλλὰ 4 w 5310
μέντοι 1 w 5316
τοῦτό 1 w 5321
γε 18 w 5323
ἔχει 3 w 5327
οὐχ 2 w 5330
ἥκιστα 1 w 5336
20 w 5337
περὶ 4 w 5341
αὐτὸ 6 w 5345
ὄψις 4 w 5349
ἅμα 5 w 5353
γὰρ 13 w 5356
ταὐτὸν 2 w 5362
ὡς 13 w 5364
ἕν 4 w 5366
τε 50 w 5368
ὁρῶμεν 1 w 5374
καὶ 57 w 5377
ὡς 14 w 5379
ἄπειρα 1 w 5385
τὸ 34 w 5387
πλῆθος 1 w 5393
οὐκοῦν 6 w 5400
εἴπερ 2 w 5406
τὸ 35 w 5408
ἕν 5 w 5410
καὶ 58 w 5414
ξύμπας 1 w 5420
ἀριθμὸς 1 w 5427
ταὐτὸν 3 w 5433
πέπονθε 1 w 5440
τούτῳ 1 w 5445
ἀλλὰ 5 w 5450
μὴν 2 w 5453
λογιστική 1 w 5462
τε 51 w 5464
καὶ 59 w 5467
ἀριθμητικὴ 1 w 5477
περὶ 5 w 5481
ἀριθμὸν 1 w 5488
πᾶσα 1 w 5492
ταῦτα 6 w 5498
δὲ 23 w 5500
φαίνεται 3 w 5508
ἀγωγὰ 1 w 5513
πρὸς 2 w 5517
ἀλήθειαν 1 w 5525
ὑπερφυῶς 1 w 5534
ἄρα 2 w 5537
ὧν 1 w 5539
ζητοῦμεν 1 w 5547
ὡς 15 w 5550
ἔοικε 2 w 5555
μαθημάτων 5 w 5565
εἴη 6 w 5568
ἂν 11 w 5570
τοῦτο 3 w 5575
καὶ 60 w 5579
τἆλλα 1 w 5584
δὲ 24 w 5586
ὡσαύτως 2 w 5593
χρήσιμα 1 w 5600
ἂν 12 w 5602
εἴη 7 w 5605
πρὸς 3 w 5609
ἐπιστήμην 1 w 5618
διὰ 2 w 5621
τὸ 37 w 5623
τῆς 9 w 5626
οὐσίας 1 w 5632
ἅπτεσθαι 1 w 5640
γενέσεως 1 w 5648
δὲ 25 w 5650
ἀπολύεσθαι 1 w 5660
καὶ 61 w 5664
τὴν 12 w 5667
μὲν 11 w 5670
νόησιν 4 w 5676
παρακαλεῖν 1 w 5686
τῶν 20 w 5689
δὲ 26 w 5691
αἰσθήσεων 1 w 5700
ἀφιστάναι 1 w 5709
καὶ 62 w 5713
ἐπὶ 9 w 5716
θέαν 2 w 5720
τῆς 10 w 5723
τῶν 21 w 5726
ὄντων 1 w 5731
φύσεως 2 w 5737
παρακαλεῖν 2 w 5747
αὐτῆς 1 w 5753
δὲ 27 w 5755
τῆς 12 w 5758
ψυχῆς 4 w 5763
ῥᾳστώνην 1 w 5771
παρασκευάζειν 1 w 5784
τῆς 13 w 5787
μεταστροφῆς 1 w 5798
ἀπὸ 2 w 5801
γενέσεως 2 w 5809
ἐπ 27 w 5811
ἀλήθειάν 1 w 5820
τε 53 w 5822
καὶ 63 w 5825
οὐσίαν 2 w 5831
δεῖ 10 w 5835
δὲ 28 w 5837
καὶ 64 w 5840
τοῦ 15 w 5843
γνωρίζειν 1 w 5852
ἕνεκα 1 w 5857
ἐπιτηδεύειν 1 w 5868
τὰ 16 w 5870
μαθήματα 5 w 5878
οὕτω 5 w 5883
γὰρ 14 w 5886
σφόδρα 1 w 5892
ἄνω 1 w 5895
ποι 5 w 5898
ἀνάγεται 1 w 5906
21 w 5907
ψυχή 1 w 5911
καὶ 65 w 5915
περὶ 6 w 5919
αὐτῶν 8 w 5924
τῶν 23 w 5927
ὄντων 2 w 5932
ἀναγκάζει 1 w 5941
διαλέγεσθαι 1 w 5952
οὐδαμῇ 1 w 5959
ἀποδεχομένους 1 w 5972
ἐάν 6 w 5976
τις 6 w 5979
αὐτοῖς 1 w 5985
ὁρατὰ 1 w 5990
9 w 5991
ἁπτὰ 1 w 5995
σώματα 1 w 6001
προτεινόμενος 1 w 6014
διαλέγηται 1 w 6024
περὶ 7 w 6029
γὰρ 15 w 6032
τούτων 4 w 6038
λέγουσιν 1 w 6046
ὧν 2 w 6048
διανοηθῆναι 1 w 6059
μόνον 1 w 6064
ἐγχωρεῖ 1 w 6071
ἄλλως 2 w 6077
δὲ 29 w 6079
οὐδαμῶς 1 w 6086
μεταχειρίσασθαι 1 w 6101
δυνατόν 1 w 6108
ἀναγκαῖα 1 w 6117
οὖν 5 w 6120
κινδυνεύει 1 w 6130
εἶναι 5 w 6135
τὰ 19 w 6137
μαθήματα 6 w 6145
ἐπειδὴ 1 w 6152
φαίνεται 4 w 6160
προσαναγκάζειν 1 w 6174
αὐτῇ 2 w 6178
τῇ 11 w 6180
νοήσει 2 w 6186
χρῆσθαι 1 w 6193
τὴν 13 w 6196
ψυχὴν 2 w 6201
ἐπ 30 w 6203
αὐτὴν 1 w 6209
τὴν 15 w 6212
ἀλήθειαν 2 w 6220
καὶ 66 w 6224
μὴν 3 w 6227
καὶ 67 w 6230
ὀξυτέρους 1 w 6239
ποιεῖ 2 w 6244
αὐτοὺς 1 w 6250
ἑαυτῶν 1 w 6256
γίγνεσθαι 2 w 6265
καὶ 68 w 6269
ἔτι 2 w 6272
πολὺν 1 w 6277
πόνον 1 w 6282
παρέχει 1 w 6289
μανθάνοντί 1 w 6299
τε 55 w 6301
καὶ 69 w 6304
μελετῶντι 1 w 6313
Σκοπεῖσθαι 1 w 6324
δὲ 30 w 6326
δεῖ 11 w 6329
καὶ 70 w 6332
εἴ 17 w 6334
τι 34 w 6336
πρὸς 4 w 6340
ἐκεῖνο 1 w 6346
τείνει 1 w 6352
πρὸς 5 w 6357
τὸ 38 w 6359
ποιεῖν 1 w 6365
κατιδεῖν 2 w 6373
ῥᾷον 1 w 6377
τὴν 16 w 6380
τοῦ 16 w 6383
ἀγαθοῦ 1 w 6389
ἰδέαν 1 w 6394
τείνει 2 w 6401
δέ 6 w 6403
φαμέν 2 w 6409
πάντα 3 w 6415
αὐτόσ 1 w 6420
ὅσα 5 w 6425
ἀναγκάζει 2 w 6434
ψυχὴν 3 w 6439
εἰς 7 w 6442
ἐκεῖνον 1 w 6449
τὸν 11 w 6452
τόπον 1 w 6457
μεταστρέφεσθαι 1 w 6471
ἐν 22 w 6474
1 w 6475
ἐστι 4 w 6479
τὸ 40 w 6481
εὐδαιμονέστατον 1 w 6496
τοῦ 17 w 6499
ὄντος 4 w 6504
4 w 6506
δεῖ 13 w 6509
αὐτὴν 2 w 6514
παντὶ 1 w 6519
τρόπῳ 1 w 6524
ἰδεῖν 2 w 6529
οὐκοῦν 7 w 6536
εἰ 24 w 6538
μὲν 12 w 6541
οὐσίαν 3 w 6547
ἀναγκάζει 3 w 6556
θεάσασθαι 1 w 6565
προσήκει 2 w 6574
εἰ 25 w 6577
δὲ 31 w 6579
γένεσιν 1 w 6586
οὐ 38 w 6589
προσήκει 3 w 6597
καὶ 71 w 6601
τὰ 20 w 6603
μὲν 13 w 6606
γνώσεως 1 w 6613
ἕνεκα 2 w 6618
ἐπιτηδευόμενα 1 w 6631
ὡς 16 w 6634
μαθήματα 7 w 6642
ὄντα 1 w 6646
τιμητέον 1 w 6654
ὅσα 6 w 6658
τοῦ 18 w 6661
ἀεὶ 2 w 6664
ὄντος 5 w 6669
γνώσεως 2 w 6676
ἀλλ 12 w 6680
οὐ 39 w 6683
τοῦ 19 w 6686
ποτὲ 1 w 6690
γιγνομένου 2 w 6700
καὶ 72 w 6703
ἀπολλυμένου 1 w 6714
ἀντιλαμβάνεται 1 w 6728
ὁλκὰ 1 w 6733
ἄρα 3 w 6736
ψυχῆς 5 w 6741
πρὸς 6 w 6745
ἀλήθειαν 3 w 6753
εἴη 8 w 6756
ἂν 13 w 6758
ταῦτα 7 w 6763
καὶ 73 w 6767
ἀπεργαστικὰ 1 w 6778
φιλοσόφου 1 w 6787
διανοίας 2 w 6795
πρὸς 7 w 6799
τὸ 41 w 6801
ἄνω 2 w 6804
σχεῖν 1 w 6809
3 w 6810
νῦν 2 w 6813
κάτω 1 w 6817
οὐ 40 w 6819
δέον 1 w 6823
ἔχομεν 1 w 6829
μόνοις 1 w 6836
γὰρ 16 w 6839
αὐτοῖς 2 w 6845
ἀλήθεια 5 w 6852
ὁρᾶται 5 w 6858
δεῖ 15 w 6862
τοίνυν 4 w 6868
συνεχῶς 1 w 6875
καὶ 74 w 6878
ἐντόνως 1 w 6885
ζητεῖσθαι 1 w 6894
αὐτά 1 w 6898
ἵνα 1 w 6902
ἐκφανῆ 1 w 6908
γένηται 3 w 6915
ὅπῃ 1 w 6918
ἔχει 4 w 6922
πρὸς 8 w 6927
γὰρ 17 w 6930
τοῖς 9 w 6934
ἄλλοις 1 w 6940
καὶ 75 w 6943
τὸ 42 w 6945
ἐπίχαρι 1 w 6952
διαφερόντως 1 w 6963
ἔχει 5 w 6967
καὶ 76 w 6971
ἄνω 3 w 6974
ποιεῖ 4 w 6979
τὴν 18 w 6982
ψυχὴν 4 w 6987
βλέπειν 1 w 6994
τοιαῦτα 3 w 7002
δέ 8 w 7004
ἐστι 5 w 7008
μαθήματα 8 w 7016
ἐκεῖνα 1 w 7022
ὅσα 7 w 7025
ἂν 14 w 7027
περὶ 8 w 7031
τὸ 43 w 7033
ὂν 3 w 7035
1 w 7036
καὶ 77 w 7039
τὸ 44 w 7041
ἀόρατον 1 w 7048
καὶ 78 w 7052
ὅσα 8 w 7055
λόγῳ 1 w 7059
καὶ 79 w 7062
διανοίᾳ 1 w 7069
ληπτά 1 w 7074
ὄψει 1 w 7079
δὲ 32 w 7081
οὔ 3 w 7083
καὶ 80 w 7087
παραδείγμασι 1 w 7099
μὲν 14 w 7102
χρηστέον 1 w 7110
τοῖς 10 w 7114
φαινομένοις 1 w 7125
οὐ 41 w 7128
μέντοι 2 w 7134
ἐπισκοπεῖν 2 w 7144
αὐτὰ 1 w 7148
χρὴ 1 w 7151
σπουδῇ 1 w 7157
ὡς 17 w 7159
τὴν 19 w 7162
ἀλήθειαν 4 w 7170
ἐν 24 w 7172
αὐτοῖς 3 w 7178
ληψόμενον 1 w 7187
ἴσων 1 w 7191
10 w 7192
διπλασίων 1 w 7201
11 w 7202
ἄλλης 2 w 7207
τινὸς 1 w 7212
ξυμμετρίας 1 w 7222
καὶ 81 w 7226
γὰρ 18 w 7229
ἄτοπον 1 w 7235
εἰ 26 w 7238
νομίζοι 1 w 7245
τίς 1 w 7248
γίγνεσθαί 1 w 7257
τε 59 w 7259
ταῦτα 8 w 7264
ἀεὶ 3 w 7267
ὡσαύτως 3 w 7274
καὶ 82 w 7278
οὐδαμῇ 2 w 7284
οὐδὲν 4 w 7289
παραλλάττειν 1 w 7301
σώματα 2 w 7307
ἔχοντα 2 w 7313
καὶ 83 w 7316
δρώμενα 1 w 7323
καὶ 84 w 7327
ζητεῖν 2 w 7333
παντὶ 2 w 7338
τρόπῳ 2 w 7343
τὴν 20 w 7346
ἀλήθειαν 5 w 7354
αὐτῶν 9 w 7359
λαβεῖν 2 w 7365
παρὰ 1 w 7370
πάντα 4 w 7375
δὲ 34 w 7377
ἐκεῖνο 3 w 7383
δεῖ 16 w 7386
φυλάττειν 1 w 7395
μήποτέ 2 w 7402
τι 42 w 7404
αὐτῶν 10 w 7409
ἀτελὲς 1 w 7415
ἐπιχειρῶσιν 1 w 7426
ἡμῖν 3 w 7430
μανθάνειν 1 w 7439
οὓς 1 w 7442
παιδεύσομεν 1 w 7453
καὶ 85 w 7457
οὐκ 14 w 7460
ἐξῆκον 1 w 7466
ἐκεῖσε 1 w 7472
ἀεί 2 w 7475
οἷ 3 w 7478
πάντα 5 w 7483
δεῖ 17 w 7486
ἀφήκειν 1 w 7493
χρήσιμα 2 w 7501
γὰρ 19 w 7504
οὕτως 3 w 7509
ἔσται 2 w 7514
πρὸς 9 w 7518
τὴν 21 w 7521
τοῦ 20 w 7524
καλοῦ 5 w 7529
καὶ 86 w 7532
ἀγαθοῦ 2 w 7538
ζήτησιν 1 w 7545
ἄλλως 3 w 7551
δὲ 35 w 7553
μεταδιωκόμενα 1 w 7566
ἄχρηστα 1 w 7573
οἶμαι 1 w 7579
δέ 9 w 7581
γε 23 w 7583
καὶ 87 w 7587
23 w 7588
τούτων 5 w 7594
πάντων 6 w 7600
τῶν 28 w 7603
μαθημάτων 6 w 7612
μέθοδος 1 w 7619
ἐὰν 5 w 7623
μὲν 15 w 7626
ἐπὶ 10 w 7629
τὴν 22 w 7632
ἀλλήλων 2 w 7639
κοινωνίαν 1 w 7648
ἀφίκηται 1 w 7656
καὶ 88 w 7659
ξυγγένειαν 1 w 7669
καὶ 89 w 7673
συλλογισθῇ 1 w 7683
ταῦτα 9 w 7688
2 w 7689
ἐστιν 2 w 7694
ἀλλήλοις 1 w 7702
οἰκεῖα 1 w 7708
φέρειν 1 w 7715
αὐτῶν 11 w 7720
εἰς 8 w 7723
4 w 7724
βουλόμεθα 1 w 7733
τὴν 23 w 7736
πραγματείαν 1 w 7747
καὶ 90 w 7750
οὐκ 15 w 7753
ἀνόνητα 1 w 7760
πονεῖσθαι 1 w 7769
εἰ 28 w 7772
δὲ 36 w 7774
μή 5 w 7776
ἀνόνητα 2 w 7784
24 w 7786
γὰρ 20 w 7789
λύσις 1 w 7794
ἀπὸ 3 w 7797
τῶν 30 w 7800
δεσμῶν 1 w 7806
καὶ 91 w 7809
μεταστροφὴ 1 w 7819
ἀπὸ 4 w 7822
τῶν 31 w 7825
σκιῶν 1 w 7830
ἐπὶ 11 w 7833
τὰ 22 w 7835
εἴδωλα 1 w 7841
καὶ 92 w 7844
τὸ 45 w 7846
φῶς 1 w 7849
καὶ 93 w 7853
ἐκ 14 w 7855
τοῦ 21 w 7858
καταγείου 1 w 7867
καὶ 94 w 7870
αἰσθητοῦ 1 w 7878
εἰς 9 w 7881
τὸν 12 w 7884
ἥλιον 1 w 7889
ἐπάνοδος 1 w 7897
καὶ 95 w 7900
τἀγαθόν 1 w 7907
καὶ 96 w 7911
ἐκεῖ 6 w 7915
πρὸς 10 w 7919
μὲν 16 w 7922
τὰ 23 w 7924
ζῷά 1 w 7927
τε 65 w 7929
καὶ 97 w 7932
τὰ 24 w 7934
φυτὰ 1 w 7938
καὶ 98 w 7941
τὸ 47 w 7943
τοῦ 23 w 7946
ἡλίου 1 w 7951
φῶς 2 w 7954
ἔτι 3 w 7957
ἀδυναμία 1 w 7965
βλέπειν 2 w 7972
τουτέστι 1 w 7981
πρὸς 11 w 7985
τὰ 26 w 7987
καθαρὰ 1 w 7993
εἴδη 2 w 7997
καὶ 99 w 8000
γένη 4 w 8004
πρὸς 12 w 8009
δὲ 37 w 8011
τὰ 27 w 8013
ἐν 25 w 8015
ὕδασι 1 w 8020
φαντάσματα 1 w 8030
θεῖα 1 w 8034
καὶ 100 w 8037
σκιὰς 1 w 8042
τῶν 32 w 8045
ὄντων 3 w 8050
ἀλλ 15 w 8054
οὐκ 16 w 8058
εἰδώλων 1 w 8065
σκιὰς 2 w 8070
δι 23 w 8072
ἑτέρου 1 w 8079
τοιούτου 1 w 8087
φωτὸς 1 w 8092
ὡς 18 w 8094
πρὸς 13 w 8098
ἥλιον 2 w 8103
κρίνειν 1 w 8110
ἀποσκιαζομένας 1 w 8124
πᾶσα 2 w 8129
αὕτη 2 w 8133
26 w 8134
πραγματεία 2 w 8144
τῶν 33 w 8147
τεχνῶν 1 w 8153
ἃς 1 w 8156
διήλθομεν 1 w 8165
ταύτην 1 w 8172
ἔχει 6 w 8176
τὴν 24 w 8179
δύναμιν 2 w 8186
καὶ 101 w 8189
ἐπαναγωγὴν 1 w 8199
τοῦ 24 w 8202
βελτίστου 1 w 8211
ἐν 26 w 8213
ψυχῇ 3 w 8217
πρὸς 14 w 8221
τὴν 25 w 8224
τοῦ 25 w 8227
ἀρίστου 1 w 8234
ἐν 27 w 8236
τοῖς 12 w 8240
οὖσι 1 w 8244
θέαν 3 w 8248
ὥσπερ 3 w 8254
τό 19 w 8256
τε 68 w 8259
τοῦ 26 w 8263
σαφεστάτου 1 w 8273
ἐν 28 w 8275
σώματι 1 w 8281
πρὸς 15 w 8285
τὴν 26 w 8288
τοῦ 27 w 8291
φανοτάτου 1 w 8300
ἐν 29 w 8302
τῷ 8 w 8304
σωματοειδεῖ 1 w 8315
τε 69 w 8317
καὶ 102 w 8320
ἀοράτῳ 1 w 8326
τόπῳ 1 w 8330
τοιαύτη 3 w 8338
τίς 2 w 8341
ἐστιν 3 w 8346
27 w 8347
ἀρίστη 1 w 8353
χρῆσις 1 w 8359
τῶν 34 w 8362
μαθημάτων 7 w 8371
καὶ 103 w 8375
τὸ 49 w 8377
κυριώτατον 1 w 8387
αὐτῶν 12 w 8392
τέλος 1 w 8397
τοιόνδε 1 w 8404
ὑπάρχει 1 w 8411