Scaife ATLAS

CTS Library / Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας (12-15)

urn:cts:greekLit:tlg2003.tlg003.perseus-grc2:12-15
Refs {'start': {'reference': '12', 'human_reference': 'Section 12'}, 'end': {'reference': '15', 'human_reference': 'Section 15'}}
Ancestors []
Children []
prev
plain textXML
next

64b
Ἐπειδὴ γὰρ οἱ Παρθυαῖοι κοσμηθέντες ὅπλοις αὐτοί τε καὶ ἵπποι ξὺν τοῖς Ἰνδικοῖς θηρίοις προσῆγον τῷ τείχει, λαμπροὶ ταῖς ἐλπίσιν ὡς αὐτίκα μάλα ἀναρπασόμενοι, καὶ ἐδέδοτό σφιν τοῦ πρόσω χωρεῖν τὸ σημεῖον, ὠθοῦντο ξύμπαντες, αὐτός τις ἐθέλων πρῶτος ἐσαλέσθαι τὸ τεῖχος καὶ οἴχεσθαι φέρων τὸ ἐπ αὐτῷ κλέος· εἶναί τε οὐδὲν ἐτόπαζον δέος· οὐδὲ γὰρ ὑπομενεῖν σφῶν τὴν
64c
ὁρμὴν τοὺς ἔνδον. Παρθυαίοις μὲν τοσοῦτον περιῆν ἐλπίδος. οἱ δὲ πυκνήν τε εἶχον τὴν φάλαγγα κατὰ τὸ διερρηγμένον τοῦ τείχους, καὶ ὑπὲρ τοῦ συνεστῶτος ὁπόσον ἦν ἀχρεῖον πλῆθος
v.1.p.172
ἐν τῇ πόλει κατέστησαν ἀναμίξαντες τῶν στρατιωτῶν οὐκ ἐλάττω μοῖραν. ἐπεὶ δὲ οἱ πολέμιοι προσήλαυνον καὶ οὐδὲν ἐπ αὐτοὺς ἐκ τοῦ τείχους ἀφίετο βέλος, βεβαιοτέραν εἶχον τὴν ἐλπίδα τοῦ κατ ἄκρας αἱρήσειν τὴν πόλιν, καὶ τοὺς ἵππους ἔπαιον μάστιξι καὶ ᾕμασσον τὰς πλευρὰς τοῖς κέντροις,
64d
ἕως ἐποιήσαντο σφῶν κατὰ νώτου τὰ χώματα· ἐπεποίητο δὲ ὑπ αὐτῶν ἐκεῖνα πρότερον πρὸς τὸ ἐπέχειν τοῦ Μυγδονίου τὰς ἐκροάς, ἰλύς τε ἦν περὶ τὸ χωρίον εὖ μάλα βαθεῖα οὐδὲ αὐτοῦ παντελῶς ὄντος ὑπὸ τῆς ὕλης καὶ διὰ τὸ πίειραν εἶναι τὴν γῆν καὶ στέγειν δύνασθαι φύσει τὰς λιβάδας. ἦν δὲ ἐνταῦθα καὶ παλαιὸν ἔρυμα τῇ πόλει τάφρος εὐρεῖα, καὶ ἐν
65a
αὐτῇ βαθύτερον συνειστήκει τέλμα. ἁπτομένων δὲ ἤδη τῶν πολεμίων καὶ ταύτης καὶ διαβαίνειν πειρωμένων, ἐπεξῇσαν πολλοὶ μὲν ἔνδοθεν, πολλοὶ δὲ ἀπὸ τῶν τειχῶν ἔβαλλον τοῖς λίθοις· καὶ αὐτῶν μὲν πολὺς ἐγένετο φόνος, φυγῇ δὲ ἔτρεπον τοὺς ἵππους ξύμπαντες, τῷ μόνον ἐθέλειν καὶ δηλοῦν τὴν γνώμην διὰ τοῦ σχήματος. ἐπιστρεφόντων. γὰρ ἔπιπτον εὐθέως καὶ κατέφερον τοὺς ἱππέας· βαρεῖς δὲ ὄντες τοῖς ὅπλοις μᾶλλον
65b
ἐνείχοντο τῷ τέλματι. καὶ αὐτῶν ἐνταῦθα γίνεται φόνος, ὅσος οὔπω πρόσθεν ἐν πολιορκίᾳ τοιαύτῃ γέγονεν.

Ἐπεὶ δὲ τὰ τῶν ἱππέων ὧδε ἐπεπράγει, τῶν ἐλεφάντων πειρῶνται, καταπλήξεσθαι μᾶλλον

v.1.p.174
οἰόμενοι τῷ ξένῳ τῆς μάχης· οὐ γὰρ δὴ τοσοῦτον αὐτοῖς τὰ τῶν ὀμμάτων διέφθαρτο, ὡς μὴ καθορᾶν βαρύτερον μὲν ὂν ἵππου τὸ θηρίον, φέρον δὲ ἄχθος οὐχ ἵππων δυοῖν πλειόνων, ἁμαξῶν δὲ οἶμαι
65c
συχνῶν, τοξότας καὶ ἀκοντιστὰς καὶ σιδηροῦν πύργον. ταῦτα δὲ ἦν ἅπαντα πρὸς τὸ χωρίον χειροποίητον γεγονὸς τέλμα κωλύματα, καὶ ἦν αὐτοῖς ἔργῳ φανερά· ὅθεν οὐκ εἰκὸς εἰς μάχην ἰέναι, ἀλλὰ ἐς κατάπληξιν τῶν ἔνδον παρασκευάζεσθαι. προσῆγον δὲ ἐν τάξει μέτρον διεστῶτες ἀλλήλων ἴσον, καὶ ἐῴκει τείχει τῶν Παρθυαίων φάλαγξ· τὰ μὲν θηρία τοὺς πύργους φέροντα, τῶν ὁπλιτῶν δὲ ἀναπληρούντων τὰ ἐν μέσῳ. ταχθέντες δὲ οὕτως οὐ μέγα ὄφελος ἦσαν τῷ
65d
βαρβάρῳ· παρεῖχον γὰρ ἡδονὴν καὶ τέρψιν τοῖς ἐκ τοῦ τείχους θεωμένοις. ὡς δὲ ἐγένοντο διακορεῖς οἱονεὶ λαμπρᾶς καὶ πολυτελοῦς πομπῆς πεμπομένης, λίθους ἐκ μηχανῶν ἀφιέντες καὶ τόξοις βάλλοντες ἐς τὴν τειχομαχίαν προυκαλοῦντο τοὺς βαρβάρους. φύσει δὲ ὄντες εἰς ὀργὴν ὀξύρροποι καὶ δεινὸν ποιούμενοι τὸ γέλωτα ὀφλῆσαι καὶ ἀπαγαγεῖν ὀπίσω τὴν παρασκευὴν ἄπρακτον, ἐγκελευομένου σφίσι τοῦ βασιλέως, προσῆγον τῷ τείχει καὶ ἐβάλλοντο πυκνοῖς τοῖς λίθοις καὶ
66a
τοῖς τοξεύμασι· καὶ ἐτρώθη τῶν θηρίων τινὰ καὶ ἀπέθανεν κατενεχθέντα ὑπὸ τῆς ἰλύος. δείσαντες δὲ καὶ ὑπὲρ τῶν ἄλλων ἀπῆγον ὀπίσω πάλιν εἰς τὸ στρατόπεδον.

v.1.p.176

Ὡς δὲ καὶ ταύτης Παρθυαῖος ἥμαρτε τῆς πείρας, τοὺς τοξότας διελὼν εἰς μοίρας διαδέχεσθαί τε ἀλλήλους κελεύει καὶ συνεχῶς βάλλειν πρὸς τὸ διερρηγμένον τοῦ τείχους, ὡς μὴ δυνηθεῖεν ἀποικοδομῆσαι καὶ ἔχειν ἀσφαλῶς τὴν πόλιν· οὕτω γὰρ αἱρήσειν λαθὼν βιασάμενος τῷ

66b
πλήθει τοὺς ἔνδον ἤλπιζε. ἀλλὰ μάταιον γὰρ ἀπέφηνεν βασιλέως παρασκευὴ τοῦ βαρβάρου τὸ διανόημα. κατὰ νώτου γὰρ τῶν ὁπλιτῶν ἕτερον τεῖχος εἰργάζετο· δὲ ᾤετο τοῖς ἀρχαίοις ἴχνεσιν ἐς τὰ θεμέλια χρωμένους μέλλειν ἔτι. ἡμέρᾳ δὲ ὅλῃ καὶ νυκτὶ συνεχῶς ἐργασαμένων ἔστε ἐπὶ τέτταρας πήχεις ὕψους ἠγείρετο, καὶ ἕωθεν ὤφθη λαμπρὸν καὶ νεουργές, ἐκείνων οὐδὲ ἀκαρῆ χρόνον ἐνδιδόντων, διαδεχομένων δὲ ἀλλήλους καὶ ἀκοντιζόντων ἐς τοὺς ἐφεστῶτας τῷ κειμένῳ τείχει,
66c
τοῦτο ἐξέπληξε δεινῶς τὸν βάρβαρον. οὐ μὴν ἀπῆγεν εὐθὺς τὴν στρατιάν, ἀλλ αὖθις τοῖς αὐτοῖς χρῆται παλαίσμασι. δράσας δὲ οἶμαι καὶ παθὼν παραπλήσια ἀπῆγε τὴν στρατιὰν ὀπίσω, πολλοὺς μὲν ὑπὸ τῆς ἐνδείας δήμους ἀπολέσας, πολλὰ δὲ ἀναλώσας περὶ τοῖς χώμασι καὶ τῇ
66d
πολιορκίᾳ σώματα, σατράπας δὲ ἀνελὼν συχνούς, ἄλλον ἄλλο ἐπαιτιώμενος, τὸν μὲν ὅτι μὴ καρτερῶς ἐπεποίητο τὰ χώματα, εἶξε δὲ καὶ ἐπεκλύσθη παρὰ τῶν ποταμίων ῥευμάτων, τὸν δὲ ὡς φαύλως
v.1.p.178
ἀγωνισάμενον ὑπὸ τοῖς τείχεσι, καὶ ἄλλους ἄλλας ἐπάγων αἰτίας ἔκτεινεν. ἔστι γὰρ εὖ μάλα τοῖς κατὰ τὴν Ἀσίαν βαρβάροις σύνηθες ἐς τοὺς ὑπηκόους τὰς αἰτίας τῆς δυσπραγίας ἀποσκευάζεσθαι, δὴ καὶ τότε δράσας ἀπιὼν ᾤχετο. καὶ ἄγει πρὸς ἡμᾶς εἰρήνην ἐκ τούτου, καὶ οὔτε ὅρκων
67a
οὔτε συνθηκῶν ἐδέησεν, ἀγαπᾷ δὲ οἴκοι μένων, εἰ μὴ στρατεύοιτο βασιλεὺς ἐπ αὐτὸν καὶ δίκην ἀπαιτοίη τοῦ θράσους καὶ τῆς ἀπονοίας.

Ἆρά γε ἄξιον ταύτην παραβαλεῖν τὴν μάχην ταῖς ὑπὲρ τῶν νεῶν τῶν Ἑλληνικῶν καὶ τοῦ τείχους; ἀθρεῖτε δὲ ὧδε τὴν ὁμοιότητα καὶ τὸ διάφορον λογίζεσθε. Ἑλλήνων μὲν Αἴαντε καὶ οἱ Λαπίθαι καὶ Μενεσθεὺς τοῦ τείχους εἶξαν καὶ περιεῖδον τὰς πύλας συντριβομένας ὑφ Ἕκτορος καὶ τῶν ἐπάλξεων

67b
ἐπιβεβηκότα τὸν Σαρπηδόνα. οἱ δὲ οὐδὲ διαρραγέντος αὐτομάτως τοῦ τείχους ἐνέδοσαν, ἀλλὰ ἐνίκων μαχόμενοι καὶ ἀπεκρούοντο Παρθυαίους ξὺν Ἰνδοῖς ἐπιστρατεύσαντας. εἶτα μὲν ἐπιβὰς τῶν νεῶν ἀπὸ τῶν ἰκρίων ὥσπερ ἐρύματος πεζὸς διαγωνίζεται, οἱ δὲ πρότερον ἀπὸ τῶν τειχῶν ἐναυμάχουν, τέλος δὲ οἱ μὲν τῶν ἐπάλξεων εἶξαν καὶ τῶν νεῶν, οἱ δὲ ἐνίκων ναυσί τε ἐπιόντας καὶ πεζῇ τοὺς πολεμίους.

ἀλλὰ γὰρ εὖ ποιῶν λόγος ἐπὶ τὸν Ἕκτορα καὶ τὸν Σαρπηδόνα, οὐκ οἶδα

67c
ὅπως, ὑπηνέχθη καὶ ἐπ αὐτό γέ φασι τῶν ἔργων
v.1.p.180
τὸ κεφάλαιον, τὴν καθαίρεσιν τοῦ τείχους, μιᾷ πρότερον ἡμέρᾳ τοὺς Ἀχαιούς φησι, τοῦ Πυλίου δημαγωγοῦ καὶ βασιλέως ξυμπείθοντος, ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ κατασκευάσασθαι.

Σχεδὸν γάρ μοι τοῦτο φαίνεται τὸ γενναιότατον τῶν ἔργων Ἕκτορος, καὶ οὐχὶ Γλαύκου τέχνης συνεῖναι οὐδὲ σοφωτέρας ἐπινοίας δεῖται, Ὁμήρου σαφῶς διδάσκοντος, ὡς Ἀχιλλέως μὲν φανέντος

ἐδύσετο οὐλαμὸν ἀνδρῶν.
67d
Ἀγαμέμνονος δὲ τοῖς Τρωσὶν ἐπικειμένου καὶ ἐς τὸ τεῖχος καταδιώξαντος Ἕκτορα ὕπαγε Ζεύς, ἵνα ἀποσώζοιτο καθ ἡσυχίαν. προσπαίζων δὲ αὐτὸν ποιητὴς καὶ καταγελῶν τῆς δειλίας ὑπὸ τῇ φηγῷ καὶ πρὸς ταῖς πύλαις ἤδη καθημένῳ τὴν Ἶριν ἥκειν ἔφη παρὰ τοῦ Διὸς φράζουσαν
Ὄφρ ἂν μέν κεν ὁρᾷς Ἀγαμέμνονα ποιμένα λαῶν
68a
Θύνοντ ἐν προμάχοισιν, ἐναίροντα στίχας ἀνδρῶν,
Τόφρ ὑπόεικε μάχης.
πῶς γὰρ εἰκὸς οὕτως ἀγεννῆ καὶ δειλὰ παραινεῖν τὸν Δία, ἄλλως τε οὐδὲ μαχομένῳ, ξὺν πολλῇ δὲ ἑστῶτι ῥᾳστώνῃ; καὶ ὁπηνίκα δὲ τοῦ Τυδέως, τῆς Ἀθηνᾶς πολλὴν ἐκ τοῦ κράνους ἀναπτούσης φλόγα, πολλοὺς μὲν ἔκτεινε, φεύγειν δὲ ἠνάγκαζε
68b
τοὺς ὑπομένοντας, πόρρω τε ἀφειστήκει τοῦ πολέμου, καὶ πολλὰ ὑπομένων ὀνείδη ἀπέγνω μὲν κρατοῦσι τοῖς Ἀχαιοῖς ἀντιστῆναι, εὐπρεπῆ δὲ ποιεῖται τὴν εἰς τὸ ἄστυ πορείαν, ὡς τῇ μητρὶ
v.1.p.182
παραινέσων ἐξιλεοῦσθαι τὴν Ἀθηνᾶν μετὰ τῶν Τρωάδων. καίτοι εἰ μὲν αὐτὸς ἱκέτευε πρὸ τοῦ νεὼ ξὺν τῇ γερουσίᾳ, πολὺν ἂν εἶχε λόγον· προσήκει γὰρ οἶμαι τὸν στρατηγὸν βασιλέα καθάπερ ἱερέα καὶ προφήτην θεραπεύειν ἀεὶ ξὺν
68c
κόσμῳ τὸν θεὸν καὶ μηδὲν ὀλιγωρεῖν μηδὲ ἑτέρῳ μᾶλλον προσήκειν ἡγεῖσθαι μηδὲ ἐπιτρέπειν, ἀνάξιον αὑτοῦ νομίζοντα τὸ διακόνημα.

Οἶμαι γὰρ τὴν Πλάτωνος μικρὰ παρατρέψας λέξιν οὐχ ἁμαρτήσεσθαι, ὡς ὅτῳ ἀνδρί, μᾶλλον δὲ βασιλεῖ, ἐς τὸν θεὸν ἀνήρτηται πάντα τὰ πρὸς εὐδαιμονίαν φέροντα καὶ μὴ ἐν ἄλλοις ἀνθρώποις αἰωρεῖται, ἐξ ὧν εὖ κακῶς πραξάντων πλανᾶσθαι

68d
ἀναγκάζεται αὐτὸς καὶ τὰ ἐκείνου πράγματα, τούτῳ ἄριστα παρεσκεύασται πρὸς τὸ ζῆν. εἰ δὲ ἐπιτρέποι μηδεὶς μεταγράφειν μηδὲ ἐκτρέπειν μηδὲ μεταλαμβάνειν τοὔνομα, ἀλλὰ ὥσπερ ἱερὸν ἀρχαῖον κελεύοι μένειν ἐᾶν ἀκίνητον, οὐδὲ οὕτως ἄλλο τι διανοεῖσθαι τὸν σοφὸν ἐροῦμεν. τὸ γὰρ εἰς ἑαυτὸν οὐ δήπου τὸ σῶμά φησιν οὐδὲ τὰ χρήματα οὐδὲ εὐγένειαν καὶ δόξαν πατέρων· ταῦτα γὰρ αὐτοῦ μέν τινος οἰκεῖα κτήματα, οὐ μήν ἐστι ταῦτα αὐτός· ἀλλὰ νοῦν καὶ φρόνησιν, φησί, καὶ
69a
τὸ ὅλον τὸν ἐν ἡμῖν θεόν· δὴ καὶ αὐτὸς ἑτέρωθι
v.1.p.184
κυριώτατον ἐν ἡμῖν ψυχῆς εἶδος ἔφη, καὶ ὡς ἄρα αὐτὸν δαίμονα θεὸς ἑκάστῳ δέδωκε, τοῦτο δή φαμεν οἰκεῖν μὲν ἡμῶν ἐπ ἄκρῳ τῷ σώματι, πρὸς δὲ τὴν ἐν οὐρανῷ ξυγγένειαν ἀπὸ γῆς ἡμᾶς αἴρειν. ἐς τοῦτο γὰρ ἔοικεν ἐπιτάττειν ἀνηρτῆσθαι χρῆναι ἑκάστῳ ἀνδρί, καὶ οὐκ εἰς ἄλλους ἀνθρώπους, οἳ τὰ μὲν ἄλλα βλάπτειν καὶ κωλύειν ἐθέλοντες πολλάκις ἐδυνήθησαν· ἤδη δέ τινες καὶ μὴ βουλόμενοι
69b
τῶν ἡμετέρων τινὰ παρείλοντο. τοῦτο δὲ ἀκώλυτον μόνον καὶ ἀπαθές ἐστιν, ἐπεὶ μηδὲ θεμιτὸν ὑπὸ τοῦ χείρονος τὸ κρεῖττον βλάπτεσθαι. ἔστι δὲ καὶ οὗτος ἐκεῖθεν λόγος. ἀλλ ἔοικα γὰρ καταφορτίζειν ὑμᾶς τοῖς τοῦ Πλάτωνος λόγοις μικρὰ ἐπιπάττων τῶν ῥημάτων ὥσπερ ἁλῶν χρυσοῦ ψήγματος. τούτων δὲ οἱ μὲν ἡδίω τὴν τροφήν, δὲ εὐπρεπῆ μᾶλλον παρέχει τὴν θέαν. ἀμφότερα δὲ ἐν τοῖς Πλάτωνος λόγοις·
69c
καὶ γὰρ αἰσθέσθαι διὰ τῆς ἀκοῆς ἡδίους τῶν ἁλῶν καὶ θρέψαι ψυχὴν ξὺν ἡδονῇ καὶ καθῆραι θαυμαστοί· ὥστε οὐκ ἀποκνητέον οὐδὲ εὐλαβητέον τὸν ψόγον, εἴ τις ἄρα καταμέμφοιτο τὴν ἀπληστίαν, καὶ ὅτι παντὸς ἐπιδραττόμεθα ὥσπερ ἐν τοῖς συμποσίοις οἱ λίχνοι τῶν ἐδωδίμων ἁπάντων, οὐχ ὑπομένοντες τὸ μὴ τῶν προκειμένων ἅψασθαι. τοῦτο γὰρ δὴ τρόπον τινὰ καὶ ἡμῖν ἔοικε συμβαίνειν, ἐπαίνους ἅμα καὶ δόγματα ᾄδειν καὶ
69d
πρὶν μετρίως ἐφικέσθαι τοῦ προτέρου λόγου μέσον ὑποτεμομένοις φιλοσόφων ἐξηγεῖσθαι ῥήσεις.
v.1.p.186
πρὸς δὴ τοὺς τὰ τοιαῦτα καταμεμφομένους εἴρηται μὲν ἤδη καὶ πρότερον καὶ αὖθις δὲ ἴσως λελέξεται.

Tokens

Ἐπειδὴ 1 w 6
γὰρ 1 w 9
οἱ 1 w 11
Παρθυαῖοι 1 w 20
κοσμηθέντες 1 w 31
ὅπλοις 1 w 37
αὐτοί 1 w 42
τε 2 w 44
καὶ 1 w 47
ἵπποι 1 w 52
ξὺν 1 w 55
τοῖς 1 w 59
Ἰνδικοῖς 1 w 67
θηρίοις 1 w 74
προσῆγον 1 w 82
τῷ 1 w 84
τείχει 1 w 90
λαμπροὶ 1 w 98
ταῖς 1 w 102
ἐλπίσιν 1 w 109
ὡς 1 w 111
αὐτίκα 1 w 117
μάλα 1 w 121
ἀναρπασόμενοι 1 w 134
καὶ 2 w 138
ἐδέδοτό 1 w 145
σφιν 1 w 149
τοῦ 1 w 152
πρόσω 1 w 157
χωρεῖν 1 w 163
τὸ 1 w 165
σημεῖον 1 w 172
ὠθοῦντο 1 w 180
ξύμπαντες 1 w 189
αὐτός 1 w 195
τις 1 w 198
ἐθέλων 1 w 204
πρῶτος 1 w 210
ἐσαλέσθαι 1 w 219
τὸ 2 w 221
τεῖχος 1 w 227
καὶ 3 w 230
οἴχεσθαι 1 w 238
φέρων 1 w 243
τὸ 3 w 245
ἐπ 1 w 247
αὐτῷ 1 w 252
κλέος 1 w 257
εἶναί 1 w 263
τε 6 w 265
οὐδὲν 1 w 270
ἐτόπαζον 1 w 278
δέος 1 w 282
οὐδὲ 2 w 287
γὰρ 2 w 290
ὑπομενεῖν 1 w 299
σφῶν 1 w 303
τὴν 1 w 306
ὁρμὴν 1 w 311
τοὺς 1 w 315
ἔνδον 1 w 320
Παρθυαίοις 1 w 331
μὲν 1 w 334
τοσοῦτον 1 w 342
περιῆν 1 w 348
ἐλπίδος 1 w 355
οἱ 2 w 358
δὲ 3 w 360
πυκνήν 1 w 366
τε 7 w 368
εἶχον 1 w 373
τὴν 2 w 376
φάλαγγα 1 w 383
κατὰ 1 w 387
τὸ 4 w 389
διερρηγμένον 1 w 401
τοῦ 2 w 404
τείχους 1 w 411
καὶ 4 w 415
ὑπὲρ 1 w 419
τοῦ 3 w 422
συνεστῶτος 1 w 432
ὁπόσον 1 w 438
ἦν 1 w 440
ἀχρεῖον 1 w 447
πλῆθος 1 w 453
ἐν 1 w 455
τῇ 1 w 457
πόλει 1 w 462
κατέστησαν 1 w 472
ἀναμίξαντες 1 w 483
τῶν 1 w 486
στρατιωτῶν 1 w 496
οὐκ 1 w 499
ἐλάττω 1 w 505
μοῖραν 1 w 511
ἐπεὶ 1 w 516
δὲ 4 w 518
οἱ 3 w 520
πολέμιοι 1 w 528
προσήλαυνον 1 w 539
καὶ 5 w 542
οὐδὲν 2 w 547
ἐπ 3 w 549
αὐτοὺς 1 w 556
ἐκ 1 w 558
τοῦ 4 w 561
τείχους 2 w 568
ἀφίετο 1 w 574
βέλος 1 w 579
βεβαιοτέραν 1 w 591
εἶχον 2 w 596
τὴν 3 w 599
ἐλπίδα 1 w 605
τοῦ 5 w 608
κατ 3 w 611
ἄκρας 1 w 617
αἱρήσειν 1 w 625
τὴν 4 w 628
πόλιν 1 w 633
καὶ 6 w 637
τοὺς 3 w 641
ἵππους 1 w 647
ἔπαιον 1 w 653
μάστιξι 1 w 660
καὶ 7 w 663
ᾕμασσον 1 w 670
τὰς 1 w 673
πλευρὰς 1 w 680
τοῖς 2 w 684
κέντροις 1 w 692
ἕως 1 w 696
ἐποιήσαντο 1 w 706
σφῶν 2 w 710
κατὰ 2 w 714
νώτου 1 w 719
τὰ 4 w 721
χώματα 1 w 727
ἐπεποίητο 1 w 737
δὲ 6 w 739
ὑπ 3 w 741
αὐτῶν 1 w 747
ἐκεῖνα 1 w 753
πρότερον 1 w 761
πρὸς 1 w 765
τὸ 5 w 767
ἐπέχειν 1 w 774
τοῦ 6 w 777
Μυγδονίου 1 w 786
τὰς 2 w 789
ἐκροάς 1 w 795
ἰλύς 1 w 800
τε 12 w 802
ἦν 2 w 804
περὶ 1 w 808
τὸ 6 w 810
χωρίον 1 w 816
εὖ 1 w 818
μάλα 2 w 822
βαθεῖα 1 w 828
οὐδὲ 4 w 832
αὐτοῦ 1 w 837
παντελῶς 1 w 845
ὄντος 1 w 850
ὑπὸ 1 w 853
τῆς 1 w 856
ὕλης 1 w 860
καὶ 8 w 863
διὰ 1 w 866
τὸ 7 w 868
πίειραν 1 w 875
εἶναι 1 w 880
τὴν 5 w 883
γῆν 1 w 886
καὶ 9 w 889
στέγειν 1 w 896
δύνασθαι 1 w 904
φύσει 1 w 909
τὰς 3 w 912
λιβάδας 1 w 919
ἦν 3 w 922
δὲ 8 w 924
ἐνταῦθα 1 w 931
καὶ 10 w 934
παλαιὸν 1 w 941
ἔρυμα 1 w 946
τῇ 2 w 948
πόλει 2 w 953
τάφρος 1 w 959
εὐρεῖα 1 w 965
καὶ 11 w 969
ἐν 3 w 971
αὐτῇ 1 w 975
βαθύτερον 1 w 984
συνειστήκει 1 w 995
τέλμα 1 w 1000
ἁπτομένων 1 w 1010
δὲ 9 w 1012
ἤδη 1 w 1015
τῶν 4 w 1018
πολεμίων 1 w 1026
καὶ 12 w 1029
ταύτης 1 w 1035
καὶ 13 w 1038
διαβαίνειν 1 w 1048
πειρωμένων 1 w 1058
ἐπεξῇσαν 1 w 1067
πολλοὶ 1 w 1073
μὲν 2 w 1076
ἔνδοθεν 1 w 1083
πολλοὶ 2 w 1090
δὲ 10 w 1092
ἀπὸ 1 w 1095
τῶν 5 w 1098
τειχῶν 1 w 1104
ἔβαλλον 1 w 1111
τοῖς 3 w 1115
λίθοις 1 w 1121
καὶ 14 w 1125
αὐτῶν 2 w 1130
μὲν 3 w 1133
πολὺς 1 w 1138
ἐγένετο 1 w 1145
φόνος 1 w 1150
φυγῇ 1 w 1155
δὲ 11 w 1157
ἔτρεπον 1 w 1164
τοὺς 4 w 1168
ἵππους 2 w 1174
ξύμπαντες 2 w 1183
τῷ 3 w 1186
μόνον 1 w 1191
ἐθέλειν 1 w 1198
καὶ 15 w 1201
δηλοῦν 1 w 1207
τὴν 6 w 1210
γνώμην 1 w 1216
διὰ 2 w 1219
τοῦ 8 w 1222
σχήματος 1 w 1230
ἐπιστρεφόντων 1 w 1244
γὰρ 3 w 1248
ἔπιπτον 1 w 1255
εὐθέως 1 w 1261
καὶ 16 w 1264
κατέφερον 1 w 1273
τοὺς 5 w 1277
ἱππέας 1 w 1283
βαρεῖς 1 w 1290
δὲ 12 w 1292
ὄντες 1 w 1297
τοῖς 4 w 1301
ὅπλοις 2 w 1307
μᾶλλον 1 w 1313
ἐνείχοντο 1 w 1322
τῷ 4 w 1324
τέλματι 1 w 1331
καὶ 17 w 1335
αὐτῶν 3 w 1340
ἐνταῦθα 2 w 1347
γίνεται 1 w 1354
φόνος 2 w 1359
ὅσος 1 w 1364
οὔπω 1 w 1368
πρόσθεν 1 w 1375
ἐν 6 w 1377
πολιορκίᾳ 1 w 1386
τοιαύτῃ 1 w 1393
γέγονεν 1 w 1400
Ἐπεὶ 1 w 1405
δὲ 13 w 1407
τὰ 7 w 1409
τῶν 8 w 1412
ἱππέων 1 w 1418
ὧδε 1 w 1421
ἐπεπράγει 1 w 1430
τῶν 9 w 1434
ἐλεφάντων 1 w 1443
πειρῶνται 1 w 1452
καταπλήξεσθαι 1 w 1466
μᾶλλον 2 w 1472
οἰόμενοι 1 w 1480
τῷ 5 w 1482
ξένῳ 1 w 1486
τῆς 2 w 1489
μάχης 1 w 1494
οὐ 6 w 1497
γὰρ 4 w 1500
δὴ 2 w 1502
τοσοῦτον 2 w 1510
αὐτοῖς 1 w 1516
τὰ 8 w 1518
τῶν 10 w 1521
ὀμμάτων 1 w 1528
διέφθαρτο 1 w 1537
ὡς 2 w 1540
μὴ 2 w 1542
καθορᾶν 1 w 1549
βαρύτερον 1 w 1558
μὲν 4 w 1561
ὂν 1 w 1563
ἵππου 3 w 1568
τὸ 8 w 1570
θηρίον 1 w 1576
φέρον 1 w 1582
δὲ 14 w 1584
ἄχθος 1 w 1589
οὐχ 1 w 1592
ἵππων 1 w 1597
δυοῖν 1 w 1602
1 w 1603
πλειόνων 1 w 1611
ἁμαξῶν 1 w 1618
δὲ 15 w 1620
οἶμαι 1 w 1625
συχνῶν 1 w 1631
τοξότας 1 w 1639
καὶ 18 w 1642
ἀκοντιστὰς 1 w 1652
καὶ 19 w 1655
σιδηροῦν 1 w 1663
πύργον 1 w 1669
ταῦτα 1 w 1675
δὲ 16 w 1677
ἦν 4 w 1679
ἅπαντα 1 w 1685
πρὸς 2 w 1689
τὸ 9 w 1691
χωρίον 2 w 1697
χειροποίητον 1 w 1709
γεγονὸς 1 w 1716
τέλμα 3 w 1721
κωλύματα 1 w 1729
καὶ 20 w 1733
ἦν 5 w 1735
αὐτοῖς 2 w 1741
ἔργῳ 1 w 1745
φανερά 1 w 1751
ὅθεν 1 w 1756
οὐκ 2 w 1759
εἰκὸς 1 w 1764
εἰς 1 w 1767
μάχην 1 w 1772
ἰέναι 1 w 1777
ἀλλὰ 1 w 1782
ἐς 1 w 1784
κατάπληξιν 1 w 1794
τῶν 11 w 1797
ἔνδον 2 w 1802
παρασκευάζεσθαι 1 w 1817
προσῆγον 2 w 1826
δὲ 17 w 1828
ἐν 7 w 1830
τάξει 1 w 1835
μέτρον 1 w 1841
διεστῶτες 1 w 1850
ἀλλήλων 1 w 1857
ἴσον 1 w 1861
καὶ 21 w 1865
ἐῴκει 1 w 1870
τείχει 2 w 1876
τῶν 12 w 1879
Παρθυαίων 1 w 1888
1 w 1889
φάλαγξ 1 w 1895
τὰ 10 w 1898
μὲν 5 w 1901
θηρία 1 w 1906
τοὺς 6 w 1910
πύργους 1 w 1917
φέροντα 1 w 1924
τῶν 13 w 1928
ὁπλιτῶν 1 w 1935
δὲ 18 w 1937
ἀναπληρούντων 1 w 1950
τὰ 11 w 1952
ἐν 8 w 1954
μέσῳ 1 w 1958
ταχθέντες 1 w 1968
δὲ 19 w 1970
οὕτως 1 w 1975
οὐ 9 w 1977
μέγα 1 w 1981
ὄφελος 1 w 1987
ἦσαν 1 w 1991
τῷ 6 w 1993
βαρβάρῳ 1 w 2000
παρεῖχον 1 w 2009
γὰρ 5 w 2012
ἡδονὴν 1 w 2018
καὶ 22 w 2021
τέρψιν 1 w 2027
τοῖς 7 w 2031
ἐκ 4 w 2033
τοῦ 9 w 2036
τείχους 3 w 2043
θεωμένοις 1 w 2052
ὡς 3 w 2055
δὲ 20 w 2057
ἐγένοντο 1 w 2065
διακορεῖς 1 w 2074
οἱονεὶ 1 w 2080
λαμπρᾶς 1 w 2087
καὶ 23 w 2090
πολυτελοῦς 1 w 2100
πομπῆς 1 w 2106
πεμπομένης 1 w 2116
λίθους 1 w 2123
ἐκ 5 w 2125
μηχανῶν 1 w 2132
ἀφιέντες 1 w 2140
καὶ 24 w 2143
τόξοις 1 w 2149
βάλλοντες 1 w 2158
ἐς 2 w 2160
τὴν 7 w 2163
τειχομαχίαν 1 w 2174
προυκαλοῦντο 1 w 2186
τοὺς 7 w 2190
βαρβάρους 1 w 2199
φύσει 2 w 2205
δὲ 21 w 2207
ὄντες 2 w 2212
εἰς 2 w 2215
ὀργὴν 1 w 2220
ὀξύρροποι 1 w 2229
καὶ 25 w 2232
δεινὸν 1 w 2238
ποιούμενοι 1 w 2248
τὸ 10 w 2250
γέλωτα 1 w 2256
ὀφλῆσαι 1 w 2263
καὶ 26 w 2266
ἀπαγαγεῖν 1 w 2275
ὀπίσω 1 w 2280
τὴν 8 w 2283
παρασκευὴν 1 w 2293
ἄπρακτον 1 w 2301
ἐγκελευομένου 1 w 2315
σφίσι 1 w 2320
τοῦ 10 w 2323
βασιλέως 1 w 2331
προσῆγον 3 w 2340
τῷ 7 w 2342
τείχει 3 w 2348
καὶ 27 w 2351
ἐβάλλοντο 1 w 2360
πυκνοῖς 1 w 2367
τοῖς 8 w 2371
λίθοις 2 w 2377
καὶ 28 w 2380
τοῖς 9 w 2384
τοξεύμασι 1 w 2393
καὶ 29 w 2397
ἐτρώθη 1 w 2403
τῶν 15 w 2406
θηρίων 1 w 2412
τινὰ 1 w 2416
καὶ 30 w 2419
ἀπέθανεν 1 w 2427
κατενεχθέντα 1 w 2439
ὑπὸ 2 w 2442
τῆς 3 w 2445
ἰλύος 1 w 2450
δείσαντες 1 w 2460
δὲ 22 w 2462
καὶ 31 w 2465
ὑπὲρ 2 w 2469
τῶν 16 w 2472
ἄλλων 1 w 2477
ἀπῆγον 1 w 2483
ὀπίσω 2 w 2488
πάλιν 1 w 2493
εἰς 3 w 2496
τὸ 11 w 2498
στρατόπεδον 1 w 2509
Ὡς 1 w 2512
δὲ 23 w 2514
καὶ 32 w 2517
ταύτης 2 w 2523
4 w 2524
Παρθυαῖος 1 w 2533
ἥμαρτε 1 w 2539
τῆς 4 w 2542
πείρας 1 w 2548
τοὺς 8 w 2553
τοξότας 2 w 2560
διελὼν 1 w 2566
εἰς 4 w 2569
μοίρας 1 w 2575
διαδέχεσθαί 1 w 2586
τε 32 w 2588
ἀλλήλους 1 w 2596
κελεύει 1 w 2603
καὶ 33 w 2606
συνεχῶς 1 w 2613
βάλλειν 1 w 2620
πρὸς 3 w 2624
τὸ 12 w 2626
διερρηγμένον 2 w 2638
τοῦ 11 w 2641
τείχους 4 w 2648
ὡς 4 w 2651
μὴ 3 w 2653
δυνηθεῖεν 1 w 2662
ἀποικοδομῆσαι 1 w 2675
καὶ 34 w 2678
ἔχειν 1 w 2683
ἀσφαλῶς 1 w 2690
τὴν 9 w 2693
πόλιν 2 w 2698
οὕτω 2 w 2703
γὰρ 6 w 2706
αἱρήσειν 2 w 2714
λαθὼν 1 w 2719
2 w 2720
βιασάμενος 1 w 2730
τῷ 8 w 2732
πλήθει 1 w 2738
τοὺς 9 w 2742
ἔνδον 3 w 2747
ἤλπιζε 1 w 2753
ἀλλὰ 2 w 2758
μάταιον 1 w 2765
γὰρ 7 w 2768
ἀπέφηνεν 1 w 2776
3 w 2777
βασιλέως 2 w 2785
παρασκευὴ 2 w 2794
τοῦ 12 w 2797
βαρβάρου 2 w 2805
τὸ 13 w 2807
διανόημα 1 w 2815
κατὰ 3 w 2820
νώτου 2 w 2825
γὰρ 8 w 2828
τῶν 17 w 2831
ὁπλιτῶν 2 w 2838
ἕτερον 1 w 2844
τεῖχος 2 w 2850
εἰργάζετο 1 w 2859
6 w 2861
δὲ 24 w 2863
ᾤετο 1 w 2867
τοῖς 10 w 2871
ἀρχαίοις 1 w 2879
ἴχνεσιν 1 w 2886
ἐς 3 w 2888
τὰ 13 w 2890
θεμέλια 1 w 2897
χρωμένους 1 w 2906
μέλλειν 1 w 2913
ἔτι 1 w 2916
ἡμέρᾳ 1 w 2922
δὲ 25 w 2924
ὅλῃ 1 w 2927
καὶ 35 w 2930
νυκτὶ 1 w 2935
συνεχῶς 2 w 2942
ἐργασαμένων 1 w 2953
ἔστε 1 w 2957
ἐπὶ 1 w 2960
τέτταρας 1 w 2968
πήχεις 1 w 2974
ὕψους 1 w 2979
ἠγείρετο 1 w 2987
καὶ 36 w 2991
ἕωθεν 1 w 2996
ὤφθη 1 w 3000
λαμπρὸν 1 w 3007
καὶ 37 w 3010
νεουργές 1 w 3018
ἐκείνων 1 w 3026
οὐδὲ 5 w 3030
ἀκαρῆ 1 w 3035
χρόνον 1 w 3041
ἐνδιδόντων 1 w 3051
διαδεχομένων 1 w 3064
δὲ 27 w 3066
ἀλλήλους 2 w 3074
καὶ 38 w 3077
ἀκοντιζόντων 1 w 3089
ἐς 4 w 3091
τοὺς 10 w 3095
ἐφεστῶτας 1 w 3104
τῷ 9 w 3106
κειμένῳ 1 w 3113
τείχει 4 w 3119
τοῦτο 1 w 3125
ἐξέπληξε 1 w 3133
δεινῶς 1 w 3139
τὸν 1 w 3142
βάρβαρον 1 w 3150
οὐ 11 w 3153
μὴν 2 w 3156
ἀπῆγεν 1 w 3162
εὐθὺς 1 w 3167
τὴν 10 w 3170
στρατιάν 1 w 3178
ἀλλ 6 w 3182
αὖθις 1 w 3188
τοῖς 11 w 3192
αὐτοῖς 3 w 3198
χρῆται 1 w 3204
παλαίσμασι 1 w 3214
δράσας 1 w 3221
δὲ 28 w 3223
οἶμαι 2 w 3228
καὶ 39 w 3231
παθὼν 1 w 3236
παραπλήσια 1 w 3246
ἀπῆγε 2 w 3251
τὴν 11 w 3254
στρατιὰν 1 w 3262
ὀπίσω 3 w 3267
πολλοὺς 1 w 3275
μὲν 6 w 3278
ὑπὸ 3 w 3281
τῆς 5 w 3284
ἐνδείας 1 w 3291
δήμους 1 w 3297
ἀπολέσας 1 w 3305
πολλὰ 1 w 3311
δὲ 29 w 3313
ἀναλώσας 1 w 3321
περὶ 2 w 3325
τοῖς 13 w 3329
χώμασι 1 w 3335
καὶ 40 w 3338
τῇ 4 w 3340
πολιορκίᾳ 2 w 3349
σώματα 1 w 3355
σατράπας 1 w 3364
δὲ 30 w 3366
ἀνελὼν 1 w 3372
συχνούς 1 w 3379
ἄλλον 1 w 3385
ἄλλο 2 w 3389
ἐπαιτιώμενος 1 w 3401
τὸν 2 w 3405
μὲν 7 w 3408
ὅτι 1 w 3411
μὴ 5 w 3413
καρτερῶς 1 w 3421
ἐπεποίητο 2 w 3430
τὰ 14 w 3432
χώματα 2 w 3438
εἶξε 1 w 3443
δὲ 31 w 3445
καὶ 41 w 3448
ἐπεκλύσθη 1 w 3457
παρὰ 1 w 3461
τῶν 19 w 3464
ποταμίων 1 w 3472
ῥευμάτων 1 w 3480
τὸν 3 w 3484
δὲ 32 w 3486
ὡς 5 w 3488
φαύλως 1 w 3494
ἀγωνισάμενον 1 w 3506
ὑπὸ 4 w 3509
τοῖς 14 w 3513
τείχεσι 1 w 3520
καὶ 42 w 3524
ἄλλους 1 w 3530
ἄλλας 1 w 3535
ἐπάγων 1 w 3541
αἰτίας 1 w 3547
ἔκτεινεν 1 w 3555
ἔστι 1 w 3560
γὰρ 9 w 3563
εὖ 2 w 3565
μάλα 3 w 3569
τοῖς 15 w 3573
κατὰ 4 w 3577
τὴν 12 w 3580
Ἀσίαν 1 w 3585
βαρβάροις 1 w 3594
σύνηθες 1 w 3601
ἐς 5 w 3603
τοὺς 11 w 3607
ὑπηκόους 1 w 3615
τὰς 5 w 3618
αἰτίας 2 w 3624
τῆς 6 w 3627
δυσπραγίας 1 w 3637
ἀποσκευάζεσθαι 1 w 3651
1 w 3653
δὴ 3 w 3655
καὶ 43 w 3658
τότε 1 w 3662
δράσας 2 w 3668
ἀπιὼν 1 w 3673
ᾤχετο 1 w 3678
καὶ 44 w 3682
ἄγει 1 w 3686
πρὸς 4 w 3690
ἡμᾶς 1 w 3694
εἰρήνην 1 w 3701
ἐκ 7 w 3703
τούτου 1 w 3709
καὶ 45 w 3713
οὔτε 1 w 3717
ὅρκων 1 w 3722
οὔτε 2 w 3726
συνθηκῶν 1 w 3734
ἐδέησεν 1 w 3741
ἀγαπᾷ 1 w 3747
δὲ 33 w 3749
οἴκοι 1 w 3754
μένων 5 w 3759
εἰ 8 w 3762
μὴ 6 w 3764
στρατεύοιτο 1 w 3775
βασιλεὺς 1 w 3783
ἐπ 15 w 3785
αὐτὸν 1 w 3791
καὶ 46 w 3794
δίκην 1 w 3799
ἀπαιτοίη 1 w 3807
τοῦ 14 w 3810
θράσους 1 w 3817
καὶ 47 w 3820
τῆς 7 w 3823
ἀπονοίας 1 w 3831
Ἆρά 1 w 3835
γε 9 w 3837
ἄξιον 1 w 3842
ταύτην 1 w 3848
παραβαλεῖν 1 w 3858
τὴν 13 w 3861
μάχην 2 w 3866
ταῖς 2 w 3870
ὑπὲρ 3 w 3874
τῶν 20 w 3877
νεῶν 1 w 3881
τῶν 21 w 3884
Ἑλληνικῶν 1 w 3893
καὶ 48 w 3896
τοῦ 15 w 3899
τείχους 5 w 3906
ἀθρεῖτε 1 w 3914
δὲ 34 w 3916
ὧδε 2 w 3919
τὴν 14 w 3922
ὁμοιότητα 1 w 3931
καὶ 49 w 3934
τὸ 18 w 3936
διάφορον 1 w 3944
λογίζεσθε 1 w 3953
Ἑλλήνων 1 w 3961
μὲν 8 w 3964
Αἴαντε 1 w 3970
καὶ 50 w 3973
οἱ 5 w 3975
Λαπίθαι 1 w 3982
καὶ 51 w 3985
Μενεσθεὺς 1 w 3994
τοῦ 16 w 3997
τείχους 6 w 4004
εἶξαν 1 w 4009
καὶ 52 w 4012
περιεῖδον 1 w 4021
τὰς 6 w 4024
πύλας 1 w 4029
συντριβομένας 1 w 4042
ὑφ 1 w 4044
Ἕκτορος 1 w 4052
καὶ 53 w 4055
τῶν 22 w 4058
ἐπάλξεων 1 w 4066
ἐπιβεβηκότα 1 w 4077
τὸν 5 w 4080
Σαρπηδόνα 1 w 4089
οἱ 6 w 4092
δὲ 35 w 4094
οὐδὲ 6 w 4098
διαρραγέντος 1 w 4110
αὐτομάτως 1 w 4119
τοῦ 17 w 4122
τείχους 7 w 4129
ἐνέδοσαν 1 w 4137
ἀλλὰ 3 w 4142
ἐνίκων 1 w 4148
μαχόμενοι 1 w 4157
καὶ 54 w 4160
ἀπεκρούοντο 1 w 4171
Παρθυαίους 1 w 4181
ξὺν 2 w 4184
Ἰνδοῖς 1 w 4190
ἐπιστρατεύσαντας 1 w 4206
εἶτα 1 w 4211
8 w 4212
μὲν 9 w 4215
ἐπιβὰς 1 w 4221
τῶν 23 w 4224
νεῶν 2 w 4228
ἀπὸ 2 w 4231
τῶν 24 w 4234
ἰκρίων 1 w 4240
ὥσπερ 1 w 4245
ἐρύματος 1 w 4253
πεζὸς 1 w 4258
διαγωνίζεται 1 w 4270
οἱ 7 w 4273
δὲ 37 w 4275
πρότερον 2 w 4283
ἀπὸ 3 w 4286
τῶν 25 w 4289
τειχῶν 2 w 4295
ἐναυμάχουν 1 w 4305
τέλος 1 w 4311
δὲ 38 w 4313
οἱ 8 w 4315
μὲν 10 w 4318
τῶν 26 w 4321
ἐπάλξεων 2 w 4329
εἶξαν 2 w 4334
καὶ 55 w 4337
τῶν 27 w 4340
νεῶν 3 w 4344
οἱ 9 w 4347
δὲ 39 w 4349
ἐνίκων 2 w 4355
ναυσί 1 w 4360
τε 53 w 4362
ἐπιόντας 1 w 4370
καὶ 56 w 4373
πεζῇ 1 w 4377
τοὺς 12 w 4381
πολεμίους 1 w 4390
ἀλλὰ 4 w 4395
γὰρ 10 w 4398
εὖ 3 w 4400
ποιῶν 1 w 4405
9 w 4406
λόγος 1 w 4411
ἐπὶ 2 w 4414
τὸν 6 w 4417
Ἕκτορα 1 w 4423
καὶ 57 w 4426
τὸν 7 w 4429
Σαρπηδόνα 2 w 4438
οὐκ 3 w 4442
οἶδα 1 w 4446
ὅπως 1 w 4450
ὑπηνέχθη 1 w 4459
καὶ 58 w 4462
ἐπ 23 w 4464
αὐτό 2 w 4469
γέ 7 w 4471
φασι 1 w 4475
τῶν 28 w 4478
ἔργων 1 w 4483
τὸ 22 w 4485
κεφάλαιον 1 w 4494
τὴν 15 w 4498
καθαίρεσιν 1 w 4508
τοῦ 18 w 4511
τείχους 8 w 4518
2 w 4520
μιᾷ 1 w 4523
πρότερον 3 w 4531
ἡμέρᾳ 2 w 4536
τοὺς 13 w 4540
Ἀχαιούς 1 w 4547
φησι 1 w 4551
τοῦ 19 w 4555
Πυλίου 1 w 4561
δημαγωγοῦ 1 w 4570
καὶ 59 w 4573
βασιλέως 3 w 4581
ξυμπείθοντος 1 w 4593
ἄρρηκτον 1 w 4602
νηῶν 1 w 4606
τε 56 w 4608
καὶ 60 w 4611
αὐτῶν 4 w 4616
εἶλαρ 1 w 4621
κατασκευάσασθαι 1 w 4636
Σχεδὸν 1 w 4643
γάρ 1 w 4646
μοι 2 w 4649
τοῦτο 2 w 4654
φαίνεται 1 w 4662
τὸ 23 w 4664
γενναιότατον 1 w 4676
τῶν 30 w 4679
ἔργων 2 w 4684
Ἕκτορος 2 w 4691
καὶ 61 w 4695
οὐχὶ 1 w 4699
Γλαύκου 1 w 4706
τέχνης 1 w 4712
συνεῖναι 1 w 4720
οὐδὲ 7 w 4724
σοφωτέρας 1 w 4733
ἐπινοίας 1 w 4741
δεῖται 1 w 4747
Ὁμήρου 1 w 4754
σαφῶς 1 w 4759
διδάσκοντος 1 w 4770
ὡς 6 w 4773
Ἀχιλλέως 1 w 4781
μὲν 11 w 4784
φανέντος 1 w 4792
ἐδύσετο 1 w 4799
οὐλαμὸν 1 w 4806
ἀνδρῶν 1 w 4812
Ἀγαμέμνονος 1 w 4824
δὲ 41 w 4826
τοῖς 16 w 4830
Τρωσὶν 1 w 4836
ἐπικειμένου 1 w 4847
καὶ 62 w 4850
ἐς 6 w 4852
τὸ 24 w 4854
τεῖχος 3 w 4860
καταδιώξαντος 1 w 4873
Ἕκτορα 2 w 4879
ὕπαγε 1 w 4884
Ζεύς 1 w 4888
ἵνα 1 w 4892
ἀποσώζοιτο 1 w 4902
καθ 3 w 4905
ἡσυχίαν 1 w 4913
προσπαίζων 1 w 4924
δὲ 42 w 4926
αὐτὸν 2 w 4931
10 w 4932
ποιητὴς 1 w 4939
καὶ 63 w 4942
καταγελῶν 1 w 4951
τῆς 8 w 4954
δειλίας 1 w 4961
ὑπὸ 5 w 4964
τῇ 5 w 4966
φηγῷ 1 w 4970
καὶ 64 w 4973
πρὸς 5 w 4977
ταῖς 3 w 4981
πύλαις 1 w 4987
ἤδη 2 w 4990
καθημένῳ 1 w 4998
τὴν 16 w 5001
Ἶριν 1 w 5005
ἥκειν 1 w 5010
ἔφη 1 w 5013
παρὰ 2 w 5017
τοῦ 21 w 5020
Διὸς 1 w 5024
φράζουσαν 1 w 5033
Ὄφρ 1 w 5036
ἂν 1 w 5039
μέν 16 w 5042
κεν 1 w 5045
ὁρᾷς 1 w 5049
Ἀγαμέμνονα 1 w 5059
ποιμένα 1 w 5066
λαῶν 1 w 5070
Θύνοντ 1 w 5076
ἐν 15 w 5079
προμάχοισιν 1 w 5090
ἐναίροντα 1 w 5100
στίχας 1 w 5106
ἀνδρῶν 2 w 5112
Τόφρ 1 w 5117
ὑπόεικε 1 w 5125
μάχης 2 w 5130
πῶς 1 w 5134
γὰρ 11 w 5137
εἰκὸς 2 w 5142
οὕτως 2 w 5147
ἀγεννῆ 1 w 5153
καὶ 65 w 5156
δειλὰ 1 w 5161
παραινεῖν 1 w 5170
τὸν 9 w 5173
Δία 1 w 5176
ἄλλως 1 w 5182
τε 58 w 5184
οὐδὲ 8 w 5188
μαχομένῳ 1 w 5196
ξὺν 3 w 5200
πολλῇ 1 w 5205
δὲ 44 w 5207
ἑστῶτι 1 w 5213
ῥᾳστώνῃ 1 w 5220
καὶ 66 w 5224
ὁπηνίκα 1 w 5231
δὲ 45 w 5233
13 w 5234
τοῦ 22 w 5237
Τυδέως 1 w 5243
τῆς 9 w 5247
Ἀθηνᾶς 1 w 5253
πολλὴν 1 w 5259
ἐκ 8 w 5261
τοῦ 23 w 5264
κράνους 1 w 5271
ἀναπτούσης 1 w 5281
φλόγα 1 w 5286
πολλοὺς 2 w 5294
μὲν 12 w 5297
ἔκτεινε 2 w 5304
φεύγειν 1 w 5312
δὲ 46 w 5314
ἠνάγκαζε 1 w 5322
τοὺς 14 w 5326
ὑπομένοντας 1 w 5337
πόρρω 1 w 5343
τε 60 w 5345
ἀφειστήκει 1 w 5355
τοῦ 24 w 5358
πολέμου 1 w 5365
καὶ 67 w 5369
πολλὰ 2 w 5374
ὑπομένων 1 w 5382
ὀνείδη 1 w 5388
ἀπέγνω 1 w 5394
μὲν 13 w 5397
κρατοῦσι 1 w 5405
τοῖς 17 w 5409
Ἀχαιοῖς 1 w 5416
ἀντιστῆναι 1 w 5426
εὐπρεπῆ 1 w 5434
δὲ 47 w 5436
ποιεῖται 1 w 5444
τὴν 17 w 5447
εἰς 5 w 5450
τὸ 27 w 5452
ἄστυ 1 w 5456
πορείαν 1 w 5463
ὡς 7 w 5466
τῇ 6 w 5468
μητρὶ 1 w 5473
παραινέσων 1 w 5483
ἐξιλεοῦσθαι 1 w 5494
τὴν 18 w 5497
Ἀθηνᾶν 1 w 5503
μετὰ 1 w 5507
τῶν 31 w 5510
Τρωάδων 1 w 5517
καίτοι 1 w 5524
εἰ 11 w 5526
μὲν 14 w 5529
αὐτὸς 1 w 5534
ἱκέτευε 1 w 5541
πρὸ 7 w 5544
τοῦ 26 w 5547
νεὼ 1 w 5550
ξὺν 4 w 5553
τῇ 7 w 5555
γερουσίᾳ 1 w 5563
πολὺν 1 w 5569
ἂν 2 w 5571
εἶχε 1 w 5575
λόγον 1 w 5580
προσήκει 1 w 5589
γὰρ 12 w 5592
οἶμαι 3 w 5597
τὸν 10 w 5600
στρατηγὸν 1 w 5609
3 w 5610
βασιλέα 1 w 5617
καθάπερ 1 w 5624
ἱερέα 1 w 5629
καὶ 68 w 5632
προφήτην 1 w 5640
θεραπεύειν 1 w 5650
ἀεὶ 1 w 5653
ξὺν 5 w 5656
κόσμῳ 1 w 5661
τὸν 11 w 5664
θεὸν 1 w 5668
καὶ 69 w 5671
μηδὲν 1 w 5676
ὀλιγωρεῖν 1 w 5685
μηδὲ 2 w 5689
ἑτέρῳ 1 w 5694
μᾶλλον 3 w 5700
προσήκειν 1 w 5709
ἡγεῖσθαι 1 w 5717
μηδὲ 3 w 5721
ἐπιτρέπειν 1 w 5731
ἀνάξιον 1 w 5739
αὑτοῦ 1 w 5744
νομίζοντα 1 w 5753
τὸ 31 w 5755
διακόνημα 1 w 5764
Οἶμαι 1 w 5770
γὰρ 13 w 5773
τὴν 19 w 5776
Πλάτωνος 1 w 5784
μικρὰ 1 w 5789
παρατρέψας 1 w 5799
λέξιν 1 w 5804
οὐχ 3 w 5807
ἁμαρτήσεσθαι 1 w 5819
ὡς 8 w 5822
ὅτῳ 1 w 5825
ἀνδρί 1 w 5830
μᾶλλον 4 w 5837
δὲ 51 w 5839
βασιλεῖ 1 w 5846
ἐς 7 w 5849
τὸν 12 w 5852
θεὸν 2 w 5856
ἀνήρτηται 1 w 5865
πάντα 1 w 5870
τὰ 19 w 5872
πρὸς 6 w 5876
εὐδαιμονίαν 1 w 5887
φέροντα 2 w 5894
καὶ 70 w 5897
μὴ 7 w 5899
ἐν 17 w 5901
ἄλλοις 1 w 5907
ἀνθρώποις 1 w 5916
αἰωρεῖται 1 w 5925
ἐξ 3 w 5928
ὧν 1 w 5930
εὖ 4 w 5932
4 w 5933
κακῶς 1 w 5938
πραξάντων 1 w 5947
πλανᾶσθαι 1 w 5956
ἀναγκάζεται 1 w 5967
αὐτὸς 2 w 5972
καὶ 71 w 5975
τὰ 20 w 5977
ἐκείνου 1 w 5984
πράγματα 1 w 5992
τούτῳ 1 w 5998
ἄριστα 1 w 6004
παρεσκεύασται 1 w 6017
πρὸς 7 w 6021
τὸ 34 w 6023
ζῆν 1 w 6026
εἰ 12 w 6029
δὲ 52 w 6031
ἐπιτρέποι 1 w 6040
μηδεὶς 1 w 6046
μεταγράφειν 1 w 6057
μηδὲ 4 w 6061
ἐκτρέπειν 1 w 6070
μηδὲ 5 w 6074
μεταλαμβάνειν 1 w 6087
τοὔνομα 1 w 6094
ἀλλὰ 5 w 6099
ὥσπερ 2 w 6104
ἱερὸν 1 w 6109
ἀρχαῖον 1 w 6116
κελεύοι 1 w 6123
μένειν 1 w 6129
ἐᾶν 1 w 6132
ἀκίνητον 1 w 6140
οὐδὲ 9 w 6145
οὕτως 3 w 6150
ἄλλο 5 w 6154
τι 16 w 6156
διανοεῖσθαι 1 w 6167
τὸν 13 w 6170
σοφὸν 1 w 6175
ἐροῦμεν 1 w 6182
τὸ 36 w 6185
γὰρ 14 w 6188
εἰς 6 w 6191
ἑαυτὸν 1 w 6197
οὐ 20 w 6199
δήπου 1 w 6204
τὸ 38 w 6206
σῶμά 1 w 6210
φησιν 1 w 6215
οὐδὲ 10 w 6219
τὰ 21 w 6221
χρήματα 1 w 6228
οὐδὲ 11 w 6232
εὐγένειαν 1 w 6241
καὶ 72 w 6244
δόξαν 1 w 6249
πατέρων 1 w 6256
ταῦτα 2 w 6262
γὰρ 15 w 6265
αὐτοῦ 2 w 6270
μέν 22 w 6273
τινος 1 w 6278
οἰκεῖα 1 w 6284
κτήματα 1 w 6291
οὐ 23 w 6294
μήν 1 w 6297
ἐστι 1 w 6301
ταῦτα 3 w 6306
αὐτός 2 w 6311
ἀλλὰ 6 w 6316
νοῦν 1 w 6320
καὶ 73 w 6323
φρόνησιν 1 w 6331
φησί 1 w 6336
καὶ 74 w 6340
τὸ 39 w 6342
ὅλον 1 w 6346
τὸν 15 w 6349
ἐν 18 w 6351
ἡμῖν 1 w 6355
θεόν 1 w 6359
3 w 6361
δὴ 4 w 6363
καὶ 75 w 6366
αὐτὸς 3 w 6371
ἑτέρωθι 1 w 6378
κυριώτατον 1 w 6388
ἐν 19 w 6390
ἡμῖν 2 w 6394
ψυχῆς 1 w 6399
εἶδος 1 w 6404
ἔφη 2 w 6407
καὶ 76 w 6411
ὡς 9 w 6413
ἄρα 1 w 6416
αὐτὸν 3 w 6421
δαίμονα 1 w 6428
θεὸς 1 w 6432
ἑκάστῳ 1 w 6438
δέδωκε 1 w 6444
τοῦτο 3 w 6450
4 w 6451
δή 3 w 6453
φαμεν 1 w 6458
οἰκεῖν 1 w 6464
μὲν 15 w 6467
ἡμῶν 1 w 6471
ἐπ 28 w 6473
ἄκρῳ 1 w 6478
τῷ 10 w 6480
σώματι 1 w 6486
πρὸς 8 w 6491
δὲ 58 w 6493
τὴν 20 w 6496
ἐν 20 w 6498
οὐρανῷ 1 w 6504
ξυγγένειαν 1 w 6514
ἀπὸ 4 w 6517
γῆς 1 w 6520
ἡμᾶς 2 w 6524
αἴρειν 1 w 6530
ἐς 8 w 6533
τοῦτο 4 w 6538
γὰρ 16 w 6541
ἔοικεν 1 w 6547
ἐπιτάττειν 1 w 6557
ἀνηρτῆσθαι 1 w 6567
χρῆναι 1 w 6573
ἑκάστῳ 2 w 6579
ἀνδρί 2 w 6584
καὶ 77 w 6588
οὐκ 4 w 6591
εἰς 7 w 6594
ἄλλους 2 w 6600
ἀνθρώπους 1 w 6609
οἳ 1 w 6612
τὰ 22 w 6614
μὲν 16 w 6617
ἄλλα 2 w 6621
βλάπτειν 1 w 6629
καὶ 78 w 6632
κωλύειν 1 w 6639
ἐθέλοντες 1 w 6648
πολλάκις 1 w 6656
ἐδυνήθησαν 1 w 6666
ἤδη 3 w 6670
δέ 7 w 6672
τινες 1 w 6677
καὶ 79 w 6680
μὴ 8 w 6682
βουλόμενοι 1 w 6692
τῶν 32 w 6695
ἡμετέρων 1 w 6703
τινὰ 2 w 6707
παρείλοντο 1 w 6717
τοῦτο 5 w 6723
δὲ 59 w 6725
ἀκώλυτον 1 w 6733
μόνον 2 w 6738
καὶ 80 w 6741
ἀπαθές 1 w 6747
ἐστιν 1 w 6752
ἐπεὶ 2 w 6757
μηδὲ 6 w 6761
θεμιτὸν 1 w 6768
ὑπὸ 6 w 6771
τοῦ 32 w 6774
χείρονος 1 w 6782
τὸ 44 w 6784
κρεῖττον 1 w 6792
βλάπτεσθαι 1 w 6802
ἔστι 2 w 6807
δὲ 61 w 6809
καὶ 81 w 6812
οὗτος 1 w 6817
ἐκεῖθεν 1 w 6824
14 w 6825
λόγος 2 w 6830
ἀλλ 11 w 6834
ἔοικα 1 w 6840
γὰρ 17 w 6843
καταφορτίζειν 1 w 6856
ὑμᾶς 1 w 6860
τοῖς 18 w 6864
τοῦ 33 w 6867
Πλάτωνος 2 w 6875
λόγοις 1 w 6881
μικρὰ 2 w 6886
ἐπιπάττων 1 w 6895
τῶν 33 w 6898
ῥημάτων 1 w 6905
ὥσπερ 3 w 6910
ἁλῶν 1 w 6914
5 w 6915
χρυσοῦ 1 w 6921
ψήγματος 1 w 6929
τούτων 1 w 6936
δὲ 62 w 6938
οἱ 10 w 6940
μὲν 17 w 6943
ἡδίω 1 w 6947
τὴν 21 w 6950
τροφήν 1 w 6956
15 w 6958
δὲ 63 w 6960
εὐπρεπῆ 2 w 6967
μᾶλλον 5 w 6973
παρέχει 1 w 6980
τὴν 22 w 6983
θέαν 1 w 6987
ἀμφότερα 1 w 6996
δὲ 64 w 6998
ἐν 21 w 7000
τοῖς 19 w 7004
Πλάτωνος 3 w 7012
λόγοις 2 w 7018
καὶ 82 w 7022
γὰρ 18 w 7025
αἰσθέσθαι 1 w 7034
διὰ 3 w 7037
τῆς 10 w 7040
ἀκοῆς 1 w 7045
ἡδίους 1 w 7051
τῶν 34 w 7054
ἁλῶν 2 w 7058
καὶ 83 w 7061
θρέψαι 1 w 7067
ψυχὴν 1 w 7072
ξὺν 6 w 7075
ἡδονῇ 1 w 7080
καὶ 84 w 7083
καθῆραι 1 w 7090
θαυμαστοί 1 w 7099
ὥστε 1 w 7104
οὐκ 5 w 7107
ἀποκνητέον 1 w 7117
οὐδὲ 12 w 7121
εὐλαβητέον 1 w 7131
τὸν 18 w 7134
ψόγον 1 w 7139
εἴ 1 w 7142
τις 2 w 7145
ἄρα 2 w 7148
καταμέμφοιτο 1 w 7160
τὴν 23 w 7163
ἀπληστίαν 1 w 7172
καὶ 85 w 7176
ὅτι 2 w 7179
παντὸς 1 w 7185
ἐπιδραττόμεθα 1 w 7198
ὥσπερ 4 w 7203
ἐν 22 w 7205
τοῖς 20 w 7209
συμποσίοις 1 w 7219
οἱ 11 w 7221
λίχνοι 1 w 7227
τῶν 35 w 7230
ἐδωδίμων 1 w 7238
ἁπάντων 1 w 7245
οὐχ 4 w 7249
ὑπομένοντες 1 w 7260
τὸ 47 w 7262
μὴ 9 w 7264
τῶν 36 w 7267
προκειμένων 1 w 7278
ἅψασθαι 1 w 7285
τοῦτο 6 w 7291
γὰρ 19 w 7294
δὴ 5 w 7296
τρόπον 1 w 7302
τινὰ 3 w 7306
καὶ 86 w 7309
ἡμῖν 3 w 7313
ἔοικε 2 w 7318
συμβαίνειν 1 w 7328
ἐπαίνους 1 w 7337
ἅμα 1 w 7340
καὶ 87 w 7343
δόγματα 1 w 7350
ᾄδειν 1 w 7355
καὶ 88 w 7358
πρὶν 1 w 7362
6 w 7363
μετρίως 1 w 7370
ἐφικέσθαι 1 w 7379
τοῦ 35 w 7382
προτέρου 1 w 7390
λόγου 1 w 7395
μέσον 1 w 7400
ὑποτεμομένοις 1 w 7413
φιλοσόφων 1 w 7422
ἐξηγεῖσθαι 1 w 7432
ῥήσεις 1 w 7438
πρὸς 9 w 7443
δὴ 6 w 7445
τοὺς 15 w 7449
τὰ 23 w 7451
τοιαῦτα 1 w 7458
καταμεμφομένους 1 w 7473
εἴρηται 1 w 7480
μὲν 18 w 7483
ἤδη 4 w 7486
καὶ 89 w 7489
πρότερον 4 w 7497
καὶ 90 w 7500
αὖθις 2 w 7505
δὲ 66 w 7507
ἴσως 1 w 7511
λελέξεται 1 w 7520