Scaife ATLAS

CTS Library / Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας (26-30)

urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2:26-30
Refs {'start': {'reference': '26', 'human_reference': 'Section 26'}, 'end': {'reference': '30', 'human_reference': 'Section 30'}}
Ancestors []
Children []
prev
plain textXML
next

καὶ οὐ πειστέον τοῖς λέγουσιν, ὡς ἄρα ἐκεῖνοι ὑπ ἀμαθίας ἐξαπατώμενοι ταῦτα τῶν θεῶν κατεψεύδοντο.

82d
εἰ γὰρ δὴ καὶ ἐπὶ τῶν ἄλλων εἰκὸς ἦν ἐξαπατηθῆναι θεῶν δαιμόνων, σχήματα περιτιθέντας ἀνθρώπινα καὶ μορφὰς τοιαύτας, ἀφανῆ μὲν αἰσθήσει καὶ ἀνέφικτον κεκτημένων αὐτῶν φύσιν, νῷ δὲ ἀκριβεῖ διὰ ξυγγένειαν μόλις προσπίπτουσαν· οὔτι γε καὶ ἐπὶ τῶν ἐμφανῶν θεῶν τοῦτο παθεῖν εὔλογον ἐκείνους, Ἡλίου μὲν ἐπιφημίζοντας Αἰήτην υἱέα, Ἑωσφόρου δὲ ἕτερον, καὶ ἄλλους ἄλλων.
83a
ὅπερ δὲ ἔφην, χρὴ περὶ αὐτῶν πειθομένους ἡμᾶς ταύτην ποιεῖσθαι τὴν ὑπὲρ τῆς εὐγενείας ἐξέτασιν· καὶ ὅτῳ μὲν ἂν ὦσιν ἀγαθοὶ πατέρες καὶ αὐτὸς ἐκείνοις ἐμφερής, τοῦτον ὀνομάζειν θαρρούντως εὐγενῆ· ὅτῳ δὲ τὰ μὲν τῶν πατέρων ὑπῆρξεν ἀρετῆς ἐνδεᾶ, αὐτὸς δὲ μετεποιήθη τούτου τοῦ κτήματος, τούτου δὲ νομιστέον πατέρα τὸν Δία καὶ φυτουργόν, καὶ οὐδὲν μεῖον αὐτῷ δοτέον ἐκείνων, οἳ γεγονότες πατέρων ἀγαθῶν τοὺς σφῶν τοκέας
83b
ἐζήλωσαν· ὅστις δὲ ἐξ ἀγαθῶν γέγονε μοχθηρός,
v.1.p.222
τοῦτον τοῖς νόθοις ἐγγράφειν ἄξιον· τοὺς δὲ ἐκ μοχθηρῶν φῦντας καὶ προσομοίους τοῖς αὑτῶν τοκεῦσιν οὔποτε εὐγενεῖς φατέον, οὐδὲ εἰ πλουτοῖεν ταλάντοις μυρίοις, οὐδὲ εἰ ἀπαριθμοῖντο προγόνους δυνάστας ναὶ μὰ Δία τυράννους εἴκοσιν, οὐδὲ εἰ νίκας Ὀλυμπιακὰς Πυθικὰς τῶν πολεμικῶν
83c
ἀγώνων, αἳ δὴ τῷ παντὶ ἐκείνων εἰσὶ λαμπρότεραι, ἀνελομένους ἔχοιεν δείκνυσθαι πλείους Καῖσαρ πρῶτος, ὀρύγματά τε τὰ Ἀσσύρια καὶ τὰ Βαβυλωνίων τείχη πυραμίδας τε ἐπ αὐτοῖς τὰς Αἰγυπτίων, καὶ ὅσα ἄλλα πλούτου καὶ χρημάτων καὶ τρυφῆς γέγονε σημεῖα καὶ διανοίας ὑπὸ φιλοτιμίας ἀναφλεγομένης καὶ ἀπορουμένης ἐς , τι τῷ πλούτῳ χρήσεται, εἶτα ἐς τοῦτο τὰς τῶν χρημάτων εὐπορίας καταβαλλομένης. εὖ γὰρ δὴ ἴστε, ὡς οὔτε πολῦτος ἀρχαῖος νεωστί ποθεν
83d
ἐπιρρέων βασιλέα ποιεῖ οὔτε ἁλουργὲς ἱμάτιον οὔτε τιάρα καὶ σκῆπτρον καὶ διάδημα καὶ θρόνος ἀρχαῖος, ἀλλ οὐδὲ ὁπλῖται πολλοὶ καὶ ἱππεῖς μυρίοι, οὐδὲ εἰ πάντες ἄνθρωποι βασιλέα σφῶν τοῦτον ὁμολογοῖεν συνελθόντες, ὅτι μηδὲ ἀρετὴν οὗτοι χαρίζονται, ἀλλὰ δυναστείαν μὲν οὐ μάλα εὐτυχῆ τῷ λαβόντι, πολὺ δὲ πλέον τοῖς παρασχομένοις. δεξάμενος γὰρ τοιοῦτος αἴρεται μετέωρος ἐπίπαν, οὐδὲν διαφέρων τοῦ περὶ τὸν Φαέθοντα μύθου καὶ πάθους. καὶ οὐδὲν ἑτέρων δεῖ παραδειγμάτων
84a
πρὸς πίστιν τῷ λόγῳ, τοῦ βίου παντὸς ἀναπεπλησμένου τοιούτων παθημάτων καὶ ἐπ αὐτοῖς λόγων.

ὑμῖν δὲ εἰ θαυμαστὸν δοκεῖ τὸ μὴ

v.1.p.224
δικαίως μεταποιεῖσθαι τῆς καλῆς ταύτης καὶ θεοφιλοῦς ἐπωνυμίας τοὺς πολλῆς μὲν γῆς καὶ ἐθνῶν ἀπείρων ἄρχοντας, γνώμῃ δὲ αὐτεξουσίῳ δίχα νοῦ καὶ φρονήσεως καὶ τῶν ταύτῃ ξυνεπομένων ἀρετῶν τὰ προστυχόντα κρίνοντας· ἴστε οὐδὲ ἐλευθέρους
84b
ὄντας, οὐ μόνον εἰ τὰ παρόντα οὐδενός σφισιν ἐμποδὼν ὄντος ἔχοιεν καὶ ἐμφοροῖντο τῆς ἐξουσίας, ἀλλὰ καὶ εἰ τῶν ἐπιστρατευόντων κρατοῖεν καὶ ἐπιόντες ἀνυπόστατοί τινες καὶ ἄμαχοι φαίνοιντο. εἰ δὲ ἀπιστεῖ τις ὑμῶν τῷ λόγῳ τῷδε, μάλα ἐμφανῶν μαρτύρων οὐκ ἀπορήσομεν, Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, οἳ μάχας πολλὰς καὶ ἰσχυρὰς λίαν μαχεσάμενοι καὶ νενικηκότες ἔθνη
84c
μὲν ἐκτῶντο καὶ αὑτοῖς φόρους ἀπάγειν κατηνάγκαζον, καζον, ἐδούλευον δὲ αἴσχιον ἐκείνων ἡδονῇ καὶ τρυφῇ καὶ ἀκολασίᾳ καὶ ὕβρει καὶ ἀδικίᾳ. τούτους δὲ οὐδὲ ἰσχυροὺς ἂν φαίη νοῦν ἔχων ἀνήρ, εἰ καὶ ἐπιφαίνοιτο καὶ ἐπιλάμποι μέγεθος τοῖς ἔργοις. μόνος γάρ ἐστι τοιοῦτος μετὰ ἀρετῆς ἀνδρεῖος καὶ μεγαλόφρων· ὅστις δὲ ἥττων μὲν ἡδονῶν, ἀκράτωρ δὲ ὀργῆς καὶ ἐπιθυμιῶν παντοιῶν, καὶ ὑπὸ σμικρῶν ἀπαγορεύειν ἀναγκαζόμενος,
84d
οὗτος δὲ οὐδὲ ἰσχυρὸς οὐδὲ ἀνδρεῖος ἀνθρωπίνην ἰσχύν· ἐπιτρεπτέον δὲ ἴσως αὐτῷ κατὰ τοὺς ταύρους τοὺς λέοντας τὰς παρδάλεις τῇ ῥώμῃ γάνυσθαι, εἰ μὴ καὶ ταύτην ἀποβαλὼν καθάπερ οἱ κηφῆνες ἀλλοτρίοις ἐφέστηκε πόνοις, αὐτὸς ὢν μαλθακὸς αἰχμητὴς καὶ δειλὸς καὶ ἀκόλαστος. τοιοῦτος δὲ ὢν οὐ μόνον ἀληθοῦς ἐνδεὴς πλούτου καθέστηκεν, ἀλλὰ καὶ τοῦ πολυτιμήτου καὶ σεμνοῦ καὶ ἀγαπητοῦ, ἐξ οὗ παντοδαπαὶ
v.1.p.226
κρεμάμεναι ψυχαὶ πράγματα ἔχουσι μυρία καὶ
85a
πόνους, τοῦ καθ ἡμέραν κέρδους ἕνεκα πλεῖν τε ὑπομένουσαι καὶ καπηλεύειν καὶ λῃστεύειν καὶ ἀναρπάζειν τὰς τυραννίδας. ζῶσι γὰρ ἀεὶ μὲν κτώμενοι, ἀεὶ δὲ ἐνδεεῖς, οὔτι τῶν ἀναγκαίων φημὶ σιτίων καὶ ποτῶν καὶ ἐσθημάτων· ὥρισται γὰρ τοιοῦτος πλοῦτος εὖ μάλα παρὰ τῆς φύσεως, καὶ οὐκ ἔστιν αὐτοῦ στέρεσθαι οὔτε τοὺς ὄρνιθας οὔτε τοὺς ἰχθῦς οὔτε τὰ θηρία, ἀλλ οὐδὲ ἀνθρώπων τοὺς
85b
σώφρονας· ὅσους δὲ ἐνοχλεῖ χρημάτων ἐπιθυμία καὶ ἔρως δυστυχής, τούτους δὲ ἀνάγκη πεινῆν διὰ βίου καὶ ἀθλιώτερον ἀπαλλάττειν μακρῷ τῶν τῆς ἐφημέρου τροφῆς ἐνδεομένων. τούτοις μὲν γὰρ ἀποπλήσασι τὴν γαστέρα πολλὴ γέγονεν εἰρήνη καὶ ἀνοκωχὴ τῆς ἀλγηδόνος, ἐκείνοις δὲ οὔτε ἡμέρα πέφηνεν ἀκερδὴς ἡδεῖα, οὔτε εὐφρόνη τὸν λυσιμελῆ καὶ λυσιμέριμνον ὕπνον ἐπάγουσα
85c
παῦλαν ἐνεποίησε τῆς ἐμμανοῦς λύττης, στροβεῖ δὲ αὐτῶν καὶ στρέφει τὴν ψυχὴν ἐκλογιζομένων καὶ ἀπαριθμουμένων τὰ χρήματα· καὶ οὐκ ἐξαιρεῖται τοὺς ἄνδρας τῆς ἐπιθυμίας καὶ τῆς ἐπ αὐτῇ ταλαιπωρίας οὐδὲ Ταντάλου καὶ Μίδου πλοῦτος περιγενόμενος οὐδὲ μεγίστη καὶ χαλεπωτάτη δαιμόνων τυραννὶς προσγενομένη. γὰρ οὐκ ἀκηκόατε Δαρεῖον τὸν Περσῶν μονάρχην, οὐ παντάπασι μοχθηρὸν ἄνθρωπον, δυσέρωτα δὲ αἰσχρῶς εἰς χρήματα καὶ νεκρῶν θήκας ὑπὸ τῆς
85d
ἐπιθυμίας διορύττειν καὶ πολυτελεῖς ἐπιτάττειν
v.1.p.228
φόρους; ὅθεν αὐτῷ τὸ κλεινὸν ὄνομα γέγονε κατὰ πάντας ἀνθρώπους· ἐκάλουν γὰρ αὐτὸν Περσῶν οἱ γνώριμοι ὅτιπερ Ἀθηναῖοι τὸν Σάραμβον.

Ἀλλ ἔοικε γὰρ λόγος, ὥσπερ ὁδοῦ τινος κατάντους ἐπιλαβόμενος, ἀφειδῶς ἐμφορεῖσθαι τῆς καταρρήσεως καὶ πέρα τοῦ δέοντος κολάζειν τῶν ἀνδρῶν τοὺς τρόπους, ὥστε οὐκ ἐπιτρεπτέον αὐτῷ

86a
περαιτέρω φοιτᾶν. ἀπαιτητέον δὲ εἰς δύναμιν τὸν ἀγαθὸν ἄνδρα καὶ βασιλικὸν καὶ μεγαλόφρονα. ἔστι δὲ πρῶτον μὲν εὐσεβὴς καὶ οὐκ ὀλίγωρος θεραπείας θεῶν, εἶτα ἐς τοὺς τοκέας ζῶντάς τε οἶμαι καὶ τελευτήσαντας ὅσιος καὶ ἐπιμελής, ἀδελφοῖς τε εὔνους, καὶ ὁμογνίους θεοὺς αἰδούμενος, ἱκέταις καὶ ξένοις πρᾷος καὶ μείλιχος, τοῖς μὲν ἀγαθοῖς τῶν πολιτῶν ἀρέσκειν ἐθέλων, τῶν πολλῶν δὲ ἐπιμελόμενος ἐν δίκῃ καὶ ἐπ ὠφελείᾳ·
86b
ἀγαπᾷ δὲ πλοῦτον, οὔτι τὸν χρυσῷ καὶ ἀργύρῳ βριθόμενον, φίλων δὲ ἀληθοῦς εὐνοίας καὶ ἀκολακεύτου θεραπείας μεστόν· ἀνδρεῖος μὲν φύσει καὶ μεγαλοπρεπής, πολέμῳ δὲ ἥκιστα χαίρων καὶ στάσιν ἐμφύλιον ἀπεχθαίρων, τούς γε μὴν ἔκ τινος τύχης ἐπιφυομένους διὰ τὴν σφῶν αὐτῶν μοχθηρίαν ἀνδρείως ὑφιστάμενος καὶ ἀμυνόμενος ἐγκρατῶς, τέλος τε ἐπάγων τοῖς ἔργοις καὶ οὐ πρότερον ἀφιστάμενος, πρὶν ἂν
86c
ἐξέλῃ τῶν πολεμίων τὴν δύναμιν καὶ ὑποχείριον αὑτῷ ποιήσηται. κρατήσας δὲ μετὰ τῶν ὅπλων
v.1.p.230
ἔπαυσε τὸ ξίφος φόνων, μίασμα κρίνων τὸν οὐκ ἀμυνόμενον ἔτι κτείνειν καὶ ἀναιρεῖν. φιλόπονος δὲ ὢν φύσει καὶ μεγαλόψυχος κοινωνεῖ μὲν ἅπασι τῶν πόνων, καὶ ἔχειν ἐν αὐτοῖς τὸ πλέον ἀξιοῖ, μεταδίδωσι δὲ ἐκείνοις τῶν κινδύνων τὰ ἔπαθλα, χαίρων καὶ γεγηθὼς οὔτι τῷ πλέον ἔχειν τῶν ἄλλων χρυσίον καὶ ἀργύριον καὶ
86d
ἐπαύλεις κόσμῳ πολυτελεῖ κατεσκευασμένας, ἀλλὰ τῷ πολλοὺς μὲν εὖ ποιεῖν δύνασθαι, χαρίζεσθαι δὲ ἅπασιν ὅτου ἂν τύχωσιν ἐνδεεῖς ὄντες· τούτων αὑτὸν γε ἀληθινὸς ἀξιοῖ βασιλεύς. φιλόπολις δὲ ὢν καὶ φιλοστρατιώτης τῶν μὲν καθάπερ νομεὺς ποιμνίων ἐπιμελεῖται, προνοῶν ὅπως ἂν αὐτῷ θάλλῃ καὶ εὐθηνῆται τὰ θρέμματα δαψιλοῦς καὶ ἀταράχου τῆς νομῆς ἐμπιμπλάμενα, τοὺς δὲ ἐφορᾷ καὶ συνέχει, πρὸς ἀνδρείαν καὶ ῥώμην καὶ πρᾳότητα γυμνάζων καθάπερ σκύλακας
87a
εὐφυεῖς καὶ γενναίους τῆς ποίμνης φύλακας, ἔργων τε αὑτῷ κοινωνοὺς καὶ ἐπικούρους τῷ πλήθει νομίζων, ἀλλ οὐχὶ ἁρπακτῆράς τινας οὐδὲ λυμεῶνας τῶν ποιμνίων καθάπερ οἱ λύκοι καὶ κυνῶν οἱ φαυλότατοι, οἳ τῆς αὑτῶν φύσεως καὶ τροφῆς ἐπιλαθόμενοι ἀντὶ σωτήρων καὶ προαγωνιστῶν ἀνεφάνησαν αὐτοὶ δηλήμονες· οὐδὲ μὴν ὑπνηλοὺς ἀνέξεται εἶναι καὶ ἀργοὺς καὶ ἀπολέμους, ὅπως ἂν μὴ φυλάκων ἑτέρων
87b
οἱ φρουροὶ δέωνται, ἀλλ οὐδὲ ἀπειθεῖς τοῖς ἄρχουσιν, εἰδὼς ὅτι τοῦτο μάλιστα πάντων, ἔστι δὲ ὅπου καὶ μόνον ἀπόχρη σωτήριον ἐπιτήδευμα
v.1.p.232
πρὸς πόλεμον· πόνων δὲ ἁπάντων ἀδεεῖς καὶ ἀτεράμονας, οὔτι ῥᾳθύμους ἐργάσεται, ἐπιστάμενος ὅτι μὴ μέγα ὄφελος φύλακος τὸν πόνον φεύγοντος καὶ οὐ δυναμένου καρτερεῖν οὐδὲ ἀντέχειν πρὸς κάματον. ταῦτα δὲ οὐ παραινῶν μόνον οὐδὲ ἐπαινῶν τοῦς ἀγαθοὺς προθύμως καὶ χαριζόμενος
87c
κολάζων ἐγκρατῶς καὶ ἀπαραιτήτως ξυμπείθει πείθει καὶ βιάζεται, ἀλλὰ πολὺ πρότερον αὑτὸν τοιοῦτον ἐπιδεικνύων, ἀπεχόμενος μὲν ἡδονῆς ἁπάσης, χρημάτων δὲ οὐδὲν οὔτε σμικρὸν οὔτε μεῖζον ἐπιθυμῶν καὶ ἀφαιρούμενος τῶν ὑπηκόων, ὕπνῳ τε εἴκων ὀλίγα καὶ τὴν ἀργίαν ἀποστρεφόμενος, ἀληθῶς γὰρ οὐδεὶς οὐδενὸς εἰς οὐδὲν ἄξιος καθεύδων ἀνὴρ καὶ ἐγρηγορὼς τοῖς καθεύδουσιν ἐμφερής. πειθομένους δὲ αὐτοὺς ἕξει καλῶς αὑτῷ
87d
τε οἶμαι καὶ τοῖς ἄρχουσιν, εἰ τοῖς ἀρίστοις πειθόμενος νόμοις καὶ τοῖς ὀρθοῖς ξυνεπόμενος διατάγμασι δῆλος εἴη, καὶ ὅλως τὴν ἡγεμονίαν ἀποδοὺς τῷ φύσει βασιλικῷ καὶ ἡγεμονικῷ τῆς ψυχῆς μορίῳ, ἀλλ οὐ τῷ θυμοειδεῖ καὶ ἀκολάστῳ.

καὶ καρτερεῖν δὲ καὶ ὑπομένειν τόν τε ἐπὶ στρατιᾶς καὶ ἐν τοῖς ὅπλοις κάματον ὁπόσα τε κατὰ τὴν εἰρήνην ἐξηυρέθη γυμνάσια μελέτης ἕνεκα τῆς πρὸς τοὺς ὀθνείους ἀγῶνας, πῶς ἄν τις μάλιστα πείσας εἴη, δῆλον ὡς αὐτὸς ὁρώμενος

88a
καρτερὸς καὶ ἀδαμάντινος; ἔστι γὰρ ἀληθῶς ἥδιστον θέαμα στρατιώτῃ πονουμένῳ σώφρων αὐτοκράτωρ, συνεφαπτόμενος ἔργων καὶ προθυμούμενος
v.1.p.234
καὶ παρακαλῶν καὶ ἐν τοῖς δοκοῦσι φοβεροῖς φαιδρὸς καὶ ἀδεὴς καὶ ὅπου λίαν θαρροῦσι σεμνὸς καὶ ἐμβριθής. πέφυκε γὰρ ἐξομοιοῦσθαι πρὸς τὸν ἄρχοντα τὰ τῶν ὑπηκόων εὐλαβείας πέρι καὶ θράσους. προνοητέον δὲ αὐτῷ τῶν εἰρημένων οὐ μεῖον ὅπως ἄφθονον τὴν τροφὴν
88b
ἔχωσι καὶ οὐδενὸς τῶν ἀναγκαίων ἐνδέωνται. πολλάκις γὰρ οἱ πιστότατοι τῶν ποιμνίων φρουροὶ καὶ φύλακες ὑπὸ τῆς ἐνδείας ἀναγκαζόμενοι ἄγριοί τέ εἰσι τοῖς νομεῦσι καὶ αὐτοὺς πόρρωθεν ἰδόντες περιυλακτοῦσι καὶ οὐδὲ τῶν προβάτων ἀπέσχοντο.

Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι· στάσιν δὲ

88c
ἐξαιρῶν καὶ ἔθη μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην. ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως τὰς ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῦναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανιεῖ καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος, οὐ μᾶλλον
88d
τῶν πολεμίων τις τὸν χάρακα. φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον
v.1.p.236
τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπεισαγαγεῖν σπέρμα. δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι
89a
καταχαρίσασθαί σφιν καὶ προδοῦναι τὸ ἔνδικον. ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας. ἔστι γὰρ νόμος ἔκγονος τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς γε ἔμφρων ἀνὴρ
89b
περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει· ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμήσεται.

Διττῶν δὲ ὄντων τῶν ἁμαρτημάτων, καὶ τῶν μὲν ὑποφαινόντων ἐλπίδας ἀμείνους καὶ οὐ πάντη τὴν θεραπείαν ἀπεστραμμένων, τῶν δὲ ἀνίατα πλημμελούντων· τούτοις δὲ οἱ νόμοι θάνατον λύσιν τῶν κακῶν ἐπενόησαν, οὐκ εἰς τὴν ἐκείνων

89c
μᾶλλον, εἰς δὲ τὴν ἄλλων ὠφέλειαν· διττὰς δ ἀνάγκη τὰς κρίσεις γίγνεσθαι. οὐκοῦν τῶν μὲν ἰασίμων αὑτῷ προσήκειν ὑπολήψεται τήν τε ἐπίγνωσιν καὶ τὴν θεραπείαν, ἀφέξεται δὲ τῶν ἄλλων μάλα ἐρρωμένως, καὶ οὐκ ἄν ποτε ἑκὼν ἅψαιτο κρίσεως, ἐφ θάνατος ζημία παρὰ τῶν νόμων τοῖς ὠφληκόσι τὴν δίκην
v.1.p.238
προηγόρευται. νομοθετῶν δὲ ὑπὲρ τῶν τοιούτων ὕβριν μὲν καὶ χαλεπότητα καὶ πικρίαν τῶν τιμωριῶν ἀφαιρήσει, ἀποκληρώσει δὲ αὐτοῖς ἀνδρῶν
89d
σωφρόνων καὶ διὰ παντὸς τοῦ βίου βάσανον οὐ φαύλην τῆς αὑτῶν ἀρετῆς παρασχομένων δικαστήριον, οἳ μηδὲν αὐθαδῶς μηδὲ ὁρμῇ τινι παντελῶς ἀλόγῳ χρώμενοι, ἐν ἡμέρας μορίῳ σμικρῷ βουλευσάμενοι, τυχὸν δὲ οὐδὲ βουλῇ δόντες, ὑπὲρ ἀνδρὸς πολίτου τὴν μέλαιναν οἴσουσι ψῆφον. αὐτῷ δὲ οὔτε ἐν τῇ χειρὶ ξίφος εἰς πολίτου, κἂν ἀδικῇ τὰ ἔσχατα, φόνον οὔτε ἐν τῇ ψυχῇ κέντρον ὑπεῖναι χρή, ὅπου καὶ τὴν τῶν μελιττῶν ὁρῶμεν βασιλεύουσαν
90a
καθαρὰν ὑπὸ τῆς φύσεως πλήκτρου γενομένην. ἀλλ οὐκ εἰς μελίττας βλεπτέον, εἰς αὐτὸν δὲ οἶμαι τῶν θεῶν τὸν βασιλέα οὗπερ εἶναι χρὴ τὸν ἀληθῶς ἄρχοντα προφήτην καὶ ὑπηρέτην. οὐκοῦν ὅσα μὲν ἀγαθὰ γέγονε παντελῶς τῆς ἐναντίας ἄμικτα φύσεως καὶ ἐπ ὠφελείᾳ κοινῇ τῶν ἀνθρώπων καὶ τοῦ παντὸς κόσμου, τούτων δὲ αὐτὸς ἦν τε καὶ ἔστι δημιουργός· τὰ κακὰ δὲ οὔτ ἐγέννησεν οὔτ ἐπέταξεν εἶναι, ἀλλ αὐτὰ
90b
μὲν ἐφυγάδευσεν ἐξ οὐρανοῦ, περὶ δὲ τὴν γῆν στρεφόμενα καὶ τὴν ἐκεῖθεν ἀποικίαν σταλεῖσαν τῶν ψυχῶν διαλαβόμενα κρίνειν ἐπέταξε καὶ διακαθαίρειν τοῖς αὑτοῦ παισὶ καὶ ἐγγόνοις. τούτων δὲ οἱ μέν εἰσι σωτῆρες καὶ ἐπίκουροι τῆς ἰνθρωπίνης φύσεως, ἄλλοι δὲ ἀπαραίτητοι κριταί, τῶν ἀδικημάτων ὀξεῖαν καὶ δεινὴν ἐπάγοντες δίκην ζῶσί τε ἀνθρώποις καὶ ἀπολυθεῖσι τῶν σωμάτων,
v.1.p.240
90c
οἱ δὲ ὥσπερ δήμιοι τιμωροί τινες καὶ ἀποπληρωταὶ τῶν δικασθέντων, ἕτερον τῶν φαύλων καὶ ἀνοήτων δαιμόνων τὸ φῦλον·

Tokens

καὶ 1 w 3
οὐ 1 w 5
πειστέον 1 w 13
τοῖς 1 w 17
λέγουσιν 1 w 25
ὡς 1 w 28
ἄρα 1 w 31
ἐκεῖνοι 1 w 38
ὑπ 1 w 40
ἀμαθίας 1 w 48
ἐξαπατώμενοι 1 w 60
ταῦτα 1 w 65
τῶν 1 w 68
θεῶν 1 w 72
κατεψεύδοντο 1 w 84
εἰ 1 w 87
γὰρ 1 w 90
δὴ 1 w 92
καὶ 2 w 95
ἐπὶ 1 w 98
τῶν 2 w 101
ἄλλων 1 w 106
εἰκὸς 1 w 111
ἦν 1 w 113
ἐξαπατηθῆναι 1 w 125
θεῶν 2 w 129
1 w 130
δαιμόνων 1 w 138
σχήματα 1 w 146
περιτιθέντας 1 w 158
ἀνθρώπινα 1 w 167
καὶ 3 w 170
μορφὰς 1 w 176
τοιαύτας 1 w 184
ἀφανῆ 1 w 190
μὲν 1 w 193
αἰσθήσει 1 w 201
καὶ 4 w 204
ἀνέφικτον 1 w 213
κεκτημένων 1 w 223
αὐτῶν 1 w 228
φύσιν 1 w 233
νῷ 1 w 236
δὲ 1 w 238
ἀκριβεῖ 1 w 245
διὰ 1 w 248
ξυγγένειαν 1 w 258
μόλις 1 w 263
προσπίπτουσαν 1 w 276
οὔτι 1 w 281
γε 1 w 283
καὶ 5 w 286
ἐπὶ 2 w 289
τῶν 4 w 292
ἐμφανῶν 1 w 299
θεῶν 3 w 303
τοῦτο 1 w 308
παθεῖν 1 w 314
εὔλογον 1 w 321
ἐκείνους 1 w 329
Ἡλίου 1 w 335
μὲν 2 w 338
ἐπιφημίζοντας 1 w 351
Αἰήτην 1 w 357
υἱέα 1 w 361
Ἑωσφόρου 1 w 370
δὲ 2 w 372
ἕτερον 1 w 378
καὶ 6 w 382
ἄλλους 1 w 388
ἄλλων 2 w 393
ὅπερ 1 w 398
δὲ 3 w 400
ἔφην 1 w 404
χρὴ 1 w 408
περὶ 1 w 412
αὐτῶν 2 w 417
πειθομένους 1 w 428
ἡμᾶς 1 w 432
ταύτην 1 w 438
ποιεῖσθαι 1 w 447
τὴν 1 w 450
ὑπὲρ 1 w 454
τῆς 1 w 457
εὐγενείας 1 w 466
ἐξέτασιν 1 w 474
καὶ 7 w 478
ὅτῳ 1 w 481
μὲν 3 w 484
ἂν 1 w 486
ὦσιν 1 w 490
ἀγαθοὶ 1 w 496
πατέρες 1 w 503
καὶ 8 w 506
αὐτὸς 1 w 511
ἐκείνοις 1 w 519
ἐμφερής 1 w 526
τοῦτον 1 w 533
ὀνομάζειν 1 w 542
θαρρούντως 1 w 552
εὐγενῆ 1 w 558
ὅτῳ 2 w 562
δὲ 4 w 564
τὰ 1 w 566
μὲν 4 w 569
τῶν 6 w 572
πατέρων 1 w 579
ὑπῆρξεν 1 w 586
ἀρετῆς 1 w 592
ἐνδεᾶ 1 w 597
αὐτὸς 2 w 603
δὲ 5 w 605
μετεποιήθη 1 w 615
τούτου 1 w 621
τοῦ 3 w 624
κτήματος 1 w 632
τούτου 2 w 639
δὲ 6 w 641
νομιστέον 1 w 650
πατέρα 1 w 656
τὸν 1 w 659
Δία 1 w 662
καὶ 9 w 665
φυτουργόν 1 w 674
καὶ 10 w 678
οὐδὲν 1 w 683
μεῖον 1 w 688
αὐτῷ 1 w 692
δοτέον 1 w 698
ἐκείνων 1 w 705
οἳ 1 w 708
γεγονότες 1 w 717
πατέρων 2 w 724
ἀγαθῶν 1 w 730
τοὺς 1 w 734
σφῶν 1 w 738
τοκέας 1 w 744
ἐζήλωσαν 1 w 752
ὅστις 1 w 758
δὲ 8 w 760
ἐξ 4 w 762
ἀγαθῶν 2 w 768
γέγονε 1 w 774
μοχθηρός 1 w 782
τοῦτον 2 w 789
τοῖς 2 w 793
νόθοις 1 w 799
ἐγγράφειν 1 w 808
ἄξιον 1 w 813
τοὺς 2 w 818
δὲ 9 w 820
ἐκ 5 w 822
μοχθηρῶν 1 w 830
φῦντας 1 w 836
καὶ 11 w 839
προσομοίους 1 w 850
τοῖς 3 w 854
αὑτῶν 1 w 859
τοκεῦσιν 1 w 867
οὔποτε 1 w 873
εὐγενεῖς 1 w 881
φατέον 1 w 887
οὐδὲ 2 w 892
εἰ 3 w 894
πλουτοῖεν 1 w 903
ταλάντοις 1 w 912
μυρίοις 1 w 919
οὐδὲ 3 w 924
εἰ 4 w 926
ἀπαριθμοῖντο 1 w 938
προγόνους 1 w 947
δυνάστας 1 w 955
2 w 956
ναὶ 1 w 959
μὰ 1 w 961
Δία 2 w 964
τυράννους 1 w 973
εἴκοσιν 1 w 980
οὐδὲ 4 w 985
εἰ 5 w 987
νίκας 1 w 992
Ὀλυμπιακὰς 1 w 1002
3 w 1003
Πυθικὰς 1 w 1010
4 w 1011
τῶν 8 w 1014
πολεμικῶν 1 w 1023
ἀγώνων 1 w 1029
αἳ 1 w 1032
δὴ 2 w 1034
τῷ 2 w 1036
παντὶ 1 w 1041
ἐκείνων 2 w 1048
εἰσὶ 1 w 1052
λαμπρότεραι 1 w 1063
ἀνελομένους 1 w 1075
ἔχοιεν 1 w 1081
δείκνυσθαι 1 w 1091
πλείους 1 w 1098
5 w 1099
Καῖσαρ 1 w 1105
1 w 1106
πρῶτος 1 w 1112
ὀρύγματά 1 w 1121
τε 7 w 1123
τὰ 2 w 1125
Ἀσσύρια 1 w 1132
καὶ 12 w 1135
τὰ 3 w 1137
Βαβυλωνίων 1 w 1147
τείχη 1 w 1152
πυραμίδας 1 w 1161
τε 9 w 1163
ἐπ 4 w 1165
αὐτοῖς 1 w 1172
τὰς 1 w 1175
Αἰγυπτίων 1 w 1184
καὶ 13 w 1188
ὅσα 1 w 1191
ἄλλα 1 w 1195
πλούτου 1 w 1202
καὶ 14 w 1205
χρημάτων 1 w 1213
καὶ 15 w 1216
τρυφῆς 1 w 1222
γέγονε 2 w 1228
σημεῖα 1 w 1234
καὶ 16 w 1237
διανοίας 1 w 1245
ὑπὸ 1 w 1248
φιλοτιμίας 1 w 1258
ἀναφλεγομένης 1 w 1271
καὶ 17 w 1274
ἀπορουμένης 1 w 1285
ἐς 1 w 1287
6 w 1288
τι 5 w 1291
τῷ 3 w 1293
πλούτῳ 1 w 1299
χρήσεται 1 w 1307
εἶτα 1 w 1312
ἐς 2 w 1314
τοῦτο 4 w 1319
τὰς 2 w 1322
τῶν 9 w 1325
χρημάτων 2 w 1333
εὐπορίας 1 w 1341
καταβαλλομένης 1 w 1355
εὖ 1 w 1358
γὰρ 2 w 1361
δὴ 3 w 1363
ἴστε 1 w 1367
ὡς 2 w 1370
οὔτε 1 w 1374
πολῦτος 1 w 1381
ἀρχαῖος 1 w 1388
6 w 1389
νεωστί 1 w 1395
ποθεν 1 w 1400
ἐπιρρέων 1 w 1408
βασιλέα 1 w 1415
ποιεῖ 2 w 1420
οὔτε 2 w 1424
ἁλουργὲς 1 w 1432
ἱμάτιον 1 w 1439
οὔτε 3 w 1443
τιάρα 1 w 1448
καὶ 18 w 1451
σκῆπτρον 1 w 1459
καὶ 19 w 1462
διάδημα 1 w 1469
καὶ 20 w 1472
θρόνος 1 w 1478
ἀρχαῖος 2 w 1485
ἀλλ 1 w 1489
οὐδὲ 5 w 1494
ὁπλῖται 1 w 1501
πολλοὶ 1 w 1507
καὶ 21 w 1510
ἱππεῖς 1 w 1516
μυρίοι 2 w 1522
οὐδὲ 6 w 1527
εἰ 7 w 1529
πάντες 1 w 1535
ἄνθρωποι 1 w 1543
βασιλέα 2 w 1550
σφῶν 2 w 1554
τοῦτον 3 w 1560
ὁμολογοῖεν 1 w 1570
συνελθόντες 1 w 1581
ὅτι 1 w 1585
μηδὲ 1 w 1589
ἀρετὴν 1 w 1595
οὗτοι 1 w 1600
χαρίζονται 1 w 1610
ἀλλὰ 1 w 1615
δυναστείαν 1 w 1625
μὲν 5 w 1628
οὐ 8 w 1630
μάλα 1 w 1634
εὐτυχῆ 1 w 1640
τῷ 4 w 1642
λαβόντι 1 w 1649
πολὺ 1 w 1654
δὲ 16 w 1656
πλέον 1 w 1661
τοῖς 5 w 1665
παρασχομένοις 1 w 1678
δεξάμενος 1 w 1688
γὰρ 3 w 1691
4 w 1692
τοιοῦτος 1 w 1700
αἴρεται 1 w 1707
μετέωρος 1 w 1715
ἐπίπαν 1 w 1721
οὐδὲν 2 w 1727
διαφέρων 1 w 1735
τοῦ 7 w 1738
περὶ 2 w 1742
τὸν 2 w 1745
Φαέθοντα 1 w 1753
μύθου 1 w 1758
καὶ 22 w 1761
πάθους 1 w 1767
καὶ 23 w 1771
οὐδὲν 3 w 1776
ἑτέρων 1 w 1782
δεῖ 1 w 1785
παραδειγμάτων 1 w 1798
πρὸς 1 w 1802
πίστιν 1 w 1808
τῷ 5 w 1810
λόγῳ 1 w 1814
τοῦ 8 w 1818
βίου 1 w 1822
παντὸς 1 w 1828
ἀναπεπλησμένου 1 w 1842
τοιούτων 1 w 1850
παθημάτων 1 w 1859
καὶ 24 w 1862
ἐπ 7 w 1864
αὐτοῖς 2 w 1871
λόγων 1 w 1876
ὑμῖν 1 w 1881
δὲ 19 w 1883
εἰ 8 w 1885
θαυμαστὸν 1 w 1894
δοκεῖ 1 w 1899
τὸ 7 w 1901
μὴ 1 w 1903
δικαίως 1 w 1910
μεταποιεῖσθαι 1 w 1923
τῆς 3 w 1926
καλῆς 1 w 1931
ταύτης 1 w 1937
καὶ 25 w 1940
θεοφιλοῦς 1 w 1949
ἐπωνυμίας 1 w 1958
τοὺς 3 w 1962
πολλῆς 1 w 1968
μὲν 6 w 1971
γῆς 1 w 1974
καὶ 26 w 1977
ἐθνῶν 1 w 1982
ἀπείρων 1 w 1989
ἄρχοντας 1 w 1997
γνώμῃ 1 w 2003
δὲ 20 w 2005
αὐτεξουσίῳ 1 w 2015
δίχα 1 w 2019
νοῦ 1 w 2022
καὶ 27 w 2025
φρονήσεως 1 w 2034
καὶ 28 w 2037
τῶν 10 w 2040
ταύτῃ 1 w 2045
ξυνεπομένων 1 w 2056
ἀρετῶν 1 w 2062
τὰ 6 w 2064
προστυχόντα 1 w 2075
κρίνοντας 1 w 2084
ἴστε 2 w 2089
οὐδὲ 9 w 2093
ἐλευθέρους 1 w 2103
ὄντας 1 w 2108
οὐ 12 w 2111
μόνον 1 w 2116
εἰ 9 w 2118
τὰ 7 w 2120
παρόντα 1 w 2127
οὐδενός 1 w 2134
σφισιν 1 w 2140
ἐμποδὼν 1 w 2147
ὄντος 1 w 2152
ἔχοιεν 2 w 2158
καὶ 29 w 2161
ἐμφοροῖντο 1 w 2171
τῆς 4 w 2174
ἐξουσίας 1 w 2182
ἀλλὰ 2 w 2187
καὶ 30 w 2190
εἰ 10 w 2192
τῶν 12 w 2195
ἐπιστρατευόντων 1 w 2210
κρατοῖεν 1 w 2218
καὶ 31 w 2221
ἐπιόντες 1 w 2229
ἀνυπόστατοί 1 w 2240
τινες 1 w 2245
καὶ 32 w 2248
ἄμαχοι 1 w 2254
φαίνοιντο 1 w 2263
εἰ 11 w 2266
δὲ 22 w 2268
ἀπιστεῖ 1 w 2275
τις 2 w 2278
ὑμῶν 1 w 2282
τῷ 6 w 2284
λόγῳ 2 w 2288
τῷδε 1 w 2292
μάλα 2 w 2297
ἐμφανῶν 2 w 2304
μαρτύρων 1 w 2312
οὐκ 1 w 2315
ἀπορήσομεν 1 w 2325
Ἑλλήνων 1 w 2333
ὁμοῦ 1 w 2337
καὶ 33 w 2340
βαρβάρων 1 w 2348
οἳ 2 w 2351
μάχας 1 w 2356
πολλὰς 1 w 2362
καὶ 34 w 2365
ἰσχυρὰς 1 w 2372
λίαν 1 w 2376
μαχεσάμενοι 1 w 2387
καὶ 35 w 2390
νενικηκότες 1 w 2401
ἔθνη 1 w 2405
μὲν 7 w 2408
ἐκτῶντο 1 w 2415
καὶ 36 w 2418
αὑτοῖς 1 w 2424
φόρους 1 w 2430
ἀπάγειν 1 w 2437
κατηνάγκαζον 1 w 2449
καζον 2 w 2455
ἐδούλευον 1 w 2465
δὲ 23 w 2467
αἴσχιον 1 w 2474
ἐκείνων 3 w 2481
ἡδονῇ 1 w 2486
καὶ 37 w 2489
τρυφῇ 1 w 2494
καὶ 38 w 2497
ἀκολασίᾳ 1 w 2505
καὶ 39 w 2508
ὕβρει 1 w 2513
καὶ 40 w 2516
ἀδικίᾳ 1 w 2522
τούτους 1 w 2530
δὲ 24 w 2532
οὐδὲ 10 w 2536
ἰσχυροὺς 1 w 2544
ἂν 2 w 2546
φαίη 1 w 2550
νοῦν 1 w 2554
ἔχων 1 w 2558
ἀνήρ 1 w 2562
εἰ 12 w 2565
καὶ 41 w 2568
ἐπιφαίνοιτο 1 w 2579
καὶ 42 w 2582
ἐπιλάμποι 1 w 2591
μέγεθος 1 w 2598
τοῖς 8 w 2602
ἔργοις 1 w 2608
μόνος 1 w 2614
γάρ 1 w 2617
ἐστι 1 w 2621
τοιοῦτος 2 w 2629
6 w 2630
μετὰ 1 w 2634
ἀρετῆς 2 w 2640
ἀνδρεῖος 1 w 2648
καὶ 43 w 2651
μεγαλόφρων 1 w 2661
ὅστις 2 w 2667
δὲ 26 w 2669
ἥττων 1 w 2674
μὲν 8 w 2677
ἡδονῶν 1 w 2683
ἀκράτωρ 1 w 2691
δὲ 27 w 2693
ὀργῆς 1 w 2698
καὶ 44 w 2701
ἐπιθυμιῶν 1 w 2710
παντοιῶν 1 w 2718
καὶ 45 w 2722
ὑπὸ 2 w 2725
σμικρῶν 1 w 2732
ἀπαγορεύειν 1 w 2743
ἀναγκαζόμενος 1 w 2756
οὗτος 1 w 2762
δὲ 28 w 2764
οὐδὲ 11 w 2768
ἰσχυρὸς 1 w 2775
οὐδὲ 12 w 2779
ἀνδρεῖος 2 w 2787
ἀνθρωπίνην 1 w 2797
ἰσχύν 1 w 2802
ἐπιτρεπτέον 1 w 2814
δὲ 31 w 2816
ἴσως 1 w 2820
αὐτῷ 2 w 2824
κατὰ 1 w 2828
τοὺς 4 w 2832
ταύρους 1 w 2839
7 w 2840
τοὺς 5 w 2844
λέοντας 1 w 2851
8 w 2852
τὰς 3 w 2855
παρδάλεις 1 w 2864
τῇ 1 w 2866
ῥώμῃ 1 w 2870
γάνυσθαι 1 w 2878
εἰ 13 w 2881
μὴ 2 w 2883
καὶ 46 w 2886
ταύτην 2 w 2892
ἀποβαλὼν 1 w 2900
καθάπερ 1 w 2907
οἱ 1 w 2909
κηφῆνες 1 w 2916
ἀλλοτρίοις 1 w 2926
ἐφέστηκε 1 w 2934
πόνοις 1 w 2940
αὐτὸς 3 w 2946
ὢν 1 w 2948
μαλθακὸς 1 w 2956
αἰχμητὴς 1 w 2964
καὶ 47 w 2967
δειλὸς 1 w 2973
καὶ 48 w 2976
ἀκόλαστος 1 w 2985
τοιοῦτος 3 w 2994
δὲ 32 w 2996
ὢν 2 w 2998
οὐ 18 w 3000
μόνον 2 w 3005
ἀληθοῦς 1 w 3012
ἐνδεὴς 1 w 3018
πλούτου 2 w 3025
καθέστηκεν 1 w 3035
ἀλλὰ 3 w 3040
καὶ 49 w 3043
τοῦ 9 w 3046
πολυτιμήτου 1 w 3057
καὶ 50 w 3060
σεμνοῦ 1 w 3066
καὶ 51 w 3069
ἀγαπητοῦ 1 w 3077
ἐξ 6 w 3080
οὗ 3 w 3082
παντοδαπαὶ 1 w 3092
κρεμάμεναι 1 w 3102
ψυχαὶ 1 w 3107
πράγματα 1 w 3115
ἔχουσι 1 w 3121
μυρία 1 w 3126
καὶ 52 w 3129
πόνους 1 w 3135
τοῦ 11 w 3139
καθ 3 w 3142
ἡμέραν 1 w 3149
κέρδους 1 w 3156
ἕνεκα 1 w 3161
πλεῖν 1 w 3166
τε 23 w 3168
ὑπομένουσαι 1 w 3179
καὶ 53 w 3182
καπηλεύειν 1 w 3192
καὶ 54 w 3195
λῃστεύειν 1 w 3204
καὶ 55 w 3207
ἀναρπάζειν 1 w 3217
τὰς 4 w 3220
τυραννίδας 1 w 3230
ζῶσι 1 w 3235
γὰρ 4 w 3238
ἀεὶ 1 w 3241
μὲν 9 w 3244
κτώμενοι 1 w 3252
ἀεὶ 2 w 3256
δὲ 33 w 3258
ἐνδεεῖς 1 w 3265
οὔτι 2 w 3270
τῶν 14 w 3273
ἀναγκαίων 1 w 3282
φημὶ 1 w 3286
σιτίων 1 w 3292
καὶ 56 w 3295
ποτῶν 1 w 3300
καὶ 57 w 3303
ἐσθημάτων 1 w 3312
ὥρισται 1 w 3320
γὰρ 5 w 3323
7 w 3324
τοιοῦτος 4 w 3332
πλοῦτος 1 w 3339
εὖ 2 w 3341
μάλα 3 w 3345
παρὰ 1 w 3349
τῆς 6 w 3352
φύσεως 1 w 3358
καὶ 58 w 3362
οὐκ 2 w 3365
ἔστιν 1 w 3370
αὐτοῦ 1 w 3375
στέρεσθαι 1 w 3384
οὔτε 4 w 3388
τοὺς 6 w 3392
ὄρνιθας 1 w 3399
οὔτε 5 w 3403
τοὺς 7 w 3407
ἰχθῦς 1 w 3412
οὔτε 6 w 3416
τὰ 12 w 3418
θηρία 1 w 3423
ἀλλ 6 w 3427
οὐδὲ 13 w 3432
ἀνθρώπων 1 w 3440
τοὺς 8 w 3444
σώφρονας 1 w 3452
ὅσους 1 w 3458
δὲ 35 w 3460
ἐνοχλεῖ 1 w 3467
χρημάτων 3 w 3475
ἐπιθυμία 1 w 3483
καὶ 59 w 3486
ἔρως 1 w 3490
δυστυχής 1 w 3498
τούτους 2 w 3506
δὲ 36 w 3508
ἀνάγκη 1 w 3514
πεινῆν 1 w 3520
διὰ 2 w 3523
βίου 2 w 3527
καὶ 60 w 3530
ἀθλιώτερον 1 w 3540
ἀπαλλάττειν 1 w 3551
μακρῷ 1 w 3556
τῶν 16 w 3559
τῆς 7 w 3562
ἐφημέρου 1 w 3570
τροφῆς 1 w 3576
ἐνδεομένων 1 w 3586
τούτοις 1 w 3594
μὲν 10 w 3597
γὰρ 6 w 3600
ἀποπλήσασι 1 w 3610
τὴν 3 w 3613
γαστέρα 1 w 3620
πολλὴ 1 w 3625
γέγονεν 1 w 3632
εἰρήνη 1 w 3638
καὶ 61 w 3641
ἀνοκωχὴ 1 w 3648
τῆς 8 w 3651
ἀλγηδόνος 1 w 3660
ἐκείνοις 2 w 3669
δὲ 37 w 3671
οὔτε 7 w 3675
ἡμέρα 2 w 3680
πέφηνεν 1 w 3687
ἀκερδὴς 1 w 3694
ἡδεῖα 1 w 3699
οὔτε 8 w 3704
εὐφρόνη 1 w 3711
τὸν 4 w 3714
λυσιμελῆ 1 w 3722
καὶ 62 w 3725
λυσιμέριμνον 1 w 3737
ὕπνον 1 w 3742
ἐπάγουσα 1 w 3750
παῦλαν 1 w 3756
ἐνεποίησε 1 w 3765
τῆς 9 w 3768
ἐμμανοῦς 1 w 3776
λύττης 1 w 3782
στροβεῖ 1 w 3790
δὲ 38 w 3792
αὐτῶν 3 w 3797
καὶ 63 w 3800
στρέφει 1 w 3807
τὴν 4 w 3810
ψυχὴν 1 w 3815
ἐκλογιζομένων 1 w 3828
καὶ 64 w 3831
ἀπαριθμουμένων 1 w 3845
τὰ 13 w 3847
χρήματα 1 w 3854
καὶ 65 w 3858
οὐκ 3 w 3861
ἐξαιρεῖται 1 w 3871
τοὺς 9 w 3875
ἄνδρας 1 w 3881
τῆς 10 w 3884
ἐπιθυμίας 1 w 3893
καὶ 66 w 3896
τῆς 11 w 3899
ἐπ 18 w 3901
αὐτῇ 1 w 3906
ταλαιπωρίας 1 w 3917
οὐδὲ 14 w 3921
8 w 3922
Ταντάλου 1 w 3930
καὶ 67 w 3933
Μίδου 1 w 3938
πλοῦτος 2 w 3945
περιγενόμενος 1 w 3958
οὐδὲ 15 w 3962
7 w 3963
μεγίστη 1 w 3970
καὶ 68 w 3973
χαλεπωτάτη 1 w 3983
δαιμόνων 2 w 3991
τυραννὶς 1 w 3999
προσγενομένη 1 w 4011
9 w 4013
γὰρ 7 w 4016
οὐκ 4 w 4019
ἀκηκόατε 1 w 4027
Δαρεῖον 1 w 4034
τὸν 5 w 4037
Περσῶν 1 w 4043
μονάρχην 1 w 4051
οὐ 25 w 4054
παντάπασι 1 w 4063
μοχθηρὸν 1 w 4071
ἄνθρωπον 1 w 4079
δυσέρωτα 1 w 4088
δὲ 41 w 4090
αἰσχρῶς 1 w 4097
εἰς 1 w 4100
χρήματα 2 w 4107
καὶ 69 w 4110
νεκρῶν 1 w 4116
θήκας 1 w 4121
ὑπὸ 3 w 4124
τῆς 12 w 4127
ἐπιθυμίας 2 w 4136
διορύττειν 1 w 4146
καὶ 70 w 4149
πολυτελεῖς 1 w 4159
ἐπιτάττειν 1 w 4169
φόρους 2 w 4175
ὅθεν 1 w 4180
αὐτῷ 3 w 4184
τὸ 11 w 4186
κλεινὸν 1 w 4193
ὄνομα 1 w 4198
γέγονε 4 w 4204
κατὰ 2 w 4208
πάντας 1 w 4214
ἀνθρώπους 1 w 4223
ἐκάλουν 1 w 4231
γὰρ 8 w 4234
αὐτὸν 1 w 4239
Περσῶν 2 w 4245
οἱ 2 w 4247
γνώριμοι 1 w 4255
ὅτιπερ 1 w 4261
Ἀθηναῖοι 1 w 4269
τὸν 7 w 4272
Σάραμβον 1 w 4280
Ἀλλ 1 w 4284
ἔοικε 1 w 4290
γὰρ 9 w 4293
9 w 4294
λόγος 1 w 4299
ὥσπερ 1 w 4305
ὁδοῦ 1 w 4309
τινος 1 w 4314
κατάντους 1 w 4323
ἐπιλαβόμενος 1 w 4335
ἀφειδῶς 1 w 4343
ἐμφορεῖσθαι 1 w 4354
τῆς 13 w 4357
καταρρήσεως 1 w 4368
καὶ 71 w 4371
πέρα 1 w 4375
τοῦ 13 w 4378
δέοντος 1 w 4385
κολάζειν 1 w 4393
τῶν 18 w 4396
ἀνδρῶν 1 w 4402
τοὺς 10 w 4406
τρόπους 1 w 4413
ὥστε 1 w 4418
οὐκ 5 w 4421
ἐπιτρεπτέον 2 w 4432
αὐτῷ 4 w 4436
περαιτέρω 1 w 4445
φοιτᾶν 1 w 4451
ἀπαιτητέον 1 w 4462
δὲ 42 w 4464
εἰς 2 w 4467
δύναμιν 1 w 4474
τὸν 8 w 4477
ἀγαθὸν 1 w 4483
ἄνδρα 2 w 4488
καὶ 72 w 4491
βασιλικὸν 1 w 4500
καὶ 73 w 4503
μεγαλόφρονα 1 w 4514
ἔστι 2 w 4519
δὲ 43 w 4521
πρῶτον 1 w 4527
μὲν 11 w 4530
εὐσεβὴς 1 w 4537
καὶ 74 w 4540
οὐκ 6 w 4543
ὀλίγωρος 1 w 4551
θεραπείας 1 w 4560
θεῶν 4 w 4564
εἶτα 2 w 4569
ἐς 3 w 4571
τοὺς 11 w 4575
τοκέας 2 w 4581
ζῶντάς 1 w 4587
τε 37 w 4589
οἶμαι 1 w 4594
καὶ 75 w 4597
τελευτήσαντας 1 w 4610
ὅσιος 1 w 4615
καὶ 76 w 4618
ἐπιμελής 1 w 4626
ἀδελφοῖς 1 w 4635
τε 39 w 4637
εὔνους 1 w 4643
καὶ 77 w 4647
ὁμογνίους 1 w 4656
θεοὺς 1 w 4661
αἰδούμενος 1 w 4671
ἱκέταις 1 w 4679
καὶ 78 w 4682
ξένοις 1 w 4688
πρᾷος 1 w 4693
καὶ 79 w 4696
μείλιχος 1 w 4704
τοῖς 9 w 4709
μὲν 12 w 4712
ἀγαθοῖς 1 w 4719
τῶν 19 w 4722
πολιτῶν 1 w 4729
ἀρέσκειν 1 w 4737
ἐθέλων 1 w 4743
τῶν 21 w 4747
πολλῶν 1 w 4753
δὲ 44 w 4755
ἐπιμελόμενος 1 w 4767
ἐν 7 w 4769
δίκῃ 1 w 4773
καὶ 80 w 4776
ἐπ 25 w 4778
ὠφελείᾳ 1 w 4786
ἀγαπᾷ 1 w 4792
δὲ 45 w 4794
πλοῦτον 1 w 4801
οὔτι 3 w 4806
τὸν 9 w 4809
χρυσῷ 1 w 4814
καὶ 81 w 4817
ἀργύρῳ 1 w 4823
βριθόμενον 1 w 4833
φίλων 1 w 4839
δὲ 46 w 4841
ἀληθοῦς 2 w 4848
εὐνοίας 1 w 4855
καὶ 82 w 4858
ἀκολακεύτου 1 w 4869
θεραπείας 2 w 4878
μεστόν 1 w 4884
ἀνδρεῖος 3 w 4893
μὲν 13 w 4896
φύσει 1 w 4901
καὶ 83 w 4904
μεγαλοπρεπής 1 w 4916
πολέμῳ 1 w 4923
δὲ 47 w 4925
ἥκιστα 1 w 4931
χαίρων 1 w 4937
καὶ 84 w 4940
στάσιν 1 w 4946
ἐμφύλιον 1 w 4954
ἀπεχθαίρων 1 w 4964
τούς 1 w 4969
γε 10 w 4971
μὴν 1 w 4974
ἔκ 1 w 4976
τινος 2 w 4981
τύχης 1 w 4986
ἐπιφυομένους 1 w 4998
10 w 4999
διὰ 3 w 5002
τὴν 5 w 5005
σφῶν 3 w 5009
αὐτῶν 4 w 5014
μοχθηρίαν 1 w 5023
ἀνδρείως 1 w 5031
ὑφιστάμενος 1 w 5042
καὶ 85 w 5045
ἀμυνόμενος 1 w 5055
ἐγκρατῶς 1 w 5063
τέλος 1 w 5069
τε 40 w 5071
ἐπάγων 1 w 5077
τοῖς 10 w 5081
ἔργοις 2 w 5087
καὶ 86 w 5090
οὐ 28 w 5092
πρότερον 1 w 5100
ἀφιστάμενος 1 w 5111
πρὶν 1 w 5116
ἂν 3 w 5118
ἐξέλῃ 1 w 5123
τῶν 23 w 5126
πολεμίων 1 w 5134
τὴν 6 w 5137
δύναμιν 2 w 5144
καὶ 87 w 5147
ὑποχείριον 1 w 5157
αὑτῷ 1 w 5161
ποιήσηται 1 w 5170
κρατήσας 1 w 5179
δὲ 48 w 5181
μετὰ 2 w 5185
τῶν 24 w 5188
ὅπλων 1 w 5193
ἔπαυσε 1 w 5199
τὸ 16 w 5201
ξίφος 1 w 5206
φόνων 1 w 5211
μίασμα 1 w 5218
κρίνων 1 w 5224
τὸν 10 w 5227
οὐκ 7 w 5230
ἀμυνόμενον 1 w 5240
ἔτι 1 w 5243
κτείνειν 1 w 5251
καὶ 88 w 5254
ἀναιρεῖν 1 w 5262
φιλόπονος 1 w 5272
δὲ 49 w 5274
ὢν 3 w 5276
φύσει 2 w 5281
καὶ 89 w 5284
μεγαλόψυχος 1 w 5295
κοινωνεῖ 1 w 5303
μὲν 14 w 5306
ἅπασι 1 w 5311
τῶν 25 w 5314
πόνων 1 w 5319
καὶ 90 w 5323
ἔχειν 1 w 5328
ἐν 8 w 5330
αὐτοῖς 3 w 5336
τὸ 18 w 5338
πλέον 2 w 5343
ἀξιοῖ 1 w 5348
μεταδίδωσι 1 w 5359
δὲ 50 w 5361
ἐκείνοις 3 w 5369
τῶν 26 w 5372
κινδύνων 1 w 5380
τὰ 16 w 5382
ἔπαθλα 1 w 5388
χαίρων 2 w 5395
καὶ 91 w 5398
γεγηθὼς 1 w 5405
οὔτι 4 w 5409
τῷ 12 w 5411
πλέον 3 w 5416
ἔχειν 2 w 5421
τῶν 27 w 5424
ἄλλων 3 w 5429
χρυσίον 1 w 5436
καὶ 92 w 5439
ἀργύριον 1 w 5447
καὶ 93 w 5450
ἐπαύλεις 1 w 5458
κόσμῳ 1 w 5463
πολυτελεῖ 2 w 5472
κατεσκευασμένας 1 w 5487
ἀλλὰ 4 w 5492
τῷ 13 w 5494
πολλοὺς 1 w 5501
μὲν 15 w 5504
εὖ 3 w 5506
ποιεῖν 1 w 5512
δύνασθαι 1 w 5520
χαρίζεσθαι 1 w 5531
δὲ 51 w 5533
ἅπασιν 1 w 5539
ὅτου 1 w 5543
ἂν 4 w 5545
τύχωσιν 1 w 5552
ἐνδεεῖς 2 w 5559
ὄντες 1 w 5564
τούτων 1 w 5571
αὑτὸν 1 w 5576
15 w 5577
γε 12 w 5579
ἀληθινὸς 1 w 5587
ἀξιοῖ 2 w 5592
βασιλεύς 1 w 5600
φιλόπολις 1 w 5610
δὲ 52 w 5612
ὢν 4 w 5614
καὶ 94 w 5617
φιλοστρατιώτης 1 w 5631
τῶν 28 w 5634
μὲν 16 w 5637
καθάπερ 2 w 5644
νομεὺς 1 w 5650
ποιμνίων 1 w 5658
ἐπιμελεῖται 1 w 5669
προνοῶν 1 w 5677
ὅπως 1 w 5681
ἂν 5 w 5683
αὐτῷ 5 w 5687
θάλλῃ 1 w 5692
καὶ 95 w 5695
εὐθηνῆται 1 w 5704
τὰ 17 w 5706
θρέμματα 1 w 5714
δαψιλοῦς 1 w 5722
καὶ 96 w 5725
ἀταράχου 1 w 5733
τῆς 14 w 5736
νομῆς 1 w 5741
ἐμπιμπλάμενα 1 w 5753
τοὺς 12 w 5758
δὲ 53 w 5760
ἐφορᾷ 1 w 5765
καὶ 97 w 5768
συνέχει 1 w 5775
πρὸς 2 w 5780
ἀνδρείαν 1 w 5788
καὶ 98 w 5791
ῥώμην 1 w 5796
καὶ 99 w 5799
πρᾳότητα 1 w 5807
γυμνάζων 1 w 5815
καθάπερ 3 w 5822
σκύλακας 1 w 5830
εὐφυεῖς 1 w 5837
καὶ 100 w 5840
γενναίους 1 w 5849
τῆς 15 w 5852
ποίμνης 1 w 5859
φύλακας 1 w 5866
ἔργων 1 w 5872
τε 46 w 5874
αὑτῷ 2 w 5878
κοινωνοὺς 1 w 5887
καὶ 101 w 5890
ἐπικούρους 1 w 5900
τῷ 16 w 5902
πλήθει 1 w 5908
νομίζων 1 w 5915
ἀλλ 8 w 5919
οὐχὶ 1 w 5924
ἁρπακτῆράς 1 w 5934
τινας 1 w 5939
οὐδὲ 16 w 5943
λυμεῶνας 1 w 5951
τῶν 29 w 5954
ποιμνίων 2 w 5962
καθάπερ 4 w 5969
οἱ 3 w 5971
λύκοι 1 w 5976
καὶ 102 w 5979
κυνῶν 1 w 5984
οἱ 4 w 5986
φαυλότατοι 1 w 5996
οἳ 3 w 5999
τῆς 16 w 6002
αὑτῶν 2 w 6007
φύσεως 2 w 6013
καὶ 103 w 6016
τροφῆς 2 w 6022
ἐπιλαθόμενοι 1 w 6034
ἀντὶ 1 w 6038
σωτήρων 1 w 6045
καὶ 104 w 6048
προαγωνιστῶν 1 w 6060
ἀνεφάνησαν 1 w 6070
αὐτοὶ 1 w 6075
δηλήμονες 1 w 6084
οὐδὲ 17 w 6089
μὴν 2 w 6092
ὑπνηλοὺς 1 w 6100
ἀνέξεται 1 w 6108
εἶναι 1 w 6113
καὶ 105 w 6116
ἀργοὺς 1 w 6122
καὶ 106 w 6125
ἀπολέμους 1 w 6134
ὅπως 2 w 6139
ἂν 6 w 6141
μὴ 5 w 6143
φυλάκων 1 w 6150
ἑτέρων 2 w 6156
οἱ 5 w 6158
φρουροὶ 1 w 6165
δέωνται 1 w 6172
ἀλλ 9 w 6176
οὐδὲ 18 w 6181
ἀπειθεῖς 1 w 6189
τοῖς 12 w 6193
ἄρχουσιν 1 w 6201
εἰδὼς 1 w 6207
ὅτι 3 w 6210
τοῦτο 6 w 6215
μάλιστα 1 w 6222
πάντων 1 w 6228
ἔστι 3 w 6233
δὲ 57 w 6235
ὅπου 1 w 6239
καὶ 107 w 6242
μόνον 3 w 6247
ἀπόχρη 1 w 6253
σωτήριον 1 w 6261
ἐπιτήδευμα 1 w 6271
πρὸς 3 w 6275
πόλεμον 1 w 6282
πόνων 2 w 6288
δὲ 58 w 6290
ἁπάντων 1 w 6297
ἀδεεῖς 1 w 6303
καὶ 108 w 6306
ἀτεράμονας 1 w 6316
οὔτι 5 w 6321
ῥᾳθύμους 1 w 6329
ἐργάσεται 1 w 6338
ἐπιστάμενος 1 w 6350
ὅτι 4 w 6353
μὴ 6 w 6355
μέγα 1 w 6359
ὄφελος 1 w 6365
φύλακος 1 w 6372
τὸν 12 w 6375
πόνον 1 w 6380
φεύγοντος 1 w 6389
καὶ 109 w 6392
οὐ 34 w 6394
δυναμένου 1 w 6403
καρτερεῖν 1 w 6412
οὐδὲ 19 w 6416
ἀντέχειν 1 w 6424
πρὸς 4 w 6428
κάματον 1 w 6435
ταῦτα 2 w 6441
δὲ 60 w 6443
οὐ 36 w 6445
παραινῶν 1 w 6453
μόνον 4 w 6458
οὐδὲ 20 w 6462
ἐπαινῶν 1 w 6469
τοῦς 1 w 6473
ἀγαθοὺς 1 w 6480
προθύμως 1 w 6488
καὶ 110 w 6491
χαριζόμενος 1 w 6502
11 w 6503
κολάζων 1 w 6510
ἐγκρατῶς 2 w 6518
καὶ 111 w 6521
ἀπαραιτήτως 1 w 6532
ξυμπείθει 1 w 6541
πείθει 2 w 6547
καὶ 112 w 6550
βιάζεται 1 w 6558
ἀλλὰ 5 w 6563
πολὺ 2 w 6567
πρότερον 2 w 6575
αὑτὸν 2 w 6580
τοιοῦτον 1 w 6588
ἐπιδεικνύων 1 w 6599
ἀπεχόμενος 1 w 6610
μὲν 17 w 6613
ἡδονῆς 1 w 6619
ἁπάσης 1 w 6625
χρημάτων 4 w 6634
δὲ 62 w 6636
οὐδὲν 4 w 6641
οὔτε 9 w 6645
σμικρὸν 1 w 6652
οὔτε 10 w 6656
μεῖζον 1 w 6662
ἐπιθυμῶν 1 w 6670
καὶ 113 w 6673
ἀφαιρούμενος 1 w 6685
τῶν 32 w 6688
ὑπηκόων 1 w 6695
ὕπνῳ 1 w 6700
τε 52 w 6702
εἴκων 1 w 6707
ὀλίγα 1 w 6712
καὶ 114 w 6715
τὴν 7 w 6718
ἀργίαν 1 w 6724
ἀποστρεφόμενος 1 w 6738
ἀληθῶς 1 w 6745
γὰρ 10 w 6748
οὐδεὶς 1 w 6754
οὐδενὸς 1 w 6761
εἰς 3 w 6764
οὐδὲν 5 w 6769
ἄξιος 1 w 6774
καθεύδων 1 w 6782
ἀνὴρ 1 w 6786
12 w 6787
καὶ 115 w 6790
ἐγρηγορὼς 1 w 6799
τοῖς 13 w 6803
καθεύδουσιν 1 w 6814
ἐμφερής 2 w 6821
πειθομένους 2 w 6833
δὲ 65 w 6835
αὐτοὺς 1 w 6841
ἕξει 1 w 6845
καλῶς 1 w 6850
αὑτῷ 3 w 6854
τε 53 w 6856
οἶμαι 2 w 6861
καὶ 116 w 6864
τοῖς 14 w 6868
ἄρχουσιν 2 w 6876
εἰ 19 w 6879
τοῖς 15 w 6883
ἀρίστοις 1 w 6891
πειθόμενος 1 w 6901
νόμοις 1 w 6907
καὶ 117 w 6910
τοῖς 16 w 6914
ὀρθοῖς 1 w 6920
ξυνεπόμενος 1 w 6931
διατάγμασι 1 w 6941
δῆλος 1 w 6946
εἴη 1 w 6949
καὶ 118 w 6953
ὅλως 1 w 6957
τὴν 8 w 6960
ἡγεμονίαν 1 w 6969
ἀποδοὺς 1 w 6976
τῷ 18 w 6978
φύσει 3 w 6983
βασιλικῷ 1 w 6991
καὶ 119 w 6994
ἡγεμονικῷ 1 w 7003
τῆς 17 w 7006
ψυχῆς 1 w 7011
μορίῳ 1 w 7016
ἀλλ 11 w 7020
οὐ 42 w 7023
τῷ 19 w 7025
θυμοειδεῖ 1 w 7034
καὶ 120 w 7037
ἀκολάστῳ 1 w 7045
καὶ 121 w 7049
καρτερεῖν 2 w 7058
δὲ 66 w 7060
καὶ 122 w 7063
ὑπομένειν 1 w 7072
τόν 2 w 7075
τε 55 w 7077
ἐπὶ 3 w 7080
στρατιᾶς 1 w 7088
καὶ 123 w 7091
ἐν 10 w 7093
τοῖς 17 w 7097
ὅπλοις 1 w 7103
κάματον 2 w 7110
ὁπόσα 1 w 7115
τε 56 w 7117
κατὰ 3 w 7121
τὴν 9 w 7124
εἰρήνην 1 w 7131
ἐξηυρέθη 1 w 7139
γυμνάσια 1 w 7147
μελέτης 1 w 7154
ἕνεκα 2 w 7159
τῆς 18 w 7162
πρὸς 5 w 7166
τοὺς 14 w 7170
ὀθνείους 1 w 7178
ἀγῶνας 1 w 7184
πῶς 1 w 7188
ἄν 5 w 7190
τις 4 w 7193
μάλιστα 2 w 7200
πείσας 1 w 7206
εἴη 2 w 7209
13 w 7211
δῆλον 1 w 7216
ὡς 3 w 7218
αὐτὸς 4 w 7223
ὁρώμενος 1 w 7231
καρτερὸς 1 w 7239
καὶ 124 w 7242
ἀδαμάντινος 1 w 7253
ἔστι 4 w 7258
γὰρ 11 w 7261
ἀληθῶς 2 w 7267
ἥδιστον 1 w 7274
θέαμα 1 w 7279
στρατιώτῃ 1 w 7288
πονουμένῳ 1 w 7297
σώφρων 1 w 7303
αὐτοκράτωρ 1 w 7313
συνεφαπτόμενος 1 w 7328
ἔργων 2 w 7333
καὶ 125 w 7336
προθυμούμενος 1 w 7349
καὶ 126 w 7352
παρακαλῶν 1 w 7361
καὶ 127 w 7364
ἐν 11 w 7366
τοῖς 18 w 7370
δοκοῦσι 1 w 7377
φοβεροῖς 1 w 7385
φαιδρὸς 1 w 7392
καὶ 128 w 7395
ἀδεὴς 1 w 7400
καὶ 129 w 7403
ὅπου 2 w 7407
λίαν 2 w 7411
θαρροῦσι 1 w 7419
σεμνὸς 1 w 7425
καὶ 130 w 7428
ἐμβριθής 1 w 7436
πέφυκε 1 w 7443
γὰρ 12 w 7446
ἐξομοιοῦσθαι 1 w 7458
πρὸς 6 w 7462
τὸν 14 w 7465
ἄρχοντα 2 w 7472
τὰ 19 w 7474
τῶν 33 w 7477
ὑπηκόων 2 w 7484
εὐλαβείας 1 w 7493
πέρι 1 w 7497
καὶ 131 w 7500
θράσους 1 w 7507
προνοητέον 1 w 7518
δὲ 67 w 7520
αὐτῷ 6 w 7524
τῶν 34 w 7527
εἰρημένων 1 w 7536
οὐ 43 w 7538
μεῖον 2 w 7543
ὅπως 3 w 7547
ἄφθονον 1 w 7554
τὴν 10 w 7557
τροφὴν 1 w 7563
ἔχωσι 1 w 7568
καὶ 132 w 7571
οὐδενὸς 2 w 7578
τῶν 35 w 7581
ἀναγκαίων 2 w 7590
ἐνδέωνται 1 w 7599
πολλάκις 1 w 7608
γὰρ 13 w 7611
οἱ 6 w 7613
πιστότατοι 1 w 7623
τῶν 36 w 7626
ποιμνίων 3 w 7634
φρουροὶ 2 w 7641
καὶ 133 w 7644
φύλακες 1 w 7651
ὑπὸ 4 w 7654
τῆς 19 w 7657
ἐνδείας 1 w 7664
ἀναγκαζόμενοι 1 w 7677
ἄγριοί 1 w 7683
τέ 21 w 7685
εἰσι 1 w 7689
τοῖς 19 w 7693
νομεῦσι 1 w 7700
καὶ 134 w 7703
αὐτοὺς 2 w 7709
πόρρωθεν 1 w 7717
ἰδόντες 1 w 7724
περιυλακτοῦσι 1 w 7737
καὶ 135 w 7740
οὐδὲ 23 w 7744
τῶν 37 w 7747
προβάτων 1 w 7755
ἀπέσχοντο 1 w 7764
Τοιοῦτος 1 w 7773
μὲν 18 w 7776
ἐπὶ 4 w 7779
στρατοπέδων 1 w 7790
14 w 7791
γενναῖος 1 w 7799
πόλει 1 w 7805
δὲ 69 w 7807
σωτὴρ 1 w 7812
καὶ 136 w 7815
κηδεμών 1 w 7822
οὔτι 6 w 7827
τοὺς 16 w 7831
ἔξωθεν 1 w 7837
μόνον 5 w 7842
ἀπείργων 1 w 7850
κινδύνους 1 w 7859
οὐδὲ 24 w 7863
ἀντιταττόμενος 1 w 7877
14 w 7878
καὶ 137 w 7881
ἐπιστρατεύων 1 w 7893
βαρβάροις 1 w 7902
γείτοσι 1 w 7909
στάσιν 2 w 7916
δὲ 71 w 7918
ἐξαιρῶν 1 w 7925
καὶ 138 w 7928
ἔθη 1 w 7931
μοχθηρὰ 1 w 7938
καὶ 139 w 7941
τρυφὴν 1 w 7947
καὶ 140 w 7950
ἀκολασίαν 1 w 7959
τῶν 38 w 7962
μεγίστων 1 w 7970
κακῶν 1 w 7975
παρέξει 1 w 7982
ῥᾳστώνην 1 w 7990
ὕβριν 1 w 7996
δὲ 72 w 7998
ἐξείργων 1 w 8006
καὶ 141 w 8009
παρανομίαν 1 w 8019
καὶ 142 w 8022
ἀδικίαν 1 w 8029
καὶ 143 w 8032
ἐπιθυμίαν 1 w 8041
ἀμέτρου 1 w 8048
κτήσεως 1 w 8055
τὰς 5 w 8058
ἐκ 13 w 8060
τούτων 2 w 8066
ἀναφυομένας 1 w 8077
στάσεις 1 w 8084
καὶ 144 w 8087
ἔριδας 1 w 8093
εἰς 4 w 8096
οὐδὲν 6 w 8101
χρηστὸν 1 w 8108
τελευτώσας 1 w 8118
οὐδὲ 26 w 8122
τὴν 11 w 8125
ἀρχὴν 1 w 8130
ἀνέξεται 2 w 8138
φῦναι 1 w 8143
γενομένας 1 w 8153
δὲ 75 w 8155
ὡς 4 w 8157
ἔνι 1 w 8160
τάχιστα 1 w 8167
ἀφανιεῖ 1 w 8174
καὶ 145 w 8177
ἐξελάσει 1 w 8185
τῆς 20 w 8188
αὑτοῦ 1 w 8193
πόλεως 1 w 8199
λήσεται 1 w 8207
δὲ 76 w 8209
αὐτὸν 2 w 8214
οὐδεὶς 2 w 8220
ὑπερβὰς 1 w 8227
τὸν 17 w 8230
νόμον 1 w 8235
καὶ 146 w 8238
βιασάμενος 1 w 8248
οὐ 50 w 8251
μᾶλλον 1 w 8257
15 w 8258
τῶν 39 w 8261
πολεμίων 2 w 8269
τις 5 w 8272
τὸν 18 w 8275
χάρακα 1 w 8281
φύλαξ 1 w 8287
δὲ 77 w 8289
ὢν 5 w 8291
ἀγαθὸς 1 w 8297
τῶν 40 w 8300
νόμων 1 w 8305
ἀμείνων 1 w 8313
ἔσται 1 w 8318
δημιουργός 1 w 8328
εἴ 5 w 8331
ποτε 2 w 8335
καιρὸς 1 w 8341
καὶ 147 w 8344
τύχη 2 w 8348
καλοίη 1 w 8354
καὶ 148 w 8358
οὐδεμία 1 w 8365
μηχανὴ 1 w 8371
πείθει 3 w 8377
τὸν 19 w 8380
τοιοῦτον 2 w 8388
ψευδῆ 1 w 8393
καὶ 149 w 8396
κίβδηλον 1 w 8404
καὶ 150 w 8407
νόθον 1 w 8412
τοῖς 20 w 8416
κειμένοις 1 w 8425
ἐπεισάγειν 1 w 8435
νόμον 2 w 8440
οὐ 52 w 8443
μᾶλλον 2 w 8449
16 w 8450
τοῖς 21 w 8454
αὑτοῦ 2 w 8459
παισὶ 1 w 8464
δούλειον 1 w 8472
καὶ 151 w 8475
ἀγεννὲς 1 w 8482
ἐπεισαγαγεῖν 1 w 8494
σπέρμα 1 w 8500
δίκης 1 w 8506
δὲ 78 w 8508
αὐτῷ 7 w 8512
μέλει 1 w 8517
καὶ 152 w 8520
θέμιδος 1 w 8527
καὶ 153 w 8531
οὔτε 11 w 8535
γονεῖς 1 w 8541
οὔτε 12 w 8545
ξυγγενεῖς 1 w 8554
καὶ 154 w 8557
φίλοι 1 w 8562
πείθουσι 1 w 8570
καταχαρίσασθαί 1 w 8584
σφιν 1 w 8588
καὶ 155 w 8591
προδοῦναι 1 w 8600
τὸ 29 w 8602
ἔνδικον 1 w 8609
ὑπολαμβάνει 1 w 8621
γὰρ 14 w 8624
ἁπάντων 2 w 8631
εἶναι 2 w 8636
τὴν 12 w 8639
πατρίδα 1 w 8646
κοινὴν 1 w 8652
ἑστίαν 1 w 8658
καὶ 156 w 8661
μητέρα 1 w 8667
πρεσβυτέραν 1 w 8679
μὲν 19 w 8682
καὶ 157 w 8685
σεμνοτέραν 1 w 8695
τῶν 41 w 8698
πατέρων 3 w 8705
φιλτέραν 1 w 8714
δὲ 79 w 8716
ἀδελφῶν 1 w 8723
καὶ 158 w 8726
ξένων 1 w 8731
καὶ 159 w 8734
φίλων 2 w 8739
ἧς 1 w 8742
ἀποσυλῆσαι 1 w 8752
τὸν 20 w 8755
νόμον 3 w 8760
καὶ 160 w 8763
βιάσασθαι 1 w 8772
μεῖζον 2 w 8778
ἀσέβημα 1 w 8785
κρίνει 1 w 8791
τῆς 21 w 8794
περὶ 3 w 8798
τὰ 21 w 8800
χρήματα 3 w 8807
τῶν 42 w 8810
θεῶν 5 w 8814
παρανομίας 1 w 8824
ἔστι 5 w 8829
γὰρ 15 w 8832
15 w 8833
νόμος 1 w 8838
ἔκγονος 1 w 8845
τῆς 22 w 8848
δίκης 2 w 8853
ἱερὸν 1 w 8859
ἀνάθημα 1 w 8866
καὶ 161 w 8869
θεῖον 1 w 8874
ἀληθῶς 3 w 8880
τοῦ 19 w 8883
μεγίστου 1 w 8891
θεοῦ 1 w 8895
ὃν 1 w 8898
οὐδαμῶς 1 w 8905
25 w 8906
γε 23 w 8908
ἔμφρων 1 w 8914
ἀνὴρ 2 w 8918
περὶ 4 w 8922
σμικροῦ 1 w 8929
ποιήσεται 1 w 8938
οὐδὲ 27 w 8942
ἀτιμάσει 1 w 8950
ἀλλὰ 6 w 8955
ἐν 14 w 8957
δίκῃ 2 w 8961
πάντα 2 w 8966
δρῶν 2 w 8970
τοὺς 17 w 8974
μὲν 20 w 8977
ἀγαθοὺς 2 w 8984
τιμήσει 1 w 8991
προθύμως 2 w 8999
τοὺς 18 w 9004
μοχθηροὺς 1 w 9013
δὲ 81 w 9015
ἐς 4 w 9017
δύναμιν 3 w 9024
ἰᾶσθαι 1 w 9030
καθάπερ 5 w 9037
ἰατρὸς 1 w 9043
ἀγαθὸς 2 w 9049
προθυμήσεται 1 w 9061
Διττῶν 1 w 9068
δὲ 82 w 9070
ὄντων 1 w 9075
τῶν 44 w 9078
ἁμαρτημάτων 1 w 9089
καὶ 162 w 9093
τῶν 45 w 9096
μὲν 21 w 9099
ὑποφαινόντων 1 w 9111
ἐλπίδας 1 w 9118
ἀμείνους 1 w 9126
καὶ 163 w 9129
οὐ 55 w 9131
πάντη 1 w 9136
τὴν 13 w 9139
θεραπείαν 1 w 9148
ἀπεστραμμένων 1 w 9161
τῶν 46 w 9165
δὲ 83 w 9167
ἀνίατα 1 w 9173
πλημμελούντων 1 w 9186
τούτοις 2 w 9194
δὲ 84 w 9196
οἱ 7 w 9198
νόμοι 2 w 9203
θάνατον 1 w 9210
λύσιν 1 w 9215
τῶν 47 w 9218
κακῶν 2 w 9223
ἐπενόησαν 1 w 9232
οὐκ 8 w 9236
εἰς 5 w 9239
τὴν 14 w 9242
ἐκείνων 4 w 9249
μᾶλλον 3 w 9255
εἰς 6 w 9259
δὲ 85 w 9261
τὴν 15 w 9264
ἄλλων 4 w 9269
ὠφέλειαν 1 w 9277
διττὰς 1 w 9284
δ 205 w 9285
ἀνάγκη 2 w 9292
τὰς 7 w 9295
κρίσεις 1 w 9302
γίγνεσθαι 1 w 9311
οὐκοῦν 1 w 9318
τῶν 48 w 9321
μὲν 22 w 9324
ἰασίμων 1 w 9331
αὑτῷ 4 w 9335
προσήκειν 1 w 9344
ὑπολήψεται 1 w 9354
τήν 1 w 9357
τε 64 w 9359
ἐπίγνωσιν 1 w 9368
καὶ 164 w 9371
τὴν 16 w 9374
θεραπείαν 2 w 9383
ἀφέξεται 1 w 9392
δὲ 86 w 9394
τῶν 49 w 9397
ἄλλων 5 w 9402
μάλα 4 w 9406
ἐρρωμένως 1 w 9415
καὶ 165 w 9419
οὐκ 10 w 9422
ἄν 6 w 9424
ποτε 3 w 9428
ἑκὼν 1 w 9432
ἅψαιτο 1 w 9438
κρίσεως 1 w 9445
ἐφ 4 w 9448
1 w 9450
θάνατος 1 w 9457
11 w 9458
ζημία 1 w 9463
παρὰ 2 w 9467
τῶν 50 w 9470
νόμων 2 w 9475
τοῖς 22 w 9479
ὠφληκόσι 1 w 9487
τὴν 17 w 9490
δίκην 1 w 9495
προηγόρευται 1 w 9507
νομοθετῶν 1 w 9517
δὲ 87 w 9519
ὑπὲρ 2 w 9523
τῶν 52 w 9526
τοιούτων 2 w 9534
ὕβριν 2 w 9539
μὲν 23 w 9542
καὶ 166 w 9545
χαλεπότητα 1 w 9555
καὶ 167 w 9558
πικρίαν 1 w 9565
τῶν 53 w 9568
τιμωριῶν 1 w 9576
ἀφαιρήσει 1 w 9585
ἀποκληρώσει 1 w 9597
δὲ 88 w 9599
αὐτοῖς 4 w 9605
ἀνδρῶν 2 w 9611
σωφρόνων 1 w 9619
καὶ 168 w 9622
διὰ 4 w 9625
παντὸς 2 w 9631
τοῦ 20 w 9634
βίου 3 w 9638
βάσανον 1 w 9645
οὐ 59 w 9647
φαύλην 1 w 9653
τῆς 23 w 9656
αὑτῶν 3 w 9661
ἀρετῆς 3 w 9667
παρασχομένων 1 w 9679
δικαστήριον 1 w 9690
οἳ 4 w 9693
μηδὲν 1 w 9698
αὐθαδῶς 1 w 9705
μηδὲ 3 w 9709
ὁρμῇ 1 w 9713
τινι 1 w 9717
παντελῶς 1 w 9725
ἀλόγῳ 1 w 9730
χρώμενοι 1 w 9738
ἐν 15 w 9741
ἡμέρας 1 w 9747
μορίῳ 2 w 9752
σμικρῷ 1 w 9758
βουλευσάμενοι 1 w 9771
τυχὸν 1 w 9777
δὲ 91 w 9779
οὐδὲ 28 w 9783
βουλῇ 1 w 9788
δόντες 2 w 9794
ὑπὲρ 3 w 9799
ἀνδρὸς 1 w 9805
πολίτου 1 w 9812
τὴν 18 w 9815
μέλαιναν 1 w 9823
οἴσουσι 1 w 9830
ψῆφον 1 w 9835
αὐτῷ 8 w 9840
δὲ 93 w 9842
οὔτε 13 w 9846
ἐν 16 w 9848
τῇ 3 w 9850
χειρὶ 1 w 9855
ξίφος 2 w 9860
εἰς 7 w 9863
πολίτου 2 w 9870
κἂν 1 w 9874
ἀδικῇ 1 w 9879
τὰ 24 w 9881
ἔσχατα 1 w 9887
φόνον 1 w 9893
οὔτε 14 w 9897
ἐν 17 w 9899
τῇ 4 w 9901
ψυχῇ 1 w 9905
κέντρον 1 w 9912
ὑπεῖναι 1 w 9919
χρή 5 w 9922
ὅπου 3 w 9927
καὶ 169 w 9930
τὴν 19 w 9933
τῶν 55 w 9936
μελιττῶν 1 w 9944
ὁρῶμεν 1 w 9950
βασιλεύουσαν 1 w 9962
καθαρὰν 1 w 9969
ὑπὸ 5 w 9972
τῆς 25 w 9975
φύσεως 3 w 9981
πλήκτρου 1 w 9989
γενομένην 1 w 9998
ἀλλ 13 w 10002
οὐκ 11 w 10006
εἰς 8 w 10009
μελίττας 1 w 10017
βλεπτέον 1 w 10025
εἰς 9 w 10029
αὐτὸν 3 w 10034
δὲ 94 w 10036
οἶμαι 3 w 10041
τῶν 57 w 10044
θεῶν 6 w 10048
τὸν 22 w 10051
βασιλέα 3 w 10058
οὗπερ 1 w 10063
εἶναι 3 w 10068
χρὴ 2 w 10071
τὸν 23 w 10074
ἀληθῶς 4 w 10080
ἄρχοντα 3 w 10087
προφήτην 1 w 10095
καὶ 170 w 10098
ὑπηρέτην 1 w 10106
οὐκοῦν 2 w 10113
ὅσα 2 w 10116
μὲν 24 w 10119
ἀγαθὰ 1 w 10124
γέγονε 5 w 10130
παντελῶς 2 w 10138
τῆς 26 w 10141
ἐναντίας 1 w 10149
ἄμικτα 1 w 10155
φύσεως 4 w 10161
καὶ 171 w 10164
ἐπ 45 w 10166
ὠφελείᾳ 2 w 10174
κοινῇ 1 w 10179
τῶν 58 w 10182
ἀνθρώπων 2 w 10190
καὶ 172 w 10193
τοῦ 21 w 10196
παντὸς 3 w 10202
κόσμου 1 w 10208
τούτων 3 w 10215
δὲ 95 w 10217
αὐτὸς 5 w 10222
ἦν 2 w 10224
τε 71 w 10226
καὶ 173 w 10229
ἔστι 6 w 10233
δημιουργός 2 w 10243
τὰ 25 w 10246
κακὰ 1 w 10250
δὲ 96 w 10252
οὔτ 21 w 10255
ἐγέννησεν 1 w 10265
οὔτ 22 w 10268
ἐπέταξεν 1 w 10277
εἶναι 4 w 10282
ἀλλ 14 w 10286
αὐτὰ 1 w 10291
μὲν 25 w 10294
ἐφυγάδευσεν 1 w 10305
ἐξ 14 w 10307
οὐρανοῦ 1 w 10314
περὶ 5 w 10319
δὲ 97 w 10321
τὴν 20 w 10324
γῆν 1 w 10327
στρεφόμενα 1 w 10337
καὶ 174 w 10340
τὴν 21 w 10343
ἐκεῖθεν 1 w 10350
ἀποικίαν 1 w 10358
σταλεῖσαν 1 w 10367
τῶν 59 w 10370
ψυχῶν 1 w 10375
διαλαβόμενα 1 w 10386
κρίνειν 1 w 10393
ἐπέταξε 2 w 10400
καὶ 175 w 10403
διακαθαίρειν 1 w 10415
τοῖς 24 w 10419
αὑτοῦ 3 w 10424
παισὶ 2 w 10429
καὶ 176 w 10432
ἐγγόνοις 1 w 10440
τούτων 4 w 10447
δὲ 98 w 10449
οἱ 8 w 10451
μέν 29 w 10454
εἰσι 2 w 10458
σωτῆρες 1 w 10465
καὶ 177 w 10468
ἐπίκουροι 1 w 10477
τῆς 27 w 10480
ἰνθρωπίνης 1 w 10490
φύσεως 5 w 10496
ἄλλοι 1 w 10502
δὲ 99 w 10504
ἀπαραίτητοι 1 w 10515
κριταί 1 w 10521
τῶν 60 w 10525
ἀδικημάτων 1 w 10535
ὀξεῖαν 1 w 10541
καὶ 178 w 10544
δεινὴν 1 w 10550
ἐπάγοντες 1 w 10559
δίκην 2 w 10564
ζῶσί 1 w 10568
τε 73 w 10570
ἀνθρώποις 1 w 10579
καὶ 179 w 10582
ἀπολυθεῖσι 1 w 10592
τῶν 61 w 10595
σωμάτων 1 w 10602
οἱ 9 w 10605
δὲ 100 w 10607
ὥσπερ 2 w 10612
δήμιοι 1 w 10618
τιμωροί 1 w 10625
τινες 2 w 10630
καὶ 180 w 10633
ἀποπληρωταὶ 1 w 10644
τῶν 62 w 10647
δικασθέντων 1 w 10658
ἕτερον 2 w 10665
τῶν 63 w 10668
φαύλων 1 w 10674
καὶ 181 w 10677
ἀνοήτων 1 w 10684
δαιμόνων 3 w 10692
τὸ 37 w 10694
φῦλον 1 w 10699