Scaife ATLAS

CTS Library / Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν (16-20)

urn:cts:greekLit:tlg2003.tlg007.perseus-grc2:16-20
Refs {'start': {'reference': '16', 'human_reference': 'Section 16'}, 'end': {'reference': '20', 'human_reference': 'Section 20'}}
Ancestors []
Children []
prev
plain textXML
next

αἰσθέσθαι οὖν μοι δοκεῖ τοῦ θεοῦ τούτου πρώτη παρ Ἕλλησι καὶ τὴν ἐσομένην ἐπιφάνειαν

v.2.p.114
αὐτοῦ οὐκ εἰς μακρὰν προαγορεύσασα κινῆσαι μὲν θᾶττον προσῆκον ἦν τινὰ τῶν περὶ αὐτὸν ὀργίων, οὐκ ἀνασχομένη τὸν εἱμαρμένον περιμεῖναι χρόνον, εἶτα ἀναλωθῆναι πρὸς τοῦ πυρὸς τοῦ ῥυέντος ἐπ αὐτήν. ἐπεὶ δὲ ἐδέδοκτο τῷ Διὶ κοινῇ πᾶσιν ἀνθρώποις ἐνδοῦναι ἀρχὴν καταστάσεως ἑτέρας καὶ μεταβαλεῖν αὐτοὺς ἐκ τοῦ
221b
νομαδικοῦ βίου πρὸς τὸν ἡμερώτερον, ἐξ Ἰνδῶν Διόνυσος αὔτοπτος ἐφαίνετο δαίμων, ἐπιφοιτῶν τὰς πόλεις, ἄγων μεθ ἑαυτοῦ στρατιὰν πολλὴν δαιμονίων τινῶν καὶ διδοὺς ἀνθρώποις κοινῇ μὲν ἅπασι σύμβολον τῆς ἐπιφανείας αὐτοῦ τὸ τῆς ἡμερίδος φυτόν, ὑφ οὗ μοι δοκοῦσιν, ἐξημερωθέντων αὐτοῖς τῶν περὶ τὸν βίον, Ἕλληνες τῆς ἐπωνυμίας αὐτὸ ταύτης ἀξιῶσαι, μητέρα δ αὐτοῦ προσειπεῖν τὴν Σεμέλην διὰ τὴν πρόρρησιν, ἄλλως
221c
τε καὶ τοῦ θεοῦ τιμῶντος αὐτήν, ἅτε πρώτην ἱερόφαντιν τῆς ἔτι μελλούσης ἐπιφοιτήσεως.

Οὔσης δέ, ὡς ἄν τις ἀκριβῶς σκοπῶν ἐξετάσειε, τῆς ἱστορίας τοιαύτης, οἱ τὸν Διόνυσον ὅστις ποτ ἐστὶ θεῶν ζητοῦντες τἀληθὲς ἔχον ὡς ἔφην εἰς μῦθον διεσκεύασαν, αἰνιττόμενοι τήν τε οὐσίαν τοῦ θεοῦ καὶ τὴν ἐν τοῖς νοητοῖς παρὰ τῷ πατρὶ κύησιν καὶ τὸν ἀγέννητον αὐτοῦ τόκον ἐν τῷ κόσμῳ... ἐν τῷ παντί, καὶ τἆλλα ἐφεξῆς ὅσα τοῦ ζητεῖν ἦν ἄξια, φράζειν δέ γ οὐ ῥᾴδια ἐμοί,

v.2.p.116
221d
τυχὸν μὲν καὶ διὰ τὸ ἀγνοεῖν ἔτι περὶ αὐτῶν τὸ ἀκριβές, τυχὸν δὲ καὶ οὐκ ἐθέλοντι τὸν κρύφιον ἅμα καὶ φανερὸν θεὸν ὥσπερ ἐν θεάτρῳ προβάλλειν ἀκοαῖς ἀνεξετάστοις καὶ διανοίαις ἐπὶ πάντα μάλλον τὸ φιλοσοφεῖν τετραμμέναις.

Ἀλλ ὑπὲρ μὲν τούτων ἴστω Διόνυσος αὐτός, καὶ προσεύχομαι τάς τε ἐμὰς καὶ τὰς ὑμετέρας ἐκβακχεῦσαι φρένας ἐπὶ τὴν ἀληθῆ τῶν θεῶν γνῶσιν, ὡς ἂν μὴ πολὺν ἀβάκχευτοι χρόνον τῷ

222a
θεῷ μένοντες ὁπόσα Πενθεὺς πάθωμεν, ἴσως μὲν καὶ ζῶντες, πάντως δὲ ἀπαλλαγέντες τοῦ σώματος. ὅτῳ γὰρ ἂν μὴ τὸ πεπληθυσμένον τῆς ζωῆς ὑπὸ τῆς ἑνοειδοῦς καὶ ἐν τῷ μεριστῷ παντελῶς ἀδιαιρέτου ὅλης τε ἐν πᾶσιν ἀμιγοῦς προϋπαρχούσης οὐσίας τοῦ Διονύσου τελεσιουργηθῇ διὰ τῆς περὶ τὸν θεὸν ἐνθέου βακχείας, τούτῳ κίνδυνος ἐπὶ πολλὰ ῥυῆναι τὴν ζωήν, ῥυεῖσαν δὲ διεσπάσθαι καὶ διασπασθεῖσαν οἴχεσθαι·
222b
τὸ δὲ ῥυεῖσαν καὶ διασπασθεῖσαν μὴ προσέχων τις τοῖς ῥήμασιν ὑδάτιον μηδὲ λίνου μήρινθον ἀκροάσθω, ξυνιέτω δὲ τὰ λεγόμενα τρόπον ἄλλον, ὃν Πλάτων, ὃν Πλωτῖνος, ὃν Πορφύριος, ὃν δαιμόνιος Ἰάμβλιχος. ὃς δ ἂν μὴ ταύτῃ ποιῇ, γελάσεται μέν, ἴστω μέντοι
v.2.p.118
Σαρδώνιον γελῶν ἔρημος ὢν ἀεὶ τῆς τῶν θεῶν γνώσεως, ἧς ἀντάξιον οὐδὲ τὸ πᾶσαν ὁμοῦ μετὰ
222c
τῆς τῶν Ῥωμαίων ἐπιτροπεῦσαι τὴν βαρβάρων ἔγωγε θείμην ἄν, οὐ μὰ τὸν ἐμὸν δεσπότην Ἥλιον. ἀλλά με πάλιν οὐκ οἶδ ὅστις θεῶν ἐπὶ ταῦτ ἐβάκχευσεν οὐ προελόμενον.

Οὗ δὲ ἕνεκεν ἔφην αὐτά· κατὰ μὲν τὴν διάνοιαν ἀπεμφαίνοντες ὅταν οἱ μῦθοι γίγνωνται περὶ τῶν θείων, αὐτόθεν ἡμῖν ὥσπερ βοῶσι καὶ διαμαρτύρονται μὴ πιστεύειν ἁπλῶς, ἀλλὰ τὸ λεληθὸς σκοπεῖν καὶ διερευνᾶσθαι. τοσούτῳ δ ἐστὶ κρεῖττον ἐν τούτοις τοῦ σεμνοῦ τὸ ἀπεμφαῖνον, ὅσῳ διὰ μὲν ἐκείνου καλοὺς λίαν καὶ μεγάλους

222d
καὶ ἀγαθούς, ἀνθρώπους δὲ ὅμως τοὺς θεοὺς κίνδυνος νομίσαι, διὰ δὲ τῶν ἀπεμφαινόντων ὑπεριδόντας τῶν ἐν τῷ φανερῷ λεγομένων ἐπὶ τὴν ἐξῃρημένην αὐτῶν οὐσίαν καὶ ὑπερέχουσαν πάντα τὰ ὄντα καθαρὰν νόησιν ἐλπὶς ἀναδραμεῖν.

223a
Αἴτιαι μὲν οὖν αὗται τοῦ τὴν τελεστικὴν καὶ μυσταγωγὸν φιλοσοφίαν τὰ μὲν ῥήματα παντὸς μᾶλλον εὐαγῆ καὶ σεμνὰ προφέρεσθαι, κατὰ δὲ τὴν διάνοιαν ἀλλοιοτέραν ποιεῖσθαι τὴν ἐξήγησιν τῶν τοιούτων.

δὲ τῆς τῶν ἠθῶν ἐπανορθώσεως ἕνεκα τοὺς λόγους πλάττων καὶ μύθους παράγων δράτω τοῦτο μὴ πρὸς ἄνδρας, ἀλλὰ πρὸς παῖδας

v.2.p.120
ἤτοι καθ ἡλικίαν τῷ φρονεῖν, πάντως δὲ τῶν λόγων τούτων δεομένους. εἰ μὲν οὖν ἡμεῖς σοι
223b
παῖδες ἐφάνημεν εἴτε ἐγὼ εἴτε Ἀνατόλιος οὑτοσί, συγκαταρίθμει δὲ τούτῳ καὶ τὸν Μεμμόριον καὶ τὸν Σαλούστιον, πρὸς τούτοις δέ, εἰ βούλει, καὶ τοὺς ἄλλους ἑξῆς, Ἀντικύρας σοι δεῖ· τί γὰρ ἂν ἀκκίζοιτό τις; ἐπεὶ πρὸς τῶν θεῶν καὶ πρὸς αὐτοῦ τοῦ μύθου, μᾶλλον δὲ τοῦ κοινῇ πάντων βασιλέως Ἡλίου, τί σοι μέγα μικρὸν πεποίηται ἔργον; τίνι παρέστης ἀγωνιζομένῳ μετὰ τοὺ δικαίου; τίνα
223c
ἐθεράπευσας πενθοῦντα, τῷ λόγῳ διδάξας, ὅτι μὴ κακὸν θάνατος μήτε τῷ παθόντι μήτε τοῖς οἰκείοις αὐτοῦ; τίς δ αἰτιάσεταί σε τῆς ἑαυτοῦ μειρακίσκος σωφροσύνης, ὅτι πεποίηκας αὐτὸν ἐξ ἀσώτου σώφρονα καὶ καλὸν οὐ τὸ σῶμα μόνον, ἀλλὰ πολὺ μᾶλλον τὴν ψυχὴν φαίνεσθαι; τίνα δὲ ἄσκησιν ἐποιήσω τοῦ βίου; τί δέ σοι ἄξιον τῆς Διογένους βακτηρίας ναὶ μὰ Δία τῆς παρρησίας πεποίηται; ἔργον οἴει μέγα βακτηρίαν
223d
λαβεῖν τρίχας ἀνεῖναι, καὶ περινοστεῖν τὰς πόλεις καὶ τὰ στρατόπεδα, καὶ τοῖς μὲν βελτίστοις λοιδορεῖσθαι, τοὺς δὲ χειρίστους θεραπεύειν; εἰπὲ πρὸς τοῦ Διὸς καὶ πρὸς τουτωνὶ τῶν ἀκροωμένων, οἳ δι ὑμᾶς τὴν φιλοσοφίαν ἐκτρέπονται, ἀνθ ὅτου πρὸς μὲν τὸν μακαρίτην Κωνστάντιον εἰς Ἰταλίαν ἦλθες, οὐκέτι μέντοι καὶ μέχρι τῶν Γαλλιῶν; καίτοι πορευθεὶς πρὸς ἡμᾶς, εἰ μηδὲν ἄλλο, ξυνεῖναι γοῦν σου τῆς φωνῆς μᾶλλον
v.2.p.122
224a
δυναμένῳ πλησιάζειν ἔμελλες ἀνθρώπῳ. τί δὲ καὶ τὸ περιφοιτᾶν πανταχοῦ καὶ παρέχειν πράγματα ταῖς ἡμιόνοις; ἀκούω δὲ ἔγωγε καὶ τοῖς τὰς ἡμιόνους ἐλαύνουσιν, οἳ μᾶλλον ὑμᾶς τοὺς στρατιώτας πεφρίκασι· χρῆσθαι γὰρ αὐτοῖς τοῖς ξύλοις ἀκούω τινὰς ὑμῶν χαλεπώτερον τοῖς ξίφεσιν ἐκεῖνοι. γίγνεσθε οὖν αὐτοῖς εἰκότως φοβερώτεροι. πάλαι μὲν οὖν ὑμῖν ἐθέμην ἐγὼ
224b
τοῦτο τὸ ὄνομα, νυνὶ δὲ αὐτὸ ἔοικα καὶ γράψειν. ἀποτακτιστάς τινας ὀνομάζουσιν οἱ δυσσεβεῖς Γαλιλαῖοι· τούτων οἱ πλείους μικρὰ προέμενοι πολλὰ πάνυ, μᾶλλον δὲ τὰ πάντα πανταχόθεν ξυγκομίζουσι, καὶ προσκτῶνται τὸ τιμᾶσθαι καὶ δορυφορεῖσθαι καὶ θεραπεύεσθαι. τοιοῦτόν τι καὶ τὸ ὑμέτερον ἔργον ἐστί, πλὴν ἴσως τοῦ χρηματίζεσθαι. τοῦτο δὲ οὐ παρ ὑμᾶς γίγνεται, παρ ἡμᾶς δέ· συνετώτεροι γάρ ἐσμεν τῶν ἀνοήτων ἐκείνων· ἴσως δὲ καὶ διὰ τὸ μηδὲν ὑμῖν εἶναι πρόσχημα
224c
τοῦ φορολογεῖν εὐπροσώπως, ὁποῖον ἐκείνοις, ἣν λέγουσιν οὐκ οἶδ ὅπως ἐλεημοσύνην, τὰ δ ἄλλα γε πάντα ἐστὶν ὑμῖν τε κἀκείνοις παραπλήσια. καταλελοίπατε τὴν πατρίδα ὥσπερ ἐκεῖνοι, περιφοιτᾶτε πάντη καὶ τὸ στρατόπεδον διωχλήσατε μᾶλλον ἐκείνων καὶ ἰταμώτερον· οἱ μὲν γὰρ καλούμενοι, ὑμεῖς δὲ καὶ ἀπελαυνόμενοι. καὶ τί χρηστὸν ἐκ τούτων ὑμῖν
224d
ἐγένετο, μᾶλλον δὲ καὶ ἡμῖν τοῖς ἄλλοις; ἀνῆλθεν Ἀσκληπιάδης, εἶτα Σερηνιανός, εἶτα Χύτρων, εἶτα οὐκ οἶδα παιδάριον , τι ξανθὸν καὶ εὔμηκες, εἶτα σύ, καὶ μεθ ὑμῶν ἄλλοι δὶς τοσοῦτοι.
v.2.p.124
τί οὖν ἐκ τῆς ὑμετέρας ἀνόδου γέγονεν ἀγαθόν, λῷστοι; τίς ᾔσθετο πόλις τίς ἰδιώτης τῆς ὑμετέρας παρρησίας; οὐκ ἀφρόνως μὲν τὸ ἐξ ἀρχῆς εἵλεσθε τὴν ἐπὶ τὸν οὐδὲ ἰδεῖν ὑμᾶς θέλοντα βασιλέα πορείαν, ἀνελθόντες δὲ ἀφρονέστερον αὐτῇ καὶ ἀμαθέστερον καὶ μανιωδέστερον ἐχρήσασθε, κολακεύσαντες ἅμα καὶ ὑλακτήσαντες καὶ
225a
βιβλία δόντες καὶ ταῦτα προσαχθῆναι προσλιπαρήσαντες; οὐδένα ὑμῶν οἶμαι ἐγὼ τοσαυτάκις εἰς φιλοσόφου φοιτῆσαι, ὁσάκις εἰς ἀντιγραφέως, ὥστε ὑμῖν Ἀκαδήμεια καὶ Λύκειον ἀντὶ τῆς Ποικίλης τε ἦν τῶν βασιλείων τὰ πρόθυρα.

Οὐκ ἀπάξετε ταῦτα; οὐ καταβαλεῖτε νῦν γοῦν, εἰ καὶ μὴ πρότερον, ὅτε ὑμῖν οὐδέν ἐστι πλέον ἀπὸ τῆς κόμης καὶ τῆς βακτηρίας; πῶς δὲ καὶ γέγονεν ὑφ ὑμῶν εὐκαταφρόνητος φιλοσοφία;

225b
τῶν ῥητορικῶν οἱ δυσμαθέστατοι καὶ οὐδ ὑπ αὐτοῦ τοῦ βασιλέως Ἑρμοῦ τὴν γλῶτταν ἐκκαθαρθῆναι δυνάμενοι, φρενωθῆναι δὲ οὐδὲ πρὸς αὐτῆς τῆς Ἀθηνᾶς σὺν τῷ Ἑρμῇ, τοῦτο ἐκ τῆς ἀγοραίου καὶ περιτρεχούσης ἁρπάσαντες ἐντρεχείας· οὐδὲ γὰρ ἐν παροιμίᾳ περιφερόμενον αὐτὸ γιγνώσκουσι τὸ ὅτι βότρυς πρὸς βότρυν πεπαίνεται· ὁρμῶσιν ἐπὶ τὸν Κυνισμόν· βακτηρία,
225c
τρίβων, κόμη, τὸ ἐντεῦθεν ἀμαθία, θράσος, ἰταμότης καὶ πάντα ἁπλῶς τὰ τοιαῦτα. τὴν σύντομον, φασίν, ὁδὸν καὶ σύντονον ἐπὶ τὴν
v.2.p.126
ἀρετὴν ἰέναι ὄφελον καὶ ὑμεῖς τὴν μακρὰν ἐπορεύεσθε· ῥᾷον ἂν δι ἐκείνης διὰ ταύτης ἤλθετε. οὐκ ἴστε, ὅτι μεγάλας ἔχουσιν αἱ σύντομοι τὰς χαλεπότητας; καὶ ὥσπερ ἐν ταῖς λεωφόροις μὲν τὴν σύντομον ἐλθεῖν δυνηθεὶς ῥᾷον ἐκπερίεισι τὴν κύκλῳ, οὐκέτι μέντοι τὸ ἀνάπαλιν κύκλῳ πορευθεὶς
225d
ἔλθοι ἂν πάντως καὶ τὴν ἐπίτομον, οὕτω δὴ καὶ ἐν τῇ φιλοσοφίᾳ τέλος τέ ἐστι καὶ ἀρχὴ μία γνῶναί τε ἑαυτὸν καὶ ἀφομοιωθῆναι τοῖς θεοῖς· ἀρχὴ μὲν οὖν ἑαυτὸν γνῶναι, τέλος δὲ πρὸς τοὺς κρείττονας ὁμοιότης.

Ὅστις οὖν Κυνικὸς εἶναι ἐθέλει, πάντων ὑπεριδὼν τῶν νομισμάτων καὶ τῶν ἀνθρωπίνων δοξῶν, εἰς ἑαυτὸν καὶ τὸν θεὸν ἐπέστραπται πρότερον. ἐκείνῳ τὸ χρυσίον οὐκ ἔστι χρυσίον, οὐχ ψάμμος ψάμμος, εἰ πρὸς ἀμοιβήν τις αὐτὰ ἐξετάζοι καὶ τῆς ἀξίας αὐτῶν ἐπιτρέψειεν

226a
αὐτῷ τιμητῇ γενέσθαι· γῆν γὰρ αὐτὰ οἶδεν ἀμφότερα. τὸ σπανιώτερον δὲ καὶ τὸ ῥᾷον ἀνθρώπων εἶναι κενοδοξίας ταῦτα καὶ ἀμαθίας νενόμικεν ἔργα· τὸ αἰσχρὸν καλὸν οὐκ ἐν τοῖς ἐπαινουμένοις ψεγομένοις τίθεται, ἀλλ ἐν τῇ φύσει· φεύγει τὰς περιττὰς τροφάς· ἀποστρέφεται δὲ τὰ ἀφροδίσια. βιαζομένου δὲ τοῦ σώματος, οὐ δόξῃ προστέτηκεν οὐδὲ περιμένει τὸν μάγειρον καὶ τὰ ὑποτρίμματα καὶ τὴν κνίσσαν, οὐδὲ τὴν Φρύνην οὐδὲ τὴν Λαΐδα οὐδὲ τὴν τοῦ
226b
δεῖνος περιβλέπεται γαμετὴν οὐδὲ τὸ θυγάτριον οὐδὲ τὴν θεράπαιναν· ἀλλ ὡς ἔνι μάλιστα ἐκ τῶν
v.2.p.128
προστυχόντων ἀποπλήσας τὴν θεραπείαν τοῦ σώματος καὶ τὸ ἐνοχλοῦν ἐξ αὐτοῦ παρωσάμενος, ἄνωθεν ἐκ τῆς Ὀλύμπου κορυφῆς ἐπιβλέπει τοὺς ἄλλους
Ἄτης ἐν λειμῶνι κατὰ σκότον ἠλάσκοντας,
ὑπὲρ ὀλίγων παντάπασιν ἀπολαύσεων ὑπομένοντας ὅσα οὐδὲ παρὰ τὸν Κωκυτὸν καὶ τὸν Ἀχέροντα θρυλοῦσιν οἱ κομψότεροι τῶν ποιητῶν. σύντομος
226c
ὁδός ἐστιν αὕτη. δεῖ γὰρ αὐτὸν ἀθρόως ἐκστῆναι ἑαυτοῦ καὶ γνῶναι, ὅτι θεῖός ἐστι, καὶ τὸν νοῦν μὲν τὸν ἑαυτοῦ ἀτρύτως καὶ ἀμετακινήτως συνέχειν ἐν τοῖς θείοις καὶ ἀχράντοις καὶ καθαροῖς νοήμασιν, ὀλιγωρεῖν δὲ πάντη τοῦ σώματος καὶ νομίζειν αὐτὸ κατὰ τὸν Ἡράκλειτον κοπρίων ἐκβλητότερον, ἐκ τοῦ ῥᾴστου δὲ αὑτῷ τὰς θεραπείας ἀποπληροῦν, ἕως ἂν θεὸς ὥσπερ ὀργάνῳ τῷ σώματι χρῆσθαι ἐπιτάττῃ.

Ταῦτα μὲν οὖν ὡς φασὶ ταύτῃ. ἐπανάξω δὲ ὅθεν ἐξέβην.

Tokens

αἰσθέσθαι 1 w 9
οὖν 1 w 12
μοι 1 w 15
δοκεῖ 1 w 20
τοῦ 1 w 23
θεοῦ 1 w 27
τούτου 1 w 33
πρώτη 1 w 38
παρ 1 w 41
Ἕλλησι 1 w 48
καὶ 1 w 51
τὴν 1 w 54
ἐσομένην 1 w 62
ἐπιφάνειαν 1 w 72
αὐτοῦ 1 w 77
οὐκ 1 w 80
εἰς 1 w 83
μακρὰν 1 w 89
προαγορεύσασα 1 w 102
κινῆσαι 1 w 109
μὲν 1 w 112
θᾶττον 1 w 118
1 w 119
προσῆκον 1 w 127
ἦν 1 w 129
τινὰ 1 w 133
τῶν 1 w 136
περὶ 1 w 140
αὐτὸν 1 w 145
ὀργίων 1 w 151
οὐκ 2 w 155
ἀνασχομένη 1 w 165
τὸν 2 w 168
εἱμαρμένον 1 w 178
περιμεῖναι 1 w 188
χρόνον 1 w 194
εἶτα 1 w 199
ἀναλωθῆναι 1 w 209
πρὸς 1 w 213
τοῦ 3 w 216
πυρὸς 1 w 221
τοῦ 4 w 224
ῥυέντος 1 w 231
ἐπ 2 w 233
αὐτήν 1 w 239
ἐπεὶ 1 w 244
δὲ 1 w 246
ἐδέδοκτο 1 w 254
τῷ 1 w 256
Διὶ 1 w 259
κοινῇ 1 w 264
πᾶσιν 1 w 269
ἀνθρώποις 1 w 278
ἐνδοῦναι 1 w 286
ἀρχὴν 1 w 291
καταστάσεως 1 w 302
ἑτέρας 1 w 308
καὶ 2 w 311
μεταβαλεῖν 1 w 321
αὐτοὺς 1 w 327
ἐκ 1 w 329
τοῦ 5 w 332
νομαδικοῦ 1 w 341
βίου 1 w 345
πρὸς 2 w 349
τὸν 3 w 352
ἡμερώτερον 1 w 362
ἐξ 1 w 365
Ἰνδῶν 1 w 370
1 w 371
Διόνυσος 1 w 379
αὔτοπτος 1 w 387
ἐφαίνετο 1 w 395
δαίμων 1 w 401
ἐπιφοιτῶν 1 w 411
τὰς 1 w 414
πόλεις 1 w 420
ἄγων 1 w 425
μεθ 1 w 428
ἑαυτοῦ 1 w 435
στρατιὰν 1 w 443
πολλὴν 1 w 449
δαιμονίων 1 w 458
τινῶν 1 w 463
καὶ 3 w 466
διδοὺς 1 w 472
ἀνθρώποις 2 w 481
κοινῇ 2 w 486
μὲν 2 w 489
ἅπασι 1 w 494
σύμβολον 1 w 502
τῆς 1 w 505
ἐπιφανείας 1 w 515
αὐτοῦ 2 w 520
τὸ 4 w 522
τῆς 2 w 525
ἡμερίδος 1 w 533
φυτόν 1 w 538
ὑφ 1 w 541
οὗ 1 w 544
μοι 2 w 547
δοκοῦσιν 1 w 555
ἐξημερωθέντων 1 w 569
αὐτοῖς 1 w 575
τῶν 3 w 578
περὶ 2 w 582
τὸν 4 w 585
βίον 1 w 589
Ἕλληνες 1 w 597
τῆς 3 w 600
ἐπωνυμίας 1 w 609
αὐτὸ 2 w 613
ταύτης 1 w 619
ἀξιῶσαι 1 w 626
μητέρα 1 w 633
δ 14 w 634
αὐτοῦ 3 w 640
προσειπεῖν 1 w 650
τὴν 2 w 653
Σεμέλην 1 w 660
διὰ 1 w 663
τὴν 3 w 666
πρόρρησιν 1 w 675
ἄλλως 1 w 681
τε 2 w 683
καὶ 4 w 686
τοῦ 9 w 689
θεοῦ 2 w 693
τιμῶντος 1 w 701
αὐτήν 2 w 706
ἅτε 1 w 710
πρώτην 1 w 716
ἱερόφαντιν 1 w 726
τῆς 4 w 729
ἔτι 1 w 732
μελλούσης 1 w 741
ἐπιφοιτήσεως 1 w 753
Οὔσης 1 w 759
δέ 2 w 761
ὡς 1 w 764
ἄν 1 w 766
τις 1 w 769
ἀκριβῶς 1 w 776
σκοπῶν 1 w 782
ἐξετάσειε 1 w 791
τῆς 5 w 795
ἱστορίας 1 w 803
τοιαύτης 1 w 811
οἱ 1 w 814
τὸν 5 w 817
Διόνυσον 1 w 825
ὅστις 1 w 830
ποτ 1 w 833
ἐστὶ 1 w 838
θεῶν 1 w 842
ζητοῦντες 1 w 851
τἀληθὲς 1 w 858
ἔχον 1 w 862
ὡς 2 w 864
ἔφην 1 w 868
εἰς 2 w 871
μῦθον 1 w 876
διεσκεύασαν 1 w 887
αἰνιττόμενοι 1 w 900
τήν 3 w 903
τε 5 w 905
οὐσίαν 1 w 911
τοῦ 11 w 914
θεοῦ 3 w 918
καὶ 5 w 921
τὴν 4 w 924
ἐν 2 w 926
τοῖς 2 w 930
νοητοῖς 1 w 937
παρὰ 1 w 941
τῷ 2 w 943
πατρὶ 1 w 948
κύησιν 1 w 954
καὶ 6 w 957
τὸν 6 w 960
ἀγέννητον 1 w 969
αὐτοῦ 4 w 974
τόκον 1 w 979
ἐν 3 w 981
τῷ 3 w 983
κόσμῳ 1 w 988
ἐν 4 w 993
τῷ 4 w 995
παντί 1 w 1000
καὶ 7 w 1004
τἆλλα 1 w 1009
ἐφεξῆς 1 w 1015
ὅσα 1 w 1018
τοῦ 13 w 1021
ζητεῖν 1 w 1027
ἦν 2 w 1029
ἄξια 1 w 1033
φράζειν 1 w 1041
δέ 3 w 1043
γ 5 w 1044
οὐ 4 w 1047
ῥᾴδια 1 w 1052
ἐμοί 1 w 1056
τυχὸν 1 w 1062
μὲν 3 w 1065
καὶ 8 w 1068
διὰ 2 w 1071
τὸ 9 w 1073
ἀγνοεῖν 1 w 1080
ἔτι 2 w 1083
περὶ 3 w 1087
αὐτῶν 1 w 1092
τὸ 10 w 1094
ἀκριβές 1 w 1101
τυχὸν 2 w 1107
δὲ 2 w 1109
καὶ 9 w 1112
οὐκ 3 w 1115
ἐθέλοντι 1 w 1123
τὸν 7 w 1126
κρύφιον 1 w 1133
ἅμα 1 w 1136
καὶ 10 w 1139
φανερὸν 1 w 1146
θεὸν 1 w 1150
ὥσπερ 1 w 1155
ἐν 5 w 1157
θεάτρῳ 1 w 1163
προβάλλειν 1 w 1173
ἀκοαῖς 1 w 1179
ἀνεξετάστοις 1 w 1191
καὶ 11 w 1194
διανοίαις 1 w 1203
ἐπὶ 1 w 1206
πάντα 1 w 1211
μάλλον 1 w 1217
2 w 1218
τὸ 12 w 1220
φιλοσοφεῖν 1 w 1230
τετραμμέναις 1 w 1242
Ἀλλ 1 w 1246
ὑπὲρ 1 w 1251
μὲν 4 w 1254
τούτων 1 w 1260
ἴστω 1 w 1264
Διόνυσος 2 w 1272
αὐτός 1 w 1277
1 w 1279
καὶ 12 w 1282
προσεύχομαι 1 w 1293
τάς 1 w 1296
τε 8 w 1298
ἐμὰς 1 w 1302
καὶ 13 w 1305
τὰς 2 w 1308
ὑμετέρας 1 w 1316
ἐκβακχεῦσαι 1 w 1327
φρένας 1 w 1333
ἐπὶ 2 w 1336
τὴν 5 w 1339
ἀληθῆ 1 w 1344
τῶν 5 w 1347
θεῶν 2 w 1351
γνῶσιν 1 w 1357
ὡς 3 w 1360
ἂν 1 w 1362
μὴ 1 w 1364
πολὺν 1 w 1369
ἀβάκχευτοι 1 w 1379
χρόνον 2 w 1385
τῷ 5 w 1387
θεῷ 1 w 1390
μένοντες 1 w 1398
ὁπόσα 1 w 1403
3 w 1404
Πενθεὺς 1 w 1411
πάθωμεν 1 w 1418
ἴσως 1 w 1423
μὲν 5 w 1426
καὶ 14 w 1429
ζῶντες 1 w 1435
πάντως 1 w 1442
δὲ 3 w 1444
ἀπαλλαγέντες 1 w 1456
τοῦ 14 w 1459
σώματος 1 w 1466
ὅτῳ 1 w 1470
γὰρ 1 w 1473
ἂν 2 w 1475
μὴ 2 w 1477
τὸ 13 w 1479
πεπληθυσμένον 1 w 1492
τῆς 6 w 1495
ζωῆς 1 w 1499
ὑπὸ 1 w 1502
τῆς 7 w 1505
ἑνοειδοῦς 1 w 1514
καὶ 15 w 1517
ἐν 6 w 1519
τῷ 6 w 1521
μεριστῷ 1 w 1528
παντελῶς 1 w 1536
ἀδιαιρέτου 1 w 1546
ὅλης 1 w 1550
τε 13 w 1552
ἐν 7 w 1554
πᾶσιν 2 w 1559
ἀμιγοῦς 1 w 1566
προϋπαρχούσης 1 w 1579
οὐσίας 1 w 1585
τοῦ 15 w 1588
Διονύσου 1 w 1596
τελεσιουργηθῇ 1 w 1609
διὰ 3 w 1612
τῆς 8 w 1615
περὶ 4 w 1619
τὸν 8 w 1622
θεὸν 2 w 1626
ἐνθέου 1 w 1632
βακχείας 1 w 1640
τούτῳ 1 w 1646
κίνδυνος 1 w 1654
ἐπὶ 3 w 1657
πολλὰ 1 w 1662
ῥυῆναι 1 w 1668
τὴν 6 w 1671
ζωήν 1 w 1675
ῥυεῖσαν 1 w 1683
δὲ 4 w 1685
διεσπάσθαι 1 w 1695
καὶ 16 w 1698
διασπασθεῖσαν 1 w 1711
οἴχεσθαι 1 w 1719
τὸ 15 w 1722
δὲ 5 w 1724
ῥυεῖσαν 2 w 1731
καὶ 17 w 1734
διασπασθεῖσαν 2 w 1747
μὴ 3 w 1749
προσέχων 1 w 1757
τις 3 w 1760
τοῖς 4 w 1764
ῥήμασιν 1 w 1771
ὑδάτιον 1 w 1778
μηδὲ 1 w 1782
λίνου 1 w 1787
μήρινθον 1 w 1795
ἀκροάσθω 1 w 1803
ξυνιέτω 1 w 1811
δὲ 7 w 1813
τὰ 3 w 1815
λεγόμενα 1 w 1823
τρόπον 1 w 1829
ἄλλον 1 w 1834
ὃν 1 w 1837
Πλάτων 1 w 1843
ὃν 2 w 1846
Πλωτῖνος 1 w 1854
ὃν 3 w 1857
Πορφύριος 1 w 1866
ὃν 4 w 1869
4 w 1870
δαιμόνιος 1 w 1879
Ἰάμβλιχος 1 w 1888
ὃς 1 w 1891
δ 37 w 1892
ἂν 3 w 1895
μὴ 4 w 1897
ταύτῃ 1 w 1902
ποιῇ 1 w 1906
γελάσεται 1 w 1916
μέν 7 w 1919
ἴστω 2 w 1924
μέντοι 1 w 1930
Σαρδώνιον 1 w 1939
γελῶν 1 w 1944
ἔρημος 1 w 1950
ὢν 1 w 1952
ἀεὶ 1 w 1955
τῆς 9 w 1958
τῶν 6 w 1961
θεῶν 3 w 1965
γνώσεως 1 w 1972
ἧς 1 w 1975
ἀντάξιον 1 w 1983
οὐδὲ 1 w 1987
τὸ 16 w 1989
πᾶσαν 1 w 1994
ὁμοῦ 1 w 1998
μετὰ 1 w 2002
τῆς 10 w 2005
τῶν 7 w 2008
Ῥωμαίων 1 w 2015
ἐπιτροπεῦσαι 1 w 2027
τὴν 7 w 2030
βαρβάρων 1 w 2038
ἔγωγε 1 w 2043
θείμην 1 w 2049
ἄν 2 w 2051
οὐ 8 w 2054
μὰ 2 w 2056
τὸν 9 w 2059
ἐμὸν 1 w 2063
δεσπότην 1 w 2071
Ἥλιον 1 w 2076
ἀλλά 1 w 2081
με 14 w 2083
πάλιν 1 w 2088
οὐκ 4 w 2091
οἶδ 1 w 2094
ὅστις 2 w 2100
θεῶν 4 w 2104
ἐπὶ 4 w 2107
ταῦτ 1 w 2111
ἐβάκχευσεν 1 w 2122
οὐ 10 w 2124
προελόμενον 1 w 2135
Οὗ 1 w 2138
δὲ 9 w 2140
ἕνεκεν 1 w 2146
ἔφην 2 w 2150
αὐτά 1 w 2154
κατὰ 1 w 2159
μὲν 6 w 2162
τὴν 8 w 2165
διάνοιαν 1 w 2173
ἀπεμφαίνοντες 1 w 2186
ὅταν 1 w 2190
οἱ 2 w 2192
μῦθοι 1 w 2197
γίγνωνται 1 w 2206
περὶ 5 w 2210
τῶν 8 w 2213
θείων 1 w 2218
αὐτόθεν 1 w 2226
ἡμῖν 1 w 2230
ὥσπερ 2 w 2235
βοῶσι 1 w 2240
καὶ 18 w 2243
διαμαρτύρονται 1 w 2257
μὴ 5 w 2259
πιστεύειν 1 w 2268
ἁπλῶς 1 w 2273
ἀλλὰ 1 w 2278
τὸ 18 w 2280
λεληθὸς 1 w 2287
σκοπεῖν 1 w 2294
καὶ 19 w 2297
διερευνᾶσθαι 1 w 2309
τοσούτῳ 1 w 2317
δ 46 w 2318
ἐστὶ 2 w 2323
κρεῖττον 1 w 2331
ἐν 9 w 2333
τούτοις 1 w 2340
τοῦ 16 w 2343
σεμνοῦ 1 w 2349
τὸ 19 w 2351
ἀπεμφαῖνον 1 w 2361
ὅσῳ 1 w 2365
διὰ 4 w 2368
μὲν 7 w 2371
ἐκείνου 1 w 2378
καλοὺς 1 w 2384
λίαν 1 w 2388
καὶ 20 w 2391
μεγάλους 1 w 2399
καὶ 21 w 2402
ἀγαθούς 1 w 2409
ἀνθρώπους 1 w 2419
δὲ 10 w 2421
ὅμως 1 w 2425
τοὺς 2 w 2429
θεοὺς 1 w 2434
κίνδυνος 2 w 2442
νομίσαι 1 w 2449
διὰ 5 w 2453
δὲ 11 w 2455
τῶν 9 w 2458
ἀπεμφαινόντων 1 w 2471
ὑπεριδόντας 1 w 2482
τῶν 10 w 2485
ἐν 10 w 2487
τῷ 8 w 2489
φανερῷ 1 w 2495
λεγομένων 1 w 2504
ἐπὶ 5 w 2507
τὴν 9 w 2510
ἐξῃρημένην 1 w 2520
αὐτῶν 2 w 2525
οὐσίαν 2 w 2531
καὶ 22 w 2534
ὑπερέχουσαν 1 w 2545
πάντα 2 w 2550
τὰ 6 w 2552
ὄντα 1 w 2556
καθαρὰν 1 w 2563
νόησιν 1 w 2569
ἐλπὶς 1 w 2574
ἀναδραμεῖν 1 w 2584
Αἴτιαι 1 w 2591
μὲν 8 w 2594
οὖν 2 w 2597
αὗται 1 w 2602
τοῦ 17 w 2605
τὴν 10 w 2608
τελεστικὴν 1 w 2618
καὶ 23 w 2621
μυσταγωγὸν 1 w 2631
φιλοσοφίαν 1 w 2641
τὰ 7 w 2643
μὲν 9 w 2646
ῥήματα 1 w 2652
παντὸς 1 w 2658
μᾶλλον 1 w 2664
εὐαγῆ 1 w 2669
καὶ 24 w 2672
σεμνὰ 1 w 2677
προφέρεσθαι 1 w 2688
κατὰ 2 w 2693
δὲ 12 w 2695
τὴν 11 w 2698
διάνοιαν 2 w 2706
ἀλλοιοτέραν 1 w 2717
ποιεῖσθαι 1 w 2726
τὴν 12 w 2729
ἐξήγησιν 1 w 2737
τῶν 12 w 2740
τοιούτων 1 w 2748
6 w 2750
δὲ 13 w 2752
τῆς 11 w 2755
τῶν 13 w 2758
ἠθῶν 1 w 2762
ἐπανορθώσεως 1 w 2774
ἕνεκα 1 w 2779
τοὺς 3 w 2783
λόγους 1 w 2789
πλάττων 1 w 2796
καὶ 25 w 2799
μύθους 1 w 2805
παράγων 1 w 2812
δράτω 1 w 2817
τοῦτο 1 w 2822
μὴ 6 w 2824
πρὸς 3 w 2828
ἄνδρας 1 w 2834
ἀλλὰ 2 w 2839
πρὸς 4 w 2843
παῖδας 1 w 2849
ἤτοι 1 w 2853
καθ 2 w 2856
ἡλικίαν 1 w 2864
3 w 2865
τῷ 9 w 2867
φρονεῖν 1 w 2874
πάντως 2 w 2881
δὲ 14 w 2883
τῶν 14 w 2886
λόγων 1 w 2891
τούτων 2 w 2897
δεομένους 1 w 2906
εἰ 3 w 2909
μὲν 10 w 2912
οὖν 3 w 2915
ἡμεῖς 1 w 2920
σοι 1 w 2923
παῖδες 1 w 2929
ἐφάνημεν 1 w 2937
εἴτε 1 w 2941
ἐγὼ 1 w 2944
εἴτε 2 w 2948
Ἀνατόλιος 1 w 2957
οὑτοσί 1 w 2963
συγκαταρίθμει 1 w 2977
δὲ 15 w 2979
τούτῳ 2 w 2984
καὶ 26 w 2987
τὸν 10 w 2990
Μεμμόριον 1 w 2999
καὶ 27 w 3002
τὸν 11 w 3005
Σαλούστιον 1 w 3015
πρὸς 5 w 3020
τούτοις 2 w 3027
δέ 4 w 3029
εἰ 4 w 3032
βούλει 1 w 3038
καὶ 28 w 3042
τοὺς 4 w 3046
ἄλλους 1 w 3052
ἑξῆς 1 w 3056
Ἀντικύρας 1 w 3066
σοι 2 w 3069
δεῖ 1 w 3072
τί 2 w 3075
γὰρ 2 w 3078
ἂν 4 w 3080
ἀκκίζοιτό 1 w 3089
τις 5 w 3092
ἐπεὶ 2 w 3097
πρὸς 6 w 3101
τῶν 15 w 3104
θεῶν 5 w 3108
καὶ 29 w 3111
πρὸς 7 w 3115
αὐτοῦ 5 w 3120
τοῦ 20 w 3123
μύθου 2 w 3128
μᾶλλον 2 w 3135
δὲ 16 w 3137
τοῦ 21 w 3140
κοινῇ 3 w 3145
πάντων 1 w 3151
βασιλέως 1 w 3159
Ἡλίου 1 w 3164
τί 3 w 3167
σοι 3 w 3170
μέγα 1 w 3174
4 w 3175
μικρὸν 1 w 3181
πεποίηται 1 w 3190
ἔργον 1 w 3195
τίνι 1 w 3200
παρέστης 1 w 3208
ἀγωνιζομένῳ 1 w 3219
μετὰ 2 w 3223
τοὺ 5 w 3226
δικαίου 1 w 3233
τίνα 1 w 3238
ἐθεράπευσας 1 w 3249
πενθοῦντα 1 w 3258
τῷ 10 w 3261
λόγῳ 1 w 3265
διδάξας 1 w 3272
ὅτι 1 w 3276
μὴ 7 w 3278
κακὸν 1 w 3283
7 w 3284
θάνατος 1 w 3291
μήτε 1 w 3295
τῷ 11 w 3297
παθόντι 1 w 3304
μήτε 2 w 3308
τοῖς 5 w 3312
οἰκείοις 1 w 3320
αὐτοῦ 6 w 3325
τίς 1 w 3329
δ 70 w 3330
αἰτιάσεταί 1 w 3341
σε 13 w 3343
τῆς 12 w 3346
ἑαυτοῦ 2 w 3352
μειρακίσκος 1 w 3363
σωφροσύνης 1 w 3373
ὅτι 2 w 3377
πεποίηκας 1 w 3386
αὐτὸν 2 w 3391
ἐξ 6 w 3393
ἀσώτου 1 w 3399
σώφρονα 1 w 3406
καὶ 30 w 3409
καλὸν 1 w 3414
οὐ 12 w 3416
τὸ 24 w 3418
σῶμα 1 w 3422
μόνον 1 w 3427
ἀλλὰ 3 w 3432
πολὺ 2 w 3436
μᾶλλον 3 w 3442
τὴν 13 w 3445
ψυχὴν 1 w 3450
φαίνεσθαι 1 w 3459
τίνα 2 w 3464
δὲ 17 w 3466
ἄσκησιν 1 w 3473
ἐποιήσω 1 w 3480
τοῦ 24 w 3483
βίου 2 w 3487
τί 8 w 3490
δέ 5 w 3492
σοι 4 w 3495
ἄξιον 1 w 3500
τῆς 13 w 3503
Διογένους 1 w 3512
βακτηρίας 1 w 3521
5 w 3522
ναὶ 1 w 3525
μὰ 3 w 3527
Δία 1 w 3530
τῆς 14 w 3533
παρρησίας 1 w 3542
πεποίηται 2 w 3551
ἔργον 2 w 3557
οἴει 1 w 3561
μέγα 2 w 3565
βακτηρίαν 1 w 3574
λαβεῖν 1 w 3580
6 w 3581
τρίχας 1 w 3587
ἀνεῖναι 1 w 3594
καὶ 31 w 3598
περινοστεῖν 1 w 3609
τὰς 3 w 3612
πόλεις 2 w 3618
καὶ 32 w 3621
τὰ 11 w 3623
στρατόπεδα 1 w 3633
καὶ 33 w 3637
τοῖς 6 w 3641
μὲν 11 w 3644
βελτίστοις 1 w 3654
λοιδορεῖσθαι 1 w 3666
τοὺς 5 w 3671
δὲ 18 w 3673
χειρίστους 1 w 3683
θεραπεύειν 1 w 3693
εἰπὲ 1 w 3698
πρὸς 8 w 3702
τοῦ 25 w 3705
Διὸς 1 w 3709
καὶ 34 w 3712
πρὸς 9 w 3716
τουτωνὶ 1 w 3723
τῶν 16 w 3726
ἀκροωμένων 1 w 3736
οἳ 1 w 3739
δι 21 w 3741
ὑμᾶς 1 w 3746
τὴν 14 w 3749
φιλοσοφίαν 2 w 3759
ἐκτρέπονται 1 w 3770
ἀνθ 4 w 3774
ὅτου 1 w 3779
πρὸς 10 w 3783
μὲν 12 w 3786
τὸν 13 w 3789
μακαρίτην 1 w 3798
Κωνστάντιον 1 w 3809
εἰς 3 w 3812
Ἰταλίαν 1 w 3819
ἦλθες 1 w 3824
οὐκέτι 1 w 3831
μέντοι 2 w 3837
καὶ 35 w 3840
μέχρι 1 w 3845
τῶν 17 w 3848
Γαλλιῶν 1 w 3855
καίτοι 1 w 3862
πορευθεὶς 1 w 3871
πρὸς 11 w 3875
ἡμᾶς 1 w 3879
εἰ 7 w 3882
μηδὲν 1 w 3887
ἄλλο 3 w 3891
ξυνεῖναι 1 w 3900
γοῦν 1 w 3904
σου 2 w 3907
τῆς 15 w 3910
φωνῆς 1 w 3915
μᾶλλον 4 w 3921
δυναμένῳ 1 w 3929
πλησιάζειν 1 w 3939
ἔμελλες 1 w 3946
ἀνθρώπῳ 1 w 3953
τί 10 w 3956
δὲ 20 w 3958
καὶ 36 w 3961
τὸ 26 w 3963
περιφοιτᾶν 1 w 3973
πανταχοῦ 1 w 3981
καὶ 37 w 3984
παρέχειν 1 w 3992
πράγματα 1 w 4000
ταῖς 1 w 4004
ἡμιόνοις 1 w 4012
ἀκούω 1 w 4018
δὲ 21 w 4020
ἔγωγε 2 w 4025
καὶ 38 w 4028
τοῖς 7 w 4032
τὰς 4 w 4035
ἡμιόνους 1 w 4043
ἐλαύνουσιν 1 w 4053
οἳ 2 w 4056
μᾶλλον 5 w 4062
ὑμᾶς 2 w 4066
7 w 4067
τοὺς 6 w 4071
στρατιώτας 1 w 4081
πεφρίκασι 1 w 4090
χρῆσθαι 1 w 4098
γὰρ 3 w 4101
αὐτοῖς 2 w 4107
τοῖς 9 w 4111
ξύλοις 1 w 4117
ἀκούω 2 w 4122
τινὰς 1 w 4127
ὑμῶν 1 w 4131
χαλεπώτερον 1 w 4142
8 w 4143
τοῖς 10 w 4147
ξίφεσιν 1 w 4154
ἐκεῖνοι 1 w 4161
γίγνεσθε 1 w 4170
οὖν 4 w 4173
αὐτοῖς 3 w 4179
εἰκότως 1 w 4186
φοβερώτεροι 1 w 4197
πάλαι 1 w 4203
μὲν 13 w 4206
οὖν 5 w 4209
ὑμῖν 1 w 4213
ἐθέμην 1 w 4219
ἐγὼ 2 w 4222
τοῦτο 2 w 4227
τὸ 27 w 4229
ὄνομα 1 w 4234
νυνὶ 1 w 4239
δὲ 22 w 4241
αὐτὸ 4 w 4245
ἔοικα 1 w 4250
καὶ 39 w 4253
γράψειν 1 w 4260
ἀποτακτιστάς 1 w 4273
τινας 1 w 4278
ὀνομάζουσιν 1 w 4289
οἱ 3 w 4291
δυσσεβεῖς 1 w 4300
Γαλιλαῖοι 1 w 4309
τούτων 3 w 4316
οἱ 4 w 4318
πλείους 1 w 4325
μικρὰ 1 w 4330
προέμενοι 1 w 4339
πολλὰ 2 w 4344
πάνυ 1 w 4348
μᾶλλον 6 w 4355
δὲ 23 w 4357
τὰ 13 w 4359
πάντα 3 w 4364
πανταχόθεν 1 w 4374
ξυγκομίζουσι 1 w 4386
καὶ 40 w 4390
προσκτῶνται 1 w 4401
τὸ 29 w 4403
τιμᾶσθαι 1 w 4411
καὶ 41 w 4414
δορυφορεῖσθαι 1 w 4427
καὶ 42 w 4430
θεραπεύεσθαι 1 w 4442
τοιοῦτόν 1 w 4451
τι 30 w 4453
καὶ 43 w 4456
τὸ 30 w 4458
ὑμέτερον 1 w 4466
ἔργον 3 w 4471
ἐστί 1 w 4475
πλὴν 1 w 4480
ἴσως 2 w 4484
τοῦ 27 w 4487
χρηματίζεσθαι 1 w 4500
τοῦτο 3 w 4506
δὲ 24 w 4508
οὐ 14 w 4510
παρ 8 w 4513
ὑμᾶς 3 w 4518
γίγνεται 1 w 4526
παρ 9 w 4530
ἡμᾶς 2 w 4535
δέ 6 w 4537
συνετώτεροι 1 w 4549
γάρ 1 w 4552
ἐσμεν 1 w 4557
τῶν 19 w 4560
ἀνοήτων 1 w 4567
ἐκείνων 1 w 4574
ἴσως 3 w 4579
δὲ 25 w 4581
καὶ 44 w 4584
διὰ 6 w 4587
τὸ 31 w 4589
μηδὲν 2 w 4594
ὑμῖν 2 w 4598
εἶναι 1 w 4603
πρόσχημα 1 w 4611
τοῦ 29 w 4614
φορολογεῖν 1 w 4624
εὐπροσώπως 1 w 4634
ὁποῖον 1 w 4641
ἐκείνοις 1 w 4649
ἣν 1 w 4652
λέγουσιν 1 w 4660
οὐκ 6 w 4663
οἶδ 2 w 4666
ὅπως 1 w 4671
ἐλεημοσύνην 1 w 4682
τὰ 14 w 4685
δ 91 w 4686
ἄλλα 1 w 4691
γε 6 w 4693
πάντα 4 w 4698
ἐστὶν 1 w 4703
ὑμῖν 3 w 4707
τε 27 w 4709
κἀκείνοις 1 w 4718
παραπλήσια 1 w 4728
καταλελοίπατε 1 w 4742
τὴν 15 w 4745
πατρίδα 1 w 4752
ὥσπερ 3 w 4757
ἐκεῖνοι 2 w 4764
περιφοιτᾶτε 1 w 4776
πάντη 1 w 4781
καὶ 45 w 4784
τὸ 32 w 4786
στρατόπεδον 1 w 4797
διωχλήσατε 1 w 4807
μᾶλλον 7 w 4813
ἐκείνων 2 w 4820
καὶ 46 w 4823
ἰταμώτερον 1 w 4833
οἱ 5 w 4836
μὲν 14 w 4839
γὰρ 4 w 4842
καλούμενοι 1 w 4852
ὑμεῖς 1 w 4858
δὲ 27 w 4860
καὶ 47 w 4863
ἀπελαυνόμενοι 1 w 4876
καὶ 48 w 4880
τί 13 w 4882
χρηστὸν 1 w 4889
ἐκ 10 w 4891
τούτων 4 w 4897
ὑμῖν 4 w 4901
ἐγένετο 1 w 4908
μᾶλλον 8 w 4915
δὲ 28 w 4917
καὶ 49 w 4920
ἡμῖν 2 w 4924
τοῖς 12 w 4928
ἄλλοις 1 w 4934
ἀνῆλθεν 1 w 4942
9 w 4943
Ἀσκληπιάδης 1 w 4954
εἶτα 2 w 4959
10 w 4960
Σερηνιανός 1 w 4970
εἶτα 3 w 4975
11 w 4976
Χύτρων 1 w 4982
εἶτα 4 w 4987
οὐκ 7 w 4990
οἶδα 1 w 4994
παιδάριον 1 w 5003
13 w 5004
τι 31 w 5007
ξανθὸν 1 w 5013
καὶ 50 w 5016
εὔμηκες 1 w 5023
εἶτα 5 w 5028
σύ 4 w 5030
καὶ 51 w 5034
μεθ 2 w 5037
ὑμῶν 2 w 5042
ἄλλοι 2 w 5047
δὶς 1 w 5050
τοσοῦτοι 1 w 5058
τί 14 w 5061
οὖν 6 w 5064
ἐκ 11 w 5066
τῆς 16 w 5069
ὑμετέρας 2 w 5077
ἀνόδου 1 w 5083
γέγονεν 1 w 5090
ἀγαθόν 1 w 5096
1 w 5098
λῷστοι 1 w 5104
τίς 2 w 5108
ᾔσθετο 1 w 5114
πόλις 1 w 5119
9 w 5120
τίς 3 w 5123
ἰδιώτης 1 w 5130
τῆς 17 w 5133
ὑμετέρας 3 w 5141
παρρησίας 2 w 5150
οὐκ 8 w 5154
ἀφρόνως 1 w 5161
μὲν 15 w 5164
τὸ 34 w 5166
ἐξ 7 w 5168
ἀρχῆς 1 w 5173
εἵλεσθε 1 w 5180
τὴν 16 w 5183
ἐπὶ 6 w 5186
τὸν 15 w 5189
οὐδὲ 2 w 5193
ἰδεῖν 1 w 5198
ὑμᾶς 4 w 5202
θέλοντα 1 w 5209
βασιλέα 1 w 5216
πορείαν 1 w 5223
ἀνελθόντες 1 w 5234
δὲ 30 w 5236
ἀφρονέστερον 1 w 5248
αὐτῇ 1 w 5252
καὶ 52 w 5255
ἀμαθέστερον 1 w 5266
καὶ 53 w 5269
μανιωδέστερον 1 w 5282
ἐχρήσασθε 1 w 5291
κολακεύσαντες 1 w 5305
ἅμα 2 w 5308
καὶ 54 w 5311
ὑλακτήσαντες 1 w 5323
καὶ 55 w 5326
βιβλία 1 w 5332
δόντες 1 w 5338
καὶ 56 w 5341
ταῦτα 1 w 5346
προσαχθῆναι 1 w 5357
προσλιπαρήσαντες 1 w 5373
οὐδένα 1 w 5380
ὑμῶν 3 w 5384
οἶμαι 1 w 5389
ἐγὼ 3 w 5392
τοσαυτάκις 1 w 5402
εἰς 4 w 5405
φιλοσόφου 1 w 5414
φοιτῆσαι 1 w 5422
ὁσάκις 1 w 5429
εἰς 5 w 5432
ἀντιγραφέως 1 w 5443
ὥστε 1 w 5448
ὑμῖν 5 w 5452
Ἀκαδήμεια 1 w 5461
καὶ 57 w 5464
Λύκειον 1 w 5471
ἀντὶ 1 w 5475
τῆς 18 w 5478
Ποικίλης 1 w 5486
τε 41 w 5488
ἦν 3 w 5490
τῶν 20 w 5493
βασιλείων 1 w 5502
τὰ 15 w 5504
πρόθυρα 1 w 5511
Οὐκ 1 w 5515
ἀπάξετε 1 w 5522
ταῦτα 2 w 5527
οὐ 20 w 5530
καταβαλεῖτε 1 w 5541
νῦν 1 w 5544
γοῦν 2 w 5548
εἰ 11 w 5551
καὶ 58 w 5554
μὴ 8 w 5556
πρότερον 1 w 5564
ὅτε 1 w 5568
ὑμῖν 6 w 5572
οὐδέν 2 w 5577
ἐστι 1 w 5581
πλέον 1 w 5586
ἀπὸ 1 w 5589
τῆς 19 w 5592
κόμης 1 w 5597
καὶ 59 w 5600
τῆς 20 w 5603
βακτηρίας 2 w 5612
πῶς 1 w 5616
δὲ 31 w 5618
καὶ 60 w 5621
γέγονεν 2 w 5628
ὑφ 2 w 5630
ὑμῶν 4 w 5635
εὐκαταφρόνητος 1 w 5649
11 w 5650
φιλοσοφία 3 w 5659
τῶν 21 w 5663
ῥητορικῶν 1 w 5672
οἱ 6 w 5674
δυσμαθέστατοι 1 w 5687
καὶ 61 w 5690
οὐδ 5 w 5693
ὑπ 5 w 5696
αὐτοῦ 7 w 5702
τοῦ 31 w 5705
βασιλέως 2 w 5713
Ἑρμοῦ 1 w 5718
τὴν 17 w 5721
γλῶτταν 1 w 5728
ἐκκαθαρθῆναι 1 w 5740
δυνάμενοι 1 w 5749
φρενωθῆναι 1 w 5760
δὲ 32 w 5762
οὐδὲ 3 w 5766
πρὸς 12 w 5770
αὐτῆς 1 w 5775
τῆς 22 w 5778
Ἀθηνᾶς 1 w 5784
σὺν 1 w 5787
τῷ 12 w 5789
Ἑρμῇ 1 w 5793
τοῦτο 4 w 5799
ἐκ 13 w 5801
τῆς 23 w 5804
ἀγοραίου 1 w 5812
καὶ 62 w 5815
περιτρεχούσης 1 w 5828
ἁρπάσαντες 1 w 5838
ἐντρεχείας 1 w 5848
οὐδὲ 4 w 5853
γὰρ 5 w 5856
ἐν 12 w 5858
παροιμίᾳ 1 w 5866
περιφερόμενον 1 w 5879
αὐτὸ 5 w 5883
γιγνώσκουσι 1 w 5894
τὸ 37 w 5896
ὅτι 3 w 5899
βότρυς 1 w 5905
πρὸς 13 w 5909
βότρυν 1 w 5915
πεπαίνεται 1 w 5925
ὁρμῶσιν 1 w 5933
ἐπὶ 7 w 5936
τὸν 16 w 5939
Κυνισμόν 1 w 5947
βακτηρία 4 w 5956
τρίβων 1 w 5963
κόμη 2 w 5968
τὸ 39 w 5971
ἐντεῦθεν 1 w 5979
ἀμαθία 1 w 5985
θράσος 1 w 5992
ἰταμότης 1 w 6001
καὶ 63 w 6004
πάντα 5 w 6009
ἁπλῶς 2 w 6014
τὰ 16 w 6016
τοιαῦτα 1 w 6023
τὴν 18 w 6027
σύντομον 1 w 6035
φασίν 1 w 6041
ὁδὸν 1 w 6046
καὶ 64 w 6049
σύντονον 1 w 6057
ἐπὶ 8 w 6060
τὴν 19 w 6063
ἀρετὴν 1 w 6069
ἰέναι 1 w 6074
ὄφελον 1 w 6080
καὶ 65 w 6083
ὑμεῖς 2 w 6088
τὴν 21 w 6091
μακρὰν 2 w 6097
ἐπορεύεσθε 1 w 6107
ῥᾷον 1 w 6112
ἂν 5 w 6114
δι 25 w 6116
ἐκείνης 1 w 6124
10 w 6125
διὰ 7 w 6128
ταύτης 2 w 6134
ἤλθετε 1 w 6140
οὐκ 9 w 6144
ἴστε 1 w 6148
ὅτι 4 w 6152
μεγάλας 1 w 6159
ἔχουσιν 1 w 6166
αἱ 1 w 6168
σύντομοι 1 w 6176
τὰς 5 w 6179
χαλεπότητας 1 w 6190
καὶ 66 w 6194
ὥσπερ 4 w 6199
ἐν 14 w 6201
ταῖς 2 w 6205
λεωφόροις 1 w 6214
15 w 6215
μὲν 16 w 6218
τὴν 22 w 6221
σύντομον 2 w 6229
ἐλθεῖν 1 w 6235
δυνηθεὶς 1 w 6243
ῥᾷον 2 w 6247
ἐκπερίεισι 1 w 6257
τὴν 23 w 6260
κύκλῳ 1 w 6265
οὐκέτι 2 w 6272
μέντοι 3 w 6278
τὸ 40 w 6280
ἀνάπαλιν 1 w 6288
16 w 6289
κύκλῳ 2 w 6294
πορευθεὶς 2 w 6303
ἔλθοι 1 w 6308
ἂν 6 w 6310
πάντως 3 w 6316
καὶ 67 w 6319
τὴν 24 w 6322
ἐπίτομον 1 w 6330
οὕτω 1 w 6335
δὴ 1 w 6337
καὶ 68 w 6340
ἐν 15 w 6342
τῇ 2 w 6344
φιλοσοφίᾳ 1 w 6353
τέλος 1 w 6358
τέ 8 w 6360
ἐστι 2 w 6364
καὶ 69 w 6367
ἀρχὴ 2 w 6371
μία 2 w 6374
γνῶναί 1 w 6380
τε 50 w 6382
ἑαυτὸν 1 w 6388
καὶ 70 w 6391
ἀφομοιωθῆναι 1 w 6403
τοῖς 13 w 6407
θεοῖς 1 w 6412
ἀρχὴ 3 w 6417
μὲν 17 w 6420
οὖν 7 w 6423
ἑαυτὸν 2 w 6429
γνῶναι 1 w 6435
τέλος 2 w 6441
δὲ 35 w 6443
12 w 6444
πρὸς 14 w 6448
τοὺς 7 w 6452
κρείττονας 1 w 6462
ὁμοιότης 1 w 6470
Ὅστις 1 w 6476
οὖν 8 w 6479
Κυνικὸς 1 w 6486
εἶναι 2 w 6491
ἐθέλει 1 w 6497
πάντων 2 w 6504
ὑπεριδὼν 1 w 6512
τῶν 22 w 6515
νομισμάτων 1 w 6525
καὶ 71 w 6528
τῶν 23 w 6531
ἀνθρωπίνων 1 w 6541
δοξῶν 1 w 6546
εἰς 6 w 6550
ἑαυτὸν 3 w 6556
καὶ 72 w 6559
τὸν 20 w 6562
θεὸν 3 w 6566
ἐπέστραπται 1 w 6577
πρότερον 2 w 6585
ἐκείνῳ 1 w 6592
τὸ 45 w 6594
χρυσίον 1 w 6601
οὐκ 11 w 6604
ἔστι 1 w 6608
χρυσίον 2 w 6615
οὐχ 1 w 6619
13 w 6620
ψάμμος 1 w 6626
ψάμμος 2 w 6632
εἰ 13 w 6635
πρὸς 15 w 6639
ἀμοιβήν 1 w 6646
τις 7 w 6649
αὐτὰ 1 w 6653
ἐξετάζοι 1 w 6661
καὶ 73 w 6664
τῆς 24 w 6667
ἀξίας 1 w 6672
αὐτῶν 3 w 6677
ἐπιτρέψειεν 1 w 6688
αὐτῷ 1 w 6692
τιμητῇ 1 w 6698
γενέσθαι 1 w 6706
γῆν 1 w 6710
γὰρ 6 w 6713
αὐτὰ 2 w 6717
οἶδεν 1 w 6722
ἀμφότερα 1 w 6730
τὸ 46 w 6733
σπανιώτερον 1 w 6744
δὲ 36 w 6746
καὶ 74 w 6749
τὸ 47 w 6751
ῥᾷον 3 w 6755
ἀνθρώπων 1 w 6763
εἶναι 3 w 6768
κενοδοξίας 1 w 6778
ταῦτα 3 w 6783
καὶ 75 w 6786
ἀμαθίας 1 w 6793
νενόμικεν 1 w 6802
ἔργα 1 w 6806
τὸ 48 w 6809
αἰσχρὸν 1 w 6816
11 w 6817
καλὸν 2 w 6822
οὐκ 12 w 6825
ἐν 16 w 6827
τοῖς 14 w 6831
ἐπαινουμένοις 1 w 6844
12 w 6845
ψεγομένοις 1 w 6855
τίθεται 1 w 6862
ἀλλ 6 w 6866
ἐν 17 w 6869
τῇ 4 w 6871
φύσει 1 w 6876
φεύγει 1 w 6883
τὰς 6 w 6886
περιττὰς 1 w 6894
τροφάς 1 w 6900
ἀποστρέφεται 1 w 6913
δὲ 37 w 6915
τὰ 22 w 6917
ἀφροδίσια 1 w 6926
βιαζομένου 1 w 6937
δὲ 38 w 6939
τοῦ 33 w 6942
σώματος 2 w 6949
οὐ 30 w 6952
δόξῃ 1 w 6956
προστέτηκεν 1 w 6967
οὐδὲ 5 w 6971
περιμένει 1 w 6980
τὸν 21 w 6983
μάγειρον 1 w 6991
καὶ 76 w 6994
τὰ 23 w 6996
ὑποτρίμματα 1 w 7007
καὶ 77 w 7010
τὴν 25 w 7013
κνίσσαν 1 w 7020
οὐδὲ 6 w 7025
τὴν 26 w 7028
Φρύνην 1 w 7034
οὐδὲ 7 w 7038
τὴν 27 w 7041
Λαΐδα 1 w 7046
οὐδὲ 8 w 7050
τὴν 28 w 7053
τοῦ 34 w 7056
δεῖνος 1 w 7062
περιβλέπεται 1 w 7074
γαμετὴν 1 w 7081
οὐδὲ 9 w 7085
τὸ 50 w 7087
θυγάτριον 1 w 7096
οὐδὲ 10 w 7100
τὴν 30 w 7103
θεράπαιναν 1 w 7113
ἀλλ 7 w 7117
ὡς 4 w 7120
ἔνι 1 w 7123
μάλιστα 1 w 7130
ἐκ 17 w 7132
τῶν 25 w 7135
προστυχόντων 1 w 7147
ἀποπλήσας 1 w 7156
τὴν 31 w 7159
θεραπείαν 1 w 7168
τοῦ 35 w 7171
σώματος 3 w 7178
καὶ 78 w 7181
τὸ 51 w 7183
ἐνοχλοῦν 1 w 7191
ἐξ 9 w 7193
αὐτοῦ 8 w 7198
παρωσάμενος 1 w 7209
ἄνωθεν 1 w 7216
ἐκ 18 w 7218
τῆς 25 w 7221
Ὀλύμπου 1 w 7228
κορυφῆς 1 w 7235
ἐπιβλέπει 1 w 7244
τοὺς 8 w 7248
ἄλλους 2 w 7254
Ἄτης 1 w 7258
ἐν 19 w 7260
λειμῶνι 1 w 7267
κατὰ 3 w 7271
σκότον 1 w 7277
ἠλάσκοντας 1 w 7287
ὑπὲρ 2 w 7292
ὀλίγων 1 w 7298
παντάπασιν 1 w 7308
ἀπολαύσεων 1 w 7318
ὑπομένοντας 1 w 7329
ὅσα 2 w 7332
οὐδὲ 11 w 7336
παρὰ 2 w 7340
τὸν 22 w 7343
Κωκυτὸν 1 w 7350
καὶ 79 w 7353
τὸν 24 w 7356
Ἀχέροντα 1 w 7364
θρυλοῦσιν 1 w 7373
οἱ 7 w 7375
κομψότεροι 1 w 7385
τῶν 26 w 7388
ποιητῶν 1 w 7395
14 w 7397
σύντομος 1 w 7405
ὁδός 1 w 7409
ἐστιν 1 w 7414
αὕτη 1 w 7418
δεῖ 4 w 7422
γὰρ 7 w 7425
αὐτὸν 3 w 7430
ἀθρόως 1 w 7436
ἐκστῆναι 1 w 7444
ἑαυτοῦ 3 w 7450
καὶ 80 w 7453
γνῶναι 2 w 7459
ὅτι 5 w 7463
θεῖός 1 w 7468
ἐστι 4 w 7472
καὶ 81 w 7476
τὸν 26 w 7479
νοῦν 1 w 7483
μὲν 18 w 7486
τὸν 27 w 7489
ἑαυτοῦ 4 w 7495
ἀτρύτως 1 w 7502
καὶ 82 w 7505
ἀμετακινήτως 1 w 7517
συνέχειν 1 w 7525
ἐν 20 w 7527
τοῖς 15 w 7531
θείοις 1 w 7537
καὶ 83 w 7540
ἀχράντοις 1 w 7549
καὶ 84 w 7552
καθαροῖς 1 w 7560
νοήμασιν 1 w 7568
ὀλιγωρεῖν 1 w 7578
δὲ 46 w 7580
πάντη 2 w 7585
τοῦ 39 w 7588
σώματος 4 w 7595
καὶ 85 w 7598
νομίζειν 1 w 7606
αὐτὸ 7 w 7610
κατὰ 4 w 7614
τὸν 28 w 7617
Ἡράκλειτον 1 w 7627
κοπρίων 1 w 7634
ἐκβλητότερον 1 w 7646
ἐκ 21 w 7649
τοῦ 40 w 7652
ῥᾴστου 1 w 7658
δὲ 47 w 7660
αὑτῷ 1 w 7664
τὰς 8 w 7667
θεραπείας 1 w 7676
ἀποπληροῦν 1 w 7686
ἕως 1 w 7690
ἂν 7 w 7692
19 w 7693
θεὸς 1 w 7697
ὥσπερ 5 w 7702
ὀργάνῳ 1 w 7708
τῷ 15 w 7710
σώματι 1 w 7716
χρῆσθαι 2 w 7723
ἐπιτάττῃ 1 w 7731
Ταῦτα 1 w 7737
μὲν 19 w 7740
οὖν 9 w 7743
ὡς 5 w 7745
φασὶ 1 w 7749
ταύτῃ 2 w 7754
ἐπανάξω 1 w 7762
δὲ 48 w 7764
ὅθεν 1 w 7768
ἐξέβην 1 w 7774